Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Πνευματική διάκριση, ησυχία και ιερατική διακονία

Επεξηγήσεις για τη διάκριση μεταξύ φυσικών και παρά φύσιν παθών, τους όρους της αληθινής ησυχίας, τη σημασία της κοπής του ιδίου θελήματος και τις προϋποθέσεις για την άξια τέλεση της ιερατικής διακονίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 22

Ἐπίλεξαι ὃ θέλεις. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Τί ἐστιν ἡ πανουργία, καὶ ἡ φρόνησις ἢ ἡ ἀκεραιότης μετὰ φρονήσεως; Ἀπόκρισις· Τὴν πανουργίαν τοῦ ὄφεως εἶπόν σοι, ἀφορῶν σου τὴν φρόνησιν. Ἡ γὰρ πανουργία τοῦ διαβόλου ὅλα τὰ κακὰ ἐνθυμήματα φέρει εἰς τὸν ἄνθρωπον κατὰ τῶν ἀνθρώπων. Νόει ἃ λέγω. Καὶ ἐὰν ἐμμείνῃ ἐν τούτοις ὁ ἄνθρωπος, κατὰ τοῦ Θεοῦ ἐκτείνει τὴν πανουργίαν αὑτοῦ, ὅλα γὰρ τὰ τῆς πανουργίας ἀπώλειά ἐστι ψυχῆς. «Πᾶν γὰρ δένδρον σαπρόν, καρποὺς σαπροὺς ποιεῖ.» Ἡ δὲ φρόνησις εἰς διάκρισιν φέρει τὸν ἄνθρωπον. Εἶπόν σοι ἀδελφέ, κράτει τὴν ἀκεραιότητα τῆς περιστερᾶς μετὰ φρονήσεως, ὅλα γὰρ τὰ ἐνθυμήματα αὐτῆς καλὰ καὶ ὠφέλιμα. «Πᾶν γὰρ δένδρον καλόν, καρποὺς καλοὺς ποιεῖ.» Ἡ πανουργία κάκωσιν ἐμποιεῖ τῷ ἀνθρώπῳ ψυχῆς καὶ σώματος, ἡ δὲ ἀκεραιότης ἡ διὰ φρονήσεως εἰς ἀνάπαυσιν λογισμῶν, καὶ ἡσυχίαν ψυχῆς καὶ σώματος, καὶ εἰς ζωὴν αἰώνιον φέρει τὸν ἄνθρωπον. Σπούδασον κτήσασθαι ταῦτα καὶ βοηθεῖ σοι ὁ Κύριος. Τοῦτο γὰρ θέλημα αὐτοῦ ἐστιν· ἡ σωτηρία τῶν ὅλων ἡμῶν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Δέομαί σου, δέσποτα, λέγει μοι ὁ λογισμὸς ὅτι Ἄνευ ἡσυχίας οὐ δύνασαι μετανοῆσαι. Ἐὰν οὖν ἐστι δυνατόν, ἐπίτρεψόν με ἡσυχάσαι ὀλίγας ἡμέρας, καὶ δός μοι ἐντολὴν σωτηρίας καὶ εὖξαι ἵνα φυλάξω αὐτήν.

Ἀπόκρισις· Ἀδελφέ, τὴν προαίρεσίν σου ἀπεδεξάμην, μᾶλλον δὲ καὶ ὁ Θεός, ὁ καὶ δυνάμενος συνεργῆσαι εἰς τὸ ἀγαθὸν πρὸς τὸ συμφέρον σοι κατὰ τὸ θέλημα αὑτοῦ καὶ οὐ κατὰ τὸ θέλημά σου, καθὼς αὐτὸς ἐδίδαξεν ἡμᾶς ποιεῖν οὐ τὸ ἴδιον θέλημα, ἀλλὰ τὸ αὑτοῦ, καθὼς καὶ αὐτὸς τοῦ Πατρός.

Καὶ μετ’ αὐτὸν ἥπλωσα ἐπὶ σὲ τὰς πτέρυγάς μου ἕως τῆς σήμερον, καὶ βαστάζω σου τὰ βάρη καὶ τὰ παραπτώματα καὶ τὰς καταφρονήσεις τὰς περὶ τῶν λόγων μου πρὸς σέ, καὶ τὰς ἀμελείας. Καὶ θεωρῶν ἐσκέπαζον, ὡς θεωρεῖ καὶ σκεπάζει τὰς ἡμῶν ἁμαρτίας ὁ Θεός, ἀπεκδεχόμενός σε μετανοοῦντα. Σὺ δὲ ἐγένου ὡς ἄνθρωπος καθήμενος ὑπὸ δένδρον σκιάζον, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ εἰς ἥλιον ἕως οὗ ἐφλογίσθη τοῦ διαφθαρῆναι εἰς ἀπώλειαν.

Καὶ ἐν πᾶσι τούτοις οὐκ ἐνέδωκα, ζῇ Κύριος, καὶ μὴ θαυμάσῃς, καὶ γὰρ καὶ ὁ Θεὸς εἰς ἑαυτὸν ὤμοσε «μὴ θέλειν τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.» Καὶ ἐπειδὴ οὐκ ἐπιστρέφει, μένει ἐν τῇ ἀπωλείᾳ. Σὺ δὲ τέκνον, ὀξύγλυκα ᾔτησας. Ὀξύδιον λέγω τὸ θέλημά σου καὶ μέλι τὴν μετάνοιάν σου. Λέγων·

Ἐπίτρεψόν με ἡσυχάσαι ὀλίγας ἡμέρας, ὡς ὁμολογουμένως εἰδὼς τὸ συμφέρον, καὶ τοῦτο ὑψηλοφροσύνη ἐστίν. Ἀντὶ τοῦ εἰπεῖν· Ὁδήγησόν με εἰς τὴν ὁδὸν τοῦ Θεοῦ. Ὁ Θεὸς φωτίσει τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου, γνῶναι ὅπως κοπιῶ ὑπὲρ σοῦ φειδόμενος μὴ ἀπολέσθαι σε. Ἀλλὰ χρεία τῆς συνεργείας σου ὀλίγον. Ἐν ὀνόματι τοῦ Θεοῦ, ἰδοὺ δίδωμί σοι ἐντολὴν εἰς σωτηρίαν, ἣν ἐὰν φυλάξῃς, βαστάζω τὸ κατὰ σοῦ χειρόγραφον, καὶ οὐδὲ ἀφῶ σε οὐδὲ ἐν τῷ νῦν αἰῶνι οὐδὲ ἐν τῷ μέλλοντι, χάριτι Χριστοῦ.

Μὴ ἀπατηθῇς ἐν χορτασίᾳ κοιλίας, μηδὲ ἐκτὸς τῆς τοῦ σώματος χρείας ἡδυνθῇς τοῦ μεταλαβεῖν ἢ βρώματος ἢ πόματος, καὶ φύλαξον τοῦ μὴ κρῖναί τινα. Καὶ γενοῦ εὐπειθής, καὶ ἔρχῃ εἰς ταπείνωσιν, καὶ καίεται ἀπὸ σοῦ ὅλα τὰ πάθη. Καὶ μὴ δυσχεράνῃς νομίζων τὴν ἐντολὴν εἶναι βαρεῖαν, οὐκ ἔστι γὰρ ἄνευ κόπου καὶ φυλακῆς ἐντολῆς σωθῆναί τινα. Ἰδοὺ οὖν ἔλαβον ἀπὸ σοῦ τὸ βάρος καὶ τὸ φορτίον καὶ τὸ χρέος, καὶ ἰδοὺ νέος ἐγένου, ἰδοὺ ἀνεύθυνος, ἰδοὺ καθαρός. Μεῖνον λοιπὸν ἐν τῇ καθαρότητι.

Ἄκουσον τοῦ Σωτῆρος λέγοντος· «Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.» Καὶ μὴ νομίσῃς ἄκοπον εἶναι τὸ σωθῆναι, ἱδρώτων γὰρ χρεία καὶ κόπου καὶ βίας. Μὴ χαυνωθῇς τῷ σώματι, ἐπεὶ καταβάλλει σε. Ἀκριβῶς γάρ, καὶ μεγάλοι, ἐὰν μὴ προσέχωσι, καταβάλλονται. Ἀνδρίζου τὸ λοιπὸν ἀδελφέ μου, καὶ φύλαξον τὰς ἐντολάς μου, μᾶλλον δὲ τὰς τοῦ Θεοῦ, καὶ χαροποιεῖς με, καὶ ὁ Κύριος φυλάττει σε ἀπὸ τοῦ πονηροῦ καὶ χαροποιεῖ σε εἰς τὴν βασιλείαν αὑτοῦ. «Μελέτησον ταῦτα» διὰ παντός, πόθησον σωθῆναι, καὶ σῴζει σε ὁ Θεός, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Συγχώρησόν μοι, κύριε ἀββᾶ, διὰ τὸν Κύριον, ἐπειδὴ εἶπέ μοι ἡ ἁγιωσύνη σου ὅτι Ἰδοὺ ἀφείθησαν αἱ ἀνομίαι σου. Καὶ ὁ ἀββᾶς Ἡσαΐας λέγει ὅτι ἕως οὗ ἔχει ὁ ἄνθρωπος τὴν ἡδονὴν αὐτῶν, ἀκμὴν οὐκ ἀφείθησαν, καὶ ἰδοὺ ἔχω τὴν ἡδονὴν αὐτῶν. Διὰ τὸν Κύριον οὖν σαφήνισόν μοι ταῦτα, θλίβεται γάρ μου ὁ λογισμὸς λέγων ὅτι Τοιοῦτος ὤν, οὐκ ὤφειλες καταδέξασθαι χειροτονίαν, διότι καὶ κενοδοξίαν ἔχει τὸ πρᾶγμα καὶ βάρος. Καὶ διστάζω λοιπὸν εἰς τὴν διακονίαν. Ἅμα δὲ καὶ παρακαλῶ εἰπεῖν μοι ὅτι λέγει μοι ὁ λογισμὸς ὅτι ἐγκατελείφθην ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ βαρηθῆναί με πάνυ ἐπὶ τῆς παρελθούσης ἑβδομάδος ὑπὸ τῆς πορνείας.

Ἀπόκρισις· Ὦ βουλῆς τῶν πονηρῶν δαιμόνων! Ὦ ἀπάτης τοῦ ἀρχηγοῦ αὐτῶν, μισοκάλου καὶ μισανθρώπου ἀπ’ ἀρχῆς καὶ μέχρι τέλους διαβόλου. Ὅτι καθὼς ἀπέστη ἀπὸ τοῦ Θεοῦ, θέλει πάντας ἀνθρώπους ἀπολέσαι. Ἀδελφέ, εἶπόν σοι ὅτι ἀφείθησαν αἱ ἁμαρτίαι σου αἱ πρότεραι, οὐχὶ δὲ ὅτι καὶ οἱ πόλεμοι αὐτῶν ἀπῆλθον, ἀλλ’ ἐν τῷ ἀγῶνι στήκει ὁ ἄνθρωπος. Καὶ εἰ οὐκ εἶχες ἁμαρτίας, ἔφερέ σοι τὴν ἡδονὴν αὐτῶν, καὶ ὅτι εἶχες πάλιν, τὸ αὐτὸ ποιεῖ, φέρων σοι τὴν ἡδονὴν αὐτῶν. Ὁ τρόπος δὲ ὃν εἶπεν ὁ ἀββᾶς Ἡσαΐας περὶ τῶν ἡδονῶν ἐστι καὶ τῶν ἐργαζομένων αὐτάς. Καὶ γὰρ ἄλλο ἐστὶ τὸ μνημονεῦσαί τινα τῆς τοῦ μέλιτος γλυκύτητος, καὶ ἄλλο ἐστὶ τὸ ἔχειν σὺν τῇ μνήμῃ τὴν γεῦσιν. Ὥστε οὖν τῷ μνημονεύοντι τῆς τῶν ἁμαρτιῶν ἡδονῆς, μὴ πράττοντι δὲ τὰ τῆς ἡδονῆς, ἀλλ’ ἀντιλέγοντι καὶ ἀνταγωνιζομένῳ, τῷ τοιούτῳ ἀφείθησαν αἱ πρότεραι ἁμαρτίαι. Ἀλλὰ ταῦτά εἰσι τὰ μηχανήματα τοῦ ἀντιδίκου καὶ ἀντικειμένου ἡμῖν, τοῦ ἀεὶ θέλοντος καταπιεῖν ζῶντας τοὺς ἀνθρώπους, ἵνα εἰς ἀπόγνωσιν σωτηρίας καὶ ἀνελπιστίαν ζωῆς αἰωνίου ἐνέγκῃ τοὺς μὴ ἐστηριγμένους ἐν τῇ στερεᾷ πέτρᾳ τῆς πίστεως, ἧς κατὰ τὸ μέτρον ἕκαστος λήψεται. Τήρησον οὖν σεαυτὸν ἀπὸ τούτων, ἵνα μὴ τελείως ἐμπέσῃς εἰς τὰς χεῖρας τοῦ διαβόλου, καὶ ἐλεεῖ σε ὁ ζῶν εἰς τοὺς αἰῶνας ὁ Κύριος.

Περὶ δὲ τῆς χειροτονίας, τίς τολμᾷ ἑαυτὸν λέγειν ἄξιον, εἰ μὴ ὁ μαινόμενος μετὰ ἀληθείας καὶ ἀκριβῶς ἐπιλαθόμενος ἑαυτοῦ; Λοιπὸν κατακρίνων σεαυτόν, λειτούργησον τῷ Θεῷ ἐν τῷ δοθέντι σοι κλήρῳ, καὶ αὐτοῦ ἐστι τὸ ἔλεος καὶ ἡ βοήθεια καὶ ἡ δύναμις. Ἐν τῇ λειτουργίᾳ δὲ μνημόνευε λέγων· «Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ», καὶ «Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα.» Μὴ φοβηθῇς, οὐκ ἐγκατελείφθης ὑπὸ τοῦ Θεοῦ· Ἐὰν γὰρ ἡμεῖς μὴ καταλείψωμεν αὐτόν, αὐτὸς οὐκ ἐγκαταλιμπάνει ἡμᾶς. Θέλημα γὰρ αὐτοῦ ἐστι τὸ ἐπιστρέψαι ἡμᾶς πρὸς αὐτὸν καὶ σωθῆναι. Τὸ δὲ βαρηθῆναί σε ὑπὸ τῆς πορνείας πάνυ, γίνεται ἀπὸ τοῦ διαλογίζεσθαι κατὰ τοῦ πλησίον καὶ κρίνειν αὐτόν. Ἔστι δὲ καὶ ἀπὸ τοῦ παρρησιάζεσθαι μεθ’ ὧν εἶπόν σοι μὴ παρρησιασθῆναι. Εἰ οἱ κατὰ τὸν κόσμον πλουτεῖν βουλόμενοι κινδυνεύουσι πολλάκις ἐν θαλάσσῃ καὶ ὁδοιπορίαις, καὶ ὑπομένουσι, πόσῳ γε μᾶλλον ἡμεῖς οἱ τὴν βασιλείαν τῶν οὐρανῶν προσδοκῶντες καὶ κηρυχθῆναι τέκνα Θεοῦ, οἱ ἀκούοντες ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς σάρκα καὶ αἷμα, ἀλλὰ πρὸς τὰς ἀρχὰς πρὸς τὰς ἐξουσίας. Ἀκμὴν οὐ μέχρις αἵματος ἀντεκατέστης ἀνταγωνιζόμενος πρὸς τὴν ἁμαρτίαν, καὶ παραλύῃ ἀπὸ τοῦ πνεύματος τῆς ἀκηδίας; Τί ὑπέμεινας; Τί ἐβάστασας;

Ποίους πειρασμοὺς ποικίλους χαίρων ὑπέμεινας; Αἶ κοιμώμενε μοναχέ, δεῖξον τῷ διαβόλῳ ὅτι ζῇς τῷ Θεῷ, φεύγων πρὸς αὐτόν, κινῶν τὰς χεῖρας καὶ τοὺς πόδας, κολυμβῶν ἐν τῇ προσβολῇ τῶν νοητῶν κυμάτων, τῶν ἀναβαινόντων ἕως τῶν οὐρανῶν καὶ καταβαινόντων ἕως τῶν ἀβύσσων.

Μαρτύρομαί σοι ἐνώπιον τοῦ Θεοῦ ὅτι ἥπλωται μετὰ σοῦ ἡ καρδία μου, ὡς οἶδεν ὁ πλάσας αὐτὴν Θεὸς καὶ παραθεὶς ἐν αὐτῇ τὴν διαθήκην τῶν φυλαττομένων ἐν αὐτῇ ἁγίων ἐντολῶν, τοῦ ἐξαγαγεῖν σε, δυνάμει Θεοῦ, ἀπὸ τοῦ σκότους εἰς τὸ φῶς τὸ ἀληθινόν, καὶ ἀπὸ τοῦ θανάτου τῆς κατακρίσεως εἰς τὴν ζωὴν τῆς δικαιοσύνης. Πρόσεχε σεαυτῷ ἀδελφέ, ἐκτὸς γὰρ κόπου καὶ ταπεινώσεως σωθῆναι ἀδύνατον.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Ἐπειδὴ Πάτερ, ἐκέλευσέ μοι ἡ ἁγιωσύνη σου λειτουργῆσαι, δήλωσόν μοι παρακαλῶ, τί ὀφείλω λογίζεσθαι ἢ μελετᾶν παρεστηκὼς τῷ θυσιαστηρίῳ μετὰ τοῦ πρεσβυτέρου, ἢ μερίζων τὸν ἅγιον ἄρτον ἢ ποτίζων τὸ ἅγιον αἷμα, ἢ βαστάζων κοινωνίαν καὶ ἀπιὼν πρός τινα. Καὶ εἰ ὀφείλω ἔχειν ἱμάτιον ἀφωρισμένον εἰς τὴν λειτουργικὴν χρείαν, ἢ περισκέλιον φορέσαι περὶ τὸ σῶμα;

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, ὅλα πνευματικῶς ἀλληγορεῖται καὶ σὺ σαρκικῶς ταῦτα νοεῖς. Ὁ διακονῶν ὡς τὰ Χερουβὶμ ὀφείλει εἶναι ὅλος ὀφθαλμός, ὅλος νοῦς, τὰ ἄνω νοῶν καὶ φρονῶν, τὸν φόβον, τὸν τρόμον, τὴν δοξολογίαν. Βαστάζει γὰρ τὸ σῶμα καὶ τὸ αἷμα τοῦ ἀθανάτου Βασιλέως. Λαμβάνει δὲ καὶ τὸ πρόσωπον τῶν Σεραφὶμ διὰ τὴν κραυγὴν τῆς δοξολογίας καὶ τὸ ῥιπίζειν ὡς ἐν ταῖς ἁγίαις πτέρυξι τὰ κρυπτὰ μυστήρια, μνημονεύων διὰ τῶν πτερύγων τῆς ἀπὸ γῆς καὶ τῶν ὑλικῶν πραγμάτων κουφότητος, κραυγάζων ἀδιαλείπτως τῷ νοΐ, ἐν τῷ ναῷ τοῦ ἔσω ἀνθρώπου, τὸν ἐπινίκιον ὕμνον τῆς μεγαλοπρεποῦς δόξης τοῦ Θεοῦ ἡμῶν· «Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.» Ἀπὸ δὲ τῆς φρικτῆς καὶ φοβερᾶς φωνῆς τοῦ κηρύγματος τούτου, ἐκπίπτει τρέμων ὁ διάβολος ἀπὸ τῆς αἰχμαλώτου ψυχῆς, φυγαδεύονται δὲ θορυβούμενοι καὶ καταισχυνόμενοι οἱ δαίμονες, ἀφέντες αὐτὴν ἐλευθέραν τῆς δουλείας αὐτῶν. Καὶ βλέπει λοιπὸν ὅτι ἀνέτειλεν αὐτῇ τὸ φῶς τὸ ἀληθινόν, καὶ προσέχουσα βλέπει τὴν εὐπρέπειαν τοῦ ἀθανάτου ἀμνοῦ, καὶ ἐπιποθεῖ ἐμπλησθῆναι τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος. Καὶ τότε ἀκούει τοῦ μεγαλοφώνου Δαβὶδ βοῶντος καὶ λέγοντος· «Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.»

Καὶ προσελθοῦσα ἐν φόβῳ, κοινωνὸς γίνεται τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος, καὶ ἀνεξάλειπτος γίνεται ἡ γεῦσις ἐν αὐτῇ, φυλάττουσα αὐτὴν ἀπὸ παντὸς πάθους. «Ταῦτα μελέτα», εἴτε παρεστηκὼς τοῖς ἁγίοις μυστηρίοις εἴτε μερίζων ἢ ποτίζων, εἴτε βαστάζων κοινωνίαν πρός τινα, εἴτε συστέλλων τὰ ἅγια, καὶ ἁπλῶς πᾶσαν λειτουργίαν ποιῶν τοῦ θυσιαστηρίου. Περὶ δὲ τοῦ ἱματίου, πνευματικὴν κτῆσαι χλαμύδα, ἐν ᾗπερ εὐαρεστεῖται ὁ Θεός. Τὰ δὲ περισκέλιά ἐστι τὸ νεκρῶσαι τὰ μέλη. Εἰπὲ δέ μοι ἀδελφέ, ἐὰν φορέσῃ ἄνθρωπος ὁλοσηρικὸν πορφύραν καὶ ᾖ πόρνος, καθαρίζει αὐτὸν τὸ ἱμάτιον ἀπὸ τῆς πορνείας ἢ τῶν ἄλλων παθῶν; Τί οὖν ποιήσουσιν οἱ ἄξιοι τῶν ἁγίων μυστηρίων καὶ ἀποροῦντες ἱματίων; Περὶ ἑνὸς χιτῶνος προσέταξεν ὁ Κύριος, τοῦτ’ ἔστι τοῦ ἐνδύματος τῶν ἀρετῶν, οὗ καταξιώσει πάντας ἡμᾶς ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Συγχώρησόν μοι δέσποτα, καὶ εὖξαι ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον, ἵνα ἁγιασθῶσι τὰ αἰσθητήριά μου. Καὶ ἐπειδὴ εἶπεν ἡ ἁγιωσύνη σου περὶ τοῦ διακόνου, ὅτι ὡς τὰ Χερουβὶμ καὶ Σεραφὶμ ὀφείλει εἶναι, ἐγὼ δὲ μολύνομαι εἰς ταῦτα. Τί ποιήσω, ἵνα μὴ εἰς κρῖμα γένηταί μοι ἡ διακονία; Ταλαίπωρος γάρ εἰμι, καὶ οὐ δύναμαι ἐγκρατεύεσθαι. Διὰ τὸν Θεὸν βοήθει μοι, ἵνα μὴ εἰς πάντα ἀπολέσω μου τὴν ψυχήν.

Ἀπόκρισις· Ποίησον τὴν δύναμίν σου ἔχειν πάντοτε τὴν μνήμην ταύτην, τὸ πῶς ὀφείλει εἶναι ὁ διάκονος καὶ τὸ πῶς εἶ, μνημονεύων τοῦ θανάτου καὶ πῶς μέλλεις ἀπαντῆσαι τῷ Θεῷ. Καὶ ἐν τῷ κατακρίνειν ἑαυτὸν ἀδιαλείπτως, κατανύγεταί σου ἡ καρδία τοῦ δέξασθαι μετάνοιαν. Καὶ ὁ εἰπὼν διὰ τοῦ προφήτου· «Εἰπὲ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς», αὐτὸς δικαιοῖ σε καὶ ἀθῷόν σε ποιεῖ ἀπὸ πάσης κατακρίσεως, φησὶ γάρ· «Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Καθὼς οὖν διαφόρως ἐδήλωσά σοι, κτῆσαι ταπείνωσιν, ὑπακοήν τε καὶ ὑποταγήν, καὶ σῴζῃ.

Καὶ μὴ εἴπῃς ὅλως ἀντιλέγων· «Τί τοῦτο καὶ διὰ τί ἐκεῖνο;» ἀλλὰ γενοῦ εὐπειθής, μάλιστα τῷ ἀββᾷ σου, τῷ μετὰ Θεὸν φροντίζοντί σου καὶ πιστευθέντι σου τὴν ψυχήν. Καὶ ἐὰν σπουδάσῃς φυλάξαι ταῦτα, ἐγὼ ὑπερεκπερισσοῦ ποιῶ μου τὴν δύναμιν, ἵνα ὁ Θεὸς δώῃ σοι δύναμιν τοῦ ποιῆσαι δύναμιν. Ὁ Κύριος φυλάξει καὶ σκεπάσει σε ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Εἰπέ μοι Πάτερ, τί δοκιμάζεις ἵνα ποιήσω εἰς τὴν μικράν μου χρείαν ἣν ἔχω; Ἐὰν γὰρ μὴ ἀπὸ τῶν δαιμόνων χλευάζωμαι ὡς καὶ ἀεί, ἕως ἑνὸς ἱματίου, οὐχ ἡδέως ἔχω κρατῆσαι. Λοιπὸν εἴ τι κελεύεις ποιῶ, ὅπως ἐλεηθῶ, ὁ Θεὸς γὰρ οἶδεν ὅτι ἐν πολλῇ ἀκαταστασίᾳ εἰμὶ καὶ πάθεσιν. Εὖξαι ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον, ὅπως μὴ ἀποχωρισθῶ ἐκ τοῦ κόλπου ὑμῶν, κἂν ἐν τῷ νῦν αἰῶνι, εἰπεῖν γὰρ ἐν τῷ μέλλοντι αἰσχύνομαι διὰ τὰ πάθη μου.

Ἀπόκρισις· Ἀδελφέ, «τὸ βιάσασθαι ἑαυτὸν ἐν πᾶσι» καὶ ἡ ταπείνωσις φέρει τινὰ εἰς προκοπήν. Καὶ γὰρ ὁ Ἀπόστολος οὕτω φησίν· «Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι.» Καὶ ἡμεῖς ὅτε ἐρρίψαμεν τὴν ὕλην ἡμῶν ἐπάνω τοῦ ἀββᾶ, καὶ οὐκ ἐκρατήσαμεν τίποτε εἰς τὰς χεῖρας ἡμῶν, ὁ Θεὸς οἶδε καὶ μαρτυρεῖ, ὅτι οὐκ εἴχομεν ὅτι χάριν ὀφείλει ἔχειν ἡμῖν ἐν αὐτοῖς, ἀλλ’ ἡμεῖς εἴχομεν αὐτῷ χάριν ὅτι ἐβάσταζεν ἡμῶν τὸ φορτίον, καὶ ἐποίησεν ἡμᾶς ἀμερίμνους. Καὶ ὁ Ἀπόστολος Πέτρος εἶπεν· «Ὑποτασσόμενοι πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον.» Καὶ ὁ Ἰάκωβος εἶπεν ὅτι «Ὅστις ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.» Καὶ διὰ τοῦτο, ἔστι τὸ μὴ ἔχειν τινὰ ἴδιον θέλημα, ἀλλ’ ἐν παντὶ ἑαυτὸν μέμφεσθαι, καὶ οὕτως εὑρίσκει τὸ ἔλεος τοῦ Θεοῦ. Ἐὰν δὲ χλευάσῃ αὐτὸν ὁ διάβολος μέγα φρονεῖν ὅτι καλῶς ἐποίησεν, ἀπόλλει πάντα ὅσα ἐποίησε. Λοιπὸν ποιῶν ὃ ποιεῖς, ταπεινοφρόνει λέγων· Συγχώρησόν μοι Κύριε, ὅτι ἐβάρησα τὸν ἀββᾶν, ῥίψας ἐπάνω αὐτοῦ τὸ φορτίον μου.

Ὁ Κύριος Ἰησοῦς Χριστὸς σώσει ἡμᾶς. Ἀμήν. Ἄλλος ἀδελφὸς διάκονος παρῃτεῖτο λειτουργῆσαι ἐν τῷ θυσιαστηρίῳ, ἐνθυμούμενος τὰς προλαβούσας αὑτοῦ ἁμαρτίας. Καὶ ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα περὶ τούτου, ἅμα δὲ καὶ περὶ τῆς σωματικῆς αὑτοῦ ἀσθενείας.

Καὶ ἀπεκρίθη αὐτῷ ταῦτα· Ἀδελφέ, ἐδίδαξεν ἡμᾶς ἡ Γραφὴ ὅτι «οἱ θέλοντες εὐσεβῶς ζῆν κατὰ Χριστὸν διωχθήσονται.» Πῶς δὲ καὶ ἐν τῷ νῦν καιρῷ ἐστι διωχθῆναι; Ἐκ τῶν δαιμόνων διωκόντων αὐτοὺς ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ καὶ ἀπὸ τῆς λατρείας αὐτοῦ. «Ἡ δὲ μετάνοια τῆς ἁμαρτίας, τὸ μηκέτι ποιῆσαι ταύτην ἐστί», καὶ τὸ ἀπέχεσθαι τῶν κακῶν, ἀπαλλαγή ἐστι αὐτῶν. Μὴ λυπήσωσί σε τὰ πρῶτα καὶ μὴ κωλύου τοῦ διακονῆσαι, μετὰ φόβου μέντοι καὶ τρόμου, τῷ Θεῷ, καὶ πρόσεχε ὅτι ἁγιασμός ἐστι τῇ ψυχῇ σου.

Καὶ ἐὰν πιστεύσῃς οὕτως, ἀεὶ τρέμεις τοῦ μὴ ἁμαρτάνειν, ἵνα μὴ ἐκπέσῃς τοῦ ἁγιασμοῦ. Βάσταξον οὖν τὰ πάθη καὶ τὰς θλίψεις εὐχαρίστως, ὅτι παιδεία ἐστὶ Θεοῦ, καὶ ἐλεεῖ σε καὶ γίνονται εἰς σωτηρίαν τῆς ψυχῆς σου. Ἀμήν.

Ἄλλος ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα· Εἰπέ μοι Πάτερ, εἰ φυσικός ἐστιν ὁ θυμὸς ἢ παρὰ φύσιν. Καὶ τίς ἡ τούτου διαφορά; Ἀπόκρισις· Ἀδελφέ, ἔστι θυμὸς φυσικὸς καὶ ἔστι θυμὸς παρὰ φύσιν. Ὁ οὖν φυσικὸς μάχεται ἵνα μὴ γένωνται τὰ τῆς ἐπιθυμίας θελήματα, καὶ οὗτος οὐ δεῖται φαρμάκων, τεθεραπευμένος γάρ ἐστιν. Ὁ δὲ παρὰ φύσιν μάχεται ἐὰν μὴ τελειωθῶσι τὰ θελήματα τῆς ἐπιθυμίας. Οὗτος δεῖται φαρμάκων περισσοτέρων τῆς ἐπιθυμίας. Μείζων γὰρ τοῦ στρατιώτου ἐστὶν ὁ ἐπιχορηγῶν αὐτῷ τὴν δύναμιν, καὶ ἐὰν κοπῇ, καταργεῖται ὁ στρατιώτης μὴ εὑρίσκων δύναμιν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πόθεν ἔσχεν ὁ ἄνθρωπος τὰ πάθη; Ἀπόκρισις· Καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπαθῆ ἔκτισεν ὁ Θεός, διὰ δὲ τῆς παρακοῆς ἐξέπεσαν εἰς πάθη. Ἕτερος ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα·

Διὰ τὸν Κύριον, ἐπειδὴ ὀχλοῦμαι ὑπὸ τῶν παθῶν τῆς ψυχῆς μου, εἰπέ μοι τί ποιήσω τοῦ ἐλευθερωθῆναι ἀπ’ αὐτῶν, καὶ εὖξαι ὑπὲρ ἐμοῦ. Ἀπόκρισις· Ἀδελφέ, ὁ θέλων σωθῆναι καὶ ἐπιποθῶν γενέσθαι τέκνον Θεοῦ, ταπείνωσιν κτησάσθω μεγάλην, καὶ ὑπακοὴν καὶ ὑποταγήν, καὶ τὸ ἀπαρρησίαστον. Βλέπε, ὅτι σὺ εἶπας·

Εἰπέ μοι τί ἵνα ποιήσω. Καὶ ἰδοὺ εἶπόν σοι, ποίησον ταῦτα, κἀγὼ ἐγγυῶμαι, ὅτι οὐ κατακυριευθήσῃ ὑπὸ τῶν παθῶν τοῦ ἐχθροῦ, καίονται γὰρ ὑπὸ τῆς ταπεινώσεως ὡς ὑπὸ πυρός, καὶ γαληνιᾷ ἡ καρδία φωτιζομένη ἐν Χριστῷ.