Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Πνευματικός πόλεμος, αποφυγή δογματικών ερίδων και αναγκαιότητα της πατερικής συμβουλής

Προτροπές για την αποφυγή των αυτόβουλων ενεργειών, την ταπεινή συμβουλευτική στους Πατέρες και τη σιωπή έναντι περιττών συζητήσεων περί δογμάτων και Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 6 από 16

Ἀπόκρισις· Ὅτε λαλεῖς περὶ τοῦ Βίου τῶν Πατέρων καὶ τῶν Ἀποκρίσεων αὐτῶν, ὀφείλεις ἑαυτὸν κατακρίνειν λέγων· Οὐαί μοι, πῶς λαλῶ τὰς ἀρετὰς τῶν Πατέρων καὶ οὐδὲν ἐκτησάμην ἀπ’ αὐτῶν! Οὐδὲ ἦλθον εἰς προκοπήν, καὶ κάθημαι λέγων ἄλλοις ἵνα ὠφεληθῶσι! Μήποτε εἰς ἐμὲ πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Ἀποστόλου· «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις.» Καὶ ὅταν ταῦτα λέγῃς, καυτηριάζεται ἡ καρδία σου, καὶ εὑρίσκῃ λαλῶν μετὰ ταπεινώσεως. Ὀφείλεις δὲ προσέχειν τίνι λαλεῖς· Ἐὰν οἶδας ὅτι θέλει ὠφεληθῆναι, τότε λάλησον, ἐὰν δὲ μή, οὐκ ἔστι χρεία τῆς ὁμιλίας. Γέγραπται γάρ· «Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων.» Μήποτε εὑρεθῇς παρέχων τὰ ἅγια τοῖς κυσὶ καὶ ῥίπτων τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ὁ Κύριος συνετίσει σε, ἄδελφε, μὴ πλανηθῆναι ἐκ τῆς ὁδοῦ τῆς ταπεινώσεως.

Δύο φιλόχριστοι ἦσαν γνησίως ἀγαπῶντες ἀλλήλους ἐν Κυρίῳ, καὶ ὑπὸ τῶν Πατέρων εἰς ζωὴν ὁδηγούμενοι. Τούτων ὁ εἷς ἐν τῇ συντυχίᾳ εἶπε λόγον περὶ ἑτέρου τινός. Ὁ δὲ ἄλλος, κατὰ διαβόλου συναρπαγήν, ὑπονοήσας ὅτι πρὸς αὐτὸν εἶπεν, ἐταράχθη σφόδρα. Κἀκείνου πληροφοροῦντος αὐτὸν περὶ τούτου οὐκ ἐδέχετο. Καὶ ἐντεῦθεν γενομένης αὐτοῖς μικρᾶς ἀντιλογίας, ἦλθον ἀμφότεροι πρὸς τοὺς Πατέρας, καὶ ἐδήλωσαν τῷ αὐτῷ Γέροντι Ἰωάννῃ.

Ὁ δέ φησιν· Ὡς ὁμοψύχοις λέγω ὑμῖν πᾶσαν τὴν ἀλήθειαν ἐνώπιον τοῦ Θεοῦ· Οἱ δύο χρεωστεῖτε βαλεῖν μετάνοιαν τῷ Θεῷ, οὐκ ἀμελῶς, ἀλλ’ ἐξ ὅλης καρδίας, ἵνα συγχωρήσῃ ὑμῖν εὐχαῖς τῶν Πατέρων ὑμῶν. Σὺ μέν, ὅτι συκοφαντηθείς, οὐκ ἐβάσταξας τὴν μέμψιν λέγων ὅτι Ἐγὼ ἥμαρτον καὶ ὅλος ἁμαρτία εἰμί, ὅτι δι’ ἐμὲ ἐταράχθη ὁ ἀδελφός μου.

Οὗτος δέ, ὅτι οὐ διέκρινε πρὸ τοῦ λαλῆσαι τὸ ῥηθὲν ὅ τι οὐ πρὸς αὐτὸν ἐρρέθη καὶ ὅτι τίποτε ἐναντίον αὐτοῦ οὐκ εἶχες εἰπεῖν αὐτῷ ἕως θανάτου. Ἀλλὰ καὶ αὐτὸς κατὰ σὲ οὐχ εὑρέθη ἔχων ὑπομονήν. Πλὴν ὑμεῖς οὐκ ἔχετε πρᾶγμα, ἀλλ’ ἡμεῖς ἐσμεν αἴτιοι τῶν κακῶν, ὅτι εὐχὰς οὐκ ἔχομεν. Εἰ γὰρ εἴχομεν, σκεπασθῆναι εἴχετε ἀπὸ τοῦ Πονηροῦ τοῦ σπείραντος ἀναμέσων ὑμῶν ζιζάνια, ὥστε πειράσαι ὑμᾶς. Τοῦτο γὰρ εὐχόμεθα, τὸ ὑμᾶς σκεπασθῆναι.

Οὐ φοβεῖσθε τὸ κρῖμα τοῦ Θεοῦ, ἵνα μὴ σκανδαλισθῶσιν εἰς ὑμᾶς οἱ ἄνθρωποι λέγοντες· Ἰδὲ τὰ τέκνα τῶν Πατέρων πῶς οὐκ ἔχουσιν ὑπομονὴν ἀλλὰ εἰς ἀλλήλους ἔρχονται. Εἰ οὖν αἰσχύνεσθε ἀλλήλοις βαλεῖν μετάνοιαν ἀπὸ καρδίας, ἡμεῖς βάλλομεν ὑπὲρ ὑμῶν, ἡμῖν γὰρ πρέπει ἡ τοιαύτη αἰσχύνη. Ὁ Κύριος συγχωρήσει ὑμῖν καὶ φυλάξει ὑμᾶς ἀπὸ τοῦ Πονηροῦ καὶ συντρίψει αὐτὸν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ὁμόψυχοι γίνεσθε ἐν Κυρίῳ, καὶ ὁμόδοξοι, καὶ ὁμόπιστοι. Ὁ Κύριος στηρίξει ὑμᾶς ἀσαλεύτους ἐν τῷ φόβῳ αὐτοῦ. Ἀμήν.

Ἄλλος φιλόχριστος ξενοδοχῶν τοὺς Πατέρας ἔπεμψε διὰ γραμμάτων ἐρωτῶν τὸν αὐτὸν Γέροντα, εἰ συμφέρει αὐτῷ τὸ ἀποτάξασθαι τελείως τῷ κόσμῳ καὶ ἐλθεῖν εἰς τὸν μονήρη βίον. Καὶ γράψαντος αὐτῷ τοῦ Γέροντος τελειοτέραν εἶναι τὴν ἀναχώρησιν, νομίσας κατ’ ἐντολὴν αὐτῷ τὸν λόγον εἰρῆσθαι, ἐλυπήθη σφόδρα καὶ ἐλογίσατο μηκέτι τίποτε ἐρωτᾶν τοὺς Πατέρας.

Τοῦτο γνοὺς ὁ Γέρων τῷ πνεύματι, εἶπε γραφῆναι αὐτῷ ταῦτα· Πρὸ πάντων ἀσπαζόμεθα ἐν Κυρίῳ τὴν σὴν ἀγάπην, καὶ παρακαλοῦμέν σε πάντα λογισμὸν λυπηρὸν ἀποθέσθαι, καὶ μετὰ χαρᾶς καὶ φόβου Θεοῦ διελθεῖν καὶ νοῆσαι τὰ προγραφέντα σοι ἐν τῇ προτέρᾳ ἐπιστολῇ. Οὐδὲ γὰρ κατ’ ἐντολὴν ἐγράψαμέν τι ὑμῖν, μαθόντες παρὰ τοῦ Ἀποστόλου λέγοντος· «Οὐχ ἵνα βρόχον ὑμῖν ὑποβάλω.» Ἀλλὰ διακρίνοντες ὑμῖν ἓν ἕκαστον τῶν πραγμάτων ποίαν ἔχει διαφορὰν ὠφελείας, καθὼς πάντες ἠκούσαμεν τοῦ Σωτῆρος λέγοντος ἐν τοῖς Εὐαγγελίοις τὰ γεγραμμένα ἐν τῷ νόμῳ, τὸ «Οὐ μοιχεύσεις, οὐ φονεύσεις», καὶ τὰ ἑξῆς. Τοῦ δὲ ἐρωτήσαντος αὐτὸν εἰπόντος· «Ταῦτα πάντα ἐφύλαξα, τί ἔτι ὑστερῶ;» ἔφησεν αὐτῷ περὶ τελειότητος ὅτι «Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα», καὶ τὰ λοιπὰ ἅπερ οἶδας. Ἀλλ’ ὁ μισόκαλος ἀεὶ περιέρχεται ἐμποδίζων παντὶ ἔργῳ ἀγαθῷ. Βλέπων γὰρ τὴν γραφεῖσαν ὑμῖν ὠφέλειαν, καὶ πρὸ τοῦ μαθεῖν ὑμᾶς τὴν δύναμιν τῶν γραφέντων, μικροῦ ἐτάραξε τὸν λογισμὸν ὑμῶν. Καὶ θαυμάσαι ἔνι πῶς σκεπάζει τὸν νοῦν τοῦ ἀνθρώπου, ἁρπάζων τὸν λογισμὸν αὐτοῦ, ὥστε παντελῶς μὴ ὠφεληθῆναι. Καὶ οὐκ ἀφεῖ αὐτὸν ἐρωτῆσαι ἑαυτὸν διὰ τί ταράττεται καὶ εἰπεῖν ἑαυτῷ «Ἵνα τί περίλυπος εἶ ἡ ψυχή μου καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ», καὶ τὰ ἑξῆς.

Ταῦτα δὲ ποιεῖ ὥστε δεῖξαι τῷ ἀνθρώπῳ, ὅτι εἰ ἦσαν ἐξ ἁγίων τὰ γραφέντα, βοήθειαν παρεῖχον μᾶλλον ἢ γὰρ ταραχὴν καὶ πειρασμόν. Ἀλλ’ ὁ νηφάλιος κατανοεῖ καὶ τοὺς Ἀποστόλους διὰ τῆς ἀπιστίας ταραχθέντας ἑωρακότας τὸν Δεσπότην αὑτῶν καὶ Σωτῆρα Χριστόν. Ἐσήμανε γὰρ αὐτοῖς λέγων· «Ἵνα τί τεταραγμένοι ἐστέ; διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;» Καὶ εὐθὺς παρηκολούθησε τοῖς λόγοις αὐτοῦ ἡ γαλήνη. Οὕτω τοίνυν καὶ ἡμεῖς, εἰ ἐν ἡσυχίᾳ καρδίας διήλθομεν τὰ γραφέντα, καὶ ηὕρομεν ὅτι οὐ φθάνομεν ποιῆσαι κατὰ τὸ γεγραμμένον· «Ἀνὰ ἑκατόν, καὶ ἀνὰ ἑξήκοντα, εἰ μὴ οὕτω κἂν τὸ τρίτον ἀνὰ τριάκοντα.» Ἵνα δὲ μάθωμεν ὅτι ἐν πᾶσιν ὠφέλιμα ἡμῖν τὰ γραφέντα ἐγένοντο, κἂν μὴ φθάνωμεν ποιῆσαι τὸ τέλειον, κολαφιζόμεθα ἐν τῷ προκειμένῳ τῆς ξενοδοχίας ἔργῳ, ὥστε μὴ ὑψηλοφρονεῖν, ὅτι μέγα τίποτε ποιοῦμεν, εὑρίσκοντες ὅτι τὸ τέλειον οὐκ ἐφθάσαμεν ποιῆσαι. Οὐχ οὕτως ἀποβάλλοντες τὰ νῦν παρ’ ὑμῶν γινόμενα, ἐγράψαμεν ὑμῖν τὰ περιεχόμενα τῇ προτέρᾳ ἐπιστολῇ, ἀλλ’ ἵνα ἐπὶ τὸ μεῖζον ἔλθητε ἢ ἐπιμένοντες ἐν οἷς ἐστε, ταπεινῷ λογισμῷ χρῆσθε τῷ πράγματι. Μὴ θαυμάσητε δὲ περὶ τῶν πειρασμῶν. Παρηγγέλθημεν γὰρ ὅτι «Χαίρετε, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις.»

Ἠρωτήθη δέ τίς ποτε τῶν ἁγίων Πατέρων παρά τινος ἀδελφοῦ· Τί ἐστι τοῦτο ἀββᾶ, ὅτι ὅτε μέλλω κοιμᾶσθαι καὶ κοπιῶ εὐχόμενος καὶ κατασφραγίζων ἐμαυτόν, ἐν ἐκείνῃ τῇ νυκτί, ἐνυπνιάζομαι εἰς πορνείαν. Ἐὰν δὲ μὴ ποιήσω εὐχὰς μηδὲ κατασφραγίσω, οὐκ ἐνυπνιάζομαι; Καὶ ἀπεκρίθη αὐτῷ ὁ Γέρων, λέγων ὅτι Κατὰ πανουργίαν τοῦτο ποιοῦσιν οἱ δαίμονες, ὥστε ἀποστῆσαί σε τῆς εὐχῆς καὶ τῆς σφραγῖδος, οἴδασι γὰρ ἐκ τούτων βοήθειαν γενέσθαι τῷ ἀνθρώπῳ.

Οὕτω καὶ σύ, ἐάν τι ἐρωτήσῃς Πατέρας, καὶ πρὸς ὥραν ταράξωσί σε οἱ δαίμονες διὰ τοὺς λόγους αὐτῶν, μηδέποτε ἀποστῇς τῆς αὐτῶν ἐρωτήσεως, οὐδὲν γὰρ βλαβερὸν ἢ βαρὺ ἐπιτάσσουσι. Μαθηταὶ γάρ εἰσι τοῦ εἰπόντος ὅτι «Ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.» Καὶ ὕστερον εὑρήσομεν τὸν καρπὸν τῆς ὠφελείας αὐτῶν καὶ τότε συμβοήσωμεν τῷ ψαλμῳδῷ λέγοντι· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί», καὶ τῆς ἑξῆς.

Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα λέγων· Συμβαίνει ἐν τῷ συντυγχάνειν μέ τινι ἐξαίφνης μετεωρίζεσθαι ὥστε δοκεῖν καὶ παρ’ ἐμαυτὸν εἶναι καὶ τὸ προκειμένου ἐπιλανθάνεσθαι λόγου, οὐ μεταφερομένου τοῦ νοῦ εἰς ἕτερόν τι, ἀλλ’ ἐξισταμένου ἑαυτοῦ. Τί οὖν ἐστι τοῦτο, Πάτερ, καὶ τί με δεῖ ποιεῖν; Πάνυ γὰρ θλίβομαι.

Ἀπόκρισις· Τοῦτο πόλεμός ἐστι διαβολικὸς θέλων καταισχύναι τὸν ἄνθρωπον ἐπὶ τῶν παρόντων. Ἐὰν δὲ μετ’ ἐλευθερίας φανερώσῃ τις αὐτοῖς τὸ πρᾶγμα λέγων· Συγχωρήσατέ μοι ὅτι ἐμετεώρησέ με ὁ διάβολος, καταισχύνεται καὶ παύεται ὁ πόλεμος. Καὶ λοιπὸν μετὰ νήψεως λαλεῖ. Νομίζεται δὲ μηδὲν εἶναι τοῦτο, τῷ δὲ μὴ νοοῦντι, πολλὴν αἰσχύνην ποιεῖ. Ἡ δὲ μνήμη τοῦ ὀνόματος τοῦ Θεοῦ πάντα τελείως τὰ πονηρὰ καταργεῖ, καὶ ἐνδυναμοῖ τὴν ἀσθένειαν ἡμῶν.

Ἀμήν. Ἀνήρ τις φιλόχριστος ἐγκρατὴς ὢν σφόδρα καὶ τῆς ἰδίας φροντίζων ψυχῆς ἔπεμψεν ἐρωτῶν τὸν αὐτὸν Γέροντα· Τί συμφέρει τινὰ ποιεῖν; Ὅπερ αὐτῷ φαίνεται ἀγαθόν, ἢ δι’ ἐρωτήσεως Πατέρων; Ἀπόκρισις Ἰωάννου·

Ἐάν τις ἀφ’ ἑαυτοῦ ἐνθυμῆταί τι καλὸν ποιεῖν καὶ οὐ δι’ ἐρωτήσεως Πατέρων, οὗτός ἐστι ἄνομος καὶ ἐν νόμῳ οὐδὲν ἐποίησεν. Εἴ τις δὲ δι’ ἐρωτήσεως ποιεῖ, οὗτος πληροῖ τὸν Νόμον καὶ τοὺς Προφήτας. Ταπεινώσεως γὰρ σημεῖον τὸ ἐρωτᾶν. Καὶ Χριστοῦ τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι καὶ δούλου μιμητὴς ὁ τοιοῦτος. Ἀνὴρ γάρ φησιν ἀσύμβουλος ἑαυτοῦ πολέμιος. Καὶ πάλιν· «Μετὰ βουλῆς πάντα ποίει.» Καὶ Ἰωάννης ὁ Κολοβὸς λέγει· «Ἐὰν ἴδῃς νεώτερον τῷ θελήματι αὐτοῦ ἀναβαίνοντα εἰς τὸν οὐρανόν, κράτησον αὐτοῦ τὸν πόδα καὶ ῥίψον κάτω.» Συμφέρον οὖν ἐστι ταπεινοτέρως ἐρωτᾶν ἢ τῷ ἰδίῳ θελήματι ὁδεύειν. Ὁ γὰρ Θεός ἐστιν ὁ ἐμβάλλων εἰς τὸ στόμα τοῦ ἐρωτωμένου τί εἴπῃ, διὰ τὴν ταπείνωσιν τῆς καρδίας καὶ εὐθύτητα τοῦ ἐρωτῶντος.

Ἐρώτησις· Ἐὰν κάθημαι μετὰ Πατέρων καὶ ἀμφιβάλλωσι περὶ πίστεως πρός τινα τῶν οὐκ ὀρθῶς φρονούντων, ὀφείλω κἀγὼ ἀμφιβάλλειν ἢ οὔ; Λέγει μοι γὰρ ὁ λογισμὸς ὅτι Ἐὰν σιωπᾷς, προδίδως τὴν πίστιν. Ἐὰν δὲ καὶ ψιλὴ ὁμιλία ἐστὶ πρὸς αὐτοὺς περὶ δογμάτων, λαλήσω ἃ οἶδα ἢ σιωπήσω; Εἰ δὲ καὶ ἐρωτηθῶ, τί ποιήσω;

Ἀπόκρισις· Μηδέποτε ἀμφιβάλλῃς περὶ πίστεως, οὐκ ἀπαιτεῖ γάρ σε ὁ Θεὸς τοῦτο, ἀλλ’ ἢ τὸ πιστεύειν ὀρθῶς καθὼς καὶ παρέλαβες ἐκ τῆς ἁγίας Ἐκκλησίας ἐν τῷ βαπτίσματι καὶ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ. Ταῦτα οὖν φύλαξον καὶ σῴζῃ. Καὶ τὸ λαλεῖν δὲ περὶ δογμάτων οὐ χρή, ὑπερβαίνει γάρ σε ταῦτα, ἀλλὰ προσεύχου τῷ Θεῷ περὶ τῶν σῶν ἁμαρτιῶν καὶ εἰς ταύτας ὁ νοῦς σου σχολαζέτω. Βλέπε δὲ μὴ κατακρίνῃς ἐν τῇ καρδίᾳ σου τοὺς ταῦτα λαλοῦντας, οὐκ οἶδας γὰρ εἰ ὀρθῶς ἐκεῖνοι λαλοῦσιν ἢ οὒ καὶ πῶς ὁ Θεὸς κρίνει τὸ πρᾶγμα. Ἐὰν δὲ ἐρωτηθῇς, εἰπὲ ὅτι Ταῦτά με ὑπερβαίνει, συγχωρήσατέ μοι Πατέρες ἅγιοι.

Ἐρώτησις· Ἐὰν δὲ ἀμφιβάλλων ὁ αἱρετικὸς περιγράφῃ τῷ λόγῳ τὸν ὀρθόδοξον, ἆρα οὐκ ἔστι καλὸν συνηγορῆσαί με αὐτῷ καθότι δύναμαι, ἵνα μὴ ἡττηθεὶς βλαβῇ περὶ τὴν ὀρθὴν πίστιν; Ἀπόκρισις· Ἐὰν βάλῃς ἑαυτὸν λαλῆσαι, καὶ ἐνώπιον τοῦ Θεοῦ λαλεῖς καὶ τῶν ἀνθρώπων, καὶ εὑρίσκεται ὡς διδασκαλία.

Εἴ τις δὲ διδάσκει μὴ ἔχων δύναμιν, πληροφορητικὸς ὁ λόγος αὐτοῦ οὐ γίνεται ἀλλ’ ἄκαρπος. Ὅταν δὲ οὐδὲν ὠφελῇς, τί χρεία καὶ τοῦ λαλεῖν; Εἰ δὲ ὅλως βοηθῆσαι θέλεις, λάλησον ἐν τῇ καρδίᾳ σου τῷ τὰ κρυπτὰ γινώσκοντι Θεῷ, τῷ καὶ δυναμένῳ ποιῆσαι ὑπὲρ ἃ αἰτοῦμεν αὐτόν, καὶ αὐτὸς κατὰ τὸ θέλημα αὑτοῦ ποιεῖ μετὰ τῶν ἀμφιβαλλόντων, καὶ σὺ ταπείνωσιν εὑρίσκεις ἐν τῷ πράγματι. Ὥσπερ γὰρ ἐὰν βάλῃ τις εἰς τὴν φυλακήν τινα ἀδίκως δυναστείᾳ, ἄλλος δὲ θεωρῶν τὸ γινόμενον καὶ μὴ δυνάμενος ἀντειπεῖν ἢ ἀντιποιηθῆναι τοῦ ἀνθρώπου, ἀπελθὼν κρυφίως εἴπῃ τινὶ δυνατωτέρῳ, καὶ αὐτὸς πέμψας τῇ ἰδίᾳ ἐξουσίᾳ ἐκβάλλει αὐτόν, τοῦ βαλόντος αὐτὸν ταραττομένου, μὴ γινώσκοντος δὲ τίς ὁ ἀναγγείλας. Οὕτως καὶ ἐνταῦθα. Προσέλθωμεν τῷ Θεῷ ὑπὲρ τῆς πίστεως καὶ ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν ἐν τῇ δεήσει τῆς καρδίας, καὶ αὐτὸς ὁ εἰς ἑαυτὸν ὀμόσας ὅτι «Πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ ἐλθεῖν εἰς ἐπίγνωσιν ἀληθείας» καὶ ζωῆς, ποιεῖ καὶ μετ’ αὐτῶν κατὰ τὸ θέλημα αὑτοῦ.

Ἐρώτησις· Ἆρα ὀφείλω ζητεῖν κἂν τὰ κρινόμενα ἵνα ἀκριβῶς αὐτὰ οἶδα καὶ μὴ ἀμφιβάλλω; Ἀπόκρισις· Μηδὲν ζήτει ὧν ὁ Θεὸς οὐκ ἀπαιτεῖ παρὰ σοῦ. Μηδὲ ἐνέγκῃς ἐπικίνδυνα λόγια, ἀλλ’ ἀρκέσθητι ὡς ἤδη εἶπον τῇ ὁμολογίᾳ τῆς ὀρθῆς πίστεως καὶ μηδὲν τούτου πλέον περιεργάζου.

Ἐρώτησις· Ἐὰν οὖν ἀπὸ Γραφῶν ἐστιν ἡ συντυχία, σιωπήσω ἢ λαλήσω; Εἰ δὲ καὶ συμβῇ αὐτοὺς ἀμφιβάλλειν περί τινος, οὗπερ οἶδα, ἆρα καλόν ἐστιν ἵνα εἴπω ἢ οὔ; Ἀπόκρισις Ἰωάννου· Ἡ σιωπὴ καλλιωτέρα ἐστίν. Ἐὰν δὲ ἀμφιβάλλωσι καὶ οἶδας αὐτό, διὰ τὸ λυθῆναι τὴν ἀμφιβολίαν, εἰπὲ μετὰ ταπεινώσεως ὃ οἶδας. Ἐὰν δὲ οὐκ οἶδας, μηδὲν εἴπῃς ὡς ἀπὸ ἰδίου λογισμοῦ, ἀφροσύνη γάρ ἐστιν.

Ἐρώτησις· Ἐὰν περὶ πραγμάτων ἐστὶν ἡ συντυχία, μὴ ἐχόντων βλάβην ψυχῆς, σιωπήσω ἢ λαλήσω; Ἀπόκρισις· Πρὸ τοῦ ἐρωτηθῆναι οὐκ ἔστι καλὸν λαλῆσαι. Ἐὰν δὲ καὶ ἐρωτηθῇς εἰπεῖν, εἰπὲ ὃ οἶδας ἐν ταπεινώσει καὶ φόβῳ Θεοῦ. Μήτε ἐπαιρόμενος ἐὰν δεχθῇ ὁ λόγος σου, μήτε λυπούμενος ἐὰν μὴ δεχθῇ· αὕτη γάρ ἐστιν ἡ ὁδὸς τοῦ Θεοῦ. Ἵνα δὲ μὴ νομισθῇς εἶναι σιωπηρός, εἰπὲ ἀφ’ ἑαυτοῦ τινα ἐν γνώσει καὶ συντόμευσον καὶ ἀπαλλάττῃ πολυλογίας καὶ ἀκαίρου δόξης.