Τί γὰρ ἔπαθες, εἰπέ μοι, ἵνα οὕτω χαυνωθῇς; Μνημόνευε τί λέγει ὁ Ἀπόστολος· «Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι καὶ ἐκλέλυσθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱὲ μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος, ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἆρα νόθοι ἐστὲ καὶ οὐχὶ υἱοί.» Ἐὰν μετ’ εὐχαριστίας φέρῃς τὴν θλῖψιν, ἐγένου υἱός. Ἐὰν δὲ χαυνωθῇς, ἐγένου νόθος. Δέομαί σου τέκνον, ὁ Γέρων τοῦ νεωτέρου, ὁ παλαιωθεὶς ἐν τῷ σχήματι, κἂν μηδὲν ἐχρησίμευσα, τοῦ νεωστὶ κουρευθέντος. Καὶ μὴ εἴη εἰς κενόν, Κύριε Ἰησοῦ Χριστέ, μηδὲ εἰς μάτην! Νῆψον, ἐξυπνίσθητι ἀπὸ τῆς μέθης τοῦ βαρυτάτου ὕπνου, διεγέρθητι μετὰ τοῦ Πέτρου καὶ τῶν λοιπῶν ἀποστόλων κράζων τῷ Σωτῆρι τῶν ἁπάντων Χριστῷ λαμπρᾷ τῇ φωνῇ· «Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα.» Καὶ πάντως ἔλθῃ καὶ πρὸς σέ, καὶ ἐπιτιμᾷ τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ παύει τὸν κλύδωνα ἀπὸ τοῦ πλοίου σου, τὸν χειμῶνα λέγω ἀπὸ τῆς σῆς ψυχῆς.