Τὰ δὲ περὶ τῶν παθῶν, οὐ δύναται μὴ κινεῖσθαι κατὰ τοῦ ἀνθρώπου πρὸς δοκιμὴν αὐτοῦ, «ἀνὴρ γὰρ ἀπείραστος ἀδόκιμος.» Ἐπειδὴ δὲ εἶπας ὅτι Κατὰ μόνας κάθημαι, μὴ ἔχε οὕτως, ἐπεὶ βλάπτῃ. Οὐ γὰρ εἶ κατὰ μόνας, ἐὰν πιστεύῃς, ἀλλ’ ἔχεις τὸν Θεὸν ᾧ παρέθετό σε ὁ μέγας Γέρων, καὶ τὴν εὐχὴν αὐτοῦ συνεργοῦσάν σοι. Μόνον ἄλλο οὐ θέλεις δεῖξαι εἰ μὴ ὑπακοήν, καὶ σῴζῃ. Οὐ βλάπτῃ οὖν, μὴ φοβηθῇς. Περὶ δὲ τῶν ψαλμῶν, ὡς ποιοῦσιν οἱ ἀδελφοί, καὶ σὺ ποίησον, λέγων κατὰ ᾠδὴν τρεῖς ψαλμοὺς καὶ βάλλων γονυκλισίαν, καὶ οὐ κατακυριεύσει σου ὁ ὕπνος. Ἐκτὸς ἀσθενείας, οὕτω κατὰ νύκτα ὀφείλεις ποιεῖν. Ἡ λήθη ἀπώλειά ἐστι ψυχῆς, γίνεται δὲ ἀπὸ καταφρονήσεως καὶ ἀμελείας. Περὶ δὲ τοῦ αἰσχροῦ καὶ μισητοῦ πάθους, κόπου δεῖται καρδίας καὶ σώματος ἵνα ἐκριζωθῇ, καρδίας, ἵνα ἀδιαλείπτως δέηται τοῦ Θεοῦ, σώματος δέ, ἵνα ὑπωπιασθῇ καὶ δουλαγωγηθῇ κατὰ τὴν δύναμιν τοῦ ἀνθρώπου. Τὸ σημεῖον τῆς συγκαταθέσεώς ἐστι τὸ ἀρέσαι τὸ πρᾶγμα τῷ ἀνθρώπῳ, καὶ ἡδυνθῆναι ἐν τῇ καρδίᾳ αὑτοῦ καὶ αὐτὸ μελετῆσαι ἡδέως. Ἐὰν δέ τις ἀντιλέγῃ τῷ λογισμῷ καὶ πολεμῇ τοῦ μὴ δέξασθαι αὐτόν, τοῦτο οὐκ ἔστι συγκατάθεσις, ἀλλὰ πόλεμος, καὶ τοῦτο φέρει εἰς δοκιμὴν καὶ εἰς προκοπὴν τὸν ἄνθρωπον.