Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Τελικές νουθεσίες περί μετανοίας, υπακοής και της μεσιτείας των αγίων

Τελικές πρακτικές συμβουλές του Βαρσανουφίου για την αντίσταση στους λογισμούς, τη διαχείριση των όρκων εν οργή, την αξία της ειλικρινούς μετάνοιας και τη σημασία των προσευχών των Πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 22 από 22

Ἄλλος ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα λέγων· Εἰπέ μοι Πάτερ, ἰδοὺ βλέπω τινὰ ποιοῦντα πρᾶγμα, καὶ διηγοῦμαι αὐτό τινι, καὶ λέγω ὅτι οὐ κατακρίνω αὐτόν, ἀλλὰ μόνον λαλοῦμεν. Ἆρα οὐκ ἔστι καταλαλιὰ ἐν τῷ λογισμῷ;

Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν ἔχῃ κίνησιν ἐμπαθῆ καταλαλιά ἐστιν. Ἐὰν δὲ ἐλεύθερός ἐστιν ἀπὸ πάθους, οὐκ ἔστι καταλαλιά, ἀλλ’ ἵνα μὴ αὐξηθῇ τὸ κακὸν λέγει. Ἐρώτησις· Τί ἐστι τὸ «Μετὰ στρεβλοῦ διαστρέψεις;» Ἀπόκρισις·

Εἶπεν ὁ Κύριος· «Ἐάν τις σὲ ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Οὕτω δεῖ διαστρέφειν μετὰ στρεβλοῦ. Ἐρώτησις· Τί ἐστι «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί;» Ἀπόκρισις·

Ὁ γὰρ τὸ τοῦ ὄφεως φρόνιμον περὶ τὸ κακὸν τῷ τῆς περιστερᾶς ἀκεραίῳ περὶ τὸ καλὸν ἀναμίξας, οὔτε τὸ φρόνιμον ἐάσει κακοῦργον γενέσθαι, οὔτε τὸ ἁπλοῦν ἀνόητον. Ἐρώτησις· Τίνες οἱ ἁμαρτίαν καὶ τὸ κακὸν κατὰ προαίρεσιν ἔχοντες καὶ τίνες οἱ παρὰ προαίρεσιν;

Ἀπόκρισις· Οἱ κατὰ προαίρεσιν ἔχοντες τὸ κακὸν οὗτοί εἰσιν οἱ τὸ ἑαυτῶν θέλημα ἐπιδιδόντες τῇ κακίᾳ, καὶ συνηδόμενοι καὶ συμφιλιάζοντες· Οὗτοι εἰρήνην ἔχουσι μετὰ τοῦ Σατανᾶ καὶ οὐ ποιοῦσι πόλεμον μετ’ αὐτοῦ ἐν τοῖς λογισμοῖς.

Οἱ δὲ παρὰ προαίρεσιν ἔχοντες τὸ κακόν, οὗτοί εἰσιν οἱ τὴν ἐναντίαν δύναμιν ἔχοντες ἀντιστρατευομένην ἐν τοῖς μέλεσιν αὑτῶν κατὰ τὸν Ἀπόστολον. Καὶ ἔστιν ἡ ὁμιχλώδης δύναμις καὶ τὸ κάλυμμα, ἀλλ’ ἐν τοῖς λογισμοῖς οὔτε συμφωνοῦσιν, οὔτε συνήδονται, οὔτε ὑπακούουσιν, ἀλλ’ ἀντιλέγουσιν, ἀντιπράττουσιν, ἀντιφθέγγονται, ἀντιπίπτουσιν, ὀργίζονται ἑαυτοῖς. Οὗτοι πολύ εἰσι καλλίονες καὶ τιμιώτεροι παρὰ τῷ Θεῷ παρ’ ἐκείνους τοὺς ἰδίᾳ προαιρέσει τὸ θέλημα αὑτῶν ἐπιδιδόντας τῇ κακίᾳ καὶ συνηδομένους.

Ἐρώτησις· Τί ἐστιν ὃ εἶπεν ὁ Κύριος τῇ Σαμαρείτιδι· «Πέντε γὰρ ἄνδρας ἔσχες καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ;» Ἀπόκρισις· Σαφές ἐστι τὸ ῥῆμα. Νόμος γάρ ἐστι παλαιός, τὰς γυναῖκας ὅσαι δὴ τῷ θανάτῳ τοὺς συνεύνους ἀποβάλλουσιν ἄτεκνοι καταλιμπανόμεναι, ἄχρι τῶν πέντε συνέρχεσθαι ἀνδράσι, μετὰ δὲ τὸν πέμπτον, εἴτε τέκοιεν εἴτε καὶ μή, παύεσθαι. Εἰ δέ τις μετὰ τοὺς πέντε καὶ εἰς ἕκτον συνέλθῃ, μὴ ἄνδρα αὐτὸν εἶναι, ἀλλὰ μοιχόν, ὡς παρὰ τὸν νόμον συνερχόμενον. Ὃ δὴ καὶ ἐπὶ ταύτῃ συνέβη τῇ γυναικί.

Εἰ δὲ καὶ μυστικώτερόν τις ἐθέλει τοῦτο εἰπεῖν, τοὺς πέντε νομίμους ἄνδρας τὰς φυσικὰς αἰσθήσεις εἴποι, τὴν ὅρασιν, τὴν ὄσφρησιν, τὴν ἀκοήν, τὴν γεῦσιν, τὴν ἀφήν, δι’ ὧν ἡμῖν πᾶν τὸ παρατυχὸν γινώσκεται τί ἐστι, τὸν δὲ ἕκτον καὶ παράνομον, τὴν ἀπιστίαν ᾗ ἐκεκράτητο ἡ γυνὴ ἐξ ἀγνοίας καὶ παρὰ φύσιν. Ἔφη οὖν αὐτῇ ὁ Χριστὸς ὅτι «Ἀληθῶς εἶπας, πέντε γὰρ ἄνδρας ἔσχες», ὡσανεὶ «Τὰς πέντε σου αἰσθήσεις ὡς ἄνδρας ἔσχες ὑποτασσούσας σε καὶ περιαγούσας κατὰ τὸ αὑτῶν θέλημα», οἷον ὅτι «Ἀρκούντως ἐνεπλήσθης τῶν ἐπιθυμιῶν αἵτινες διὰ τῶν φυσικῶν πέντε αἰσθήσεων ἐπεισέρχονται, ἃς καὶ ἤδη ἀπεβάλου διὰ τὴν ἐκ τοῦ γήρους τοῦ σώματος νέκρωσιν, ὃν δὲ νῦν ἔχεις, ἤγουν τὴν ἀπιστίαν, οὐκ ἔστι σου ἀνήρ», τοῦτ’ ἔστιν οὐ φυσικῶς σου κυριεύει, ἀλλ’ ἐπεισάκτως.

Παραίνεσις τοῦ ἁγίου καὶ μεγάλου Γέροντος Βαρσανουφίου πρὸς ἀρχάριον ἀσθενοῦντα καὶ μὴ φέροντα τὴν θλῖψιν τῆς ἀσθενείας· Ἄδελφε, οὐκ ἐκαυχῶντο οἱ ἐργάται ἀπαιτοῦντες παρὰ τοῦ οἰκοδεσπότου τὸν μισθόν, εἰ μὴ εἰς τοῦτο, λέγοντες ὅτι «Ἡμεῖς τὸν καύσωνα τῆς ἡμέρας ἐβαστάσαμεν καὶ τὸ βάρος.» Ὑπομείνωμεν οὖν τέκνον εὐχαρίστως τὴν θλῖψιν, ἵνα ἔλθῃ ἐφ’ ἡμᾶς τὸ ἔλεος τοῦ Θεοῦ πλουσίως, καὶ μὴ ἐκκακήσωμεν καὶ εἰς αἰχμαλωσίαν ἐμπέσωμεν τῆς ἀκηδίας, ἐκ ταύτης γὰρ γίνεται ἡ ἀρχὴ τῆς ἀπωλείας.

Μιμνῄσκου υἱέ, ὅτι «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Τέκνον, ἔστι καὶ ἀσθένεια πρὸς πειρασμὸν καὶ ὁ πειρασμὸς πρὸς δοκιμήν· «Ἀνὴρ γὰρ ἀπείραστος ἀδόκιμος», τὸ δὲ πειρασθὲν ἐν κινδύνοις δόκιμον, ὡς καὶ χρυσὸς ἐν πυρί. Ἡ γὰρ δοκιμὴ φέρει τινὰ εἰς ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Μὴ οὖν χαυνωθῇς μηδὲ παραλύσῃ ὁ ἐχθρὸς τὴν πρόθεσίν σου τὴν κατὰ Θεὸν καὶ μὴ παρασαλεύσῃ σου τὴν εἰς τὴν ἁγίαν Τριάδα πίστιν.

Τί γὰρ ἔπαθες, εἰπέ μοι, ἵνα οὕτω χαυνωθῇς; Μνημόνευε τί λέγει ὁ Ἀπόστολος· «Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι καὶ ἐκλέλυσθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱὲ μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος, ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἆρα νόθοι ἐστὲ καὶ οὐχὶ υἱοί.» Ἐὰν μετ’ εὐχαριστίας φέρῃς τὴν θλῖψιν, ἐγένου υἱός. Ἐὰν δὲ χαυνωθῇς, ἐγένου νόθος. Δέομαί σου τέκνον, ὁ Γέρων τοῦ νεωτέρου, ὁ παλαιωθεὶς ἐν τῷ σχήματι, κἂν μηδὲν ἐχρησίμευσα, τοῦ νεωστὶ κουρευθέντος. Καὶ μὴ εἴη εἰς κενόν, Κύριε Ἰησοῦ Χριστέ, μηδὲ εἰς μάτην! Νῆψον, ἐξυπνίσθητι ἀπὸ τῆς μέθης τοῦ βαρυτάτου ὕπνου, διεγέρθητι μετὰ τοῦ Πέτρου καὶ τῶν λοιπῶν ἀποστόλων κράζων τῷ Σωτῆρι τῶν ἁπάντων Χριστῷ λαμπρᾷ τῇ φωνῇ· «Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα.» Καὶ πάντως ἔλθῃ καὶ πρὸς σέ, καὶ ἐπιτιμᾷ τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ παύει τὸν κλύδωνα ἀπὸ τοῦ πλοίου σου, τὸν χειμῶνα λέγω ἀπὸ τῆς σῆς ψυχῆς.

Καὶ ἀνασπᾷ σε ἐκ τοῦ αἱμοβόρου λέοντος, καὶ τὴν περιστεράν σου ἐκ τῆς κοιλίας τοῦ δράκοντος, καὶ τὸν σπόρον σου ἀπὸ τῆς χαλάζης καὶ τὴν ἐλαίαν σου ἀπὸ σκωλήκων καὶ ἀπὸ πάχνης ὅλα σου τὰ δένδρα, ἵνα δῶσι τοὺς καρποὺς κατὰ καιρὸν αὑτῶν.

Καὶ ὁ σπόρος τῆς γῆς σου δώσει καρπὸν ὥριμον κατὰ τὸν ἀποστολικὸν λόγον· «Ἀνὰ ἑκατόν, καὶ ἀνὰ ἑξήκοντα, καὶ ἀνὰ τριάκοντα.» Πρόσχες, ἄδελφε, τί ὑπέμεινας διὰ τὸ ὄνομα τοῦ Θεοῦ. Ὁ Ἀπόστολος ἠρίθμησεν ὅτι «Οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, λέγων οὕτως· θλῖψις ἢ στενοχωρία, ἢ λιμός, ἢ διωγμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα.» Καὶ μικρὰ ἀσθένεια παρασαλεύει ἡμῶν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ; Μὴ γένοιτο! Ἀλλὰ στερεώθητι τέκνον, καὶ βλέπεις τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν. Πρῶτος γὰρ πειρασμός ἐστιν οὗτος, ἐὰν νικήσῃς αὐτὸν σὺν Θεῷ, οὐκέτι σου κατακυριεύει, ἐὰν δὲ νικήσῃ σε ἐν τούτῳ, εἰς λατρείαν σε φέρει. Τὸ λοιπὸν στῆθι καὶ ὑπόμεινον. Ἔχεις γὰρ ἰδεῖν, ἐὰν σταθῇς, τί ἔσται τὸ ἔλεος τοῦ Κυρίου. Πληροφορηθήτω δὲ ἡ ἀγάπη σου ὅτι οὐ παύομαι νύκτα καὶ ἡμέραν δεόμενος τοῦ Θεοῦ, ἵνα σώσῃ σε καὶ φυλάξῃ πάντας ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Καὶ σπουδή μοί ἐστιν, ἵνα κληρονομήσητε μετὰ τῶν ἁγίων ὡς τέκνα αὐτῶν, «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ζήλωσον ταῦτα, καὶ μακάριος ἔσῃ ἐν Χριστῷ Ἀμήν.

Ἀδελφὸς ἔσφαλε, καὶ ἀκούσας παρὰ τοῦ ἀββᾶ ὅτι Πολλοστὸν μόνον εἰπέ· Συγχώρησον, σκληρυνθεὶς οὐκ εἶπε. Καὶ ποιήσας ὁ ἀββᾶς εὐχὴν μετὰ τριῶν γονυκλισιῶν, μόλις ἔπεισεν αὐτὸν εἰπεῖν· Συγχώρησον. Ἀπερχομένου δὲ τοῦ ἀδελφοῦ εἰς τὸ ἴδιον κελλίον, εἶπεν αὐτῷ ὁ ἀββᾶς· Ἄδελφε, ἐρεύνησον τὴν καρδίαν σου εἰς τὸ κελλίον σου κατὰ σεαυτόν, καὶ εὑρίσκεις πόθεν σοι συνέβη ἡ σκληρότης τῆς καρδίας σου. Ὡς δὲ τοῦτο ἐποίησεν ὁ ἀδελφὸς ἦλθε προσπίπτων καὶ ἐξομολογούμενος τῷ ἀββᾷ, καὶ παρεκάλεσεν ἵνα ἀναγγείλῃ τῷ μεγάλῳ Γέροντι Βαρσανουφίῳ τὸ πρᾶγμα καὶ αἰτήσῃ αὐτὸν ποιῆσαι εὐχὴν περὶ αὐτοῦ.

Ὁ δὲ ἅγιος ἐδήλωσε ταῦτα· Ἄδελφε, πρόσεχε σεαυτῷ. Σὺ ἐζήτησας τοῦ σπαρῆναί σου τὸ χωρίον παρ’ ἐμοῦ, οὐδείς σε ἠνάγκασε. Βλέπε μὴ ἐάσῃς σπαρῆναι ἐν τῷ σίτῳ σου ὑπὸ τοῦ διαβόλου ζιζάνια, τὴν βρῶσιν λέγω τοῦ πυρός. Ἐγώ σοι λέγω, σὺ ἠρώτησάς με περὶ τῶν σῶν λογισμῶν. Οἱ Πατέρες λέγουσιν ὅτι Ἐὰν ἐρωτᾷ τις, ἕως θανάτου ὀφείλει φυλάξαι, καὶ εἴ τις οὐ φυλάττει, εἰς ἀπώλειαν ἔσται. Κακοὺς καὶ δεινοὺς ἔχεις ἐμφωλεύοντας ἐν τῇ καρδίᾳ σου λογισμούς. Τί λογίζῃ θανατηφόρους λογισμούς, ἃ οὐκ ἔστιν, ἀλλ’ ὁ διάβολός ἐστιν ὁ ποιῶν σοι τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, καὶ τὰ πικρὰ γλυκέα σοι δεικνύων καὶ τὰ γλυκέα πικρά.

Τὴν ζωὴν βλέπεις θάνατον καὶ τὸν θάνατον ζωήν. Περιέρχεται γὰρ ὠρυόμενος ὁ ἐχθρὸς θέλων σε καταπιεῖν ζῶντα, καὶ οὐ συνιεῖς ὅτι εἰ μὴ ἡ χεὶρ τοῦ Θεοῦ καὶ ἡ εὐχὴ τῶν ἁγίων ἐσκέπασέ σε, εἰς ἀπώλειαν καὶ πλάνην αὐτοῦ εἶχες ἐμπεσεῖν. Καὶ ἀποβάλλεις τὰ θεῖα λόγια, τὰ λαλούμενά σοι ὑπὸ τοῦ ἀββᾶ σου εἰς ὠφέλειαν καὶ σωτηρίαν τῆς ψυχῆς σου, ἵνα μηδέποτε ἔλθῃς εἰς ἐπίγνωσιν ζωῆς.

Καὶ οἵους κόπους ποιεῖ ὑπὲρ σοῦ ὡς ὑπὲρ τῆς ἰδίας αὑτοῦ ψυχῆς, παρακαλῶν τοὺς ἁγίους τὸ αὐτὸ ὑπερεύξασθαί σου, ὅπως ἐξειλήσῃς ἐκ τῶν παγίδων τοῦ διαβόλου καὶ τοῦ θανάτου καὶ σωθῇς εἰς τὴν τοῦ Κυρίου νοσσιάν. Καὶ οὕτω μὲν κοπιᾷ ὑπὲρ σοῦ. Σὺ δὲ οὐκ ὀφείλεις φυλάξαι τοὺς λόγους αὐτοῦ ὡς κόρην ὀφθαλμοῦ καὶ ἔχειν αὐτὸν ὑπὲρ τὴν ψυχήν σου; Ἀλλὰ χυδαῖος ἐγένου χορτασθεὶς ἀπὸ τῆς συνουσίας αὐτοῦ τῆς πάντοτε ἧς οὐκ ὤφειλες ἔχειν κόρον, ἀλλ’ εὔξασθαί σε ἔδει τοῦ καταξιωθῆναι αὐτῆς. Καὶ ἵνα μὴ εἴη σοι εἰς κρῖμα τὸ εἶναι σὺν αὐτῷ πάντοτε, καὶ ποιεῖν τὸ ἐντελλόμενον παρ’ αὐτοῦ μετὰ σπουδῆς καὶ μεγάλου φόβου καὶ τρόμου, ἵνα ἔλθῃ ἐπὶ σὲ δι’ αὐτοῦ εὐλογία παρὰ τοῦ Θεοῦ καὶ λυτρωθῇς ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ. Μὴ πληρωθῇ καὶ περὶ σοῦ ὅτι «Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.» Καὶ μὴ πληρωθῇ εἰς σέ· «Οὐαί σοι Χωραζίν, οὐαί σοι Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γινόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.» Καὶ μὴ ἀκούσῃς καὶ σύ· «Ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.» Τί πολλάκις πειράζεις σεαυτόν, ἀφ’ ἑαυτοῦ κινῶν λόγους πρός τινας καὶ οὐ βαστάζεις εἴ τι λέγουσιν; Ἀλλ’ ἀπὸ φθόνου καὶ βασκανίας τυφλοῦταί σου ἡ καρδία, καὶ φέρεις σεαυτῷ ταραχήν.

Καὶ πολλάκις προσέκοψας καὶ ἔκλασάς σου τὴν ὄψιν, καὶ οὐκ αἰσχύνεται τὸ χαλκομέτωπόν σου, καὶ οὐ κάμπτεταί σου ὁ σιδηροτράχηλος, καθὼς καὶ παρὰ τοῦ ἀδελφοῦ Ἰωάννου ἐρρέθη σοι. Τίς δὲ ἐχρήσατο τούτοις καὶ ἐσώθη; Κάϊν ἀπ’ ἀρχῆς ἐχρήσατο, καὶ ἐδέξατο τὴν κατάραν ἐκ χειρὸς Κυρίου. Καὶ μετ’ αὐτὸν οἱ γίγαντες, καὶ ἐπνίγησαν εἰς τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Ὁ Χὰμ καὶ Ἡσαῦ, καὶ ἀπεβλήθησαν ἐκ τῶν ἁγίων εὐλογιῶν.

Ὁ Φαραὼ ἐσκληρύνθη καὶ κατέπιεν αὐτὸν τὸ ὕδωρ τῆς ἐρυθρᾶς θαλάσσης εἰς καταποντισμὸν καὶ τοὺς μετ’ αὐτοῦ. Οἱ περὶ τὸν Δαθὰν ἀντέστησαν τῷ Μωϋσῇ, καὶ κατέπιεν αὐτοὺς ἡ γῆ, καὶ τοὺς οἴκους αὐτῶν. Καὶ εἰ τοὺς τῷ ἱερεῖ ἀνθεστηκότας καταπίνει ἡ γῆ, ὡς ἡ Γραφὴ λέγει, πῶς σὺ ἐτόλμησας ἀντιστῆναι τῷ λέγοντί σοι εἰπεῖν «Συγχώρησον» καὶ οὐκ ἔλεγες; Καὶ ἀπηλλοτρίωσας ἑαυτὸν τῆς τοῦ Θεοῦ ταπεινώσεως καὶ τῶν λογίων τῶν Πατέρων, λεγόντων· «Ἐν παντὶ πράγματι χρῄζομεν τῆς ταπεινώσεως, ἕτοιμοι ὄντες ἐν παντὶ ἔργῳ καὶ λόγῳ λέγειν·

Συγχώρησον.» Καὶ ἤκουσας ποσάκις καὶ οὐκ εἶπας; Ἀλλὰ καὶ ὃ εἶπας ἔσχατον, οὐκ ἦν ἀλήθεια, βεβιασμένον γάρ, καὶ οὐ μετὰ μετανοίας καὶ κατανύξεως εἶπας. Ἕως πότε σκληροτράχηλος εἶ καὶ ἀπερίτμητος τῇ καρδίᾳ; Βλέπε ὅτι οὐδεὶς σκληρός ἐστι. Τί οὖν δίδως χεῖρα καὶ δύναμιν τῷ διαβόλῳ πρὸς ἀπώλειαν τῆς ψυχῆς σου; Λοιπὸν νῆψον, ἄδελφέ μου, γρηγόρησον, ἐξυπνίσθητι ἀπὸ τοῦ βαθυτάτου ὕπνου καὶ τῆς κατεχούσης σε μέθης ἄνευ οἴνου. Ποῦ ἡ ταπείνωσις; Ποῦ ἡ ὑπακοή; Ποῦ τὸ κόψαι τὸ θέλημα ἐν πᾶσιν; Ἐὰν γὰρ εἰς ἓν κόπτῃς σου τὸ θέλημα καὶ εἰς ἓν οὐ κόπτῃς, φανερόν ἐστιν ὅτι καὶ εἰς ὃ ἔκοψας, πάλιν ἄλλο θέλημα εἶχες. Ἐν πᾶσι γὰρ ὑποτάσσεται ὁ ὑποτασσόμενος, καὶ ὁ τοιοῦτος ἀμεριμνεῖ περὶ τῆς ἑαυτοῦ σωτηρίας, ὡς ἄλλου ὑπὲρ αὑτοῦ ἀπολογουμένου, ᾧ ὑπετάγη καὶ ἐπίστευσεν ἑαυτόν. Εἰ θέλεις οὖν σωθῆναι καὶ ζῆσαι ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, φύλαξον ταῦτα καὶ δίδωμι τῷ Θεῷ λόγον ὑπὲρ σοῦ, ἄδελφε. Εἰ δὲ ἀμελεῖς, σὺ ὄψει. Τὴν ἐλπίδα μὴ κόψῃς, αὕτη γὰρ χαρά ἐστιν τοῦ διαβόλου. Τὸν ἀββᾶν ἐποίησα δέξασθαί σε εἰς τὸν κόλπον αὐτοῦ καθὼς ἦς, ἐναρκίασε γὰρ ἀπὸ τῆς ἀπειθείας σου καὶ ἀνηκοΐας σου καὶ ἔπεισα αὐτὸν δέξασθαί σε ἐν φόβῳ Θεοῦ, ὡς υἱὸν γνήσιον καὶ οὐχ ὡς νόθον. Καὶ σὺ κατὰ φόβον Θεοῦ πίστευσον ἑαυτὸν αὐτῷ κατὰ πάντα.

Καὶ μαρτυρεῖ μοι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ὅτι βαστάζω σου τὴν φροντίδα ὅλην ἐνώπιον αὐτοῦ, καὶ παρ’ ἐμοῦ ζητήσει τὸ αἷμά σου, ἐὰν μὴ ἀκυρώσῃς μου τοὺς λόγους.

Ἀπὸ τῆς σήμερον οὖν βάλε ἀρχήν, βοηθούμενος ὑπὸ τῆς χειρὸς τοῦ Θεοῦ. Ἰδοὺ νέος γέγονας, φύλαξον σεαυτὸν καὶ μὴ πρόσχῃς μωρολογίαις καὶ φιλίαις ἀνωφελέσιν. Ὁ Κύριος δώῃ σοι σύνεσιν καὶ δύναμιν τοῦ ἀκοῦσαι καὶ ποιῆσαι. Καὶ εἴ τι θέλεις ἐρωτᾶν ἀπὸ καιροῦ εἰς καιρόν, οὐ μὴ ὀκνήσω ἀποκριθῆναί σοι ὃ δίδει ὁ Θεὸς εἰς τὸ στόμα μου πληροφορῶν τὴν σὴν καρδίαν τί εἰπεῖν σοι πρὸς σωτηρίαν τῆς ψυχῆς σου, ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.

Ὁ αὐτὸς ἀδελφὸς ἔτι παρακούσας τοῦ ἀββᾶ, καὶ ἐρωτήσας τὸν μέγαν Γέροντα, εἰ συμφέρον ἐστὶ φυλάξαι τινὰ τὰ ἐν ὅρκῳ λαλούμενά τινι ἐν τῇ ὥρᾳ τοῦ θυμοῦ αὐτοῦ ἢ μετανοῆσαι καὶ μὴ τὰ τοῦ ὅρκου πρᾶξαι, ἀπεκρίθη αὐτῷ ὁ Γέρων ταῦτα·

Εἶπεν ὁ Κύριος τῷ Μωϋσῇ· «Κατάβηθι τὸ τάχος, ἠνόμησε γὰρ ὁ λαός, ὃν ἐξήγαγες ἐκ τῆς γῆς Αἰγύπτου, ἐξετράπησαν γὰρ ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς, καὶ ἰδοὺ ἐποίησαν μόσχον καὶ προσκυνοῦσι τῷ εἰδώλῳ.» Πῶς ταλαίπωρε, ἐξηπατήθης διὰ τάχους ἀπὸ τῆς ὑπακοῆς, ἧς ἀπαλλοτριῶσαί σε ὁ διάβολος θέλει καὶ μαίνεται κατὰ σοῦ;

Οὐ τοῦτ’ ἔστιν ὃ εἶπόν σοι, ὅτι ἀνόητος εἶ καὶ ἀπερίτμητος τῇ καρδίᾳ; Ποῦ ἔρριψάς μου τοὺς λόγους; Τί σπεύδεις ἐμπεσεῖν εἰς τὸν βόθρον τοῦ διαβόλου; Τί τυφλώνει σε ὁ ἐχθρὸς περὶ ὧν ἤκουσας; Οὐκ ἐνετάλθης παραδοῦναι σεαυτὸν εἰς χεῖρας Θεοῦ καὶ εἰς τὰς χεῖρας τοῦ ἀββᾶ σου; Οὐκ ἤκουσας ὅτι θέλει τὴν σωτηρίαν τῆς ψυχῆς σου ὡς τὴν ὠφέλειαν τῆς ψυχῆς αὑτοῦ; Καὶ οὐκ ὤφειλες παρακοῦσαι αὐτοῦ, εἰ εἶπέ σοι φόνον ποιῆσαι διὰ τὴν ὠφέλειαν μάλιστα τῶν ἀδελφῶν, ἣν διὰ δικαιώματος ἀπόλλει ἀπὸ σοῦ ὁ Σατανᾶς, ἵνα μήτε σὺ ὠφεληθῇς, μήτε ἄλλος διὰ σοῦ. Καὶ θέλεις λαβεῖν τὸ οὐαὶ τῶν Φαρισαίων καὶ τοῦ σκοποῦ τοῦ Ἰεζεκιὴλ περὶ τῆς ἐπερχομένης ῥομφαίας. Ἔστω! Σὺ οὐ δύνασαι ὠφελῆσαί τινα, διὰ τί οὐ λέγεις τῷ δυναμένῳ; Τί ἐγένου ταχὺ ὡς κύων «ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα», καὶ ὡς ὗς ἐπὶ κύλισμα βορβόρου, οὕτως καὶ σὺ ἐπὶ τὴν σκληροκαρδίαν σου μένων ἀκαμπής; Ἐνετείλατό σοι πάντως εἰπεῖν τὰ γινόμενα κἂν ἡ ἁμαρτία αὐτοῦ ἐστι καὶ παροξύνεις αὐτὸν ὡς ὁ λαὸς τὸν Μωϋσέα. Αἰσχύνθητι λοιπόν, ἀπόθου σου τὴν πάλαι συνήθειαν καὶ ἐπίστρεψον καὶ δέχεταί σε ὁ Θεός, ἐλεήμων γάρ ἐστι. Καὶ μὴ πρόσχῃς ἀνθρωπαρεσκείαις, ἐπεὶ ἀπόλλῃ καὶ οὐ γίνῃ δοῦλος Θεοῦ. Πρόσεχε σεαυτῷ ἄθλιε καὶ φοβοῦ τὸν Θεόν.

Ἐν δὲ τῇ ὀργῇ τοῦ θυμοῦ σου οὐ συμφέρει σοι φυλάξαι τὰ ἐν ὅρκῳ ῥηθέντα καὶ παραβῆναι τὴν ἐντολὴν τοῦ Θεοῦ λέγοντος· «Οὐ φονεύσεις.» Κρεῖττον γάρ ἐστι μετανοῆσαι Θεῷ ὑπὲρ τοῦ μεθ’ ὅρκου λαληθέντος ποιῆσαι καὶ μὴ ποιῆσαι, καὶ μὴ ἐμπεσεῖν εἰς τὴν κατάκρισιν Ἡρῴδου, ὃς διὰ τὸ στῆσαι τὸν ἀσεβῆ αὑτοῦ ὅρκον, ἀπέτεμε τὴν κεφαλὴν Ἰωάννου τοῦ Προδρόμου, καὶ ἐξέπεσε τῆς αἰωνίου ζωῆς, καὶ παρεδόθη τῇ πικρᾷ καὶ ἀτελευτήτῳ κολάσει. Ἀλλὰ μᾶλλον συμφέρει μετανοῆσαι καὶ αἰτῆσαι παρὰ τοῦ Θεοῦ συγχώρησιν τοῦ ταύτην παρασχεῖν δυναμένου. Μακάριος γὰρ ἂν ἦν καὶ Ἡρῴδης εἰ τοῦτο ἐποίησε. Μὴ ποιήσας δέ, ἐγένετο τρισάθλιος καὶ ἐπικατάρατος εἰς τὸν αἰῶνα. Καὶ ὁ Πέτρος δὲ ὁ κορυφαῖος τῶν ἀποστόλων, ὤμοσεν ἐκ τρίτου καὶ ἀνεθεμάτισε μὴ γινώσκειν τὸν Σωτῆρα, ἀλλὰ μεταγνοὺς ἐν πικροτάτῳ κλαυθμῷ καὶ γνησίᾳ μετανοίᾳ, ἔλυσεν ἑαυτοῦ τὴν ἁμαρτίαν, καὶ προσεδέχθη παρὰ τοῦ φιλανθρώπου Δεσπότου, Χριστοῦ καὶ Σωτῆρος. Καὶ οὐ μόνον χαρᾶς ἠξιώθη τοῦ ἀγγέλου εἰπόντος ταῖς γυναιξίν· «Εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ...», ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος ἀντὶ τῶν τριῶν ἀρνήσεων, τρίτον ἠρώτησεν αὐτόν, λέγων· «Ἀγαπᾷς με Πέτρε;» δεικνύων αὐτῷ ὅτι διὰ τῆς καλῆς μετανοίας ἐθεραπεύθη αὐτοῦ ἡ τῶν τριῶν ἀρνήσεων ἁμαρτία. Μηκέτι οὖν ὀμόσῃς παραβαίνων τὴν ἐντολὴν τοῦ Θεοῦ. Ἐὰν δὲ εἰς τοῦτο ἁμαρτήσῃς, μὴ δυσχεράνῃς μετανοῆσαι.

Καὶ γὰρ καὶ ὁ Πέτρος ἐὰν ἔστησεν ἑαυτοῦ τὸν ὅρκον μὴ γινώσκειν τὸν ἑαυτοῦ Δεσπότην, ἀλλότριος αὐτοῦ εἶχεν εἶναι καὶ τῆς δόξης αὐτοῦ.

Ὁ ἀδελφὸς πληροφορηθεὶς ἐν τούτοις ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα λέγων· Εἶπεν ἡ θεοφιλία σου ὅτι δύναται ὁ ἁμαρτωλὸς τὰ ἑαυτοῦ ἁμαρτήματα διὰ τῆς μετανοίας λῦσαι. Τί οὖν; Οὐ χρείαν ἔχει καὶ τῆς εὐχῆς τῶν ἁγίων; Ἀλλ’ ἀρκεῖ ἑαυτῷ; Ἐὰν δὲ καὶ μὴ γνησίαν ἐνδείξηται τὴν μετάνοιαν αὐτός, οἱ δὲ ἅγιοι δεηθῶσιν ὑπὲρ αὐτοῦ, οὐ λύεται δι’ αὐτοὺς τὰ ἁμαρτήματα αὐτοῦ;

Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν μὴ καὶ ὁ ἄνθρωπος ποιήσῃ τὸ κατὰ δύναμιν καὶ συμμίξῃ τῇ εὐχῇ τῶν ἁγίων, οὐδὲν ὠφελεῖται εὐχομένων τῶν ἁγίων ὑπὲρ αὐτοῦ. Ἐὰν ἐγκρατεύωνται αὐτοὶ καὶ ὑπερεύχωνται ὑπὲρ αὐτοῦ, αὐτὸς δὲ σπαταλᾷ καὶ στρηνιᾷ, τί ὠφελεῖ ἡ δέησις αὐτῶν ἡ ὑπὲρ αὐτοῦ; Πληροῦται γὰρ τὸ εἰρημένον· «Εἷς οἰκοδομῶν καὶ εἷς καταλύων, τί πλέον ὠφέλησαν ἢ κόπους;» Εἰ γὰρ ἐδύνατο τοῦτο γενέσθαι, ἵνα, ὑπὲρ οὗ ηὔχοντο οἱ ἅγιοι, μὴ προσέχοντος αὐτοῦ μικρόν τι, σῴζηται, οὐδὲν ἐκώλυσεν, ἵνα καὶ ὑπὲρ ὅλων τῶν ἁμαρτωλῶν τοῦ κόσμου τοῦτο ποιῶσιν. Ἐὰν γὰρ μικρόν τι κοπιάσῃ καὶ ὁ ἁμαρτωλός, χρείαν ἔχει καὶ τῆς εὐχῆς τοῦ δικαίου. Φησὶ γὰρ ὁ Ἀπόστολος· «Πολλὰ ἰσχύει δέησις δικαίου ἐνεργουμένη», τοῦτ’ ἔστιν ἵνα, ὅταν ὑπερεύχηται ὁ ἅγιος καὶ δίκαιος, συνεργῇ καὶ ὁ ἁμαρτωλὸς κατὰ τὴν δύναμιν αὑτοῦ διὰ τῆς μετανοίας, τῇ δεήσει τῶν ἁγίων, ἀνίκανος ὢν αὐτὸς μόνος πρὸς τὴν τῶν ὀφλημάτων ἀπόδοσιν. Αὐτὸς μὲν γὰρ ὀλίγα συνεισφέρει, ἡ δὲ δέησις τῶν ἁγίων τὰ πολλά. Ὥσπερ γὰρ ἐάν τις ἔχῃ ἀνάγκην βαστάξαι δέκα μοδίους σίτου, καὶ μηδὲ δύο δύναται, εὕρῃ δὲ ἄνθρωπον φοβούμενον τὸν Θεὸν καὶ βαστάξῃ ἀπ’ αὐτοῦ τὰ ἐννέα, καὶ ἀφήσῃ αὐτῷ τὸ ἓν καὶ σῴζει αὐτόν, ἵνα σωθῇ ἕως τῆς πόλεως καὶ μὴ ἐν τῇ ὁδῷ ὑπὸ λῃστῶν διαφθαρῇ. Οὕτω καὶ ἐνταῦθα.

Πάλιν ὁμοιοῦται ὁ ἁμαρτωλὸς ἀνθρώπῳ χρεωστοῦντι νομίσματα ἑκατόν, ὃς ὑπομνησθεὶς παρὰ τοῦ δανειστοῦ περὶ τῆς καταβολῆς τοῦ χρέους, ἀπῆλθε πρὸς ἄλλον ἄνθρωπον εὐσεβῆ καὶ εὔπορον καὶ παρεκάλεσεν αὐτὸν δοῦναι ὑπὲρ αὐτοῦ κατὰ ἀγάπην ὡς ἡ δύναμις ἔχει.

Ἐκεῖνος δὲ φιλάνθρωπος ὢν καὶ βλέπων τὴν θλῖψιν αὐτοῦ, σπλαγχνισθεὶς εἶπεν αὐτῷ· Ἄδελφε, εἴ τι ἔχω εἰς τὰς χεῖράς μου, δίδωμι ὑπὲρ σοῦ, φρόντισον καὶ σὺ ὅθεν δήποτε ἐκ τῶν ἰδίων σου δοῦναι δέκα νομίσματα, ἐγὼ γὰρ ἔχω νομίσματα ἐνενήκοντα καὶ δίδωμι ὑπὲρ σοῦ, καὶ ἐλευθεροῦσαι τοῦ γραμματείου. Ἐν τῷ χρεωφειλέτῃ οὖν ἐστι σπουδάσαι τὰ ὀλίγα δοῦναι καὶ τῶν πολλῶν ἐλευθερωθῆναι, ἐὰν γὰρ μὴ ἴδῃ ἐκεῖνος ὁ εὔσπλαγχνος ἄνθρωπος ὅτι ἤνεγκεν ἐκεῖνος τὰ δέκα νομίσματα, ὀκνεῖ αὐτὸς τὰ ἐνενήκοντα δοῦναι, εἰδὼς ὅτι ὁ δανειστὴς οὐ παρέξει τὸ γραμματεῖον, εἰ μὴ πληροφορηθῇ τὰ ἑκατὸν τὰ ὀφειλόμενα.