Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Στάση έναντι αιρετικών και διωγμών, και πρακτική της αδιάλειπτης προσευχής

Νουθεσίες για την αντιμετώπιση των αιρετικών χωρίς κατάκριση, τον τρόπο ενέργειας σε καιρούς διωγμού, καθώς και πρακτικές οδηγίες για την αδιάλειπτη προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 7 από 16

Ἐρώτησις· Ἐάν τις εἴπῃ μοι ἀναθεματίσαι Νεστόριον καὶ τοὺς κατ’ αὐτὸν αἱρετικούς, ἀναθεματίσω ἢ οὔ; Ἀπόκρισις· Ὅτι μὲν Νεστόριος καὶ οἱ κατ’ αὐτὸν αἱρετικοὶ ὑπὸ τὸ ἀνάθεμά εἰσι, δῆλον, σὺ δὲ μὴ τρέχε εἰς ἀναθεματισμόν τινος ὅλως. Ὁ γὰρ ἔχων ἑαυτὸν ἁμαρτωλὸν πενθεῖν ὀφείλει τὰς ἁμαρτίας αὑτοῦ, καὶ οὐδὲν ἄλλο. Ἀλλ’ οὔτε κρίνειν δεῖ τοὺς ἀναθεματίζοντάς τινα, ἕκαστος γὰρ ἑαυτὸν δοκιμάζει.

Ἐρώτησις· Ἐὰν δέ τις ἐκ τούτου νομίσῃ ὅτι κἀγὼ τὰ ἐκείνου φρονῶ, τί εἴπω αὐτῷ; Ἀπόκρισις Ἰωάννου· Εἰπὲ αὐτῷ ὅτι Εἰ καὶ φανερόν ἐστιν ὅτι ἐκεῖνοι ἄξιοί εἰσι τοῦ ἀναθεματισμοῦ, ἀλλ’ ἐγὼ ἁμαρτωλότερος ὑπάρχω παντὸς ἀνθρώπου, καὶ φοβοῦμαι μήπως ἄλλον κρίνων ἐμαυτὸν κατακρίνω. Καὶ γὰρ καὶ αὐτὸν τὸν Σατανᾶν ἐὰν ἀναθεματίσω, ἐφ’ ὅσον ποιῶ αὐτοῦ τὰ ἔργα, ἑαυτὸν ἀναθεματίζω. Ὁ γὰρ Κύριος εἶπεν· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.» Καὶ ὁ Ἀπόστολος λέγει· «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον, ἀνάθεμα ἔστω.» Οὐκοῦν ὁ μὴ ποιῶν τὰς ἐντολὰς αὐτοῦ, οὐκ ἀγαπᾷ αὐτόν, καὶ ὁ μὴ ἀγαπῶν αὐτόν, ὑπὸ τὸ ἀνάθεμά ἐστι. Καὶ πῶς ὁ τοιοῦτος ἄλλους δύναται ἀναθεματίσαι; Ταῦτα εἰπὲ αὐτῷ, καὶ ἐὰν ἐπιμείνῃ τοῖς αὐτοῖς, διὰ τὴν αὐτοῦ συνείδησιν, ἀναθεμάτισον τὸν αἱρετικόν.

Ἐρώτησις· Ἐὰν δὲ ἀγνοῶ ὅτι ἐστὶν αἱρετικός, ὃν λέγει μοι ἀναθεματίσαι, τί ποιήσω; Ἀπόκρισις· Εἰπὲ αὐτῷ· Ἄδελφε, ἐγὼ πῶς φρονεῖ περὶ οὗ λέγεις μοι οὐκ οἶδα. Τὸ ἀναθεματίσαι οὖν ὃν μὴ οἶδα, φαίνεταί μοι εἰς κατάκριμα. Τοῦτο δὲ λέγω σοι ὅτι πλὴν τῆς πίστεως τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ Πατέρων ἄλλην οὐ γινώσκω καὶ ὁ παρὰ ταύτην φρονῶν ἔρριψεν ἑαυτὸν εἰς τὸ ἀνάθεμα.

Ἐρώτησις· Ἐὰν γένηται διωγμός, τί ποιήσω; Μείνω ἢ ἀναχωρήσω; Ἀπόκρισις· Ἐρώτησον τοὺς πνευματικοὺς Πατέρας καὶ ὡς λέγουσι ποίησον. Καὶ μὴ ἀκολουθήσῃς τῇ ἰδίᾳ κρίσει, ἵνα μὴ ἐν ἀγνωσίᾳ κινδυνεύσῃς. Ἐρώτησις· Καὶ ἐὰν μὴ εὑρίσκω Πατέρας ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης, εἰς οὓς ἔχω πληροφορίαν, ἵνα ἐρωτήσω αὐτοὺς περὶ τούτου, τί ποιήσω; Μείνω ἵνα μὴ δόξω προδιδόναι τὴν πίστιν, ἢ ἀναχωρήσω εὐλαβούμενος τὴν ἧτταν;

Ἀπόκρισις· Στῆθι εἰς προσευχὴν καὶ δεήθητι ἐν ὅλῃ καρδίᾳ τοῦ φιλανθρώπου Θεοῦ, λέγων· Δέσποτα, ἐλέησόν με διὰ τὴν ἀγαθότητά σου, καὶ μὴ συγχωρήσῃς με πλανηθῆναι τοῦ θελήματός σου, μηδὲ παραδώσῃς με τῷ προκειμένῳ πειρασμῷ εἰς ἀπώλειαν. Καὶ τοῦτο ποίησον ἕως τρίτου κατὰ τὸν Σωτῆρα ἐν τῇ ὥρᾳ τῆς παραδόσεως. Καὶ μετὰ ταῦτα ἐὰν ἴδῃς σεαυτὸν ἔχοντα προθυμίαν ἀδίστακτον τοῦ μεῖναι καὶ πάντα ὑπενεγκεῖν τῇ τοῦ Θεοῦ χάριτι τὰ ἐπερχόμενα δεινὰ μέχρι καὶ αὐτοῦ τοῦ θανάτου, τότε μεῖνον.

Ἐὰν δὲ ἴδῃς δειλίαν ἐν τῇ καρδίᾳ σου, ἀναχώρησον. Καὶ μὴ νομίσῃς ἐν τούτῳ προδιδόναι τὴν πίστιν, οὐ γὰρ ἀπαιτεῖ ὁ Θεὸς τὰ ὑπὲρ δύναμιν. Ἐὰν γὰρ ἔχων τὴν δειλίαν μείνῃς, συμβαίνει μὴ φέροντα τὰς ἐπαγομένας θλίψεις τε καὶ βασάνους προδότην σε γενέσθαι τῆς ἀληθείας, καὶ ἑαυτῷ προσλαβεῖν αἰώνιον κόλασιν.

Ἐρώτησις· Ἐὰν δὲ ἄκων ἐμπέσω εἰς τὸν πειρασμόν, τί ποιήσω; Ἀπόκρισις· Ἐπίρριψον ὅλην σου τὴν μέριμναν ἐπὶ τὸν φιλάνθρωπον Θεόν, λέγων· Δέσποτα, διὰ τὴν ἀγαθότητά σου καὶ διὰ τὰς εὐχὰς πάντων τῶν ἁγίων σου, οὐχ ὡς δυνάμενος ἔστησα ἐμαυτὸν εἰς τοῦτο ἀλλὰ μὴ θέλων ἀπήντησα, μὴ οὖν ἐάσῃς με προδοῦναι τὴν ἁγίαν πίστιν.

Ἐρώτησις· Πῶς ὀφείλω αἰτεῖν τοὺς Πατέρας περὶ τῆς συγχωρήσεως τῶν ἁμαρτιῶν μου; Ὅτι συγχωρήσατέ μοι, ἢ ὅτι αἰτήσατέ μοι συγχώρησιν; Ἀπόκρισις Ἰωάννου· Ὅτε μὲν τοὺς ἀπελθόντας πρὸς Κύριον παρακαλοῦμεν, χρὴ λέγειν· Συγχωρήσατέ μοι. Ὅτε δὲ τοὺς ἔτι μεθ’ ἡμῶν ὄντας· Δεήθητε ὑπὲρ ἡμῶν ἵνα λάβωμεν συγχώρησιν.

Ἐρώτησις· Ὅτε δὲ αὐτὸν τὸν Δεσπότην παρακαλῶ, πῶς ὀφείλω λέγειν; Ἀπόκρισις· Ἵνα λέγῃς· Ἐλέησόν με, Δέσποτα, διὰ τοὺς ἁγίους σου μάρτυρας καὶ διὰ τοὺς ἁγίους Πατέρας, καὶ συγχώρησόν μοι ταῖς αὐτῶν πρεσβείαις τὰ ἁμαρτήματά μου.

Καὶ γὰρ ὁ Προφήτης ἔλεγε· «διὰ Ἀβραὰμ τὸν δοῦλόν σου», καὶ αὐτὸς ὁ Κύριος· «Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου.» Ἐρώτησις· Ἐὰν κάθημαι μετὰ κοσμικῶν καὶ ἔλθῃ ἀργολογία, μείνω ἢ ἀναχωρήσω; Ἐὰν δὲ καὶ ἀνάγκην ἔχω μεῖναι, τί ποιήσω;

Ἀπόκρισις· Ἐὰν μὴ ἔχῃς ἀνάγκην, ἀναχώρησον, ἐὰν δέ ἐστιν ἀνάγκη, μετένεγκε τὸν νοῦν σου εἰς τὴν προσευχήν σου, μὴ κατακρίνων ἐκείνους, ἀλλὰ τὴν ἰδίαν ἀσθένειαν ἐπιγινώσκων. Ἐρώτησις· Ἐὰν δὲ ἀγαπητοί μού εἰσι, κελεύεις μετενέγκω τὴν τοιαύτην ὁμιλίαν εἰς ἄλλην χρησιμωτέραν;

Ἀπόκρισις· Ἐὰν οἶδας ὅτι δέχονται ἡδέως τὸν λόγον τοῦ Θεοῦ, λάλησον ἀπὸ Βίου Πατέρων καὶ μετένεγκε τὴν ὁμιλίαν εἰς σωτηρίαν ψυχῆς. Ἐρώτησις· Ἆρα καλόν ἐστιν ἐν τῷ συντυγχάνειν τινί, ἐπικαλεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ;

Ἀπόκρισις· Καὶ ἐν τῷ συντυγχάνειν τινί, καὶ πρὸ τῆς συντυχίας καὶ μετὰ τὴν συντυχίαν καὶ ἐν παντὶ καιρῷ καὶ ἐν παντὶ τόπῳ χρὴ ἐπικαλεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ. Γέγραπται γάρ· «Ἀδιαλείπτως προσεύχεσθε», οὕτως γὰρ καταργεῖται πᾶς πειρασμός.

Ἐρώτησις· Καὶ πῶς δύναταί τις ἀδιαλείπτως προσεύχεσθαι; Ἀπόκρισις· Ὅτε τις καθ’ ἑαυτόν ἐστιν, ὀφείλει ψάλλειν καὶ τῷ στόματι καὶ τῇ καρδίᾳ προσεύχεσθαι. Ἐὰν δέ τις ἐν ἀγορᾷ ἢ μετά τινων τυγχάνῃ, οὐ χρὴ τῷ στόματι ψάλλειν, ἀλλὰ μόνῃ τῇ διανοίᾳ. Χρὴ δὲ τοὺς ὀφθαλμοὺς τηρεῖν καὶ κάτω νεύειν, διὰ τὸν ῥεμβασμὸν καὶ τὰς παγίδας τοῦ ἐχθροῦ.

Ἐρώτησις· Ὅτε εὔχομαι ἢ ψάλλω, οὐκ αἰσθάνομαι τῆς δυνάμεως τῶν λεγομένων διὰ τὴν σκληρότητα τῆς καρδίας μου, τί ὠφελοῦμαι; Ἀπόκρισις· Ἐὰν σὺ οὐκ αἰσθάνῃ, ἀλλ’ οἱ δαίμονες αἰσθάνονται καὶ ἀκούουσι καὶ τρέμουσι. Μὴ οὖν παύσῃ ψάλλων καὶ προσευχόμενος, καὶ κατὰ μικρὸν διὰ τοῦ Θεοῦ ἁπαλύνεται ἡ σκληρότης.

Ἐρώτησις· Ἐὰν πλησίον εἰμὶ ἐκκλησίας καὶ λέγηται τὸ τρισάγιον, καὶ καθέζομαι μετὰ Πατέρων ἢ μετὰ κοσμικῶν, ἀναστῶ καὶ εἴπω, ἐκείνων καθεζομένων ἢ οὔ; Ἀπόκρισις Ἰωάννου· Ἐάν εἰσι Πατέρες, εἴ τι ποιοῦσι, καὶ σὺ ποίησον. Ἐὰν δὲ κοσμικοὶ μείζονές σου καὶ οἶδας ὅτι σκανδαλίζονται, καλόν ἐστι τὸ φυλάξαι αὐτῶν τὴν συνείδησιν καὶ ποιῆσαι ὡς ποιοῦσι. Δύνασαι δὲ καὶ ἐν τῷ καθέζεσθαι μετ’ αὐτῶν, εἰπεῖν αὐτὸ ἐν τῇ καρδίᾳ σου. Ἐὰν δέ τί σοι ἐμποδίζῃ, ἀρκεῖ αὕτη ἡ μνήμη. Εἰ δὲ οὔκ εἰσι μείζονές σου, ἀνάστα καὶ εἰπέ, καὶ εἰ προτρέψεις αὐτοὺς ἀναστῆναι, οὐκ ἄτοπον, καὶ αὐτοὶ δὲ ὡς θέλουσι ποιήσουσι.

Ἐρώτησις· Ἐάν εἰμι κατὰ μόνας καὶ ἔστι μοί τινα μετὰ χεῖρας ἐμποδίζοντα ἀναστῆναι, τί ποιήσω; Ἀπόκρισις· Ἐὰν μὴ δύνῃ, μὴ θλίψῃ σε τὸ μὴ ἀναστῆναι, πάντα γὰρ λογισμῷ γίνεται καὶ διακρίσει. Ἐρώτησις· Ἐὰν ἀπέρχωμαι πρὸς Πατέρας καὶ φιλονεικῶσι κρατῆσαί με, καὶ ἔχω ἀναγκαίαν χρείαν, τί ποιήσω;