Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Σωματική ασθένεια, χρήση ιατρικής και συγκατάβαση στην άσκηση

Αποκρίσεις αναφορικά με τη στάση του μοναχού κατά τη διάρκεια της ασθένειας, τη χρήση ιατρών και φαρμάκων, την τροποποίηση του νηστευτικού κανόνα και την αναγνώριση του πόνου ως θείας παιδαγωγίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 17 από 22

Ἐρώτησις· Τί ποιήσω Πάτερ ὅτι ὀχλοῦμαι ὑπὸ τῆς πορνείας; Ἀπόκρισις· Ὅσον δύνῃ κακουχήθητι, τοῦτο δέ ἐστι κατὰ τὴν δύναμίν σου, καὶ μὴ ἔσο πεποιθὼς ἐπὶ τοῦτο ἀλλ’ ἐπὶ τὴν ἀγάπην καὶ σκέπην τοῦ Θεοῦ, καὶ μὴ ἀκηδιάσῃς, ἡ γὰρ ἀκηδία εἰς πᾶσαν ἀρχὴν κακὴν βάλλει ἑαυτήν.

Ἐρώτησις· Ἐπειδὴ ἐὰν λαλῶ τῷ ἀδελφῷ μου, πολλάκις μετ’ ὀργῆς λέγω τὸν λόγον. Καὶ ἐὰν ὡς ἐν ἀγάπῃ θελήσω, εὐθέως μετὰ ἡδύτητος αἰσχρᾶς καὶ κινήσεως τοῦ σώματος κακῶς κινοῦμαι. Μηδὲ εἰς πρόσωπον ἀτενίσαι τοῦ ἀδελφοῦ ἄνευ τούτων δυνάμενος, τί ποιήσω Πάτερ;

Ἀπόκρισις Ἰωάννου· Τὸ λαλῆσαι μετ’ ὀργῆς ἢ μετὰ ἀγάπης τῷ ἀδελφῷ κινουμένου τοῦ σώματος, τὰ δύο θάνατός ἐστιν. Ἀφεὶς οὖν τὰ ἀμφότερα, μετὰ ἕξεως λάλει τῷ ἀδελφῷ σου, καὶ βοηθεῖ σοι ὁ Θεός. Καὶ σὺν πᾶσι τούτοις φύλαξον τοὺς ὀφθαλμούς σου καὶ εὖξαι ὑπὲρ ἐμοῦ.

Ἐρώτησις· Τί ποιήσω ὀχλούμενος ὑπὸ τοῦ πολέμου τῆς γαστριμαργίας, καὶ τῆς φιλαργυρίας καὶ τῶν ἄλλων παθῶν; Ἀπόκρισις· Ὅταν πολεμῇ σε τὸ πάθος τῆς γαστριμαργίας, ἀγώνισαι ὅσον ἔχεις δύναμιν, μὴ δοῦναι τῷ σώματι ὅσον χρῄζει, κατὰ Θεόν. Καὶ ἐπὶ τῆς φιλαργυρίας ὁμοίως· Ἕως οὗ ὁ πόλεμος ὀχλεῖ σοι, μὴ κτήσῃ περισσὸν τίποτε ἕως ἑνὸς χιτῶνος, καὶ εἰς ὄστρακα καὶ εἰς αὐτὴν τὴν λεπτὴν ὕλην ἀγώνισαι. Μετὰ δὲ τὸ νικῆσαι σὺν Θεῷ τὸν πόλεμον, κτῆσαι τὴν χρείαν σου κατὰ Θεόν. Καὶ ἐπὶ τῶν ἄλλων παθῶν τὸ αὐτὸ ποίει.

Ἀδελφὸς συνοικῶν γέροντι ἠρώτησε τὸν αὐτὸν Γέροντα Ἰωάννην περὶ διαίτης καὶ ὕπνου καὶ τῆς αὐτῷ συμβαινούσης ταραχῆς πρὸς τὰ δοκοῦντα αὐτῷ μὴ ὀρθῶς παρὰ τοῦ γέροντος γενέσθαι. Ἀπόκρισις· Οἱ Γέροντες λέγουσιν ὅτι «Τὸ ἀναπαῦσαι τὸν πλησίον ἀρετή ἐστι καὶ μεγάλη, μάλιστα ὅταν οὐ δι’ ἧτταν ἢ διὰ ἀσωτίαν ποιεῖ τις τὸ πρᾶγμα.» Σὺ τὸ ἀρκετὸν τοῦ σώματος φύλαξον, κἂν φάγῃς τρίτον, οὐ βλάπτῃ. Τί γὰρ ἐὰν φάγῃ ἄνθρωπος ἅπαξ ἀδιακρίτως, τί αὐτὸν ὠφελεῖ; Μάθε οὖν μετ’ ἐλευθερίας τὸν λογισμὸν τοῦ γέροντος. Ὁπότε γὰρ κατὰ Θεὸν ζῆτε ἀμφότεροι, καὶ αὐτὸς κατὰ φόβον Θεοῦ ὀφείλει εἰπεῖν τὴν ἐλευθερίαν, καὶ εἴ τι λέγει ὅτι ἀναπαύει αὐτόν, αὐτὸ ποίησον, καὶ τοῦτ’ ἔστι τὸ θέλημα τοῦ Θεοῦ.

Περὶ δὲ τοῦ ὕπνου δύο τρόπους ἔχει· Ἔστιν ὅτε ἀπὸ πολυφαγίας βαρεῖται τὸ σῶμα, καὶ ἔστιν ἀπὸ ἀδυναμίας. Τὸ μὴ δύνασθαί τινα λειτουργῆσαι, καὶ ἔρχεται ὁ ὕπνος. Τῇ δὲ πολυφαγίᾳ ἐξακολουθεῖ ὁ πόλεμος τῆς πορνείας, βαρεῖ γὰρ αὐτὸν εἰς τὸν ὕπνον πρὸς τὸ μολῦναι αὐτοῦ τὸ σῶμα. Λοιπὸν ὁ διακρίνων μανθάνει πῶς καὶ πόθεν γίνεται αὐτῷ τοῦτο. Ποιῆσαι δὲ τὴν δύναμιν ἡμῶν ἀπαιτούμεθα καὶ οὐδὲν περισσόν. Καὶ ἡ σκέπη τοῦ Θεοῦ καὶ τὸ ἔλεός ἐστι τοῦ ἐνδυναμῶσαι τὴν ἀδυναμίαν ἡμῶν, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὖξαι ὑπὲρ ἐμοῦ, ἄδελφε.

Καὶ ποίησον τὴν ἀγάπην λαλῶν τῷ πλησίον, διάκρινον εἰ μὲν μετὰ ταπεινώσεως καὶ διακρίσεως ἀταράχως λαλεῖς, λάλησον, εἰ δέ ἐστι τίποτε μὴ τοιοῦτον, ἄγξον τὸν λογισμὸν καὶ καταίσχυνον αὐτὸν καὶ παύεται. Καὶ μὴ ταραχθῇς ἐπὶ πράγματι παρ’ αὐτοῦ γινομένῳ, λέγων· Ὁ Θεὸς οἶδε τὸ συμφέρον, καὶ ἀναπαύῃ. Ὑπόμνησον δὲ αὐτὸν μετὰ ταπεινώσεως καὶ ἄφες αὐτὸν ὡς θέλει ποιῆσαι. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἄδελφε τιμιώτατε.

Ἐρώτησις· Ἐάν τις μένῃ μετὰ γέροντος καὶ οὐκ ἔστιν ἱκανὸς ὁ γέρων ἐρωτώμενος ἀποκρίνεσθαι, θλίβεται δὲ ὁ ἀδελφὸς ὑπὸ λογισμῶν, ἆρα ὀφείλει ἐρωτᾶν ἄλλον γέροντα, εἴτε κατὰ γνώμην αὐτοῦ εἴτε παρὰ γνώμην; Ἤγουν συντριβόμενος ὑπὸ τῶν λογισμῶν;

Ἀπόκρισις· Ἐὰν οἶδεν ὅτι θέλει ὁ ἀββᾶς αὐτοῦ ὠφελῆσαι τὴν ψυχὴν αὐτοῦ, ὀφείλει θαρρῆσαι αὐτῷ ὅτι «Λογισμοὺς ἔχω, τί δοκιμάζεις ποιήσω;» Καὶ αὐτὸς ἀφ’ ἑαυτοῦ ὡς ἄνθρωπος ἔχων υἱὸν ἀρρωστοῦντα καὶ μετὰ σπουδῆς λαμβάνων αὐτὸν εἰς ἰατρόν, οὐ μόνον δέ, ἀλλὰ καὶ μισθοὺς ὑπὲρ αὐτοῦ παρέχων, οὕτω καὶ αὐτὸς μετὰ χαρᾶς λαμβάνει τὸν μαθητὴν αὐτοῦ πρὸς ἄνθρωπον ἔχοντα τοῦτο τὸ χάρισμα, ἤγουν πέμπει αὐτὸν πρὸς αὐτόν. Ἐὰν δὲ οἶδεν ὅτι οὐ δύναται τοῦτο βαστάξαι ὁ γέρων, μηδὲν αὐτῷ εἴπῃ, ἀλλ’ ἐὰν εὕρῃ εὐκαιρίαν, οἰκονομοῦντος τοῦ Θεοῦ πρόφασιν, ἐρωτήσει ἄλλον γέροντα πνευματικὸν περὶ τῶν λογισμῶν αὐτοῦ, παρακαλῶν αὐτὸν μὴ μαθεῖν τὸν ἀββᾶν αὐτοῦ, ἐπεὶ ῥίπτει αὐτὸν εἰς τὸ πάθος τοῦ φθόνου. Καὶ γίνεται αὐτῷ εἰς μεγάλην θλῖψιν τὸ ἐκτὸς αὐτοῦ ἐρωτῆσαι καὶ μὴ σκανδαλισθῇ εἰς αὐτόν, ὡς μὴ ἔχοντα τοιοῦτον χάρισμα, οὐ πᾶσι γὰρ ἐδόθη. Καὶ ἐὰν ψηλαφήσῃ, εὑρίσκει ὅτι πάντως ἔχει ὁ ἀββᾶς αὐτοῦ ἄλλο χάρισμα. Τὰ γὰρ χαρίσματα τοῦ Πνεύματος διάφορά εἰσι καὶ τοῖς ἀνθρώποις μεμερισμένα, τῷ μὲν οὕτως, τῷ δὲ οὕτως. Ἐφ’ ὅσον δὲ οὐχ εὑρίσκει καιρὸν τοῦ ἐρωτῆσαι, ὑπομείνῃ, δεόμενος τοῦ Θεοῦ τοῦ βοηθῆσαι αὐτῷ.

Ἀδελφὸς εὐχερῶς κινούμενος εἰς ὀργὴν ἐρώτησε τὸν αὐτὸν Γέροντα περὶ τούτου. Ἀπόκρισις Ἰωάννου· Εἰ ἐπύκτευες τοῦ ἀποθανεῖν ἀπὸ τῶν ἀνθρώπων καὶ δέξασθαι μικρὰν ταπείνωσιν, εἶχες ἀναπαῆναι καὶ εὐλυτῶσαι ἀπὸ πολλῶν κινδύνων. Ταπεινωθήτω ἡ καρδία σου ἐνώπιον τοῦ Θεοῦ καὶ ἡ ἀγαθότης αὐτοῦ συναντιλαμβάνεται ἡμῖν εἰς πάντα.

Ἀδελφὸς ἠρώτησε τὸν μέγαν Γέροντα λέγων· Εὖξαι ὑπὲρ ἐμοῦ Πάτερ, ὅτι ἀσθενῶ ψυχῇ καὶ σώματι, ἵνα ἐνδυναμώσῃ με ὁ Κύριος εἰς τὸ εὐχαριστῆσαι αὐτῷ, καὶ ὑπὲρ τοῦ συνόντος μοι ἀδελφοῦ, ὅτι καὶ αὐτὸς χρῄζει ἐλέους.

Ἀπόκρισις Βαρσανουφίου· Ὁ Κύριος ἐνδυναμώσει σε εἰς πᾶν ἔργον ἀγαθόν, ὡς ᾔτησας. Ἰδοὺ καὶ τοῦτο ἔργον ἐστὶν ἀγαθὸν τὸ συνελθεῖν τῷ μετὰ σοῦ ἀδελφῷ κατὰ τὴν δύναμιν. Καὶ ὁ εἰπών· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν» ἐμβάλλῃ αὐτὸ εἰς τὴν σὴν καρδίαν καὶ τὴν ἐμήν, καὶ ἴδω σε θάλλοντα ὡς τὰς κέδρους τοῦ Λιβάνου καὶ ἀνθοῦντα ὡς φοίνικα ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου. Καὶ γὰρ τούτων οὕτως ἐχόντων, κἀγὼ γεύομαί σου τῶν ἀγαθῶν καὶ εὐφραίνομαι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Ἐρώτησις· Πάτερ, εὖξαι ὑπὲρ ἐμοῦ, καὶ παρακαλῶ μαθεῖν πόθεν ἡ τοσαύτη μοι ἀδυναμία συνέβη καὶ εἰς τὴν λειτουργίαν μου καὶ τὸ ἐργόχειρόν μου, καὶ πῶς ἀπὸ τῆς ὀλιγωρίας ἐπὶ τὸ φαγεῖν καὶ κοιμηθῆναι κλίνει ὁ λογισμός μου.

Ἀπόκρισις· Περὶ τῆς εὐχῆς τέκνον, εἰ ἆρα ἔχω εὐχήν, οὐ δύναμαι εὔξασθαι περὶ τῆς ἐμαυτοῦ ψυχῆς περισσότερον τῆς σῆς, τρέμω γὰρ τὸν λέγοντα· «Ζήτησον τὸν πλησίον σου ὡς ἑαυτόν.» Ἀλλ’ ἐγὼ τέως ποιῶ μου τὴν δύναμιν, τοῦ δὲ Θεοῦ ἐστι τὸ ἔλεος, ὃς ἐποίησεν ἤδη μεθ’ ἡμῶν μέγα ἔλεος καὶ ποιεῖ. Οὐκ ἀρνοῦμαι ὅτι ἐποίησεν, ἐπεὶ ἀχαριστία εὑρίσκεται. Περὶ δὲ τῆς ἀδυναμίας καὶ τὸ ἅπαξ εἶναι οὕτως καὶ ἅπαξ οὕτως, ἡ ὁδὸς οὕτως ἐστί· Περιπατεῖ τις ὀλίγον λείαν ὁδόν, καὶ πάλιν εὑρίσκει κρημνοὺς καὶ βουνοὺς καὶ ὄρη, καὶ ἀπαντᾷ πάλιν εἰς εὐθεῖαν ὁδόν. Καὶ ἐπειδὴ λέγει· «Ἐν παντὶ εὐχαριστεῖτε», «ὀφειλέται ἐσμέν», περὶ δὲ τοῦ φαγεῖν καὶ πιεῖν καὶ κοιμηθῆναι, προηγείσθω ἡ εὐχαριστία. Μελέτησον εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου ὅτι «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε.» Ἐν παντὶ φύλαξον καὶ φυλάττει σε ὁ τῆς εὐχαριστίας Θεός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Τοῦ αὐτοῦ μεγάλου Γέροντος ἀπόκρισις πρὸς τὸν αὐτὸν ἐρωτήσαντα εἰ δεῖ κεχρῆσθαι φαρμάκοις· Ἄδελφε, οἱ χρώμενοι ἰατροῖς καὶ οἱ μὴ χρώμενοι. Ἐπ’ ἐλπίδι Θεοῦ χρῶνται λέγοντες· Ἐν ὀνόματι Κυρίου πιστεύομεν ἑαυτοὺς ἰατροῖς, ὅτι παρέχει τὴν ἴασιν δι’ αὐτῶν. Καὶ οἱ μὴ χρώμενοι, ἐπ’ ἐλπίδι τοῦ ὀνόματος αὐτοῦ οὐ χρῶνται καὶ θεραπεύει αὐτούς. Ἐὰν οὖν χρήσῃ, οὐχ ἥμαρτες, καὶ ἐὰν μὴ χρήσῃ, μὴ ὑψηλοφρονήσῃς. Τοῦτο δὲ ἵνα μάθῃς ὅτι ἐὰν χρήσῃ ἰατροῖς, τὸ θέλημα τοῦ Θεοῦ γίνεται καὶ οὐδὲν ἄλλο. Ἐὰν δὲ θέλῃς τὸν λόγον τοῦ Ἠλίου κρατῆσαι ὃν ἔλεγε· «Τὴν σήμερον», ἀμεριμνεῖς.

Ἐρώτησις· Εὖξαι ὑπὲρ ἐμοῦ Πάτερ, καὶ εἰπέ μοι τί ἐστιν ὅτι τὴν νύκτα ὡς θέλω ψάλαι, ὄκνου αἰσθάνομαι, καὶ μάλιστα ὅτε γίνεται ψύχρα. Καὶ λοιπὸν τὰς πολλὰς καθεζόμενος ψάλλω δῆθεν καὶ εὔχομαι. Ἐπειδὴ οὖν φοβοῦμαι μὴ ἀπὸ ῥᾳθυμίας ταῦτα πάσχω, καταξίωσον Πάτερ φωτίσαι με καὶ εὔξασθαι ἵνα ποιήσω εἴ τι λέγεταί μοι.

Ἀπόκρισις· Τὸ ὑπὲρ ἄλλου εὔξασθαι πάντες ἐνετάλθημεν. Περὶ δὲ ὧν ἠρώτησας μαθεῖν θέλων τί ἐστιν, ἔστι μέρος μεμιγμένον τοῦ σπέρματος τῶν δαιμόνων καὶ μέρος τῆς ἀσθενείας τοῦ σώματος. Ὥστε οὖν τὸ ψάλλειν ἢ τὸ εὔξασθαι καθήμενον μετὰ κατανύξεως οὐκ ἐμποδίζει τὸ εὐαρεστῆσαι τῷ Θεῷ τὴν λειτουργίαν. Ἐὰν γὰρ στήκων ποιήσῃ τις μετὰ ῥεμβασμοῦ, εἰς οὐδὲν λογίζεται ὁ κόπος αὐτοῦ. Ὁ Κύριος βοηθήσει σοι, ἄδελφε. Ἀμήν.

Ἐρώτησις· Παρακαλῶ τὴν ἁγιωσύνην σου, Πάτερ, ἐπειδὴ ἀσθενῶ ψυχῇ καὶ σώματι. Ἔχω δὲ ἱκανὰς ἡμέρας τῷ σώματι ἐπιπλεῖον ἀσθενῶν, ὥστε τὰς πρωϊνὰς τρέφεσθαι, πολλάκις δὲ καὶ εἰς τὸ χαράδριον κεῖμαι. Καὶ ἔστιν ὅτε εὐχαριστεῖ ἡ ψυχή μου λέγουσα ὅτι Ὁ Θεὸς συνεχώρησέ μοι τὴν ἀσθένειαν ταύτην διὰ τὰς πολλάς μου ἁμαρτίας. Μίαν μίαν δὲ θλίβομαι μετ’ ὀλιγωρίας λέγων ὅτι οὔκ εἰμι ἄξιος ὡς πάντες φαγεῖν τὸν ἄρτον μου ἅπαξ τῆς ἡμέρας μετὰ ἀναπαύσεως. Καὶ πάλιν λέγει μοι ὁ λογισμός· Μὴ ἀντειπεῖν ἔνι τῷ Θεῷ; Οὐκ οἶδε τὰ πάντα;

Μὴ χωρὶς αὐτοῦ δύναταί τι γενέσθαι; Ὑπόμεινον μετ’ εὐχαριστίας. Δέομαί σου, Πάτερ, διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, εὖξαι ὑπὲρ ἐμοῦ, καὶ δήλωσόν μοι πῶς ὀφείλω παρελθεῖν ἵνα μὴ ὑπὸ τῆς λύπης καταποθῶ. Ἀπόκρισις Βαρσανουφίου·

Ἡ ἁγιωσύνη σου τῇ ἁγιωσύνῃ μου ἔγραψεν εὔξασθαι ὑπὲρ τῆς σῆς θεοφιλίας. Καὶ ἐγὼ δὲ ὁ ἀσύνετος Πατήρ, δέομαί σου τοῦ συνετοῦ υἱοῦ τὸ αὐτὸ ποιῆσαι, τὸ εὔξασθαι ὑπὲρ ἐμοῦ τοῦ ἀναλίσκοντος ἑαυτοῦ τὰς ἡμέρας ἐν ματαιότητι. Σὺ μὲν λέγεις ὅτι κἂν ἅπαξ εὐχαριστεῖς τῷ Θεῷ, ἐγὼ δὲ οὐδέποτε. Ἀλλ’ ἐπειδὴ οὐ δύναμαι σιωπῆσαι, ὡς ὑπολαμβάνω, λέγω ὅτι ἐὰν μὴ δι’ ἡδονὴν ἐσθίῃ τις, ἀλλὰ δι’ ἀσθένειαν σώματος, ὁ Θεὸς οὐ κατακρίνει αὐτόν.

Διὰ τὴν πλησμονὴν γὰρ καὶ διὰ τὰ σκιρτήματα τοῦ σώματος κωλύονται αἱ βρώσεις. Ὅπου δὲ πρόκειται ἀσθένεια, ἐκεῖ πρόκειται ἡ τούτων ἀργία τῆς ἐνεργείας. Ὅπου γὰρ ἀσθένεια, ἐκεῖ ἐπίκλησις Θεοῦ. Λογίζομαι οὖν ὅτι τὸ δοῦναι τὴν χρείαν τῷ σώματι, ὡς ἀληθῶς χρεία ἐστί, καὶ τὸ εὐχαριστεῖν ἐν τῇ ἀσθενείᾳ οὐ κατακρίνει τὸν ἄνθρωπον. Οὐ γὰρ ἀπαιτεῖ ὁ Θεὸς τὸν ἄνθρωπον ὑπὲρ τὴν δύναμιν. Ὡς εἶχον ἐλάλησα. Οὐ πάντως λέγω ὅτι ἀλήθειαν λαλῶ. Ἀλλ’ εἴ τι εἶχέ μου ἡ καρδία ἐξέφανα.

Λοιπὸν δοκίμασον καὶ σύ, καὶ γινώσκεις τὸ συμφέρον. Καὶ συγχώρησόν μοι τῷ μηδέποτε δυνηθέντι σιωπῆσαι. Ὁ αὐτός ἐστι ἀσθενῶν καὶ μὴ δυνάμενος ἱστάμενος ἐπιτελεῖν τὴν λειτουργίαν αὑτοῦ μηδὲ μονοσιτεῖν, παρεκάλεσε τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ, καὶ δηλῶσαι αὐτῷ περὶ τούτων τί δεῖ ποιεῖν.

Ἀπόκρισις· Ὅταν ἔμελλον οἱ Ἑβραῖοι ἐλευθεροῦσθαι ἐκ τῆς τῶν Αἰγυπτίων δουλείας, στένωσιν καὶ θλῖψιν μεγάλην ὑπέμειναν ἀνάμεσον θαλάσσης καὶ βαρβάρων χειρῶν. Καὶ μετ’ ἐκεῖνα τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν γεγονότα ἐν τοῖς Αἰγυπτίοις καὶ τῇ χώρᾳ αὐτῶν πάσῃ, ἐπελάθοντο τοῦ ταῦτα ποιήσαντος Θεοῦ καὶ ἤγγισαν εἰς ἀπόγνωσιν σωτηρίας, ὁρῶντες Φαραὼ καὶ πᾶσαν αὐτοῦ τὴν δύναμιν μέλλοντας ἐπιπεσεῖν αὐτοῖς. Μόνος δὲ Μωϋσῆς ὑπελείφθη ἐν τοῖς πρὸς τὸν παντοδύναμον Θεόν, καὶ «ἐπειδὴ ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ», κράζοντι ἀπὸ καρδίας τῷ Μωϋσῇ καὶ ὅλης τῆς ἐπικειμένης θύρας τῆς σιγῆς περὶ τὰ χείλη αὐτοῦ, ἀπεκρίθη ὁ καρδιογνώστης· «Τί βοᾷς πρός με; Πάταξον τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί σου τὴν θάλασσαν καὶ διαρρήγνυται καὶ εἰσελεύσεται ὁ λαός, καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ δυναστείᾳ αὐτοῦ.» Οὕτως καὶ ἐνταῦθα, ἔστιν ἀσθένεια σώματος καὶ ἔστιν ἐμποδισμὸς δαιμόνων, λοιπὸν θλίψεις καὶ ταραχαὶ λογισμῶν. Χαυνοῦται λοιπὸν τὸ σῶμα ἀπὸ τῆς ἀσθενείας, ἐμποδίζεται ἀπὸ τοῦ βάρους τῶν δαιμόνων. Ἐὰν δὲ σιγῶν κράξῃ ὁ Μωϋσῆς, τοῦτ’ ἔστιν ἐὰν γρηγορῶν κράξῃ ὁ νοῦς, εἴτε καθήμενος εἴτε ἀνακείμενος, ἀκούει αὐτοῦ ὁ τὰ κρύφια γινώσκων τῆς καρδίας καὶ πληροῦται ὁ λόγος· «Ὅτι ἐγὼ κοιμῶμαι καὶ ἡ καρδία μου γρηγορεῖ.»

Καὶ ἐπιτιμᾷ τῇ θαλάσσῃ λέγων· «Ποίησον ὁδὸν τῷ λαῷ μου.» Καὶ τότε καταποντίζεται Φαραὼ σὺν πᾶσι τοῖς αὐτοῦ καὶ γαληνιᾷ ὁ λαὸς ποιῆσαι ἑορτὴν τῷ Θεῷ. Εἴτε οὖν στήκεις εἴτε κάθῃ εἴτε ἀνάκεισαι, γρηγορείτω ἡ καρδία σου τοῦ ἐπιτελέσαι τὴν λειτουργίαν σου τῶν Ψαλμῶν. Εἰ δὲ μὴ δύνασαι ὑπουργῆσαι εἰς τὴν ψαλμῳδίαν, κλῖνον εἰς τὴν εὐχήν, προσπίπτων τῷ Θεῷ ἀδιαλείπτως, εἴτε νυκτὸς εἴτε ἡμέρας. Καὶ τότε ἀναχωροῦσι κατῃσχυμμένοι οἱ ἐχθροὶ εἰς τὴν ψυχὴν πολεμοῦντες.

Περὶ δὲ τοῦ δευτέρου μεταλαμβάνειν, σεμνῶς ἔστω σου ἡ δίαιτα καὶ κατὰ φόβον Θεοῦ, καὶ μὴ διστάξῃς, οὐ κατακρίνῃ. Τοῦτο δέ ἐστι τὸ μὴ κατ’ ἐπιθυμίαν λαβεῖν τίποτε, ἀλλ’ εἴ τι εὑρίσκεις τὴν ἕξιν δεχομένην, καὶ τὸ μεῖναι πεινῶντα καὶ μὴ χορταζόμενον μετὰ τὸ φαγεῖν.

Παρακαλῶ δὲ εὔξασθαι ὑπὲρ ἐμοῦ, ἵνα εὐθύμως καὶ μετὰ ἀγαλλιάσεως ὁδεύσω τὴν ἡπλωμένην ἔμπροσθέν μου ὁδόν, τὴν ὁμαλὴν καὶ τετριμμένην καὶ γέμουσαν τῆς εἰρήνης καὶ χαρᾶς καὶ εὐφροσύνης, φωτός τε καὶ ἀγαλλιάσεως, ἧς οὐκ ἔνι κορεσθῆναι, ἧς ἐκτὸς ἄλλη οὐκ ἔστιν.

Ὁ αὐτὸς κουφισθεὶς ἀπὸ τῆς ἀσθενείας, ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα· Πάτερ, ὅτε μεταλαμβάνω τῆς τροφῆς, πάνυ βαροῦμαι. Καὶ πάλιν οὐ δύναμαι νηστεῦσαι, ἀτονεῖ δὲ τὸ σῶμά μου καὶ ἱδρῶτές μοι γίνονται. Καὶ ἡ σκληροκαρδία δὲ καὶ ἡ ὑπερηφανία διώκουσιν ἐξ ἐμοῦ τὰ δάκρυα.

Ἀπόκρισις Βαρσανουφίου· Ἄδελφε, ἀσπάζομαί σε ἐν Κυρίῳ, δεόμενος αὐτοῦ τοῦ ἐνδυναμῶσαί σε καὶ δοῦναί σοι ὑπομονήν. Ἵνα δὲ μάθῃς ὅτι πόλεμός ἐστι διαβολικός, ὁ βαρῶν σε εἰς τὰ βρώματα ἵνα ἐμβάλῃ εἰς σὲ χαύνωσιν. Κἀμοὶ γὰρ πολὺν χρόνον ἐπολέμησε, καὶ ἐβάρει με πάνυ καὶ ἐποίει με ἐμεῖν νύκτας νύκτας. Καὶ ἠρξάμην λαμβάνειν ὀλίγον, καὶ ἤλλαξε τὸν πόλεμον. Καὶ ὡς ἠρχόμην φαγεῖν, ὡς ἔβαλον τὸ βουκίον εἰς τὸ στόμα μου, ἐποίει με ἐμέσαι. Καὶ ἐποίουν δύο δύο, ἵνα ἀρέσῃ μοι τὸ φαγεῖν, καὶ αὐτὸ αὐτοῦ ἦν. Χάριτι δὲ Χριστοῦ δι’ ὑπομονῆς καὶ εὐχαριστίας, ἐπαύσατο ἀπ’ ἐμοῦ.

Ἐγενόμην δὲ ἀδύναμος ὑπὲρ τὸ εἰπεῖν καὶ οὐκ ἐνεδίδουν, ἀλλ’ ἐπύκτευον ἕως οὗ ἐνεδυνάμωσέ με ὁ Κύριος. Ἐγώ, ἄδελφε, ἀσθενὴς ὤν, ταῦτα ἐποίουν. Σὺ δὲ περισσότερον προσέχεις ἑαυτῷ, καὶ ὁ Θεὸς ποιεῖ σοι. Οὐδεὶς γὰρ ὁ φθονῶν σοι εἰ μὴ εἷς, ὃν καταργήσει ὁ Κύριος.

Περὶ δὲ τῆς νηστείας, βάλε κάτω τὸν αὐχένα, μνημονεύων τῶν πολιτικῶν καὶ νηστειῶν τῶν Πατέρων καὶ ἀγρυπνιῶν, καὶ ταπεινώθητι τῇ καρδίᾳ, κἂν δύνασαι ἕως ἐνάτης, μεῖνον. Εἰ δὲ μήγε, οὐ μέλει σοι, σπούδαξον δὲ φυλάξαι τὴν νηστείαν τοῦ ἔσω ἀνθρώπου, φυλάττων τὴν ἐντολὴν τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ξύλου, καὶ προσέχειν ἑαυτῷ ἀπὸ τῶν ἄλλων παθῶν. Καὶ δεκτὴ γίνεται αὕτη ἡ νηστεία τοῦ ἔσω ἀνθρώπου τῷ θεῷ καὶ σκεπάζει σε περὶ τῆς σωματικῆς νηστείας.

Περὶ δὲ τῶν δακρύων εἶπας ὅτι ἡ σκληροκαρδία καὶ ἡ ὑπερηφανία διώκουσιν αὐτὰ ἀπὸ σοῦ. Ἔπαρον αὐτὰς καὶ τότε ἔρχονται τὰ δάκρυα, συνεργούντων τῶν ἁγίων. Ἀπὸ ψύξεως πάσχεις τὸ ἱδροῦν. Θέρμανον σεαυτὸν μικρόν, καὶ βοηθεῖ σοι ὁ Θεός. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ὅτι ἡ χαυνότης μου εἰς πολλὰ κακὰ φέρει με. Ἀλλ’ ὅμως οὐκ ἀπελπίζω, Θεὸν γὰρ ἔχω ἐλεήμονα.

Ὁ αὐτὸς πάθει περιπεσὼν καὶ μὴ φέρων τὴν ὀδύνην, ἐδεήθη τοῦ αὐτοῦ μεγάλου Γέροντος περὶ εὐχῆς καὶ βοηθείας. Ἀπόκρισις· Ἄδελφέ μου καὶ ἀγαπητέ μου ἐν Κυρίῳ, διὰ τὴν πληροφορίαν τῆς πρὸς σὲ ἐν Χριστῷ πνευματικῆς ἀγάπης, ἀποκαλύπτω σοι τὰ μυστήρια τοῦ Θεοῦ. Οἶδας γὰρ καὶ πεπιστευμένος εἶ πῶς δέομαι τοῦ Θεοῦ νύκτα καὶ ἡμέραν, ἵνα σώσῃ ὑμᾶς ἀπὸ τοῦ πονηροῦ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν αἰώνιον. Καὶ ὡς εὔχομαι κατὰ τὸ σύνηθες, εἶπέ μοι·

Ἔασόν με δοκιμάσαι αὐτὸν πρὸς ὠφέλειαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ διὰ σωματικοῦ πάθους, ἵνα γνῶ τί ἐστιν ἡ ὑπομονὴ αὐτοῦ καὶ τί μέλλει κληρονομῆσαι διὰ δεήσεων καὶ πόνων. Καὶ εἶπον· «Οὐκοῦν Δέσποτα, μετὰ ἐλέους ὡς υἱὸν καὶ οὐχ ὡς νόθον.» Καὶ οὐ χρεία ἦν ταῦτα φανερωθῆναι, ἀλλ’ ἵνα μάθῃς τὴν χάραν τὴν ἀποκειμένην σοι, ἐφανέρωσά σοι. Μὴ οὖν λυπηθῇς, ἐλεεῖ σε ὁ Θεός.

Εἰ δὲ οὐ βαστάζεις, βάλε κάτω τὸν αὐχένα, εἰδὼς τί ὑπέμειναν οἱ ἅγιοι μάρτυρες, καὶ βάλε ῥόδινον μετὰ ἁγιάσματος. Καὶ ὁ Θεὸς ἡμῶν τῷ οἰκείῳ βουλήματι ποιεῖ μετὰ σοῦ τὸ ἔλεος ὡς βούλεται. Οὐχ ἡδέως ἔχω σε πονεῖν τι, οὔτε ψυχῇ οὔτε σώματι. Ὁ Θεὸς ἐλεήσει σε. Εὖξαι ὑπὲρ ἐμοῦ.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα αἴτησις εὐχῆς καὶ βοηθείας περὶ τοῦ αὐτοῦ πάθους. Ἀπόκρισις· Ἄδελφε ἀκηδιαστὰ καὶ γογγυστά, τί θλίβῃ; τί κράζεις; Τί πέμπεις μακράν, ἐκ τοῦ σύνεγγυς ἔχων τὸν Ἰησοῦν στήκοντα καὶ ἐπιποθοῦντα καλεῖσθαι ὑπὸ σοῦ εἰς βοήθειαν σήν; Κράξον αὐτῷ· «Ἐπιστάτα», καὶ ἀποκρίνεταί σοι.

Ἅψαι τοῦ κρασπέδου αὐτοῦ καὶ θεραπεύει σου οὐ μόνον τὸ πάθος τὸ ἕν, ἀλλ’ ὅλα σου τὰ πάθη. Εἰ ἦν ὁ νοῦς σου ὅπου ὤφειλεν, οὐδὲ δήγματα ἑρπετῶν ἰοβόλων καὶ σκορπίων κατενεγκεῖν σε ἠδύναντο εἰς αἴσθησιν πόνου σαρκός. «Ἐπελαθόμην, λέγει, φαγεῖν τὸν ἄρτον μου ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου.» Μὴ θλίβῃς, ἐγγύς ἐστι τὸ ἔλεος τοῦ Θεοῦ. Καὶ ἀσπάζομαί σε ὑγιαίνοντα ἐν Κυρίῳ, κράκτα.

Τοῦ αὐτοῦ σφόδρα βαρηθέντος καὶ βασανιζομένου δεινῶς δέησις πρὸς τὸν αὐτὸν μέγαν Γέροντα περὶ τῆς ἰάσεως. Ἀπόκρισις· Πέμψει σοι ὁ Θεός μου τὴν ταχινὴν ἴασιν ψυχῇ καὶ σώματι. Καὶ πιστεύω τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ὅτι καλῶς ἔχεις. Ὅσον οὖν δύνασαι κράτει τὴν πρὸς αὐτὸν εὐχαριστίαν, πῶς σε ἠγάπησε καὶ ἠλέησε διὰ τῆς ἁγίας αὐτοῦ παιδείας.

Ἐξελθούσης τῆς ἀποκρίσεως ταύτης παρὰ τοῦ ἁγίου Γέροντος, παραχρῆμα ἰάθη ἐν τῇ ὥρᾳ ἐκείνῃ. Καὶ ἀνέπεμψεν εὐχαριστίαν τῷ Θεῷ καὶ τῷ Γέροντι, ἅμα αἰτῶν καὶ ἀδιάλειπτον ὑπὲρ τῆς αὑτοῦ προκοπῆς καὶ σωτηρίας προσευχήν.

Ἀπόκρισις· Ἄδελφε προσφιλέστατε, τῷ Δεσπότῃ ἡμῶν Θεῷ ἀναπέμψωμεν ἀδιαλείπτως τὴν δοξολογίαν, πῶς τὰ παρόντα ἡμῖν παρέχει εἰς ἀνάπαυσιν ζωῆς. Παιδεύων γὰρ κτᾶται ἡμᾶς, καὶ πειράζων παρέχει τὴν ἔκβασιν καὶ ἐνδυναμοῖ πρὸς ὑπομονὴν τῶν θλίψεων, τοὺς πάντας ἡμᾶς θανατοῖ καὶ ζωογονεῖ, «θέατρον ποιῶν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.» Χαροποιήσωμεν οὖν αὐτὸν τῇ ταπεινώσει ἡμῶν, τῇ ὑπακοῇ, τῇ ὑπομονῇ, τῇ πρᾳότητι, τῇ μακροθυμίᾳ, τῇ σεμνότητι, τῇ εἰρήνῃ, τῇ εὐχαριστίᾳ.

Ἔστω σοι, ὦ ποθεινότατε, ὅσα ᾔτησας ἐν Χριστῷ Ἰησοῦ, ἐν ᾧ ἀσπάζομαι ὑμᾶς καὶ δέομαι τοῦ φυλάξαι ὑμᾶς ἐν τῷ ὀνόματι αὐτοῦ ἀπὸ παντὸς κακοῦ. Ἀμήν. Τοῦ αὐτοῦ ὁμοίως περὶ θλίψεως καρδίας. Καὶ πόθεν ἔτι μικρὰ ἐπίκειται αὐτῷ ἀσθένεια;

Ἀπόκρισις Βαρσανουφίου· Ἄδελφε χαῦνε, ἕως οὗ οὐκ ἀφεῖς τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς; Καταφρόνησον τοῦ σκωληκοβρώτου σώματος. Ὠφελεῖς γὰρ αὐτὸ οὐδέν, ὅταν παραδοθῇ σηπεδόνι. Φησὶ γάρ· «Πρόνοιαν τῆς σαρκὸς μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Καὶ ταῦτα μὲν πρὸς μελέτην. Περὶ δὲ ὧν ἔγραψας, ἔστιν ἔτι λεῖμμα χολῆς καὶ λεῖμμα δαιμόνων.

Στρίφνωσον οὖν μικρόν σου τὸν λογισμὸν πρὸς αὐτοὺς καὶ ἐὰν θελήματι Θεοῦ κουφισθῇ τὸ τῶν δαιμόνων λεῖμμα, τὸ τῆς χολῆς οὐκ ἀδικεῖ. Ἐγὼ εὔχομαι κατὰ τὴν δύναμιν τῆς ἐμῆς ἀσθενείας, ἵνα μὴ ἀθετήσῃ ὁ Πατήρ μου καὶ Θεός μου τὰ αἰτήματά σου, ἀλλὰ παράσχῃ πλουσίως καὶ φιλανθρώπως. Καὶ αὐτοῦ ἐστι τὸ ἔλεος δοῦναι, σοῦ δέ ἐστι τὸ δέξασθαι. Νόει ἃ λέγω καὶ εὖξαι ὑπὲρ ἐμοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Εἰπέ μοι Πάτερ εἰ χρὴ βοηθεῖν τῷ σώματι ἐὰν δέηται τροφῆς ἁρμοττούσης τῇ ἀσθενείᾳ, ἢ καὶ ταχύτερον λαμβάνειν, ἤγουν δεῖ φυλάττειν τὸν συνήθη καιρὸν καὶ καταφρονεῖν πάντων τούτων, κἄν τι μέλλῃ ἐκ τούτου συμβαίνειν δυσχερές.

Ἀπόκρισις Ἰωάννου· Ἔδωκεν ἡμῖν ὁ Θεὸς σύνεσιν διὰ τῶν θείων Γραφῶν τοῦ ὁδηγηθῆναι εἰς τὴν εὐθεῖαν ὁδόν. Ὁ οὖν Ἀπόστολος λέγει· «Πάντα δοκιμάζετε, τὸ δὲ καλὸν κατέχετε.» Οὐδὲν ἄλλο ὀφείλει ὁ ἄνθρωπος, ἀλλ’ ἵνα μὴ κατὰ πάθος λάβῃ τι πρᾶγμα ἢ ποιήσῃ. Ἐὰν δὲ δι’ ἀσθένειαν ἢ διὰ χρείαν, οὐ λογίζεται αὐτῷ οὔτε εἰς ἁμαρτίαν οὔτε εἰς χαύνωσιν.

Τὸ γὰρ ὑγιαίνειν καὶ ζητεῖν τῷ σώματι ἀνάπαυσιν, εἰς ἐπιθυμίαν γίνεται, τὸ δὲ κυβερνᾶν τὸ σῶμα διὰ τὴν χρείαν, εὑρίσκομεν αὐτὸ ὑπουργοῦν ἡμῖν εἰς τὴν ὑπηρεσίαν τῆς λειτουργίας. Εἰ τῶν ζῴων φροντίζομεν διὰ τὴν ἡμῶν χρείαν, πόσῳ μᾶλλον τοῦ σώματος ἐργαλείου ὄντος τῆς ψυχῆς; Καὶ ὅταν ἀμβλύνηται τὸ ἐργαλεῖον, ἐμποδίζει τῷ τεχνίτῃ, κἂν νοητικὸς ᾖ καὶ ἐπιστήμων. Ὁ Ἀπόστολος προσέχων τῇ ἀσθενείᾳ καὶ τῷ στομάχῳ Τιμοθέου, ἐπέτρεψεν αὐτῷ χρήσασθαι οἴνῳ, ὡς εἶπε κακοπαθῆσαι τοῦ ποιῆσαι ἔργον εὐαγγελιστοῦ. Ὥστε οὖν διακρίσεως χρεία καὶ οὐ ταχέως ὀλισθαίνει ὁ ἄνθρωπος. Συγχώρησον, ἄδελφε, ὅτι οὐκ οἶδα εἰ καλῶς ἐλάλησα, ἀλλ’ οὐ χρὴ ἀντιλέγειν. Εἴ τι εἶχον ἐν τῇ καρδίᾳ μου ἐλάλησα τῇ ἀγάπῃ σου. Λοιπὸν εἴ τι δοκιμάζεις ποίησον.

Ἐρώτησις· Πόθεν πολλοῦ κόπου αἰσθάνομαι, ἐὰν ἀναστῶ νυκτὸς εἰς ψαλμῳδίαν, καὶ ὡς ἀπὸ νόσου εἰμί; Καὶ ὃ ἐὰν ποιῶ, μετὰ βάρους ποιῶ. Ἆρα τοῦτο ἀσθένειά ἐστιν ἢ ὡς ἀπὸ τῶν δαιμόνων; Ἀπόκρισις· Τὸ μὲν τῆς νόσου φανερόν ἐστιν. Ἐὰν γὰρ μὴ δέχηται τὴν συνήθη τροφὴν τὸ σῶμα, δῆλον ὅτι νοσεῖ καὶ ὀφείλει καὶ τὴν λειτουργίαν κουφίσαι. Εἰ δὲ τρέφεται ὡς κατὰ συνήθειαν τὸ σῶμα καὶ μὴ ἀναστῇ εἰς τὴν λειτουργίαν, δῆλον ὅτι ἐκ τῶν δαιμόνων ἐστί. Καὶ χρεία ἐστὶ βιάσασθαι ἑαυτούς, κατὰ τὴν δύναμιν μέντοι καὶ μὴ ὑπὲρ τὴν δύναμιν.

Ἐὰν δὲ γρηγορήσῃ ἡ καρδία, ἡ κοίμησις τοῦ σώματος οὐδέν ἐστι, ὅμως δὲ ῥέγχει τις σχεδόν, καὶ εἰ ἀκούσῃ περὶ ἐφόδου λῃστῶν, πᾶσαν ποιεῖ τὴν ἑαυτοῦ δύναμιν, ὅπως ἐξειλήσῃ ἀπ’ αὐτῶν. Ὥστε οὖν ἐὰν νοήσωμεν, οὕτως ἐσμὲν καὶ ἡμεῖς.

Ἐρώτησις· Εἰπέ μοι Πάτερ, εἰ ἔρχεται ἀνθρώπῳ ἀσθένεια παρὰ τοῦ Θεοῦ καὶ πόθεν αὕτη γνωρίζεται; Ἀπόκρισις· Ἔρχεται. Ὅταν οὖν αἰσθάνηταί τις ἀρρωστίας, ὄχλησις δὲ πάθους τέως οὐ πάρεστιν, ἡ τοιαύτη ἀρρωστία ἀπὸ Θεοῦ ἐστι, καὶ τὸν πόλεμον λύει. Καὶ χρεία ἐνταῦθα τῷ σώματι μικρᾶς συγκαταβάσεως. Ὅταν δὲ ἀσθένεια πάρεστι καὶ μετὰ ὀχλήσεως πάθους, τότε οὐ δεῖ ὅλως συγκαταβῆναι, δαιμονιῶδες γάρ ἐστι καὶ ἡ συγκατάβασις αὔξει τὸ πάθος.

Ὥστε συμφέρει ὅπου ὁ πόλεμος κρατεῖ, καταπονῆσαι τὸ σῶμα, κἂν ἐμπέσῃ εἰς ἀρρωστίαν, καὶ μὴ ἵνα τις ἀντεχόμενος τοῦ σώματος, εἰς ἀρρωστίαν ἐμβάλῃ τὴν ψυχήν. Ἐὰν δὲ πάλιν φανερὰ ᾖ ἡ ἀρρωστία καὶ ἡ αἰτία τῆς ἀνωμαλίας, ὅταν ἐξ ὁδοιπορίας τυχὸν ἤγουν ἀπὸ καυμάτων βαρέων ἀσθενήσῃ τὸ σῶμα, ὀφείλει συγκαταβῆναι, σεμνῶς μέντοι καὶ μὴ ὑπὲρ τὸ δέον, ἐπεὶ καὶ οἱ δαίμονες τὸ ἑαυτῶν μίσγουσιν.

Ἐρώτησις· Δίδαξόν με δέσποτα, εἰ τῆς φύσεώς εἰσιν αἱ ἀπὸ τῆς ἀμελείας καὶ ἀταξίας ἀρρωστίαι. Καὶ ἐκ ποίας αἰτίας αἱ παρὰ τοῦ Θεοῦ ἐπάγονται τῷ ἀνθρώπῳ; Καὶ εἰ τὰ συναντήματα τὰ συμβαίνοντά τινι, κατὰ προηγουμένην συγχώρησιν Θεοῦ γίνονται;

Ἀπόκρισις· Αἱ ἀπὸ τῆς ἀμελείας καὶ ἀταξίας ἀρρωστίαι, τῆς φύσεώς εἰσιν. Αἱ δὲ διὰ παιδείαν πεμπόμεναι τῷ ἀνθρώπῳ ὑπὸ τοῦ Θεοῦ, διὰ τὴν παρακοὴν πέμπονται. Ἐν σοὶ οὖν ἐστι τὸ ἀμελῆσαι ἢ τὸ ἀσωτεύεσθαι καὶ πεσεῖν εἰς ἐκεῖνα, ἕως οὗ εὐτακτήσῃς. Ἐξελεῖς δὲ τῶν ἀρρωστιῶν τῆς παιδείας διὰ τῆς μετανοίας. Καὶ ἀπαντήματά εἰσι πάλιν, καὶ εἰσὶν ἀπ’ αὐτῶν δι’ ἀμέλειαν καὶ ἀπ’ αὐτῶν διὰ παιδείαν πρὸς τὸ συμφέρον, ἵνα μετανοήσωμεν. Τοῦ δὲ πνευματικοῦ ἀνθρώπου ἐστὶ τὸ διακρίνειν ταῦτα ἀπὸ τούτων.

Ἐρώτησις· Ὅτε μέμικται ἡ ἀσθένεια καὶ ἀπὸ φύσεως καὶ ἀπὸ δαιμόνων, εἰπέ μοι, Πάτερ, τί ὀφείλει τις ποιῆσαι; Πρὸ πάντων δὲ εὖξαι ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον. Ἀπόκρισις Ἰωάννου· Ὁ θέλων νικῆσαι ἀναγκάζει ἑαυτὸν μικρὸν εἴτε εἰς νηστείαν, εἴτε εἰς ἀγρυπνίαν, εἴτε εἰς οἱονδήποτε πρᾶγμα.

Οἷον ἐὰν ὀφείλῃ τις κατὰ τὸ ἔθος ποιεῖν μὴ τρώγων ἕως ὥρας ἐνάτης, ἡ δὲ ἀσθένεια ἀπαιτεῖ τρίτην ὥραν φαγεῖν, ἀναγκάσῃ ἑαυτὸν ἕως ἕκτης ὥρας. Καὶ εἰς τὴν ἀγρυπνίαν οὕτως. Καὶ ὁ ἀναγκασμὸς εὑρίσκεται ἀντικρούων τῇ ἐνεργείᾳ τῶν δαιμόνων καὶ ἡ συγκατάβασις βοηθεῖ τῇ ἀσθενείᾳ τοῦ σώματος. Καὶ περὶ τῶν λοιπῶν οὕτως. Καὶ παρέρχεταί τις τὰς δύο ἡμέρας αὑτοῦ ποιῶν μετὰ διακρίσεως κατὰ φόβον Θεοῦ. Ὁ Κύριος συνέλθῃ ἡμῶν τῇ ἀσθενείᾳ ἐν πᾶσιν. Εὖξαι ὑπὲρ ἐμοῦ.

Ἐρώτησις· Ἐὰν κακοεκτῇ τις πρὸς τὸ σύνηθες βρῶμα, τί δεῖ αὐτὸν ποιῆσαι; Ἀπόκρισις· Εἰς τὴν κακοεξίαν, ἔστιν ὅτε δύναταί τις ἀναγκάσαι μικρὸν τὸν λογισμόν. Ἐὰν δὲ οὐ δύναται, συγκαταβῇ ὀλίγον. Ἀσθένεια γάρ ἐστι καὶ αὕτη. Σπούδασον, ἄδελφε, μὴ εἰς λήθην βαλεῖν ταῦτα. Καὶ πιστεύω εὐχαῖς ἁγίων ὅτι εὑρίσκῃ ὑπὸ Θεοῦ βοηθούμενος καὶ σῳζόμενος.

Ἐρώτησις· Συγχώρησόν μοι κύρι ἀββᾶ, ἐπειδὴ οἱ Πατέρες λέγουσι καταφρονεῖν τοῦ σώματος, καὶ πάλιν λέγουσι τῇ διακρίσει κυβερνᾶν τὸ σῶμα. Παρακαλῶ μαθεῖν τὴν τούτων διαφοράν. Ἀπόκρισις· Περὶ ὧν ἠρώτησας, ὁ Ἀπόστολος λέγει τὴν διαφορὰν τῶν ἀμφοτέρων ἐν τῷ λέγειν αὐτόν· «Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν», καὶ πάλιν ὁ αὐτὸς λέγει· «Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησε, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν.» Ἐὰν οὖν ἴδῃς ἐργαζομένην τὴν ἡδονήν, τότε καταφρόνησον τοῦ σώματος. Ἐὰν δὲ ἴδῃς κεκακωμένον καὶ τεταλαιπωρημένον τὸ σῶμα, τότε θάλψον καὶ ἔκτρεφε ἐν φόβῳ Θεοῦ, ἵνα ὑπουργήσῃ σοι εἰς τὴν πνευματικὴν λειτουργίαν.

Ἐρώτησις· Ἐπειδὴ εἴπατε ὅτι δοκεῖ τὸ κεκακωμένον σῶμα θάλπειν διὰ διαίτης, ἆρα δεῖ παραιτεῖσθαι τὰ βλάπτοντα ἢ οὔ; Ἀπόκρισις· Ἐὰν εὐτακτήσῃ ὁ ἄνθρωπος ἀπὸ τῶν βλαπτόντων αὐτὸν βρωμάτων, οὐκ ἔστι τοῦτο ἁμαρτία. Ἐὰν δὲ λάβῃ εἴ τι ἔρχεται, καταφρονῶν τῆς βλάβης τοῦ σώματος διὰ τὸν Θεόν, μείζων ἐκείνου ἐστί, ἐὰν μὴ κλαπῇ διὰ τῆς θύρας, τοῦτ’ ἔστι τῆς ὑψηλοφροσύνης. Ὀφείλει δὲ παραφυλάττεσθαι τὸ μὴ κατὰ πάθος λαβεῖν, τοῦτο γὰρ ἥττημά ἐστι καὶ βλάπτει μᾶλλον ἢ ὠφελεῖ. Ἡ ὑγεία δὲ καὶ τὸ πάθος ἐκ τοῦ Θεοῦ ἐστι τοῦ εἰπόντος· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. Πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Ὅτε οὖν θέλει ὁ Θεὸς οἰκονομεῖ τὴν ὑγείαν διὰ τοῦ ἰατροῦ καὶ ὅτε θέλει διὰ λόγου, τὸ δὲ χρονίσαι τὸ πάθος ἢ μὴ χρονίσαι, τοῦτο τῆς προγνώσεως τοῦ Θεοῦ ἐστιν. Οἱ οὖν τελείως ἀφέντες τῷ Θεῷ ἀμεριμνοῦσι, καὶ αὐτὸς ὡς θέλει καὶ ὡς συμφέρει ποιεῖ.

Ἕκαστος οὖν ὡς δύναται, μᾶλλον δὲ ὡς ἔχει πίστιν, χρήσεται. Ἐρώτησις· Τί ἐστι, Πάτερ, τὸ ὡς ἔχειν πίστιν; Σαφήνισόν μοι αὐτό. Ἀπόκρισις· Εἰ ὁ Θεὸς ἡγίασε τὰ πάντα καὶ ἐκαθάρισεν εἰς μετάληψιν τῶν πιστῶν, μετὰ εὐχαριστίας ὀφείλει τις λαμβάνειν ἀπὸ τῶν εὑρισκομένων, μηδὲν διακρινόμενος. Τὰ γὰρ ἅγια καὶ καθαρά τινα οὐ βλάπτουσι, εἰ μὴ ἡ συνείδησις αὐτοῦ καὶ ἡ ὑποψία ἐν τῷ νομίζειν ὅτι βλάπτεται. Εὑρίσκεται γὰρ διακρινόμενος τῇ πίστει καὶ διὰ τοῦτο πλεονάζει ἐν αὐτῷ τὸ πάθος. Ἐὰν οὖν πιστεύσῃ εἰς τὸν ἐλθόντα καὶ θεραπεύσαντα πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ, δυνατός ἐστιν οὐ μόνον τὰ σωματικὰ πάθη ἰάσασθαι, ἀλλὰ καὶ τὰ τοῦ ἔσω ἀνθρώπου. Ἐὰν δὲ διακριθῇ, τότε παραιτήσεται τὰ βλάπτοντα καταγινώσκων ἑαυτοῦ, ὅτι οὐκ ἠδυνήθη βαστάξαι, ἀλλ’ ἡττήθη τῷ λογισμῷ καὶ βεβαίαν οὐχ εὑρέθη ἔχων πίστιν. Καὶ οὕτω δὲ φυλάζεται τὸ μὴ κατὰ πάθος λαβεῖν, ἐπεὶ βλάπτεται τῇ ψυχῇ καὶ τῷ σώματι.

Ἐρώτησις· Ἐὰν πιστεύσῃ τις ὅτι οὐ βλάπτεται καὶ αἰσθανθῇ δὲ ἑαυτὸν ὀδυνώμενον ὑπὸ τοῦ πάθους, τί ὀφείλει λογίζεσθαι, ἵνα μὴ εἰς ἀπιστίαν ἐμπέσῃ; Ἀπόκρισις Ἰωάννου· Ἐὰν πίστει φάγῃ καὶ μείνῃ δὲ ἡ ὀδύνη, μὴ διακριθῇ.

Εἰδὼς γὰρ ὁ Θεὸς ὅτι ἡ ὀδύνη αὕτη ἀπαλλάττει αὐτὸν πολλῶν τῆς ψυχῆς παθῶν, ἀφῆκεν αὐτὸν ἐν τῷ πάθει. Ἐκεῖ οὖν μνησθῇ τοῦ Ἀποστόλου λέγοντος ὅτι «Ὅτε ἀσθενῶ, τότε δυνατός εἰμι.» Καὶ μὴ νομίσῃ τοῦτο αὐτῷ γενέσθαι ἐκ τοῦ λαμβάνειν ἀπὸ τῶν δοκούντων βλάπτειν βρωμάτων, ἀλλὰ συγχώρησις Θεοῦ ἐστι, κἂν γὰρ μεταλάβῃ τῶν νομιζομένων καλῶν καὶ ὠφελίμων, οὐδὲν δύναται αὐτὸν ὠφελῆσαι δίχα τῆς κελεύσεως τοῦ Θεοῦ.

Ἐρώτησις· Εἰ πίστεως χρεία ἐστί, πῶς εἶπεν ὁ ἀββᾶς Ἡσαΐας ὅτι «Ἐὰν εἰσέλθῃ βρῶμα εἰς τράπεζαν καὶ βλάπτῃ σε, βίασαι ἑαυτὸν φαγεῖν αὐτό;» Πίστεως γὰρ προκειμένης ἐβλάπτετο. Ἀπόκρισις· Σχολαστικῷ τινι εἶπεν ὁ ἀββᾶς Ἡσαΐας ὑγιαίνοντι τῷ σώματι καὶ δυναμένῳ λαβεῖν ἐκ τῶν εὑρισκομένων, ἵνα κόψῃ τὸ θέλημα αὐτοῦ. Ὁ Κύριος ἐλεήσει σε τέκνον, καὶ ἐνδυναμώσει σε.

Ἐρώτησις· Εἰπέ μοι Πάτερ, οἱ ἐν τῇ ἀρρωστίᾳ τῶν φαρμάκων καὶ τῶν βρωμάτων καταφρονήσαντες, ἆρα εἰς μέτρον εἰσὶ τελειότητος; Ἀπόκρισις· Οἱ καταφρονήσαντες τῶν φαρμάκων καὶ τῶν βρωμάτων εἰς μέτρον ἔφθασαν πίστεως, ἀλλ’ οὐ τελειότητος.

Ἐρώτησις· Ἐὰν οὖν μὴ ἔχῃ τις τοιαύτην πίστιν, ἆρα ὀφείλει ἐπιτηδεύειν βρώματα, ὠφελοῦντα τὴν ἀσθένειαν ἢ μόνον τὰ βλάπτοντα ἵνα παραιτῆται; Κἂν τύχῃ τι μήτε βλάπτον μήτε πάνυ ὠφελοῦν, ὀφείλει ἀδεῶς αὐτοῦ μεταλαμβάνειν;

Ἀπόκρισις· Τὰ μόνον βλάπτοντα ἵνα παραιτῆται. Ἐὰν δὲ εὑρεθῇ μήτε βλάπτον μήτε ὠφελοῦν, μὴ λάβῃ εἰς χορτασίαν, ἀλλὰ παρὰ μικρόν. Καὶ γὰρ ἐὰν εἰς κόρον λάβῃ τις καὶ ἀπὸ τοῦ ὠφελοῦντος βλάπτεται. Ἐρώτησις· Ἐὰν δὲ συμβῇ δύο βρώματα ἰσοδύναμα, καὶ τὸ ἓν εὐτελές, τὸ δὲ ἄλλο πολυτελέστερον, ἆρα ὀφείλει διὰ τοῦ εὐτελεστέρου ποιῆσαι τὴν χρείαν; Ἐὰν δὲ καὶ τὸ εὐτελέστερον ἡδύτερον ᾖ, ποῖον χρὴ λαβεῖν;

Ἀπόκρισις· Ἐὰν πρόκεινται δύο βρώματα ἶσα, καὶ ἐκ τῶν δύο λάβῃ πρὸς ὀλίγον. Ἐὰν δὲ οὐ πρόκεινται τὰ δύο, τὸ εὐτελέστερον ἐπιτηδεύσῃ. Ἐὰν δὲ ἡδὺ ᾖ τοῦτο, καὶ πρόκειται τὸ πολυτελέστερον, αὐτὸ μᾶλλον λάβῃ. Ἐὰν δὲ οὐ πρόκειται, λάβῃ ἐκ τοῦ εὐτελοῦς καὶ ἡδέως, ἀπομαχόμενος πρὸς τὸ ἡδύ, φυλάττων δὲ τὸ εἶναι παρὰ μικρόν. Τί γάρ; Οὐκ ἀπαιτεῖ ἡ νόσος πολλάκις πρᾶγμα ἔχον ἀηδίαν πολλήν; Καὶ ἀναγκάζεται λαβεῖν ὁ ἄνθρωπος πρὸς τὸ ὑγιάναι; Οὕτω κἂν ἔχῃ ἡδύτητα τὸ πρᾶγμα καὶ χρείαν ἔχῃ αὐτοῦ, δεῖ λαβεῖν. Προσέχειν δὲ ὀφείλει μόνον ὁ ἄνθρωπος, ὡς εἴπομεν, τοῦ μὴ ἡττηθῆναι τῇ ἡδονῇ.

Ἀλλ’ ὅμως οὕτω παρέλθῃ μὴ μεμφόμενος καὶ κατακρίνων ἑαυτὸν ἤδη τότε. Ἐρώτησις· Ἐπειδὴ τὸ κεχρῆσθαι ἰατρῷ ἐν τῷ ὀνόματι τοῦ Θεοῦ, καθὼς εἴπατε, οὐκ ἔστιν ἀπόβλητον, καὶ πάλιν τὸ μετὰ πίστεως καὶ ταπεινοφροσύνης ἐᾶσαι τὸ πᾶν τῷ Θεῷ κάλλιόν ἐστι, λέγει δέ μοι ὁ λογισμὸς ὅτι Ἐὰν συμβῇ σοι σωματικὸν πάθος, ὀφείλεις δεῖξαι αὐτὸ ἰατρῷ, οὐκ ἔστι γὰρ τῶν μέτρων σου ἐκτὸς φαρμάκων θεραπευθῆναι. Καὶ πάλιν λέγει μοι μὴ τούτοις χρήσασθαι, ἀλλὰ τῷ ἁγιάσματι μᾶλλον τῶν ἁγίων, καὶ αὐτῷ μόνῳ ἀρκεσθῆναι. Παρακαλῶ Πάτερ οἰκτίρμον, εἰπέ μοι τί μᾶλλον τούτων κρατήσω;

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, ἐπειδὴ βλέπω σε πολὺ φροντίζοντα τῆς θεραπείας τῶν παθῶν τοῦ σώματος, νομίζω ὅτι οἱ Πατέρες τούτων φροντίδα οὐ ποιοῦσιν. Ὁ οὖν δεύτερος λογισμὸς καλλίων ἐστὶ τοῦ πρώτου· Πίστιν γὰρ ἔχει τελείαν εἰς Θεόν, ὁ δὲ ἄλλος ἀπιστίαν. Ὁ μὲν ἔχει ὑπομονὴν τὴν φέρουσαν εἰς δοκιμήν, ἐξ ἧς γεννᾶται ἡ ἐλπὶς ἡ μὴ καταισχύνουσα, ὁ δὲ ἔχει ὀλιγωρίαν, τὴν ἀδελφὴν τῆς μικροψυχίας, ἐν ᾗ οἰκεῖ ἡ ὀλιγοπιστία, ἡ μήτηρ τῆς διχοστασίας ἡ ἀπαλλοτριοῦσα τοῦ Θεοῦ καὶ καταφέρουσα εἰς ἀπώλειαν τοὺς ἀνθρώπους. Ὁ μὲν φίλους ποιεῖ Θεοῦ τοὺς ἀνθρώπους, ὁ δὲ ἐχθρούς. Ὁ μὲν βασιλείας οὐρανῶν ἐστι πρόξενος, ὁ δὲ γεέννης. Ὁ μὲν ὑψοῖ τὴν κεφαλὴν καὶ τὴν πρὸς τὸν Δεσπότην ἡμῶν Θεὸν δίδωσι παρρησίαν, ὁ δὲ μετ’ αἰσχύνης ποιεῖ κλῖναι τὴν κεφαλὴν καὶ ἀπαρρησίαστον πρὸς τὸν Θεὸν ἱστᾷ τὸν ἄνθρωπον. Ὁ μὲν δοξάζει τὸν ἄνθρωπον, ὁ δὲ ἀτιμάζει. Ὁ μὲν τὴν αἰχμαλωσίαν κόπτει καὶ ἀμέριμνον ποιεῖ τὸν ἄνθρωπον τοῦ πᾶσαν αὑτοῦ τὴν μέριμναν ἐπιρρίψαι πρὸς Κύριον, ὁ δὲ αἰχμαλωσίαν καὶ ἄλλας κακὰς ἀδολεσχίας ἐμβάλλει εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου. Ὁ μὲν εἰς οἰκοδομὴν ποιεῖ τὸ γινόμενον, ὁ δὲ εἰς χαύνωσιν τῶν θεωρούντων. Ὁ μὲν φρονήσεως γέμει, ὅτι δύναται ὁ βλέπων τὰ κρυπτὰ πάθη θεραπεῦσαι καὶ τὸ ἐμὸν πάθος, ὁ δὲ ἀφροσύνης περὶ Θεοῦ ἢ θεραπεύει ἢ οὔ.