Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Φιλοξενία μοναχών, επίλυση διαφορών και κρίση υποθέσεων χωρίς όρκους

Κανόνες υποδοχής και φιλοξενίας μοναχών, ειρηνικής επίλυσης συγκρούσεων και αποφυγής της επιβολής όρκου κατά την κρίση υποθέσεων μεταξύ λαϊκών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 8 από 16

Ἀπόκρισις· Ἐὰν μὲν ὦσιν ἱκανοὶ κατὰ Θεὸν διακρῖναι τὰ πράγματα, λέγε αὐτοῖς μετὰ ταπεινώσεως· Συγχωρήσατέ μοι, ὅτι χρεία μοι ἀναγκαία ἐπίκειται. Καὶ ὡς ἀκούεις παρ’ αὐτῶν ποίησον ἀκόπως, πιστεύων ὅτι πάντως πρὸς τὸ συμφέρον ἐστίν. Ἐὰν δὲ μὴ ὦσι τοιοῦτοι καὶ ἔστι καὶ ἡ χρεία σου ἀναγκαία, κόψον τὴν φιλονεικίαν καὶ βάλε μετάνοιαν ὥστε ἀπελθεῖν. Κἂν μετὰ τὴν μετάνοιαν ἐπιμείνωσι τῇ φιλονεικίᾳ, εἰπὲ αὐτοῖς· Συγχωρήσατέ μοι, οὐκ ἔστι γὰρ δυνατὸν ἵνα μείνω.

Ἐρώτησις· Ἐὰν συναριστῶ τισι τῶν Πατέρων, καὶ εὐλογήσῃ τις αὐτῶν τὴν προκειμένην τροφήν, ἆρα ὀφείλω μέλλων μεταλαμβάνειν λέγειν αὐτῷ· «Εὐλόγησον» καὶ ἀναμένειν ἕως οὗ πάλιν εὐλογήσῃ με ἢ ἀρκεσθῶ τῇ πρώτῃ εὐλογίᾳ; Ἐπειδὴ συμβαίνει ὅτι ἀλλαχοῦ ἔχει τὸν νοῦν καὶ βραδύνει ἀποκρίνασθαι, καὶ ἀεὶ θλίβομαι. Ἆρα δὲ καλόν ἐστιν ἵνα, ὅταν βάλω χεῖρα εἰς τὴν τροφήν, κατασφραγίζω αὐτήν;

Ἀπόκρισις· Ἅπαξ εὐλόγησε καὶ ἐκπερισσοῦ ἐστι τοῦτο. Ἕνεκεν δὲ τοῦ κατασφραγίσαι, οὐδὲ τούτου χρεία, ἡ γὰρ εὐλογία σφραγίς ἐστιν. Καὶ πάλιν ἵνα δώσῃς λογισμὸν τῷ εὐλογήσαντι ἢ ἄλλῳ τινὶ ὡς μὴ πιστεύων εἰς τὴν αὐτοῦ εὐλογίαν, καὶ ἔστιν εἰς σκάνδαλον.

Ἐρώτησις· Ἐὰν ἀπαιτῶσί με οἱ Πατέρες πρὸς οὓς ἀπέρχομαι εὐλογῆσαι τὴν προκειμένην τροφήν, ἀνάσχωμαι αὐτῶν ἢ οὔ; Ἀπόκρισις· Μὴ ἀνάσχῃ, λέγων· Οὔτε κληρικός εἰμι οὔτε σχῆμα ἔχω, ἀλλ’ ἄνθρωπος κοσμικός εἰμι καὶ ἁμαρτωλός, καὶ ὑπερβαίνει με τοῦτο. Ἀλλὰ συγχωρήσατέ μοι διὰ τὸν Κύριον.

Ἐρώτησις· Ἐὰν κοσμικοί ἐσμεν πάντες οἱ ἐν τῇ τραπέζῃ, τί ποιήσωμεν ὅτι οὐκ ἔχομεν τὸν εὐλογοῦντα; Ἀπόκρισις Ἰωάννου· Καλόν ἐστι καὶ τὸ τοὺς κοσμικοὺς μεταλαμβάνοντας τῆς τροφῆς εὐλογεῖν τὸν Θεόν, διὰ γὰρ τῆς μνήμης τοῦ Θεοῦ ἡ τροφὴ ἁγιάζεται. Αὕτη δὲ ἡ εὐλογία οὐκ ἔστι κατὰ τὴν εὐλογίαν τῶν κληρικῶν, ἀλλὰ δοξολογία ἐστὶ καὶ μνήμη Θεοῦ. Πάντας γὰρ ἁρμόζει τὸ μνημονεύειν Θεὸν καὶ δοξολογεῖν αὐτόν. Καλὸν οὖν ἐστι καὶ τοὺς κοσμικοὺς τοῦτο ποιεῖν, ὅταν οὐκ ἔχουσι τὸν δυνάμενον εὐλογεῖν.

Ἐρώτησις· Ἐὰν οὖν ἀμφιβάλωσι τίς πρῶτον εὐλογήσει, ἑκάστου παραχωροῦντος τῷ ἄλλῳ, τί δεῖ ποιῆσαι; Ἀπόκρισις· Ὁ τούτους προτρεψάμενος ὀφείλει παρακαλεῖν ὃν βούλεται εὐλογοῦντα εὐλογῆσαι. Ὅταν δὲ μηδεὶς ἀνάσχηται, ἵνα μὴ γένηται φιλονεικία, ὀφείλει αὐτὸς καταδέξασθαι καὶ εἰπεῖν· Εὐχαῖς τῶν ἁγίων Πατέρων, ὁ Κύριος ποιήσει μεθ’ ἡμῶν. Ἀμήν.

Ἐρώτησις· Ἐπειδὴ εἴπατε· Καλόν ἐστι καὶ τοὺς κοσμικοὺς μνημονεύειν ἐν τῇ τροφῇ τοῦ Θεοῦ, ἵνα διὰ τῆς αὐτοῦ μνήμης ἡ τροφὴ ἁγιασθῇ, ἆρα καλόν ἐστι μήπω τεθέντος τοῦ ἄρτου ἐν τῇ τραπέζῃ τὸν προλεγόμενον στίχον λέγειν καὶ τὴν εὐχήν;

Ἀπόκρισις· Δυνατὸν μὲν αὐτὰ εἰπεῖν, ἀλλ’ ἐπειδὴ ἐν τῇ εὐχῇ λέγει τις· Εὐλόγησον τὰ προκείμενα, καλόν ἐστι καὶ ἀκόλουθον προκειμένων τῶν ἄρτων λέγειν τὴν εὐχήν. Ἐρώτησις· Ἐὰν λέγωσί μοι οἱ Πατέρες δικάσαι ἐν πράγματι καὶ οὐ πάνυ θαρρῶ ἐμαυτῷ, τί ὀφείλω ποιῆσαι;

Παραιτήσασθαι ἢ καταδέξασθαι; Καὶ τὸ φαινόμενόν μοι εἰπεῖν ἢ ἐρωτῆσαι τοὺς βέλτιον εἰδότας καὶ οὕτω κρῖναι; Ἀπόκρισις· Διὰ τὴν κέλευσιν τῶν Πατέρων κατάδεξαι καὶ εἰπὲ τοῖς δικαζομένοις ὅτι Κατὰ τὸ φαινόμενόν μοι δίκαιον ἔχω δικάσαι. Καὶ βλέπε ὥστε ὀρθὸν ἔχειν τὸν λογισμόν, καὶ μὴ κλίνῃς τὴν καρδίαν σου πρός τινα κατὰ πάθος, μήτε πρὸς χάριν, κατὰ δὲ τὸ φαινόμενόν σοι δίκαιον εἰπέ. Τὴν γὰρ προαίρεσιν κρίνει ὁ Θεὸς ὁ μόνος τὸ ἀληθινὸν δίκαιον εἰδώς. Ἐὰν δὲ καὶ δυνηθῇς ἐρωτῆσαι τὸν ἀκριβέστερόν σου εἰδότα, οὐκ ἄτοπον.

Ἐρώτησις· Ἐὰν ἀπαιτῇ τὸ πρᾶγμα ὅρκον, ὁρίσω αὐτοῖς ἢ οὔ; Ἀπόκρισις· Μηδέποτε ὁρίσῃς ὅρκον παρά τινος δοθῆναι, ὁ γὰρ Θεὸς ἀπηγόρευσε τὸ ὀμόσαι τινά. Ἀλλὰ λέγε ὅτι Τὸ πρᾶγμα ὅρκον ἀπαιτεῖ, εἰ οὖν θέλετε ὀμόσαι, ἐν ὑμῖν ἐστιν. Ἐὰν δὲ ἐπιτραπῇς ὑπὸ μείζονος ἐξουσίας δικάσαι, ἀνάγκασαι ὁρίσαι τὸν ὅρκον, ἤγουν τὰ συμφέροντα πρῶτον ἀκριβῶς δοκιμάσας, καὶ τότε ὅρισαι μηδὲν διακρινόμενος.

Ἐρώτησις· Ἐὰν παρακάθημαι ἀνθρώπῳ γέροντι ἢ μεγάλῳ προσώπῳ ἀναγινώσκοντι καὶ πταίῃ περὶ τόνον ἢ λέξιν, καὶ οἶδα ἐγὼ αὐτὸ ὀρθώτερον, εἴπω αὐτῷ ἢ οὔ; Ἀπόκρισις· Ἐὰν οἶδας ὅτι ἡδέως ἀκούει, εἰπέ, ἐὰν δὲ μή, μηδὲν αὐτῷ εἴπῃς. Πρόσεχε δὲ σεαυτῷ μὴ κενοδοξήσῃς ἐν τῷ λογισμῷ, συμφέρει γάρ σοι σιωπῆσαι ἢ μετὰ κενοδοξίας εἰπεῖν τι.

Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα, λέγων· Ἐὰν μοναχὸς αἰτῇ με συνελθεῖν αὐτῷ εἰς πρᾶγμα καὶ οὐ φαίνεταί μοι εἶναι κατὰ Θεόν, τί ποιήσω; Ἀπόκρισις Ἰωάννου· Εἰ οὐκ ἔστι κατὰ Θεόν, μὴ συνέλθῃς, ἀλλ’ ἀπόστα τοῦ πράγματος, λέγων αὐτῷ τὴν ἀλήθειαν ὅτι Καθὼς φαίνεταί μοι, οὐκ αἰτοῦμαι δίκαια. Εἰ δὲ κατὰ Θεόν ἐστι καὶ οὐ φέρει σοί τινα βλάβην ψυχῆς, σύνελθε αὐτῷ κατὰ δύναμιν, ἔστι γὰρ μισθός. Ἐὰν δέ ἐστί σοι βλάβη, μὴ βάλῃς σεαυτὸν εἰς τὸ πρᾶγμα, οὐκ ἀπαιτεῖ σε γὰρ ὁ Θεὸς ποιῆσαι τὸ βλάπτον τὴν ψυχήν σου.

Ἐρώτησις· Ὅταν βλέπω τινὰ ὑβρίζοντα μοναχὸν ἢ ἀδικοῦντα, ταράσσομαι πρὸς αὐτόν, ἆρα καλόν ἐστιν ἢ οὔ; Ἀπόκρισις· Οὐδὲν μετὰ ταραχῆς γινόμενόν ἐστι καλόν, ἀλλ’ ἐκ τῆς ἐνεργείας τοῦ διαβόλου μετὰ δικαιώματος. Ἐὰν οὖν ταράσσῃ, μηδὲν εἴπῃς, ἐπεὶ κἀκεῖνον πλεῖον ταράσσεις, κακία γὰρ κακίαν οὐκ ἀναιρεῖ. Ἐὰν δὲ οὐ ταράσσῃ, εἰπὲ αὐτῷ ἐν πραΰτητι· Οὐ φοβῇ τὴν ἁμαρτίαν ἀδίκως ὑβρίζων τὸν ἀββᾶν; Οὐκ οἶδας ὅτι τὸ σχῆμα ὃ φορεῖ τοῦ Θεοῦ ἐστι καὶ παροργίζεται ὁ Θεός; Καὶ οὕτω λαλῶν, εὑρίσκῃ κατὰ Θεὸν λαλῶν, δυνατὸς δέ ἐστιν ὁ Θεὸς ὡς θέλει ἐκεῖνον πραῧναι.

Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα λέγων· Ἔχω δίκην πρός τινα περὶ πράγματος, πῶς κελεύεις ποιήσω; Ἀκριβεύσομαι πρὸς αὐτὸν ἢ καταφρονήσω τῆς ἀκριβείας καὶ συντομώτερον ἀπαλλαγῶ; Ἀπόκρισις Ἰωάννου·

Σπούδασον ὅσον δύνασαι ταχέως ἀπαλλαγῆναι, τῶν τελείων γὰρ ἀνδρῶν ἐστι τὸ μὴ ταραχθῆναι ἐπερχομένων πειρασμῶν. Ὁ δὲ ἀσθενὴς ἐὰν ὑπέρθηται ἀπαλλαγῆναι, ἔρχεται μετὰ ταῦτα καὶ μετανοεῖ, καὶ ὀφείλων ἑαυτῷ ἐγκαλεῖν, τρέπεται εἰς βλασφημίαν τοῦ Θεοῦ καὶ ἀπόλλει τὴν ψυχὴν αὑτοῦ. Καὶ πληροῦται ἐν αὐτῷ τὸ «Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ;» Ἐρώτησις· Ἐπειδὴ χρεωστεῖ μοί τις, καὶ ἐὰν μὴ καταφρονήσω μικρόν, οὐκ ἐρχόμεθα εἰς εἰρήνην, τί οὖν κελεύεις ποιήσω;

Ἀπόκρισις· Ὁ ζητῶν εἰρήνην, οὐκ ἀποστερεῖται ἀπὸ τῆς τοῦ Θεοῦ εἰρήνης. «Ὁ πιστὸς οὖν ἐν ὀλίγῳ καὶ ἐν πολλῷ πιστός ἐστι», καὶ «Κατακαυχᾶται ἔλεος κρίσεως.» Ὥστε οὖν ἐὰν μὴ ὁ ἄνθρωπος καταφρονήσῃ τῆς χρείας τοῦ κόσμου, οὐ φθάνει εἰς τὴν εἰρήνην τοῦ Χριστοῦ. «Ὁ δὲ ἐναρξάμενος ἐν ὑμῖν ἔργου ἀγαθοῦ, αὐτὸς καὶ τελειώσει ἄχρι τῆς ἡμέρας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἡ γὰρ εὐχὴ ἡμῶν αὕτη ἐστίν· Ἵνα δώσῃ ἡμῖν ὁ Θεὸς τὴν εἰρήνην, ἵνα τελειώσωμεν τὸ ἔργον τοῦ Θεοῦ, ὥσπερ ἐμαρτυρήθη παρὰ τοῦ ξενοδόχου τοῦ ἁγιωτάτου πάσης τῆς Ἐκκλησίας.

Ἐρώτησις· Ἆρα τὸν οἱονδήτινα μοναχὸν ξένον ἐρχόμενον πρός με ὀφείλω δεξιοῦσθαι, μὴ ἀνακρίνων τὰ κατ’ αὐτόν; Ἐὰν δὲ φθάσω αὐτὸν δέξασθαι, πότε δεῖ αὐτὸν ἀπολῦσαι. Καὶ εἰ χρή τι παρέχειν αὐτῷ ἐξερχομένῳ, εἰσὶ γάρ τινες καὶ τοῦτο ἀπαιτοῦντες;

Ἀπόκρισις· Γέγραπται ἐν τῷ Παροιμιαστῇ· «Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου.» Ὅταν οὖν ἔρχηται ξένος πρὸς σέ, δεήθητι πρῶτον τοῦ Θεοῦ, καὶ οὕτως ἀνάκρινον τὰ κατ’ αὐτόν, καὶ πόθεν ἐστί, καὶ τοῦ ὑπάγει. Καὶ ἐὰν φαίνηταί σοι ὅτι ὀφείλεις αὐτὸν δέξασθαι, δέξαι καὶ ἀπόλυσον μετὰ τὴν τροφήν, μηδὲν αὐτῷ παρέχων.

Ἐὰν γὰρ θελήσῃς ὑπὲρ τὰ μέτρα σου χρήσασθαι πράγματι, οὐ στήκει μετὰ σοῦ. Ἐρώτησις· Τί οὖν ὅτι ἔσχον εἰς αὐτὸν πληροφορίαν, καὶ ἐκράτησα αὐτὸν ὀλίγας ἡμέρας. Καὶ θέλω πούποτε ἀπελθεῖν καὶ αἰσχύνομαι εἰπεῖν αὐτῷ ἀναχωρῆσαι, ἵνα μὴ σκανδαλισθῇ ἢ καὶ δίχα αἰτίας θέλω αὐτὸν ἀπολῦσαι, πῶς οὖν ποιήσω;

Ἀπόκρισις· Εἰπὲ αὐτῷ ἐν ἱλαρότητι· Ἀββᾶ προῄρησαι νῦν πούποτε ἀπελθεῖν; Καὶ ἐὰν εἴπῃ· Ναί, εἰπὲ αὐτῷ· Κἀγὼ χρείαν ἔχω καὶ θέλω δι’ αὐτὴν ἀπελθεῖν. Εἰ δὲ εἴπῃ ὅτι οὐ, εἰπέ· Καὶ πῶς κελεύεις ὅτι ἐγὼ χρείαν ἔχω πούποτε ἀπελθεῖν, καὶ οὐκ ἔστιν ὧδε ὁ δυνάμενός σε θεραπεῦσαι.

Καὶ οὕτω καὶ αὐτὸς ἀπέρχεται μετὰ εἰρήνης. Ἐρώτησις· Ἆρα καλόν ἐστι συστέλλειν τὰ πράγματα τοῦ κελλίου, ἵνα μήτι ἀπόληται ἢ ἀφεῖναι τὸ πρᾶγμα τῷ Θεῷ; Ἀπόκρισις· Καλόν ἐστι τὸ συστέλλειν αὐτά, οὐ μόνον τὰ ἀνήκοντα τῇ ξενοδοχίᾳ, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ὑπηρεσίας, μετὰ τὸ ποιῆσαι τὴν χρείαν. Οὐ δεῖ γὰρ δοῦναι πρόφασιν τῷ πειρασμῷ τοῦ διαβόλου. Ἐὰν δὲ συμβῇ ἐκ λήθης ἢ ῥᾳθυμίας τίποτε ἀπολέσθαι, μὴ θλίβῃς, ἀλλὰ μέμψαι σεαυτὸν ἐπὶ τῇ ῥᾳθυμίᾳ καὶ αἴτησαι παρὰ τοῦ Θεοῦ συγχώρησιν. Καὶ μὴ ἀποστρέφῃ σε τούτου τοῦ καλοῦ τῆς ξενοδοχίας ἔργου, ἀλλ’ ἐπίμεινον κατὰ δύναμιν καὶ μὴ ὑπὲρ δύναμιν, ἐν διακρίσει τοῦτο ποιῶν, καὶ φροντίζων τοῦ λοιποῦ εἰς τὸ μὴ δοῦναι χώραν τῷ πειρασμῷ.