Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Πνευματική εγρήγορση, μνήμη θανάτου και κανόνες διακονίας

Διδασκαλία για την αντιμετώπιση ρυπαρών λογισμών, την καθημερινή προσδοκία του θανάτου, την αποφυγή των ονείρων και τις υποχρεώσεις όσων αναλαμβάνουν το διακόνημα του θυρωρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 9 από 22

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Τί ποιήσω, ὅτι ὀχλοῦμαι ὑπὸ ῥυπαρῶν λογισμῶν, καὶ ἐὰν αἰσθανθῶ ὅτι καὶ ἄλλος ἔχει τούτους, ἀεὶ λέγω ὅτι ἰδοὺ καὶ ἄλλοι κατ’ ἐμὲ λογίζονται τὰ κακά. Καὶ πάλιν οὐκ ἔρχεταί μοι κλαυθμὸς οὔτε κατάνυξις καὶ λέγει μοι ὁ λογισμὸς ὅτι Ἐφ’ ὅσον εἰμὶ μετὰ τῶν ἀνθρώπων, οὐ δύναμαι ταῦτα κτήσασθαι. Ποίησον ἔλεος μετὰ τῆς ἀσθενείας μου καὶ εἰπέ μοι Πάτερ, πῶς σωθῶ ἐκ τούτων.

Ἀπόκρισις Βαρσανουφίου· Τοὺς ῥυπαροὺς λογισμοὺς καὶ τὸ ἀκοῦσαι ἢ αἰσθανθῆναι ὅτι ἔχει τις τοιοῦτόν τι καὶ εἰπεῖν· Ἰδοὺ καὶ ἄλλοι κατ’ ἐμὲ λογίζονται τὰ κακά, ἀναθεμάτισον τοὺς κακοὺς λογισμούς, καὶ περὶ τοῦ ἀδελφοῦ σου εἰπὲ ὅτι Βελτίων μού ἐστι καὶ ἁγιώτερος, καὶ παύεται ὁ λογισμός. Περὶ δὲ τοῦ κλαυθμοῦ ἐὰν μὴ πυκτεύσῃς πρὸς τοὺς ἀνθρώπους ὢν μετ’ αὐτῶν, ἀγωνίσασθαι μὴ λαβεῖν παρρησίαν μετά τινος, ὁ κλαυθμὸς ἢ ἡ κατάνυξις οὐκ ἔρχεται. Καὶ ἐὰν κατὰ δικαίωμα ποιήσωσί σε φυγεῖν τοὺς ἀδελφούς σου, τὸν ἀγῶνα καὶ τὸ στάδιον ποιοῦσί σε φυγεῖν. Ὥστε πύκτευσον νικῆσαι ὢν μετὰ τῶν ἀνθρώπων τὴν πρὸς αὐτοὺς παρρησίαν. Φησὶ γὰρ ὁ Ἀπόστολος ὅτι καὶ «Ἐάν τις ἀθλῇ, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήση.» Ποίησον τὴν δύναμίν σου ἀδελφέ, καὶ συνέρχεταί σοι ὁ Θεὸς ἐν πᾶσιν.

Μὴ ἐπιλάθῃ τοῦ φυλάξαι ταπείνωσιν καὶ τὴν ὑπακοὴν καὶ τὴν ὑποταγήν, καὶ σῴζῃ. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἄλλος ἀδελφὸς ἠρώτησε τὸν ἄλλον Γέροντα· Ἀββᾶ σωθῆναι θέλω καὶ οὐκ οἶδα τὴν ὁδὸν τῆς σωτηρίας. Καὶ ὁ λογισμὸς λέγει μοι· Τί κάθῃ ὧδε ἐν τῷ κοινοβίῳ, μηδὲν ποιῶν; Ἄπελθε ἀλλαχοῦ. Τί οὖν ὀφείλω ποιῆσαι;

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, ἔδωκεν ἡμῖν ὁ Θεὸς διὰ τῶν θείων Γραφῶν, καὶ οἱ Πατέρες, τὴν ὁδὸν τῆς σωτηρίας, ἐν τῷ λέγειν· «Ἐπερώτησον τὸν Πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι.» Ὥστε εἰ θέλεις μὴ πλανηθῆναι προφάσει ταπεινώσεως τοῦ μὴ ἀποστῆναι ὅθεν ἔχεις ὠφέλειαν, ἄνευ ἐρωτήσεως καὶ πνευματικῶν Πατέρων μηδὲν ποιήσῃς, καὶ οὐ πλανᾶσαι χάριτι Θεοῦ «τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Ὁ αὐτὸς ἀδελφὸς εἶπε τῷ Γέροντι· Ὁ λογισμὸς λέγει μοι ὅτι Ἐὰν ἀπέλθω πούποτε καὶ ἡσυχάσω, ἔρχομαι εἰς ἡσυχίαν τέλειαν. Χρεώστης γάρ εἰμι πολλῶν ἁμαρτιῶν καὶ θέλω ἐλευθερωθῆναι ἀπ’ αὐτῶν. Πῶς οὖν ποιήσω Πάτερ;

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, ὁ χρεώστης ἄνθρωπος, ἐὰν μὴ πρῶτον ἀποδώσῃ τὸ χρέος, ὅπου δ’ ἂν ἀπέλθῃ, κἂν εἰς πόλιν, κἂν εἰς κώμην, ὅπου δ’ ἂν καθίσῃ, χρεώστης ἐστί, καὶ οὐκ ἔχει ἐλευθερίαν που καθίσαι μετὰ ἀναπαύσεως. Ἐὰν δὲ κοπιάσῃ πρῶτον ἀπὸ τῶν ὀνειδισμῶν τῶν ἀνθρώπων, αἰσχύνεται καὶ τότε ὅθεν δήποτε ἀποδίδει τὸ χρέος. Καὶ ὅταν ἐλευθερωθῇ, τότε μετὰ θάρσους καὶ πολλῆς παρρησίας δύναται δημοσιεῦσαι ἢ καθίσαι ὅπου θέλει. Ἐὰν οὖν ὁ ἄνθρωπος ποιήσῃ τὴν δύναμιν αὑτοῦ βαστάξαι ὕβρεις καὶ ὀνειδισμούς, ἀτιμίας τε καὶ ζημίας διὰ τὰς πεπραγμένας αὐτῷ ἁμαρτίας, τὴν ταπείνωσιν μανθάνει καὶ τὸν κόπον, καὶ συγχωροῦνται αὐτῷ αἱ ἁμαρτίαι αὐτοῦ, κατὰ τὸ γεγραμμένον· «Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» Κατανόησον δὲ ὅτι πρὸ τοῦ σταυροῦ πόσας ὕβρεις καὶ ὀνειδισμοὺς ὑπέμεινεν ὁ Δεσπότης ἡμῶν Χριστός, καὶ μετὰ ταῦτα ἦλθεν εἰς τὸν σταυρόν. Οὕτως οὐ δύναταί τις ἐλθεῖν εἰς ἡσυχίαν τελείαν ἐγκάρπως καὶ εἰς κατάπαυσιν ἁγίαν τῆς τελειότητος, ἐὰν μὴ πρῶτον συμπαθῇ τῷ Χριστῷ καὶ ὑπενέγκῃ ὅλα τὰ παθήματα αὐτοῦ, μνημονεύων τοῦ Ἀποστόλου λέγοντος ὅτι «Ἐὰν συμπάσχωμεν αὐτῷ ἵνα καὶ συνδοξασθῶμεν.» Μὴ οὖν πλανηθῇς, ἄλλη γὰρ σωτηρίας ὁδὸς οὐκ ἔστιν πλὴν ταύτης.

Ὁ Κύριος συνέλθῃ σοι κατὰ τὸ θέλημα αὑτοῦ, ἵνα, καθώς φησιν ἐν τῷ Εὐαγγελίῳ, θεμελιώσῃς σου τὴν οἰκοδομὴν ἐπὶ τὴν στερεὰν πέτραν, ἥτις ἐστὶν ὁ Χριστός.

Ἀδελφὸς παρεκάλεσε τὸν μέγαν Γέροντα λέγων· Εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα ὁ Θεὸς ἐλεήσῃ με, ὅτι ταλαίπωρός εἰμι. Ἀπόκρισις Βαρσανουφίου· Ὁ θέλων ἐλεηθῆναι, φυλαξάτω τὴν ἐντολὴν τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ξύλου, καὶ οὐ πίπτει εἰς παρακοήν, καὶ ὁ μὴ πίπτων εἰς παρακοὴν ἐλεεῖται καὶ σῴζεται χάριτι τοῦ Θεοῦ ἡμῶν. Ἐπεὶ ὁ τοιοῦτος τῷ λογισμῷ λέγει·

Ἐγὼ καὶ ὁ Θεὸς μόνοι ἐσμὲν ἐν τῷ κόσμῳ, καὶ ἐὰν μὴ ποιήσω αὐτοῦ τὸ θέλημα, οὐκ αὐτοῦ εὑρίσκομαι, ἀλλὰ τοῦ ἀλλοτρίου. Καὶ προσδοκήσει τὴν ἔξοδον αὑτοῦ τὴν ἐκ τοῦ σώματος καθ’ ἡμέραν καὶ πῶς ἔχει ἀπαντῆσαι τῷ Θεῷ, καὶ ταχέως κρατεῖ τὴν ὁδὸν τῆς σωτηρίας.

Ἀδελφὸς ἐμπεσὼν εἰς πειρασμόν, καὶ αἰτήσας εὐχὴν παρὰ τοῦ αὐτοῦ μεγάλου Γέροντος, καὶ κουφισθεὶς ἐκ τοῦ πειρασμοῦ, ἀνήγγειλεν εὐχαριστῶν αὐτῷ, ἅμα δὲ αἰτῶν καὶ περὶ τῆς συμβάσης αὐτῷ κεφαλαλγίας καὶ τοῦ φωτισθῆναι αὐτοῦ τὴν καρδίαν.

Καὶ ἀπεκρίνατο ὁ Γέρων οὕτως· Ἀδελφέ, προσέχωμεν ἑαυτοῖς κατὰ φόβον Θεοῦ, καὶ ἐὰν ὁ εὔσπλαγχνος Θεὸς κατὰ τὴν αὑτοῦ φιλανθρωπίαν κουφίσῃ πόλεμον ἀφ’ ἡμῶν, μηδὲ οὕτως ἀμελήσωμεν, πολλοὶ γὰρ κουφισθέντες ἠμέλησαν ἑαυτῶν καὶ ἦλθον κατακέφαλα.

Ἀλλὰ κουφισθέντες εὐχαριστήσωμεν τῷ Θεῷ πόθεν ἡμᾶς ἐρρύσατο, καὶ μείνωμεν ἐν τῇ δεήσει τοῦ μὴ ἐμπεσεῖν ἐν τοῖς αὐτοῖς πάθεσι, μηδὲ ἐν ἄλλοις. Ἐὰν φάγῃ τις προσφάγιον καὶ βλαβῇ εἰς τὸν στόμαχον αὐτοῦ ἢ εἰς τὸ ἧπαρ ἢ εἰς τὸν σπλῆνα, καὶ διὰ τῆς ἐπιμελείας καὶ τέχνης τοῦ ἰατροῦ θεραπευθῇ, οὐκέτι ἀμελεῖ ἑαυτοῦ, ἵνα μὴ εἰς χείρονα ἔλθῃ, μνημονεύων τοῦ κινδύνου ἐκείνου, ὡς καὶ ὁ Κύριος εἶπε τῷ θεραπευθέντι παρ’ αὐτοῦ· «Ἰδὲ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρον πάθῃς.» Ἀδελφέ, οἱ ἄριστοι στρατιῶται, καὶ ἐν τῷ καιρῷ τῆς εἰρήνης ἀεὶ μελετῶσι τὴν τέχνην τοῦ πολέμου, οὐ συγχωρεῖται γὰρ ὁ στρατιώτης μελετῆσαι ἐν καιρῷ πολέμου εὐχερῶς τὰ τοῦ πολέμου. Εἴρηται δέ· «Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην.» Ὅλως οὖν μὴ λάβῃς παρρησίαν μεθ’ οὗ ἐπειράσθης πάθους, μηδὲ μετ’ ἄλλου. Οἱ Πατέρες γὰρ ἔλεγον περὶ αὐτῆς ὅτι ἀπολεῖ τοὺς καρποὺς τοῦ μοναχοῦ. Οὐ δύναται οὖν ὁ ἄνθρωπος ἀμεριμνῆσαι περὶ τὸν πόλεμον ἕως ἐσχάτης ἀναπνοῆς, ἵνα μὴ ἔλθῃ κάτω παγιδευθεὶς ὑπὸ τοῦ πανούργου ἐχθροῦ, ὃν καταργήσει ἀφ’ ἡμῶν ὁ Κύριος διὰ τοῦ πνεύματος τοῦ στόματος αὑτοῦ. Μνῄσκου ὅτι εἶπε Γέρων· «Ἐὰν ποιήσῃ ἄνθρωπος οὐρανὸν καινὸν καὶ γῆν καινήν, οὐ δύναται ἀμεριμνῆσαι.» Περὶ δὲ τῆς κεφαλαλγίας πυκτεῦσαι ὀφείλει τις τοῦ μὴ χαυνῶσαι ἑαυτόν, καὶ βοηθεῖται.

Εὑρὼν γὰρ ὁ Κύριος τοὺς ἑαυτοῦ μαθητὰς χαυνωθέντας, εἶπεν αὐτοῖς· «Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.» Τέκνον, ὁ φωτίσας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, φωτίσει τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου, τοῦ συνιέναι τὸ ἀγαθὸν καὶ τὸ συμφέρον, καὶ ὁ τῶν δυνάμεων Θεὸς ἐνδυναμώσαι σε καὶ στηρίξαι σε τῇ τελείᾳ πίστει, ὁ εἰπών· «Πάντα δυνατὰ τῷ πιστεύοντι.» Καὶ ἴδω σε ἐν τῇ χώρᾳ τῶν σῳζομένων διὰ τῆς χάριτος τοῦ προστάτου τῶν ψυχῶν ἡμῶν Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα σὺν τῷ πατρί.

Ἀδελφὸς κλείσας τὴν θύραν αὐτοῦ ἐπὶ χρόνον καὶ ὀχληθεὶς ὑπὸ κρυπτῶν λογισμῶν καὶ ὀνειράτων, ζητῶν δὲ καὶ ἐκ τοῦ οἴνου ἀποσχέσθαι, ἀπήγγειλεν τῷ αὐτῷ μεγάλῳ Γέροντι. Ἀπόκρισις· Εἰ ἐν ἀληθείᾳ σωθῆναι θέλεις ἀδελφέ, καὶ φυγεῖν τὸ πνεῦμα τῆς ὑπερηφανίας, βάσταξον μικρὰν ἀτιμίαν, εἰς τοῦτο γὰρ κολαφίζεται. Καὶ μὴ ζητήσῃς ἀπόκρισιν διά τινος ποιῆσαι ἑαυτῷ, ἀλλὰ διὰ σεαυτοῦ ποίησον τὰς ἀποκρίσεις.

Ἰησοῦς γὰρ ὁ λέγων· «Πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ», εἶπεν· «Οὐκ ἦλθεν ὁ υἱὸς τοῦ Θεοῦ διακονηθῆναι ἀλλὰ διακονῆσαι», καὶ τὰ ἑξῆς. Τὴν θύραν οὖν μὴ κλείσῃς, ἀλλὰ τὴν γλῶσσαν, τὸν οἶνον ἐξ ὅλου μὴ κωλύσῃς, ἀλλὰ τὸν θυμόν, τὸν μεθύσκοντα τὸν ἀνόητον ἄνθρωπον. Μὴ ὁμοιωθῇς ἐμοὶ τῷ ταῦτα λέγοντι καὶ μὴ ποιοῦντι, ἐνίως γὰρ βλέπεις με διακονούμενον καὶ σκανδαλίζῃ. Ἀλλὰ πολλοὶ διδάσκουσι καὶ οὐ ποιοῦσι, περὶ ὧν καὶ ὁ Κύριος εἶπεν· «Ἀκούειν παρ’ αὐτῶν καὶ ποιεῖν, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖν.» Ἀραίως δὲ εἰς τὰς ἀναγκαίας σου χρείας ἔκβαινε, μὴ οὔσης δὲ ἀνάγκης, μὴ ἐξέλθῃς τὴν θύραν. Μετὰ στενώσεως ζῆσον καὶ μὴ μετὰ ἀδείας, μὴ λυπηθῇς κατὰ τοῦ μὴ ἀναπαύοντος, ἀλλὰ χαῖρε.

Ἐν ὑπνίοις μὴ προσέχῃς, δαιμονιώδη γάρ εἰσι καὶ ἀπατηλά. Καὶ ταῦτα ποιῶν, μὴ ἔχε ὅτι καλῶς ποιεῖς. Μετὰ γὰρ τήρησιν τῶν ἐντολῶν ἐνετάλθημεν εἰπεῖν ὅτι «Ἀχρεῖοί ἐσμεν δοῦλοι.» Θερίσωμεν τέως ἃ ἐσπείραμεν ἐν τῷ σῷ χωρίῳ, καὶ τότε ἀλλάσσωμέν σοι τὸν σπόρον. Χαροποιῆσαι δὲ ἡμᾶς ὁ Κύριος ἐν τῷ εὑρεῖν σου τὴν γῆν καρποφοροῦσαν ἀνὰ ἑκατὸν καὶ ἀνὰ ἑξήκοντα καὶ ἀνὰ τριάκοντα, εἰς δόξαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Ἀδελφὸς κοσμικὸς τοῦ αὐτοῦ μεγάλου Γέροντος, γέρων ὢν καὶ αὐτός, ἔπεμψεν αἰτῶν αὐτῷ συντυχεῖν. Ὁ δὲ Γέρων ἐδήλωσεν αὐτῷ ταῦτα· Ἐγὼ ἀδελφὸν τὸν Ἰησοῦν ἔχω. Ἐὰν δὲ καταφρονήσας τοῦ κοσμοῦ γένῃ μοναχός, τότε ἀδελφός μου εἶ. Ταῦτα ἀκούσας μετὰ πολλοῦ κλαυθμοῦ ἀνεχώρησε. Καὶ μετά τινα χρόνον ἐλθὼν ἀπετάξατο ἐκεῖ, καὶ ἀσθενείᾳ σώματος περιπεσὼν καὶ ὑδρωπιάσας, ἔπεμψεν αἰτῶν τὸν Γέροντα περὶ τοῦ πάθους.

Ὁ δὲ ἀπεκρίνατο ταῦτα· Ἡ ἀσθένεια αὕτη οὐκ ἦλθέ σοι ἀλλ’ ἢ ἵνα ἀπέλθῃς ἄκαρπος πρὸς τὸν Θεόν. Ἐὰν οὖν ὑπομείνῃς καὶ εὐχαριστήσῃς, ἀντὶ πολιτείας λογίζεταί σοι, ὅτι οὐκ ἐχρόνισας ἐν τῷ σχήματι τῷ μοναχικῷ. Καὶ ἐκ μέρους δὲ ἡ θλῖψις αὕτη ἐγένετό σοι ὅτι ἐψήφισάς με τὸν μηδὲν ὄντα καὶ σαυτόν· Ἐμὲ μὲν ὡς μέγαν ἄνθρωπον, σαυτὸν δὲ ὡς ἀδελφὸν τοιούτου ἀνθρώπου. Καὶ οὐκ οἶδας ὅτι τέκνα ἐσμὲν τῆς παραβάσεως Ἀδάμ; Καὶ γῆ ἐσμεν καὶ σποδός;

Εὐχαρίστησον οὖν τῷ Θεῷ τῷ ἐνεγκόντι σε εἰς τοιαύτην κατάστασιν. Εἰ εἴχομεν δὲ τὴν ταπείνωσιν τοῦ Ἰησοῦ, εἴχομεν εἰπεῖν· «Τίς ἐστιν ἡ Μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;» καὶ τὰ ἑξῆς. Ἀδελφὸς ἀκούσας παρά τινος ἀδελφοῦ περὶ πολέμου, συνεβούλευσεν αὐτῷ ὡς ἠδυνήθη τὰ εἰς ὠφέλειαν, μὴ φθάσας εἰς τοιοῦτον μέτρον. Καὶ εὐθέως ἦλθεν ὁ πόλεμος ἐπάνω αὐτοῦ. Καὶ ὡς εἶδεν ἑαυτὸν βαρούμενον καὶ ἔγνω ὅτι τοῦτο ὑπέστη ἐκ τοῦ μὴ ὁμολογῆσαι τῷ ἀδελφῷ τὴν ἰδίαν ἀσθένειαν καὶ ὅτι τοὺς Πατέρας μᾶλλον δεῖ ἐρωτᾶν, ἀνήγγειλε τὸ πρᾶγμα τῷ ἄλλῳ Γέροντι.

Καὶ ἀπεκρίνατο αὐτῷ οὕτως· Ἀδελφέ, οὐκ ἔστιν ἄλλη ὁδὸς ἀλλ’ ἢ ἵνα μέμψηται ἑαυτὸν ὁ ἄνθρωπος εἰς ἃ ἐλάλησε, καὶ συγχωρεῖ ὁ Θεός. Καὶ εὐθέως ἐκουφίσθη ἐκ τοῦ πολέμου ὁ ἀδελφὸς καὶ ηὐχαρίστησε τῷ Θεῷ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν πρόκεινται δύο πράγματα ἐπιζήμια τῇ ψυχῇ καὶ ἀνάγκη πάντως ἑνὶ αὐτῶν περιπεσεῖν, τί δεῖ ποιῆσαι; Ἀπόκρισις Ἰωάννου· Ἐν συγκρίσει δύο βλαβερῶν, δεῖ τὸ ἔλαττον ἐπιλέξασθαι.

Γράφει γὰρ εἰς τοὺς Πατέρας ὅτι ἦλθέ τις χρήσασθαι κέρμα παρά τινος, καὶ οὐκ ἔδωκεν αὐτῷ, εἰπὼν ὅτι Οὐκ ἔχω δοῦναί σοι. Καὶ ἐρωτηθεὶς μετὰ ταῦτα διὰ τί οὐκ ἔδωκεν, εἶπεν ὅτι «Εἰ ἔδωκα αὐτῷ, εἴχομεν ἐλθεῖν εἰς βλάβην ψυχῆς. Καὶ ἐπελεξάμην παραβῆναι μίαν ἐντολὴν καὶ μὴ τελείως τὴν ψυχὴν ἀπολέσαι.» Ἀδελφὸς τῇ κατὰ Θεὸν ἀρετῇ προκόπτων, ἐδήλωσε τῷ μεγάλῳ Γέροντι λέγων· Εἰπέ μοι ἀββᾶ λόγον, ὅτι θλίβομαι.

Ἀπόκρισις Βαρσανουφίου· Ὁ ἅγιος Ἀπόστολος Παῦλος καταλαβὼν τὴν δύναμιν τῆς ὑπομονῆς ἔγραψε λέγων· «Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὰς ἐπαγγελίας.» Ὁ θέλων οὖν συναναβῆναι εἰς τὸν σταυρὸν μετὰ τοῦ Χριστοῦ, ὀφείλει συγκοινωνὸς γενέσθαι τῶν παθημάτων αὐτοῦ, καὶ ἀεὶ ἔχει τὴν εἰρήνην. Κἀγώ σοι λέγω· Πύκτευσον κτήσασθαι εὐχαριστίαν εἰς πάντα, καὶ «ἡ δύναμις τοῦ Ὑψίστου ἐπισκιάσει σοι», καὶ τότε εὑρίσκεις τὴν ἀνάπαυσιν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Τί ποιήσω τὸν βόρβορον ὃν ἔχω, καὶ τὸ δικαίωμα καὶ τὴν λήθην ὅτι τόνῳ θλίβουσί με; Ἀπόκρισις Βαρσανουφίου· Ὁ ἔχων τὸν βόρβορον εἰς ἑαυτόν, ἀκόπως ῥίπτει ἑαυτὸν ὅτε θέλει, ὁ δὲ πεπηγμένος εἰς τὸν βόρβορον, κόπῳ πολλῷ ἀνασπᾷ ἑαυτὸν ἀπ’ αὐτοῦ. Χείρων δέ ἐστι ὁ πεπηγμένος τοῦ ἔχοντος αὐτόν. Περὶ δὲ τοῦ δικαιώματος κακία οὐδέποτε ἀναιρεῖ κακίαν. Μνῄσκου οὖν ὅτι τὸ δικαίωμα οὐ δικαιοῖ τὸν ἄνθρωπον, καὶ ἀναπαύῃ. Περὶ δὲ τῆς λήθης «δύο λῆθαί εἰσι, μία τῇ μιᾷ ἀντιτάσσεται, ὁ φθάνων οὖν ἐπιλαθέσθαι φαγεῖν τὸν ἄρτον αὐτοῦ ἀπὸ φωνῆς τοῦ στεναγμοῦ αὐτοῦ, οὐ κατακυριεύεται ὑπὸ τῆς λήθης τοῦ ἐχθροῦ.» Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα·

Πρόσθες ἔλεος καὶ ἀνάσπασόν με ἐκ τῆς κοιλίας τοῦ λέοντος, ὅτι κατέπιέ με. Καὶ οἰκτείρησον τὴν ψυχήν μου ὡς Θεὸς ἄνω, ὑμῖν γὰρ ἐδόθη ἡ ἐξουσία ὅτι «Εἴ τι ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τῷ οὐρανῷ.» Καὶ μὴ ἐάσῃς τὴν ψυχήν μου εἰς τὴν γέενναν, ἵνα μὴ ἀποθάνω εἰς τὴν ἁμαρτίαν, καὶ εἰπέ μοι λόγον κατὰ τὴν δύναμίν μου, ἵνα κοινωνὸς γένωμαι τοῦ κόπου σου.

Ἀπόκρισις Βαρσανουφίου· «Αὐτὸς ὁ Θεὸς τῆς εἰρήνης ἁγιᾶσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.» Παρακλητικώτερον τοῦ λόγου τούτου τοῦ Ἀποστόλου τί εἶχόν σοι πέμψαι; Ἃ ἐγράφη σοι παρ’ ἐμοῦ, σπούδασον κτήσασθαι, καὶ γὰρ ἐγὼ πλειότερόν σου κοπιῶ, δεόμενος τοῦ Θεοῦ νύκτα καὶ ἡμέραν ἕως οὗ φθάσῃς εἰς αὐτά. Τοῦτο δὲ μάθε ἀδελφέ, ὅτι, καθὼς οἶδας, τὴν ψυχήν μου ἡδέως ὑπερτίθημί σου καὶ ἡ δέησίς μου ὑπὲρ σοῦ ἀδιάλειπτός ἐστιν.

Ἀδελφὸς ἀποστελλόμενος εἰς ἀπόκρισιν τοῦ κοινοβίου ἠρώτησε τὸν ἄλλον Γέροντα εἰ ὀφείλει καλούμενος ὑπὸ ἀγαπητῶν συνεσθίειν γυναιξί. Καὶ ἀπεκρίνατο ὁ Γέρων μὴ συνεσθίειν αὐταῖς ὅλως. Καὶ εἶπεν ὁ ἀδελφός· Καὶ πόθεν οἶδα ὅτε καλοῦμαι ὑπό τινος, εἰ μέλλει ἐλθεῖν γυνὴ συμφαγεῖν ἡμῖν, ἵνα μὴ ἀπέλθω; Καὶ εἶπεν ὁ Γέρων·

Ἐρώτησον τὸν καλοῦντά σε, εἰ ἔστιν ἐκεῖ γυνή. Καὶ ἐὰν εἴπῃ ὅτι ναί, παραιτῇ σου λέγων· Συγχώρησόν μοι, ὅτι ἐντολὴν ἔχω μὴ συνεσθίειν γυναικί. Καὶ εἶπεν ὁ ἀδελφός· Ἐὰν συμβῇ με ἀπελθεῖν καὶ ἀκοντισθῶ πρὸ ἐρωτήσεως καὶ δόξῃ ἐλθεῖν γυναῖκας εἰς τὴν τράπεζαν, τί ὀφείλω ποιῆσαι;

Καὶ εἶπεν ὁ Γέρων· Ὀφείλεις λαβεῖν ἰδίᾳ τὸν καλοῦντά σε, καὶ εἰπεῖν αὐτῷ· Συγχώρησόν μοι ὅτι ἠκοντίσθην εἰπεῖν σοι, ὅτι ἐντολὴν ἔχω μὴ συμφαγεῖν γυναικί, ἀλλὰ ἀπόλυσόν με καὶ ὑπάγω. Κἂν μὲν ἀποστήσῃ τὴν γυναῖκα, μεῖνον, εἰ δὲ μή, ἀναχώρησον καὶ μὴ παρατρώσῃς τὴν ἐντολήν, ἵνα μὴ γενηθῇ σοι θάνατος ἐκ τῆς παρακοῆς. Καὶ μὴ φοβηθῇς, οὐ γὰρ γίνεται εἰς σκάνδαλον, ἀλλ’ εἰς οἰκοδομήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν πεμφθῶ πρός τινα ἀπόκρισιν μὴ ἔχων ἀπόλυσιν περὶ τροφῆς καὶ αἰτεῖ με φαγεῖν παρ’ αὐτῷ, κἀμοῦ εἰπόντος αὐτῷ ὅτι οὐ δύναμαι, μὴ ἔχων κέλευσιν τοῦ ἀββᾶ, ἐπιμείνῃ φιλονεικῶν καὶ βιαζόμενος, τί ποιήσω;

Ἀπόκρισις Ἰωάννου· Ἐπειδὴ ἡ φιλονεικία οὐδὲν ἀγαθὸν γεννᾷ, εἰ μὴ πρόκειται βλάβη ψυχῆς, κατάδεξαι, καὶ ἐρχόμενος ἀνάγγειλον τῷ ἀββᾷ αἰτῶν συγχώρησιν ὡς ἁμαρτήσας. Εἰ δὲ ἔχει βλάβην, κἂν μυριάκις φιλονεικήσῃ, μὴ ἀνάσχῃ, τοῦτο γὰρ ὁμολογουμένως ἔργον ἐστὶ τοῦ διαβόλου.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Εἰς τὴν ἁγίαν Πόλιν ἐπέμφθην δι’ ἀπόκρισιν, καὶ κατέβην εἰς τὸν Ἰορδάνην εὔξασθαι, μὴ αἰτήσας τὸν ἀββᾶν περὶ τούτου ἀπόλυσιν. Ἆρα καλῶς ἐποίησα ἢ οὔ; Ἀπόκρισις Ἰωάννου·

Οὐκ ὀφείλεις χωρὶς ἐπιτροπῆς ἀπελθεῖν πούποτε, τὰ γὰρ ἰδίῳ λογισμῷ γινόμενα, κἂν δοκῇ καλὰ εἶναι, οὐκ ἀρέσκει τῷ Θεῷ. Τὸ δὲ φυλάξαι τὴν κέλευσιν τοῦ πέμψαντός σε ἀββᾶ σου, τοῦτο καὶ προσευχή ἐστι καὶ τὸν Θεὸν θεραπεύει, τὸν εἰπόντα· «Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν ἀπερχόμενος μακρὰν πλανηθῶ ἐρωτῆσαι τὸν ἀββᾶν, ποῦ ὀφείλω καταλῦσαι, τί ποιήσω;

Ἀπόκρισις Ἰωάννου· Προσέχειν δεῖ τοῖς ἀπαντῶσι πράγμασι καὶ οὕτω πρὸς ὠφέλειαν τῆς ψυχῆς ἕκαστον ποιεῖν, οὕτω μέντοι ὡς παραβαίνων ἐντολὴν μὴ ὡς καλῶς ποιῶν. Οὕτως γὰρ πληροφορεῖται ὁ ἀββᾶς συγχωρῆσαί σοι.

Ἐρώτησις τοῦ αὐτοῦ· Ἐὰν ἰδικῶς παραγγείλῃ μοι ὁ ἀββᾶς μὴ ποιῆσαι τόδε τὸ πρᾶγμα, καὶ ὡς ἄνθρωπος ἡττηθεὶς παραβῶ, τί χρὴ γενέσθαι; Ἀπόκρισις Ἰωάννου· Μετανόησον τῷ Θεῷ καὶ τῷ ἀββᾷ καὶ σπούδασον τοῦ λοιποῦ διορθώσασθαι, καὶ ὁ Θεὸς συγχωρεῖ σοι τὸ ἁμάρτημα.

Ἀδελφὸς πιστευθεὶς τὴν θύραν τοῦ κοινοβίου καὶ κάμνων μόνος, ἠρώτησε τὸν μέγαν Γέροντα, εἰ ὀφείλει λαβεῖν ἄλλον ἀδελφὸν μεθ’ ἑαυτοῦ ἢ οὔ; Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, εἴ τις θέλει ἐλθεῖν πρὸς τὸν Κύριον καὶ ὁδεύειν τὴν ὁδὸν τῆς σωτηρίας, πειρασμοὺς καὶ θλίψεις καὶ ὀδύνας ὀφείλει προσδοκᾶν καθ’ ὥραν, φησὶ γάρ· «Υἱέ, ἐὰν προσέρχῃ δουλεύειν τῷ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.» Καὶ ὁ Κύριος εἶπεν· «Ὁ ἐρχόμενος πρός με, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ καθ’ ἡμέραν καὶ ἀκολουθείτω μοι.» Ὁ θέλων οὖν μαθητὴς αὐτοῦ γενέσθαι, ἕως θανάτου ὀφείλει ποιῆσαι τὴν ὑπακοήν.

Τὸ εἶναι οὖν μόνον καὶ κοπιᾶν μικρόν, συμφέρει σοι περισσότερον τοῦ ἔχειν ἄλλον. Χρείας δὲ γενομένης ἀεὶ παραβοηθεῖ σοι ἄλλος, οὐχ οὕτως γὰρ πλεονάζει ἡ παρρησία, ἐὰν παραβοηθῇ σοι, ὡς πλεονάζει ἐάν ἐστε ὁμοῦ πάντοτε. Ἐὰν οὖν μὴ ἀκηδιάσῃς ἀπὸ τοῦ κόπου, εὑρίσκεις ταπείνωσιν, κἂν εὕρῃς ταπείνωσιν, καὶ λαμβάνεις ἄφεσιν ἁμαρτιῶν. Φησὶ γάρ· «Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» Ἐὰν ταπεινωθῇς, λαμβάνεις τὴν χάριν, κἂν λάβῃς τὴν χάριν, βοηθεῖ σοι ἡ χάρις. Κοπιάσας γὰρ ὁ ἅγιος Παῦλος περισσότερον ὅλων τῶν ἀποστόλων ἔλεγεν· «Οὐκ ἐγώ, ἀλλ’ ἡ χάρις σὺν ἐμοί.» Ἐὰν πιστεύσῃς ἀδιστάκτως, ἔχεις ἐνδυναμωθῆναι καὶ ποιῆσαι οὐ μόνον τὴν χρείαν τοῦ θυρωρείου, ἀλλὰ καὶ ἔτι ἄλλας χρείας. Ἐπ’ ἐλπίδι οὖν πρόσεχε τῷ ἔργῳ τοῦ Θεοῦ, καὶ ὡς οὐκ οἶδας, οἰκονομεῖ ὁ Θεὸς τὸ πρᾶγμα. Ὁ Κύριος μετὰ σοῦ. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ· Εὖξαί μοι Πάτερ σύνεσιν καὶ δύναμιν παρὰ τοῦ Θεοῦ, ὅτι ἰδιώτης εἰμὶ καὶ ἀσθενής. Καὶ ἐπειδὴ συμβαίνει ὅτι ἐξέρχομαι βαστάζων τίποτε ἐκ τοῦ μαγειρείου ἢ τοῦ κελλαρείου, καὶ ἀπαντῶ τισι τῶν Πατέρων ἢ λαμπροῖς ἀνθρώποις, τί ποιήσω; Καὶ ἐκ τῶν συμβαινόντων δέ μοι μολυσμῶν εὖξαι ἵνα λυτρωθῶ.

Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν πιστεύσῃς ὅτι ἐκ τῶν ἀγόνων λίθων «δύναται ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ», καὶ ὅτι ὁ ἀνοίξας τὸ στόμα τῆς ὄνου δύναται ἀνοῖξαι καὶ σοφίσαι καὶ συνετίσαι καὶ ἐνδυναμῶσαί σε, πάντα δίδει σοι ὁ Θεὸς ἀδελφέ, οὐκ οἶδας τὰ πράγματα. Ἡ θύρα τοῦ κοινοβίου θύρα ἐστὶ τοῦ Θεοῦ, καὶ οἶδεν ὁ Θεὸς ὅτι χρῄζει σοφίας καὶ συνέσεως, γνώσεώς τε καὶ δυνάμεως καὶ βοηθείας καὶ διακρίσεως ὁ δοῦλος αὑτοῦ ὁ θυρωρός. «Οἶδε γάρ φησιν, ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ αἰτῆσαι αὐτόν.» Ἐὰν καρτερήσῃς καὶ ὑπομείνῃς, μακαρία ἔσται ἡ ψυχή σου. Ὅταν δὲ συμβῇ ἐρχόμενον καὶ βαστάζοντα τίποτε ἀπὸ τοῦ μαγειρείου ἢ ὅθεν δήποτε ἀπαντῆσαί τισι τῶν Πατέρων ἢ τῶν μεγάλων τοῦ κόσμου, ἀταράχως θὲς ὃ βαστάζεις, καὶ δέξαι αὐτοὺς μετὰ ταπεινώσεως καὶ φόβου Θεοῦ. Καὶ ὁ Θεὸς ποιήσει σου τὴν ἀπάντησιν εἰς δόξαν τοῦ ὀνόματος αὑτοῦ καὶ εἰς οἰκοδομὴν πάντων, εὐχαῖς ἁγίων. Ἀμήν. Περὶ δὲ τῶν μολυσμῶν, ἐὰν ταπεινωθῇ ἡ καρδία σου ἡγουμένου σου σεαυτὸν γῆν καὶ σποδόν, μετὰ Θεὸν σκεπάζει σε ἡ ταπείνωσις.