Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Δογματικά ζητήματα, απόρριψη των ωριγενιστικών πλανών και εσχατολογία

Αυστηρή κριτική και απόρριψη των δοξασιών του Ευαγρίου και του Διδύμου περί προϋπάρξεως των ψυχών και αποκαταστάσεως των πάντων, με επεξηγήσεις εσχατολογικών χωρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 21 από 22

Ἀδελφὸς ἠρώτησε τὸν ἅγιον Γέροντα, τὸν ἀββᾶν Βαρσανούφιον λέγων· Οὐκ οἶδα Πάτερ πῶς ἐνέπεσα εἰς τὰ βιβλία Ὠριγένους καὶ Διδύμου, καὶ εἰς τὰ Γνωστικὰ Εὐαγρίου καὶ εἰς τὰ τῶν μαθητῶν αὐτοῦ. Καὶ λέγουσιν ὅτι οὐκ ἐδημιουργήθησαν αἱ τῶν ἀνθρώπων ψυχαὶ μετὰ τῶν σωμάτων, ἀλλὰ προϋπῆρχον αὐτῶν, νόες γυμνοὶ οὖσαι, τοῦτ’ ἔστιν ἀσώματοι. Ὁμοίως καὶ οἱ ἄγγελοι νόες γυμνοὶ ἦσαν καὶ οἱ δαίμονες νόες γυμνοί. Καὶ οἱ μὲν ἄνθρωποι παραβάντες κατεδικάσθησαν εἰς τὸ σῶμα τοῦτο, οἱ δὲ ἄγγελοι τηρήσαντες ἑαυτοὺς ἄγγελοι γεγόνασιν. Οἱ δὲ δαίμονες ἀπὸ πολλῆς κακίας τοιοῦτοι γεγόνασιν. Καὶ ὅσα ἄλλα λέγουσι τοιαῦτα, καὶ πάλιν ὅτι δεῖ τὴν μέλλουσαν κόλασιν τέλος λαβεῖν καὶ ἔχουσιν οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι καὶ οἱ δαίμονες ἐπανελθεῖν ὡς ὑπῆρχον νόες γυμνοί, ὃ λέγουσιν ἀποκατάστασιν.

Ἐπεὶ οὖν θλίβεται ἡ ψυχή μου ἐμπεσοῦσα εἰς διψυχίαν, εἰ ἀληθῆ ταῦτά εἰσιν ἢ οὔ. Δέομαί σου Δέσποτα, δεῖξόν μοι τὴν ἀλήθειαν, ἵνα οὕτω κρατήσω καὶ μὴ ἀπόλωμαι. Καὶ γὰρ οὐδὲν τούτων εἴρηται ἐν τῇ θείᾳ Γραφῇ. Ὥσπερ καὶ αὐτὸς Ὠριγένης διαβεβαιοῦται ἐν τῷ αὐτοῦ ἐξηγητικῷ τῆς πρὸς Τίτον ἐπιστολῆς, μὴ εἶναι τῶν Ἀποστόλων μηδὲ τῆς Ἐκκλησίας παράδοσιν, τὸ πρεσβυτέραν εἶναι τὴν ψυχὴν τῆς τοῦ σώματος κατασκευῆς, ὡς αἱρετικὸν χαρακτηρίζων τὸν ταῦτα λέγοντα.

Ἀλλὰ καὶ Εὐάγριος μαρτυρεῖ ἐν τοῖς Γνωστικοῖς αὑτοῦ Κεφαλαίοις, ὅτι περὶ τούτων οὐδεὶς ἐμήνυσεν, οὐδὲ αὐτὸ τὸ Πνεῦμα ἐξηγήσατο. Ἔχει γὰρ ἐν τῷ ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ τῆς δευτέρας ἑκατοντάδος τῶν αὐτοῦ Γνωστικῶν· «Περὶ μὲν τῶν προτέρων ὁ μηνύσων οὐδείς, περὶ δὲ τῶν δευτέρων ὁ ἐν Χωρὴβ ἐξηγήσατο.» Καὶ πάλιν ἐν τῷ ἑξηκοστῷ ἐνάτῳ κεφαλαίῳ τῆς αὐτῆς ἑκατοντάδος οὕτως φησὶν ὅτι «Τὸ Πνεῦμα τὸ ἅγιον οὐ τὴν πρώτην τῶν λογικῶν διαίρεσιν, οὐδὲ τὴν πρώτην οὐσίαν τῶν σωμάτων ἐξηγήσατο.» Περὶ δὲ τοῦ μὴ εἶναι ἀποκατάστασιν, μηδὲ τέλος κολάσεως, αὐτὸς ὁ Κύριος ἐφανέρωσεν ἐν τῷ Εὐαγγελίῳ, εἰπών· «Ἀπελεύσονται εἰς κόλασιν αἰώνιον», καὶ πάλιν· «Ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.» Πόθεν οὖν Δέσποτα, μηδὲ τῶν Ἀποστόλων παραδεδωκότων, μηδὲ τοῦ ἁγίου Πνεύματος ἐξηγησαμένου, καθὼς αὐτοὶ ἐμαρτύρησαν καὶ τῶν Εὐαγγελίων ἐναντίως ἐχόντων, ταῦτα ἐξέθεντο; Ποίησον οὖν ἔλεος, εὐσπλαγχνίας Πάτερ, μετὰ τῆς ἀσθενείας μου, καὶ φανέρωσόν μοι τί εἰσι τὰ δόγματα ταῦτα.

Ἀπόκρισις Βαρσανουφίου· Ἄδελφε, οὐαὶ καὶ ἀλαλαῒ τῷ γένει ἡμῶν! Τί ἀφήκαμεν καὶ τί ἐρευνῶμεν; Εἰς ποῖα ἀμελοῦμεν καὶ εἰς ποῖα σπουδάζομεν; Εἰς ποῖα ἀμβλυνόμεθα; Τὰς εὐθείας ὁδοὺς ἀφήκαμεν καὶ εἰς τὰς σκολιὰς θέλομεν βαδίσαι, ἵνα πληρωθῇ εἰς ἡμᾶς ὁ γραφικὸς λόγος, τὸ «Οὐαὶ τοῖς καταλιποῦσι τὰς εὐθείας ὁδοὺς τοῦ πορευθῆναι εἰς ὁδοὺς σκολιάς.» Μετὰ ἀληθείας, ἄδελφε, ἀφῆκά μου τὸ πένθος καὶ πενθῶ σε ποῦ ἐνέπεσας, καὶ τὸν κλαυθμὸν τὸν περὶ τῶν ἁμαρτιῶν μου καὶ κλαίω σε ὡς ἴδιον τέκνον. Οὐρανοὶ φρίττουσι τί πολυπραγμονοῦσιν ἄνθρωποι. Ἡ γῆ σείεται, πῶς ἐξιχνιάσαι θέλουσι τὰ ἀκατάληπτα. Ταῦτα Ἑλλήνων εἰσὶ δόγματα, ταῦτα ματαιολογίαι εἰσὶν ἀνθρώπων, οἰομένων τι εἶναι.

Ταῦτα τὰ ῥήματά εἰσιν ἀργῶν ἀνθρώπων, ταῦτα ἐγέννησεν ἡ πλάνη. Φησὶ γάρ· «Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν.» Καὶ εἰ θέλεις μαθεῖν, πρόσχες· Λέγει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ φῶς ἡμῶν, ὁ βασιλεὺς ἡμῶν· «Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» Ποίους οὖν καρποὺς ἔχουσι; Φυσίωσιν, ἐξουδένωσιν, χαύνωσιν, ἀμέλειαν, πρόσκομμα, ἀλλοτρίωσιν νόμου, μᾶλλον δὲ τοῦ νομοθέτου Θεοῦ, οἰκητήριον δαιμόνων καὶ τοῦ ἀρχηγοῦ αὐτῶν διαβόλου. Ταῦτα οὐκ ἄγουσιν εἰς φῶς τοὺς αὐτοῖς πιστεύοντας, ἀλλ’ εἰς τὸ σκότος. Ταῦτα εἰς φόβον Θεοῦ οὐ προτρέπουσιν, ἀλλ’ εἰς σκληροκαρδίαν.

Ταῦτα εἰς προκοπὴν κατὰ Θεὸν οὐκ ἄγουσιν, ἀλλ’ εἰς προκοπὴν μᾶλλον τὴν κατὰ διάβολον. Ταῦτα ἀπὸ τοῦ βορβόρου οὐκ ἀνασπῶσιν, ἀλλ’ εἰς βόρβορον καταποντίζουσι. Ταῦτά εἰσι τὰ ζιζάνια ἃ ἔσπειρεν ὁ ἐχθρὸς ἐν τῷ ἀγρῷ τοῦ οἰκοδεσπότου. Αὗταί εἰσιν αἱ ἄκανθαι αἱ ἀναφυεῖσαι ἐν τῇ γῇ τῇ κατηραμένῃ ὑπὸ τοῦ Δεσπότου Θεοῦ. Ὅλα ψεῦδος, ὅλα σκότος, ὅλα πλάνη, ὅλα ἀλλοτρίωσις Θεοῦ.

Φεῦγε αὐτά, ἄδελφε, μὴ βεβαιωθῇ ὁ λόγος αὐτῶν ἐν τῇ καρδίᾳ σου. Ξηραίνουσι δάκρυα, τυφλοῦσι τὴν καρδίαν καὶ ἁπαξαπλῶς ἀπολλύουσι τοὺς προσέχοντας αὐτοῖς ἀνθρώπους. Μὴ στῇς ἐν αὐτοῖς, μὴ μελετήσῃς αὐτά, πικρίας γέμουσι καὶ τελεσφοροῦσι καρπὸν εἰς θάνατον. Περὶ δὲ τῆς γνώσεως τῶν μελλόντων μὴ πλανηθῇς. Ὃ ἂν σπείρῃς ἐνταῦθα, ἐκεῖ θερίζεις. Οὐκ ἔνι μετὰ τὴν ἄφιξιν τῶν ὧδε προκόψαι τινά. Οὐ κοπιᾷ ὁ Θεὸς συγκτίσαι ἀνθρώπῳ κατὰ τὴν αὐτοῦ ψυχήν. Περὶ δὲ τῶν οὐρανίων ταγμάτων ἐπιστομίζει ἡ θεία Γραφὴ πάντα ἄνθρωπον οὕτως λέγουσα ὅτι «Εἶπε καὶ ἐγενήθησαν, ἐνετείλατο καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Καὶ ἃ ἔστησεν ὁ Θεὸς οὐκ ἀλλοιοῦνται. Οὐ γάρ ἐστι ἐν αὐτῷ ἀλλοίωσις, κατὰ τὴν Γραφήν. Ποῦ γὰρ εὗρες ὅτι σπουδῇ τοῦδε τοῦ ἀγγέλου ἤγαγεν αὐτὸν εἰς προκοπήν; Ἄδελφε, ὧδε ἔργασις, ἐκεῖ μισθός, ὧδε ἄθλησις, ἐκεῖ στέφανοι. Ἄδελφε, εἰ σωθῆναι θέλεις, μὴ βάλῃς ἑαυτὸν εἰς ταῦτα. Ἐπεὶ μαρτύρομαί σοι ἐνώπιον τοῦ Θεοῦ ὅτι εἰς βόθυνον ἐνέπεσας τοῦ διαβόλου καὶ εἰς τὸν ἔσχατον θάνατον. Λοιπὸν ἀπόστα τούτων καὶ ἰχνηλάτησον τοὺς Πατέρας. Κτῆσαι ἑαυτῷ τὴν ταπείνωσιν καὶ τὴν ὑπακοήν, τὸν κλαυθμόν, τὴν ἄσκησιν, τὴν ἀκτημοσύνην, τὸ ἀψήφιστον καὶ ὅσα τοιαῦτά εἰσι, καὶ εὑρίσκεις εἰς τὰ Ῥήματα αὐτῶν καὶ εἰς τοὺς Βίους.

Ποίησον δὲ «καρποὺς ἀξίους τῆς μετανοίας» καὶ μὴ πρόσχῃς ἐμοὶ τῷ λέγοντι καὶ μὴ ποιοῦντι, ἀλλ’ εὖξαι ἵνα κἀγὼ ἔλθω ποτὲ εἰς ἐπίγνωσιν τῆς ἀληθείας, εἰς δόξαν τῆς ἁγίας ὁμοουσίου καὶ ζωοποιοῦ Τριάδος, νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὁ αὐτὸς ἀδελφὸς ἠρώτησε ταῦτα τὸν ἄλλον Γέροντα, τὸν ἀββᾶν Ἰωάννην. Ἀπόκρισις Ἰωάννου· «Αὕτη ἡ σοφία ἄνωθεν οὐκ ἔστιν, ἀλλὰ ψυχική, δαιμονιώδης.» Αὕτη ἡ διδαχὴ τοῦ διαβόλου ἐστίν, αὕτη ἀπάγει τοὺς προσέχοντας αὐτῇ εἰς κόλασιν αἰώνιον. Ὁ ἐνδελεχῶν αὐτῇ, αἱρετικὸς γίνεται, ὁ πιστεύων αὐτῇ, οὗτος ἐξετράπη τῆς ἀληθείας, ὁ συντιθέμενος αὐτῇ, ἀλλότριός ἐστι τῆς ὁδοῦ τοῦ Θεοῦ. Οἱ ἐργάται τοῦ Χριστοῦ οὐκ ἔχουσιν οὕτως, οἱ δὲ μαθηταὶ τοῦ Χριστοῦ οὐκ ἐδίδαξαν ταῦτα. Οἱ δεχόμενοι τὸν λόγον τῆς ἀληθείας, ταῦτα οὐ δέχονται. Διὰ τάχους ἀπόστα ἀπ’ αὐτῶν, ἄδελφε. Μὴ καύσῃς τὴν καρδίαν σου τῷ πυρὶ τοῦ διαβόλου. Μὴ ἀντὶ σίτου σπείρῃς ἐν τῇ γῇ σου ἀκάνθας, μὴ ἀντὶ ζωῆς λάβῃς θάνατον, καὶ τί πολλὰ λέγω, μὴ ἀντὶ Χριστοῦ τὸν διάβολον. Μὴ χρονίσῃς ἐν αὐτοῖς καὶ σῴζῃ ὡς ὁ Λὼτ ἀπὸ Σοδόμων, εὐχαῖς ἁγίων. Ἀμήν.

Ὁ αὐτὸς ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα· Οὐκ ὀφείλομεν οὖν ἀναγινώσκειν καὶ τὰ τοῦ Εὐαγρίου; Ἀπόκρισις Ἰωάννου· Τὰ μὲν δόγματα τὰ τοιαῦτα, μὴ δέχου, ἀναγίνωσκε δὲ αὐτοῦ, εἰ θέλεις, τὰ πρὸς ὠφέλειαν ψυχῆς, κατὰ τὴν παραβολὴν τὴν ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς σαγήνης, ὡς γέγραπται ὅτι «Τὰ μὲν καλὰ εἰς ἀγγεῖα ἔβαλον, τὰ δὲ σαπρὰ ἔξω ἔρριψαν.» Οὕτω καὶ σὺ ποίησον.

Ὁ αὐτὸς ἀδελφός, ὁ ταῦτα ἐρωτήσας, διεκρίνετο ἐν ἑαυτῷ ἐνθυμούμενος καὶ λέγων· Καὶ πῶς τινες τῶν νῦν Πατέρων δέχονται αὐτά, καὶ ἔχομεν αὐτοὺς ὅτι καλοὶ μοναχοί εἰσι καὶ προσέχοντες ἑαυτοῖς; Καὶ μετὰ ἡμέρας συνέβη τὸν αὐτὸν ἀδελφὸν αἰτῆσαι τὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ. Καὶ τότε ἐδήλωσεν αὐτῷ ὁ Γέρων ἀφ’ ἑαυτοῦ περὶ τῆς ἐνθυμήσεως τῆς καρδίας αὐτοῦ, ὥστε θαυμάσαι καὶ ἐκπλαγῆναι τὸν ἀδελφόν·

Ἐπειδὴ εἶπας καὶ ἐνεθυμήθης ὅτι «Διὰ τί τινες τῶν Πατέρων δέχονται τὰ Γνωστικὰ Εὐαγρίου,» τινὲς ἀδελφοί, ὡς γνωστικοί, δέχονται αὐτὰ καὶ οὐκ ἐδεήθησαν τοῦ Θεοῦ εἰ ἀληθῆ εἰσι. Καὶ ἀφῆκεν αὐτοὺς ὁ Θεὸς περὶ τούτου ἐν τῇ ἰδίᾳ αὐτῶν γνώσει. Ἀλλ’ ὅμως οὔτε ἐμόν ἐστιν οὔτε σὸν ταῦτα ζητεῖν, ἀλλ’ ὁ καιρὸς ἡμῶν ἐστιν ἐρευνᾶν τὰ πάθη ἡμῶν, τοῦ κλαῦσαι καὶ πενθῆσαι.

Ἐρώτησις τοῦ αὐτοῦ καὶ ἑτέρων ἀδελφῶν πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Οὐκ ὀκνοῦσι Πάτερ, οἱ ταῦτα φρονοῦντες περὶ τῆς προϋπάρξεως, λέγειν περὶ τοῦ ἁγίου Γρηγορίου τοῦ Ναζιανζῶν, ὅτι καὶ αὐτὸς ἐκτίθεται περὶ τῆς προϋπάρξεως ἐν τοῖς αὑτοῦ συγγράμμασιν τοῖς αὐτῷ ῥηθεῖσιν, ἔν τε τοῖς τοῦ Κυρίου γενεθλίοις, καὶ ἐν τῇ τοῦ Πάσχα ἡμέρᾳ, ἑρμηνεύοντές τινα ῥητὰ κατὰ τὴν αὑτῶν καρδίαν, καὶ παρατρέχοντες τὰ ἐκεῖ σαφῶς εἰρημένα περὶ τῆς πρώτης τοῦ ἀνθρώπου δημιουργίας, τῆς τε αὐτοῦ ψυχῆς καὶ τοῦ σώματος, κατὰ τὴν τῆς Ἐκκλησίας παράδοσιν. Λέγει γὰρ οὕτως· «Τοῦτο δὲ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι, Λόγος, καὶ ζῷον ἓν ἐξ ἀμφοτέρων ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως δημιουργεῖ, τὸν ἄνθρωπον. Καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ’ ἑαυτοῦ δὲ ζωὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος.» Καὶ ἐν τοῖς ἐφεξῆς δὲ πολλά τις εὑρήσει σαφῶς καὶ ἀναμφιβόλως αὐτῷ εἰρημένα περὶ τοῦ ἀνθρώπου, τοῦ ἐκ τῆς προϋπαρχούσης ὕλης καὶ τῆς ὑπὸ Θεοῦ δοθείσης ψυχῆς κατασκευασθέντος, ἐν οἷς καὶ πολλὰ ἐγκωμιάζει τὴν τοῦ ἀνθρώπου φύσιν καὶ ἄξιον Θεοῦ δῶρον καλεῖ τὸ σωθῆναι τὸ σῶμα καὶ τὴν ψυχήν. Οὐχ ὡς αὐτοί φασι καταδίκης χάριν τὴν ψυχὴν ἐνδεθῆναι τῷ σώματι ὑπὲρ τῶν αὐτῇ προημαρτημένων τιμωρουμένην.

Καὶ ἐν ἄλλοις δὲ αὐτοῦ διαφόροις συγγράμμασιν, ὁ σκοπὸς αὐτοῦ φανεροῦται τούτου παντελῶς καθαρεύων τοῦ δόγματος. Καὶ περὶ τοῦ ἁγίου Γρηγορίου, τοῦ ἀδελφοῦ τοῦ ἁγίου Βασιλείου, ἐπιχαίρουσιν, ὅτι τὸ αὐτὸ εἶπε καὶ λέγει ἐκεῖνος προΰπαρξιν, παρερμηνεύοντες καὶ αὐτοῦ ῥητά τινα, αὐτὸς δὲ σαφῶς ἐν τῷ τριακοστῷ κεφαλαίῳ περὶ τῆς τῶν ἀνθρώπων διαπλάσεως τῆς αὐτοῦ πραγματείας, μάχεται ἰσχυρῶς τούτῳ τῷ τῆς προϋπάρξεως δόγματι καὶ ἀνατρέπει αὐτό, καθὼς καὶ ὁ μακάριος Δαβὶδ καὶ οἱ περὶ τὸν ἅγιον Ἰωάννην καὶ Ἀθανάσιον καὶ οἱ λοιποὶ πάντες τῆς Ἐκκλησίας φωστῆρες καὶ διδάσκαλοι. Περὶ δὲ τῆς ἀποκαταστάσεως, σαφῶς λέγει ὁ αὐτὸς ἅγιος Γρηγόριος ὁ Νύσσης, ἀλλ’ οὐ περὶ ταύτης ἧς αὐτοὶ λέγουσιν ὅτι «Παυομένης τῆς κολάσεως μέλλει ὁ ἄνθρωπος ἀποκαθίστασθαι εἰς ὅπερ ἦν ἐξ ἀρχῆς, εἰς καθαροὺς νόας», ἀλλ’ οὐ, τοῦτο λέγει ὅτι παύεται ἡ κόλασις καὶ τέλος λαμβάνει. Εἰπὲ οὖν Πάτερ, διὰ τί τοιοῦτος ἄνθρωπος οὐκ ὀρθῶς λέγει, καθὼς ἐνδέχεται ἄνδρα ἅγιον καὶ ἀξιωθέντα λαλεῖν ἐκ Πνεύματος ἁγίου; Καὶ γὰρ καὶ περὶ τοῦ παραδείσου διαφωνοῦσί τινες τῶν Πατέρων καὶ διδασκάλων, μὴ λέγοντες αὐτὸν αἰσθητὸν ἀλλὰ νοητόν. Καὶ ἐν ἄλλοις κεφαλαίοις τῆς Γραφῆς, ἔστιν εὑρεῖν τινων διαφωνίαν.

Σαφήνισον οὖν ἡμῖν τοῦτο Δέσποτα, παρακαλοῦμεν, ἵνα παρ’ ὑμῶν φωτισθέντες, δοξάσωμεν τὸν Θεὸν καὶ μὴ διακρινώμεθα εἰς τοὺς ἁγίους ἡμῶν Πατέρας. Ἀπόκρισις Βαρσανουφίου· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.» Ἀμήν. Ἀδελφοὶ εὔκαιρον εἰπεῖν μετὰ τοῦ Ἀποστόλου· «Γέγονα ἄφρων, ὑμεῖς με ἠναγκάσατε.» Καὶ γὰρ ἀναγκάζομαι δι’ ὑμᾶς τὰ ὑπέρμετρά μου ἐρευνᾶν καὶ λαλεῖν τὰ μὴ ὠφελοῦντα πάνυ τὴν ψυχήν, εἰ μὴ καὶ βλάπτοντα. Ἀφήκαμεν Παῦλον τὸν Ἀπόστολον λέγοντα· «Πᾶσα ὀργὴ καὶ θυμὸς καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ», ἐγὼ δὲ λέγω σὺν τῇ γαστριμαργίᾳ καὶ πορνείᾳ καὶ φιλαργυρίᾳ καὶ τοῖς λοιποῖς πάθεσι, περὶ ὧν ὀφείλομεν πενθεῖν νύκτα καὶ ἡμέραν, καὶ κλαίειν ἀδιαλείπτως, ἵνα διὰ τοῦ πλήθους τῶν δακρύων ὁ ῥύπος τούτων ὅλος ἐκπλυθῇ, καὶ δυνηθῶμεν γενέσθαι ἐκ ῥυπαρῶν καθαροί, ἐξ ἁμαρτωλῶν δίκαιοι, ἐκ νεκρῶν ζῶντες. Ἀδολεσχῶμεν δὲ εἰς ἕνα λόγον οὗ μέλλομεν δοῦναι ἀπολογίαν. Φησὶ γὰρ ὅτι «Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ πάλιν ὅτι «Δεῖ ἡμᾶς φανερωθῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε κακόν.» Περὶ τούτων ὀφείλομεν σπουδάσαι, περὶ ὧν καὶ οἱ Πατέρες ἡμῶν, οἱ περὶ τὸν ἀββᾶν Ποιμένα καὶ τοὺς καθ’ ἑξῆς ἐσπούδασαν.

Αὕτη ἡ σπουδὴ ἔχει τὸ ἀψήφιστον, τὸ μὴ μετρεῖν ἑαυτόν, τὸ ἔχειν ἑαυτὸν γῆν καὶ σποδόν. Ἐκείνη δὲ ἡ σπουδὴ ἔχει τὸ ἔχειν ἑαυτὸν γνωστικόν, τὸ φέρειν εἰς φυσίωσιν, τὸ ψηφίζειν ἑαυτὸν καὶ μετρεῖν ἐν παντὶ πράγματι, τὸ ἀποστῆναι τῆς ταπεινοφροσύνης. Συγχωρήσατέ μοι, μὴ ἀργοί ἐστε καὶ διὰ τοῦτο ἔρχεσθε εἰς ταῦτα; Εἰ οὕτως ἔχει, κατέλθετε εἰς τὴν ἀγορὰν ἕως οὗ ἔλθῃ ὁ οἰκοδεσπότης καὶ λάβῃ ὑμᾶς εἰς τὸν ἀμπελῶνα αὑτοῦ. Εἰ ἦν σκόλοψ περὶ τῆς ἀπαντήσεως ἐκείνης τῆς φοβερᾶς ἐν τῇ καρδίᾳ ὑμῶν, οὐκ εἴχετε μνησθῆναι τούτων. Ἐπελάθετο ὁ προφήτης «φαγεῖν τὸν ἄρτον αὑτοῦ», καὶ εἰ μὴ ἐσπαταλῶμεν καὶ ἠδιαφοροῦμεν, οὐκ ἂν ἀπὸ τούτων ἐνεπίπτομεν εἰς ταῦτα.

Οὐκ ἀπαιτεῖ ἡμᾶς ὁ Θεὸς ταῦτα, ἀλλ’ ἁγιασμόν, κάθαρσιν, σιωπὴν καὶ ταπείνωσιν. Ἀλλ’ ἐπειδὴ ἐᾶσαι ὑμᾶς ἐν λογισμοῖς οὐκ ἐβουλόμην, καὶ τὸ δεηθῆναι τοῦ Θεοῦ πληροφορῆσαί με περὶ τούτου ἐθλιβόμην, συνεχόμενος ἐξ ἀμφοτέρων, ἐξελεξάμην μᾶλλον ἐμαυτῷ τὴν θλῖψιν ἵνα ὑμᾶς τῆς θλίψεως ἀναπαύσω, μνημονεύων τοῦ λέγοντος· «Ἀλλήλων τὰ βάρη βαστάζετε.» Καὶ ἀκούσατε τὴν κατὰ Θεὸν πληροφορίαν, τὴν πρὸ τριῶν ἡμερῶν τοῦ γράψαι ὑμᾶς τὴν ἐρώτησιν γενομένην μοι. Πάντες οἱ Πατέρες, οἱ τῷ Θεῷ εὐαρεστήσαντες, ἅγιοι καὶ δίκαιοι καὶ δοῦλοι τοῦ Θεοῦ γνήσιοι, εὐξάσθωσαν ὑπὲρ ἐμοῦ. Μὴ νομίσητε δέ, ὅτι κἂν ἅγιοι ἦσαν, ὅλα τὰ βάρη τοῦ Θεοῦ γνησίως ἠδυνήθησαν καταλαβεῖν. Ὁ γὰρ Ἀπόστολος λέγει ὅτι «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν.» Καὶ πάλιν «Ὧι μὲν δίδοται διὰ τοῦ Πνεύματος τὰ καὶ τάδε, καὶ οὐχ ὅλα ἐκεῖνα ἐν ἑνὶ ἀνθρώπῳ, ἀλλὰ τὸ μὲν οὕτως, τόδε οὕτως, πάντα δὲ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.» Γινώσκων γὰρ ὁ Ἀπόστολος τὰ τοῦ Θεοῦ ὅτι ἀκατάληπτά ἐστιν, ἔκραζε λέγων· «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου;

Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» καὶ τὰ ἑξῆς. Ἐπιτηδεύσαντες οὖν τὸ εἶναι διδάσκαλοι καθ’ ἑαυτούς, ἢ ὑπὸ τῶν ἀνθρώπων ἀναγκασθέντες εἰς τοῦτο ἐλθεῖν, προέκοψαν πάνυ καὶ ὑπὲρ τοὺς διδασκάλους αὑτῶν, καὶ καινὰ δόγματα πληροφορηθέντες συνέθηκαν, ἅμα δὲ καὶ ἔμειναν ἔχοντες τὰς παραδόσεις τῶν διδασκάλων αὑτῶν. Οὕτω γοῦν καὶ ἐνταῦθά εἰσί τινες παραλαβόντες ἀπὸ διδασκάλων αὑτῶν μαθήματα μὴ ὀρθῶς ἔχοντα. Καὶ μετὰ ταῦτα προκόψαντες καὶ πνευματικοὶ διδάσκαλοι γενόμενοι, οὐκ ἐδεήθησαν τοῦ Θεοῦ περὶ τῶν διδασκάλων αὑτῶν, εἰ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἐλαλήθησαν τὰ ὑπ’ αὐτῶν εἰρημένα, ἀλλ’ ἔχοντες αὐτοὺς σοφοὺς καὶ γνωστικούς, οὐ διέκριναν τοὺς λόγους αὐτῶν. Καὶ λοιπὸν συνεμίγησαν αἱ διδασκαλίαι τῶν διδασκάλων αὑτῶν ἐν ταῖς αὑτῶν διδασκαλίαις, καὶ ἐλάλουν ποτὲ μὲν ἀπὸ τῆς διδασκαλίας ἧς ἔμαθον παρ’ αὐτῶν, ποτὲ δὲ ἀπὸ τῆς εὐφυΐας τοῦ ἰδίου νοός. Καὶ οὕτω λοιπὸν ὀνόματι αὐτῶν ἐγράφησαν οἱ λόγοι.

Παραλαβόντες γὰρ παρ’ ἄλλων καὶ προκόψαντες περισσότερον καὶ βελτιωθέντες ἐλάλησαν διὰ Πνεύματος ἁγίου, ἤτοι ἐπληροφορήθησαν ὑπ’ αὐτοῦ καὶ ἐλάλησαν ἐκ τῶν μαθημάτων τῶν διδασκάλων τῶν πρὸ αὐτῶν, μὴ διακρίνοντες τοὺς λόγους, εἰ ὀφείλουσι πληροφορηθῆναι ὑπὸ τοῦ Θεοῦ διὰ δεήσεως καὶ ἐντεύξεως εἰ ἀληθῆ εἰσι. Καὶ συνεμίγησαν αἱ διδασκαλίαι. Καὶ ἐπειδὴ παρ’ αὐτῶν ἐλαλήθησαν, ἐγράφησαν τῷ ὀνόματι αὐτῶν. Ὅταν οὖν ἀκούσῃς τινὸς αὐτῶν ὅτι παρὰ Πνεύματος ἁγίου ἤκουσεν ἅπερ λαλεῖ, τοῦτο πληροφορία ἐστὶ καὶ ὀφείλομεν πιστεῦσαι.

Ὅταν δὲ λέγῃ περὶ ἐκείνων τῶν λόγων, οὐχ εὑρίσκεις αὐτὸν λέγοντα τοῦτο, οὐ γὰρ ἀπὸ πληροφορίας, ἀλλ’ ἀπὸ μαθημάτων καὶ παραδόσεως τῶν πρὸ αὐτοῦ διδασκάλων ἐστί. Καὶ προσέχων τῇ γνώσει αὐτῶν καὶ τῇ σοφίᾳ, οὐκ ἐπύθετο τοῦ Θεοῦ περὶ τούτων, εἰ ἀληθῆ ἐστιν. Ἰδοὺ ἠκούσατέ μου ὅλην τὴν ἀφροσύνην. Ἡσυχάσατε λοιπὸν καὶ σχολάσατε τῷ Θεῷ, καὶ παυσάμενοι τῆς ἀργολογίας, προσέχετε τοῖς πάθεσιν ὑμῶν περὶ ὧν ἀπαιτηθήσεσθε λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Περὶ γὰρ τούτων οὐκ ἀπαιτεῖσθε διὰ τί οὐκ οἴδατε ταῦτα ἢ ἐμάθετε ταῦτα. Κλαύσατε λοιπὸν καὶ πενθήσατε. Ἐξιχνιάσατε τὰ ἴχνη τῶν Πατέρων ἡμῶν, Ποιμένος καὶ τῶν καθ’ ἑξῆς, καὶ «τρέχετε ἵνα καταλάβητε» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ὄντως Πάτερ, ὁδηγοί ἐστε τυφλῶν καὶ φῶς ἐν Χριστῷ τῶν ἐσκοτισμένων, καὶ δι’ ὑμῶν ἡ ἀλήθεια ἡμῖν ἐφανερώθη. Καὶ γὰρ εὑρίσκομεν καὶ εἰς Βιβλία Γερόντων, ὅτι ἦν τις μέγας Γέρων καὶ κατὰ ἰδιωτείαν ἔλεγεν ὅτι οὐκ ἔστι φύσει ὁ ἄρτος ὃν μεταλαμβάνομεν σῶμα Χριστοῦ ἀλλ’ ἀντίτυπον.

Καὶ εἰ μὴ πρῶτον ἐδεήθη τοῦ Θεοῦ ὑπὲρ τούτου, οὐκ ἐπέγνω τὴν ἀλήθειαν. Καὶ ἄλλος δέ, μέγας καὶ αὐτὸς Γέρων, ἐνόμιζε τὸν Χριστὸν εἶναι τὸν Μελχισεδέκ, καὶ ὅτε τοῦ Θεοῦ ἐδεήθη, τότε ὁ Θεὸς αὐτὸν ἀπεκάλυψε.

Ἀλλὰ συγχώρησόν μοι Πάτερ διὰ τὸν Κύριον, τολμῶ γὰρ ἐρωτᾶν τὰ ὑπὲρ ἐμέ, ἀλλ’ ἐπειδὴ ὁ Θεὸς ἡμῶν διὰ τῆς ὑμῶν ἁγιωσύνης ἐφώτισεν ἡμᾶς εἰς τὴν ἀπλανῆ ὁδὸν τῆς ἀληθείας, παρακαλῶ περὶ τούτου τελείως ἡμῖν φανερωθῆναι, ἵνα καθαριεύσῃ ὁ νοῦς ἐκ τῆς περὶ τούτων ζητήσεως καὶ ἡ ἀσθενὴς ἡμῶν καρδία. Τίνος χάριν ἀφῆκεν ὁ Θεὸς τοὺς τοιούτους ἄνδρας πλανηθῆναι; Κἂν γὰρ αὐτοὶ οὐκ ᾔτησαν, διὰ τί οὐκ ἐδόθη αὐτοῖς ἐν χάριτι τοῦτο εἰς ἀναίρεσιν τῆς βλάβης τῶν μετὰ ταῦτα ἀναγινώσκειν μελλόντων; Εἰ γὰρ καὶ αὐτοὶ περὶ τὴν ὀρθὴν πίστιν καὶ τὴν ἀρετὴν οὐκ ἐνεποδίσθησαν, ἀλλ’ οὖν οἱ κατ’ ἐμὲ χαῦνοι καὶ ῥᾴθυμοι τὸ ἀξιόπιστον αὐτῶν εἰς πίστιν προσδεξάμενοι, εὐχερῶς ἐντεῦθεν καταβλάπτονται, μὴ εἰδότες ἅπερ εἴπατε, ὅτι οὐ πάντα τὰ μυστήρια τοῦ Θεοῦ ἠδυνήθησαν οἱ ἅγιοι καταλαβεῖν, καὶ ὅτι τοῦ Θεοῦ οὐκ ἐδεήθησαν περὶ πληροφορίας, εἰ ἀληθῆ ταῦτά ἐστιν. Σαφήνισον οὖν μοι καὶ τοῦτο Πάτερ εὔσπλαγχνε, συγκαταβαίνων καὶ τῇ ἀσθενείᾳ μου.

Ἀπόκρισις Βαρσανουφίου· Τέκνον, οὐκ ἀφῆκεν ὁ Θεὸς τοὺς τοιούτους ἄνδρας πλανηθῆναι. Ὁ γὰρ ἀφείς τινα πλανηθῆναι, ἐκεῖνός ἐστιν ὁ ἐρωτώμενος περὶ τῆς ὁδοῦ καὶ μὴ λέγων αὐτῷ τὴν ἀλήθειαν. Οὐκ ἠρώτησαν οὖν τὸν Θεὸν περὶ τούτου, ἵνα λάβωσι παρ’ αὐτοῦ τὴν ἀλήθειαν. Εἰ δὲ λέγεις ὅτι Διὰ τί ὁ Θεὸς χάριτι οὐκ ἐκώλυσεν αὐτοὺς διὰ τὴν ὠφέλειαν τῶν μετ’ αὐτοὺς ἀναγινωσκόντων αὐτά, δύνασαι τοῦτο εἰπεῖν καὶ περὶ παντὸς ἁμαρτωλοῦ, ὅτι εἰδὼς ὁ Θεὸς ὅτι ἐὰν ἁμαρτήσῃ τύπος γίνεται πολλοῖς. Διὰ τί χάριτι οὐκ ἐκώλυσεν αὐτόν, ἵνα μὴ δι’ αὐτοῦ βλάβωσι πολλοί; Καὶ εὑρίσκεται ἀναγκαστικὴ ἡ ζωὴ τοῖς ἀνθρώποις. Καὶ τί οὖν κωλύει τὸν Θεὸν τούτῳ τῷ τρόπῳ σῶσαι πάντα ἄνθρωπον; Τί γὰρ καὶ εἰς τὴν Γραφὴν οὐκ ἔστι ῥήματα τοῖς ἀμαθέσι καὶ μὴ γινώσκουσι τὸ πνευματικὸν τῆς Γραφῆς πρόσκομμα; Ὀφείλομεν οὖν εἰπεῖν· Διὰ τί τὸ πνευματικὸν τῆς Γραφῆς φανερῶς οὐκ εἶπεν ὁ Θεός, ἵνα μὴ βλάβωσιν ἄνθρωποι; Ἀλλ’ ἀφῆκε τοῖς κατὰ καιρὸν ἁγίοις πόνον τοῦ ἑρμηνεῦσαι τὰ ζητούμενα; Διὰ τοῦτο «διδάσκαλοι καὶ ἐξηγηταί», καθὼς λέγει ὁ Ἀπόστολος.

Μὴ οὖν πλανηθῇς περὶ ὧν ἠρώτησας ἀνδρῶν. Εἰ γὰρ ᾔτησαν τὸν Θεόν, εἶχον λαβεῖν, φησὶ γάρ· «Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει.» Καθὼς δὲ διὰ τῶν προφητῶν καὶ ἀποστόλων ἐφανέρωσε τὴν ὁδὸν τῆς ζωῆς ὁ Θεός, οὕτως ἕκαστος ἐλάλησε μερικῶς. Καὶ δι’ ἑνὸς μόνου οὐκ ἐλαλήθη, ἀλλ’ εἴ τι ἀφῆκεν οὗτος, ἐλάλησεν ἐκεῖνος θελήματι Θεοῦ. Οὕτως ἐποίησεν ὁ Θεὸς καὶ εἰς τοὺς μετ’ αὐτοὺς ἁγίους. Καὶ εἴ τι λέγουσιν οἱ πρῶτοι ἔχον ἀμφίβολον, ἀλληγοροῦσιν οἱ ἔσχατοι, ἵνα πάντοτε δοξάζηται ὁ Θεὸς διὰ τῶν ἁγίων αὑτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ Θεὸς τῶν πρώτων καὶ τῶν ἐσχάτων. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Συγχώρησόν μοι κύριε Πάτερ φιλάνθρωπε, διὰ τὸν Κύριον, ὅτι πάνυ θλίβομαι, ἀνέγνων γὰρ εἰς βιβλίον δογματικὸν καὶ βλέπω τὴν καρδίαν μου τεταραγμένην. Καὶ δηλῶσαι ὑμῖν περὶ τούτου φοβοῦμαι καὶ σιωπῆσαι οὐ δύναμαι ἀπὸ τῶν λογισμῶν. Τί οὖν κελεύεις ποιήσω ἅγιε Πάτερ;

Ἀπόκρισις· Ἐπειδὴ ὁ διάβολος θέλει σε ἐμβαλεῖν εἰς ἀδολεσχίαν ἀνωφελῆ, εἰπὲ ὃ θέλεις, ὁ δὲ Θεὸς χώραν μὴ παράσχῃ αὐτῷ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Περὶ τῆς ἀναστάσεως τῶν σωμάτων τῶν ἁγίων, εἰπέ μοι εἰ ἐν τούτῳ τῷ σώματι ἐγείρονται ἐν ᾧ ἐσμεν ἄρτι ἔχοντι ὀστέα καὶ νεῦρα, ἀλλ’ ἢ ἀέριον καὶ στρογγύλον. Καὶ γὰρ τὸ τοῦ Κυρίου τοιοῦτον ἔσεσθαι λέγουσιν ἐν τῇ μελλούσῃ ἀναστάσει, ἀρνούμενοι ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν ἐν τῷ ἡμετέρῳ σώματι, ὅπερ ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας διὰ τὴν ἡμετέραν σωτηρίαν ἔλαβε.

Καὶ ὅτι φασὶ τοῦτο εἶναι, ὃ λέγει ὁ Ἀπόστολος· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Καὶ πάλιν λέγουσιν, ὁ Ἀπόστολος εἶπεν ὅτι «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται», τοῦτο λέγοντες ὅτι οὐκ ἐνδέχεται τὸ σῶμα τοῦτο διαιωνίσαι, ἀπὸ τροφῆς γὰρ συνίσταται, καὶ ἐν τῷ μέλλοντι αἰῶνι φαγεῖν καὶ πιεῖν οὐκ ἔστι. Καὶ πάλιν λέγουσιν ὅτι περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγει ὁ Ἀπόστολος· «Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι.» Καὶ πάλιν προφέροντες τὸ εἰρημένον τῷ Ἐκκλησιαστῇ· «Ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἔμπροσθεν ἡμῶν», κατασκευάζουσιν ἐντεῦθεν τὴν προΰπαρξιν. Καὶ τὸ εἰρημένον δὲ ἐν τῷ Εὐαγγελίῳ ὅτι «Οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην» διαβεβαιοῦνται ἡμῖν τέλος εἶναι τῆς κολάσεως.

Σαφήνισον οὖν μοι ταῦτα διὰ τὸν Κύριον, Δέσποτα, ἵνα μὴ πλανήσῃ με ὁ ἐχθρὸς καὶ ἐμπέσω ἐξ ἀγνοίας εἰς τὰς παγίδας αὐτοῦ τὰς πονηράς, ὅτι πανταχόθεν ἐκ τῆς ἀφροσύνης μου σαλεύομαι, ἐπειδὴ οὐκ ἐκράτησα τοὺς ἁγίους σου λόγους καὶ ἀπέστην ἐξ ἀρχῆς τῆς τῶν πραγμάτων τούτων ζητήσεως, ὅτι μέγαν ἔχουσι κίνδυνον τῆς ψυχῆς. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ Πάτερ ἀγαθέ, ἵνα τοῦ λοιποῦ ἀνανήψω καὶ μεριμνήσω περὶ τοῦ κλαυθμοῦ τῶν ἁμαρτιῶν μου. Καὶ συγχώρησόν μοι ὅτι ἐτόλμησα ταῦτα ἐρωτῆσαι, ἀλλ’ ὡς εἰδότες τὰ πάντα ἐπιτρέψατέ μοι εἰπεῖν.

Ἀπόκρισις Βαρσανουφίου· Ἄδελφε, προέγραψά σοι, ὅτι ἄκαιρον ἀδολεσχίαν ἔσπειρεν ἐν σοὶ ὁ διάβολος. Ὁ καιρός σου γάρ ἐστι κλαῦσαι καὶ πενθῆσαι τὰς ἁμαρτίας σου. Ἀλλ’ ὅμως ἵνα μὴ ἀφῶ σε τοῖς λογισμοῖς, εἰ μαθεῖν θέλεις περὶ τῆς ἀναστάσεως, εἰ πιστεύεις τοῖς προφήταις, ἔδειξεν ἡμῖν ὁ Θεὸς τὴν ἀνάστασιν πῶς ἔσται, διὰ Ἰεζεκιὴλ τοῦ προφήτου, πῶς συνήχθη ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ φλέβες καὶ δέρμα καὶ νεῦρα, καὶ οὕτως ἀνέστησαν.

Καὶ ὁ Ἀπόστολος εἰδὼς ὅτι ἐγειρόμεθα τοῖς σώμασιν, ἐδίδαξε λέγων· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.» Μὴ πλανηθῇς, σὺν τοῖς ὀστέοις καὶ νεύροις καὶ θριξὶ τὰ σώματα ἐγείρονται, καὶ οὕτως ἔσονται εἰς τὸν αἰῶνα, ἀλλ’ ὅμως φωτεινότερα καὶ ἐνδοξότερα κατὰ τὴν φωνὴν τοῦ Κυρίου λέγοντος· «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Τὴν δόξαν προστίθησιν τοῖς σώμασιν, οἷόν τι λέγω, ὡς ἄνθρωπος εἰσερχόμενος εἰς τὸν βασιλέα παγανὸς καὶ ποιεῖ αὐτὸν στρατηλάτην, καὶ ἐξέρχεται δεδοξασμένος. Οὐχὶ ὁ αὐτός ἐστι; Μὴ τὸ σῶμα ἠλλάγη; Ἢ ὡς ἄνθρωπος διάκονος ἄφνω χειροτονηθεὶς ἐπίσκοπος, καὶ εὑρίσκεται παραχρῆμα δεδοξασμένος. Οὕτως καὶ ὧδε. Καὶ τί γάρ; Ὥς εἰσιν ἄρτι ἄνθρωποι ἐν τῷ σώματι, οὐ γίνονται θεοφόροι; Καὶ πῶς εἶδε Μωϋσῆς τὸν Κύριον; πρὸ αὐτοῦ δὲ Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Στέφανος ἐν ταῖς Πράξεσι καὶ οἱ λοιποί;

Μὴ ἀσώματοι ἦσαν; Οὕτως ἔσται καὶ ἐν τῇ ἀναστάσει, ταῦτα μὲν τὰ σώματα, ἄφθαρτα δὲ καὶ ἀθάνατα καὶ ἐνδοξότερα. Διὰ τοῦτο λέγει ὁ Ἀπόστολος περὶ τοῦ ἀνθρωπείου σώματος· «Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ, σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν.» Ταῦτα λέγει, ὅτι πολλοὶ τῶν ἁγίων οὔκ εἰσι φανεροὶ τοῖς ἀνθρώποις, ἀλλὰ καὶ μᾶλλον ἄτιμοι ἐν ὀφθαλμοῖς αὐτῶν. Καὶ ὅταν λάβωσιν ἐκεῖ τὴν δόξαν ὡς χειροτονίαν, φανεροῦνται πᾶσιν ὅτι πνευματικοί εἰσι. Διὰ τοῦτο λέγει· «Σπείρεται σῶμα ψυχικόν» παρὰ ἀνθρώποις, «Ἐγείρεται σῶμα πνευματικόν», ἔνδοξον, καὶ θαυμάζουσι πάντες. Τοῦτο δὲ λέγει ὁ Ἀπόστολος «ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ εἶναι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ», ἐπειδὴ φωτοειδῆ ποιεῖ αὐτὰ κατὰ τὸ σῶμα αὑτοῦ, ὡς εἶπεν ὁ Ἀπόστολος Ἰωάννης ὅτι «Ὅταν φανερωθῇ, τότε ὅμοιοι αὐτῷ ἐσόμεθα.» Ὅτι φῶς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ αὐτοὶ υἱοὶ Θεοῦ εἰσι κατὰ τὸν Ἀπόστολον, καὶ υἱοὶ φωτός.

Κατὰ τοῦτο λέγει ὅτι μετασχηματίσει. Περὶ δὲ τοῦ λέγειν «Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», πρῶτον μάθε τίνι ἔγραψε ταῦτα· Κορινθίοις, καὶ ἀκμὴν ὁ ἑλληνισμὸς ἦν. Καὶ ἔθος ἦν παρά τισι τῶν Ἑλλήνων οὕτως, ὅτε ἤρχετο ὁ υἱὸς τοῦ βασιλέως αὐτῶν εἰς ἡλικίαν, ἠγείρετο καὶ ἐφόνευε τὸν ἴδιον πατέρα. Καὶ ἵνα μή, δεχόμενοι τὸ κήρυγμα τῆς πίστεως τοῦ Ἀποστόλου, ἔχωσι καὶ κατὰ τὸ ἔθος αὑτῶν καὶ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τὸ αὐτὸ ὑπολαβεῖν, ἐξώρισε τὴν κοινωνίαν ταύτην ἀπ’ αὐτῶν, λέγων αὐτοῖς· «Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα». Ἀλλ’ «ὅταν οἱ ἐχθροὶ αὐτοῦ δεδεμένοι ὑπὸ τοὺς πόδας αὐτοῦ ἔρχωνται», τὸν διάβολον λέγει, καὶ τὰς δυνάμεις αὐτοῦ καὶ τοὺς ἐξακολουθοῦντας τοῖς αὐτῶν θελήμασι. Διὰ τοῦτο ἆρα ἔλεγεν ὁ Ἀπόστολος· «Οὔπω θεωροῦμεν τὰ πάντα ὑποτεταγμένα αὐτῷ.» Ἕως πότε; Ἕως ἂν ἥξουσιν οἱ ἄγγελοι τοῦ Θεοῦ καὶ Πατρὸς τοῦ εἰπόντος αὐτῷ· «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Τούτους τοὺς ἐχθροὺς εἰς τὴν κρίσιν ἄγει τοῦ Υἱοῦ τοῦ Θεοῦ· «Ὁ γὰρ Πατήρ φησιν, οὐδένα κρίνει, ἀλλ’ ὅλην τὴν κρίσιν δέδωκε τῷ Υἱῷ.»

Καὶ ἵνα μάθῃς πῶς παραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ἄκουσον· Ὁ Υἱὸς τοῦ Θεοῦ σαρκωθεὶς ἦλθε καλέσαι καὶ ἁγιάσαι διὰ τοῦ ἁγίου αὑτοῦ αἵματος «ἔθνος ἅγιον, λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων, βασίλειον ἱεράτευμα.» Καὶ νόησον· Μεθ’ ὃ ὑποτάσσονται αὐτῷ οἱ ἐχθροὶ αὐτοῦ καὶ κρινεῖ αὐτούς, καὶ αὐτὸς ὡς τύπος ὑποταγῆς, παραδίδωσι τὴν βασιλείαν ἣν περιεποιήσατο, τὸν λαὸν τὸν ἅγιον, τῷ Θεῷ καὶ Πατρί, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ ἔδωκάς μοι.» Καὶ ἵνα μάθῃς τὴν ἰσότητα, ὁ Πατὴρ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ πᾶσαν, καὶ ὁ Υἱὸς οὓς ἐκάλεσε δέδωκε τῷ Πατρί. Καὶ οὕτως ὁ λόγος πληροῦται τὸ «Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Περὶ δὲ τῶν αἰώνων ὧν λέγει ὅτι εἶπεν ὁ Ἐκκλησιαστής, γίνωσκε ὅτι πᾶς χρόνος ἀνθρώπου αἰὼν αὐτοῦ ἐστι, διὰ τοῦτο οὐκ εἶπεν ὅτι ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς πρὸ τοῦ κόσμου τούτου, ἀλλ’ ἐν τοῖς αἰῶσι τοῦ κόσμου τούτου τοῖς ἔμπροσθεν ἡμῶν. Καὶ εἰ θέλεις μαθεῖν ὅτι οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι διαστρέφουσι τὰς Γραφὰς καὶ ἀλληγοροῦσι κατὰ τὴν διδασκαλίαν τοῦ διαβόλου, ὁ Ἀπόστολος εἶπε· «Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.» Περὶ γαστριμαργίας καὶ ἀδιαφορίας καὶ ἀσωτίας λέγει, ὥστε οὖν κατήργησε τὰ βρώματα καὶ τὴν κοιλίαν ἀπὸ τῶν ἁγίων.

Εἰδὼς οὖν ὁ Ἀπόστολος ὁ τοῦτο εἰπών, πῶς εἶπεν ὅτι διὰ τὰ πάθη λέγει, καὶ ὅτι κατήργησεν ὁ Κύριος ἀπ’ αὐτοῦ καὶ τῶν κατ’ αὐτόν, ἤρξατο λέγειν· «Οὔτε ἐὰν φάγωμεν κατακρινόμεθα, οὔτε ἐὰν μὴ φάγωμεν δικαιούμεθα.» Ἡ δύναμις δὲ τοῦ ῥητοῦ οὕτως ἔχει.

Περὶ δὲ τοῦ μέλλοντος οὕτως εἶπεν ὁ Θεὸς ὅτι ἶσοι ἔσονται οἱ ἄνθρωποι τοῖς ἀγγέλοις, μὴ τρώγοντες, μὴ πίνοντες, μηδὲ ἐπιθυμοῦντες, καὶ ἀδυνατεῖ αὐτῷ οὐδέν. Ἔδειξε γὰρ αὐτῷ διὰ τοῦ Μωϋσέως ὅτι ἐποίησε τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Καὶ ὁ ποιήσας τοῦτο δύναται ποιῆσαι καὶ ὅλα τὰ ἔτη τοῦ αἰῶνος τὸ οὕτως εἶναι τὸν ἄνθρωπον. Εἰ δὲ ληρεῖ τις καὶ λέγει ὅτι ὕστερον ἔφαγε, καὶ περὶ τοῦ Σωτῆρος οὕτως ὑπόδειγμα ἐκ μέρους τῶν μελλόντων ἔδειξε, καθὼς καὶ περὶ τῆς ἀναστάσεως, ὅτι ἀνέστησε νεκρούς, καὶ διὰ τῶν ἀποστόλων, δεικνύων ἡμῖν ὅτι ἔσται ἀνάστασις. Καὶ εἰ μετὰ ταῦτα ἀπέθανον, οὐκ ὀφείλομεν ἀπιστῆσαι τῇ ἀναστάσει. Ἀλλ’ ὅμως λέγει· «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Τί ἔχεις εἰπεῖν πρὸς τοῦτο εἰ μὴ διαστρέψαι αὐτὸ ὡς καὶ τὰς λοιπὰς Γραφάς;

Περὶ δὲ τοῦ «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν», σάρκα καὶ αἷμα λέγει τὴν ἀκαθαρσίαν καὶ πορνείαν καὶ τὰ θελήματα. Καὶ θέλεις μαθεῖν ὅτι ἐν σώματι ἄνθρωποι ὄντες γίνονται πνευματικοί; Ἄκουσον τοῦ Κυρίου λέγοντος τῷ Νικοδήμῳ· «Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν», ὕστερον εἶπεν· «Ἐξ ὕδατος καὶ πνεύματος.» Καὶ γεννώμενοι ἐκ πνεύματος, πνευματικοί εἰσιν. Καὶ πάλιν λέγει· «Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν», καὶ «Ὁ Θεὸς πνεῦμά ἐστιν.» Ὡς οὖν εἰσιν ἐν πνεύματι, ἐγένοντο πνευματικοί, γεννηθέντες ὑπὸ τοῦ Θεοῦ, κἀκεῖ ἀδυνατεῖ ποιῆσαι αὐτοὺς πνευματικούς;

Τὸ δὲ «Οὐ μὴ ἐξέλθῃ ἐκεῖθεν ἕως οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην» Καὶ πόθεν ἀποδίδωσι; Σημαίνων τὴν κόλασιν αὐτῶν τὴν αἰώνιον, τοῦτο εἶπεν· Οὐ μὴ ἐξέλθῃ. Ἐὰν βληθῇ πτωχὸς χρεώστης εἰς φυλακήν, καὶ παραγγελθῇ ὑπὸ τοῦ ἄρχοντος μὴ ἐξελθεῖν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον χρέος, κρῖναι ἔστι πάντως· Ἐξέρχεται; Οὐκ ἔστιν οὕτως.

Μὴ πλανηθῇς ὡς ἄφρων. Οὐδεὶς ἐκεῖ προκόπτει, ἀλλ’ εἴ τι ἔχει τις, ἔνθεν ἔχει, εἴτε καλόν, εἴτε σαπρόν, ἢ τερπνόν. Ἄφες λοιπὸν τὰς μωρολογίας αὐτὰς καὶ μὴ ἐξακολουθήσῃς τοῖς δαίμοσι καὶ τῇ αὐτῶν διδασκαλίᾳ, ἅπαξ γὰρ λαμβάνουσι καὶ ἅπαξ καταφέρουσι κάτω. Ταπεινώθητι οὖν ἐνώπιον τοῦ Θεοῦ, κλαίων τὰς ἁμαρτίας σου καὶ πενθῶν τὰ πάθη σου. Μνήσθητι τῆς Γραφῆς λεγούσης· «Καὶ νῦν Ἰσραήλ», καὶ πάλιν «Καὶ νῦν ἠρξάμην.» Πρόσχες ἑαυτῷ. Λοιπὸν ὁ Θεὸς συγχωρήσει σοι ποῦ κλίνει τῷ ἐξερευνᾶν ἡ καρδία σου.