Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Αποφυγή πλεονεξίας και μαγείας, διδασκαλία περί αυτεξουσίου και αυτομεμψίας

Οδηγίες για την αποκατάσταση ζημιών, την απόρριψη επωδών, την αξία της αυτομεμψίας σε άδικες κατηγορίες και τη λειτουργία της ελεύθερης βούλησης του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 10 από 16

Ἐρώτησις· Ὅταν ποιῶ λογάριον μετά τινος, ὑποβάλλει μοι ὁ λογισμὸς προσπαθῆσαι εὐτελεῖ πράγματι καὶ γριπίσαι ἐκεῖνον, τί οὖν ποιήσω; Ἀπόκρισις· Σπούδασον ἐκ τοῦ ἐναντίου μικρόν τι περισσὸν δοῦναι αὐτῷ, σὲ μὴ βαροῦν, λόγου χάριν ἓν νουμίον, ἵνα φύγῃς τὴν πονηρὰν πλεονεξίαν, ὁ γὰρ σπουδάζων δοῦναι μικρόν τι περισσόν, μακρύνει ἑαυτὸν τοῦ κακῶς πλέον λαμβάνειν.

Ἀπὸ γὰρ τῶν ἐλαχίστων προκόπτει τις ἐπὶ τὰ μείζονα, καὶ ἐκ τῶν μικρῶν παθῶν γίνονται τὰ μεγάλα πάθη. Ὁ Κύριος συνετίσει σε ἐν τῷ φόβῳ αὐτοῦ. Ἀμήν. Ἐρώτησις· Ἐὰν ποιήσας τὸν λόγον μετὰ ταῦτα εὕρω ὅτι μὴ θέλων ἐγρίπισα αὐτόν, τί ποιήσω;

Ἀπόκρισις· Ἐάν ἐστι πολὺ τὸ πρᾶγμα, ἀνάδος αὐτό. Εἰ δὲ μικρόν, ψηλάφησον τὸν λογισμόν, εἰ ἐκ τοῦ ἐναντίου σοι ἰσογριπίσθη ἢ ἔμελλες λαμβάνειν παρ’ αὐτοῦ, καὶ εἰ εὑρίσκεις οὕτως, ἀνάδος καὶ σὺ αὐτό. Εἰ δὲ οὐκ εἶχες λαβεῖν, μήτε σὺ αὐτῷ δώσῃς, εἰ μή τι πάνυ πτωχός ἐστιν, αὐτὸ γὰρ τὸ μικρὸν ποιεῖ αὐτῷ αἴσθησιν, τότε γὰρ ὀφείλεις αὐτῷ ἀναδοῦναι κατὰ τὸ δίκαιον.

Ἐρώτησις· Ἆρα τὸ ἐργάζεσθαι ἐν κυριακῇ ἁμαρτία ἐστίν; Ἀπόκρισις Ἰωάννου· Τοῖς κατὰ Θεὸν ἐργαζομένοις ἁμαρτία οὐκ ἔστιν, ὁ γὰρ Ἀπόστολος εἶπε· «Νυχθήμερον εἰργαζόμην πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα.» Τοῖς δὲ ἐν καταφρονήσει καὶ πλεονεξίᾳ καὶ αἰσχροκερδείᾳ ἁμαρτία ἐστίν. Ὅμως καλόν ἐστι τῇ ἀναστασίμῳ ἡμέρᾳ καὶ ταῖς δεσποτικαῖς ἑορταῖς καὶ μνήμαις τῶν ἀποστόλων, σχολάζειν ἀπὸ τῶν ἔργων καὶ ταῖς ἐκκλησίαις προσέρχεσθαι. Παράδοσις γάρ ἐστι τῶν ἁγίων ἀποστόλων.

Ἐρώτησις· Ἆρα καλόν ἐστι διδόναι εὐλογίαν Πατέρων ἀλλοεθνεῖ ἀνθρώπῳ ἢ πτωχῷ; Ἀπόκρισις· Μὴ διακριθῇς τὴν εὐλογίαν παρασχεῖν πτωχῷ, ἔλεος γάρ ἐστι, μήτε δὲ ἀλλοεθνεῖ, ἡ γὰρ εὐλογίαν οὐδὲν ἐκ τοῦ ἀλλοεθνοῦς βλάπτεται. Εὐλογεῖ δὲ αὐτὸν μᾶλλον καὶ συμβαίνει διὰ τῆς εὐλογίας τῆς ἐχούσης Θεοῦ δύναμιν, κἀκεῖνον εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Φιλήμων γάρ τις χοραύλης, μέλλων ἀντὶ τοῦ ἁγίου Ἀπολλωνίου τοῦ μάρτυρος θύειν καὶ θέλων λαθεῖν τοὺς ὁρῶντας, ἐνεδύσατο τὸ αὐτοῦ ἔνδυμα, καὶ διὰ τῆς αὐτοῦ δυνάμεως μετεβλήθη καὶ μάρτυς ἐγένετο.

Ἐρώτησις· Ἐπειδὴ τὸ ἄλογόν μου ἀσθενεῖ, μὴ ἄτοπόν ἐστι τὸ ποιῆσαί τινα ἐπιλαλῆσαι αὐτῷ; Ἀπόκρισις· Ἐπιλαλιὰ ἀπηγόρευται ἀπὸ τοῦ Θεοῦ καὶ οὐ δεῖ αὐτῇ ὅλως χρήσασθαι, ἀπώλεια γάρ ἐστι ψυχῆς τὸ παρεξελθεῖν τὴν κέλευσιν τοῦ Θεοῦ. Τὰς ἄλλας ἰατρείας καὶ θεραπείας μᾶλλον τῶν ἱπποιάτρων προσένεγκε αὐτῷ, οὐκ ἔστι γὰρ τοῦτο ἁμαρτία. Ἐπίχεε δὲ ἐπάνω αὐτοῦ καὶ ἁγίασμα.

Ἐρώτησις· Ἐὰν δὲ ἐμὸς οἰκέτης ἔχων ἀσθένειαν ἀπέλθῃ ἐκτός μου πρὸς ἐπιλαλοῦντα, μὴ τοῦτο ἐμοὶ λογίζεται ἁμαρτία; Ἀπόκρισις· Σοὶ τοῦτο οὐ λογίζεται, ἀλλ’ αὐτῷ. Ἐὰν δὲ μάθῃς, σπούδασον αὐτὸν παιδεῦσαι, ἵνα μὴ πάλιν αὐτὸ ποιήσῃ, νουθετήσας αὐτόν.

Ἐρώτησις· Ἐπειδὴ τὸ ἀπελθεῖν πρὸς μάντιν ἀλλότριόν ἐστι τοῦ Θεοῦ, ἐὰν ἴδω εἴ τινα δήποτε ἀπερχόμενον, μὴ χρεωστῶ εἰπεῖν αὐτῷ μὴ ἀπελθεῖν; Ἀπόκρισις· Ἐάν ἐστι σὸς ἀγαπητὸς ἐν Χριστῷ, χρεωστεῖς αὐτῷ εἰπεῖν ὅτι Ἄδελφε, βλάπτεις τὴν ψυχήν μου καὶ παροργίζεις τὸν Θεὸν τὸν κωλύοντα τὸ πρᾶγμα τοῦτο. Κἂν μὴ δέξηται τὸν λόγον σου, αὐτὸς ὄψεται. Ἐὰν δὲ ὁ τυχών ἐστιν, οὐ πρᾶγμα ἔχεις, εἰ μή τι αὐτὸς ἐρωτήσει σε περὶ τούτου, χρεωστεῖς γὰρ εἰπεῖν αὐτῷ τὴν ἀλήθειαν. Ἐὰν γὰρ μὴ εἴπῃς, κατακρίνῃ. Ὁ Σαοὺλ γὰρ μέλλων ἀνιέναι πρὸς τὴν ἐγγαστρίμυθον, ἠρώτησεν Ἰωνάθαν τὸν υἱὸν αὑτοῦ, καὶ οὐκ ἐπέτρεψεν αὐτῷ ἀπελθεῖν καὶ κατεκρίθη ὑπ’ αὐτοῦ.

Ἐάν τις οὖν ἐστιν ὑπὸ τὴν ἐξουσίαν σου, ὀφειλέτης εἶ καὶ νουθετῆσαι καὶ παιδεῦσαι αὐτὸν παραβαίνοντα. Ἐρώτησις· Ἐάν τις ἀγοράζῃ πρᾶγμα ἢ πωλῇ, μὴ ἁμαρτία ἐστὶ τὸ συμφωνεῖν εἴτε πλέον ἢ ἔλαττον τῆς τιμῆς;

Ἀπόκρισις Ἰωάννου· Ὁπότε κατὰ ἀνάγκην οὐ γίνεται ἀλλὰ κατὰ προαίρεσιν, οὐκ ἔστιν ἁμαρτία τὸ δοῦναι καὶ λαβεῖν κατὰ τὸ σύμφωνον. Ἐὰν δέ τις οἶδεν ὅτι πλέον ἐκέρδανεν, ὀφείλει ἀφ’ ἑαυτοῦ ἀναδοῦναι, καλὸν γὰρ πρᾶγμα ποιεῖ καὶ γίνεται εἰς εὐχαριστίαν ἐκείνου. Ὅταν δέ τις συμφωνῇ πρός τινα ὄντα ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν, κατανοῆσαι ὀφείλει μήπως καταδυναστεύων αὐτοῦ συμφωνῇ, ἐπεὶ ἁμαρτία ἐστίν. Ἀλλὰ ὀφείλει αὐτὸν πληροφορῆσαι ὅτι Ἄδελφε, οὔτε λυποῦμαι ἐὰν μὴ ποιήσῃς οὕτως ὡς λέγω σοι, οὔτε πλέον παρέχω σοι, λοιπὸν ὡς ἀρέσκει σοι καὶ θέλεις ποίησον.

Ἐρώτησις· Ἐπειδὴ καθὼς διδάσκετε καλόν ἐστι τὸ ἐν ἑκάστῳ μέμφεσθαι ἑαυτόν, ἐὰν ἐγκαλῶμαι παρά τινος ὡς σφαλεὶς κατ’ αὐτοῦ καὶ ἐμαυτῷ σφάλμα οὐ σύνοιδα, τί ποιήσω; Ἐὰν γὰρ θελήσω ἐμαυτὸν κατακρῖναι, εὑρίσκομαι βεβαιῶν αὐτοῦ τὴν κατ’ ἐμοῦ λύπην, ὡς ἀληθοῦς ὄντος τοῦ κατ’ αὐτοῦ σφάλματος. Ἐὰν δὲ πάλιν θελήσω ἀπολογήσασθαι αὐτῷ, ὅτι οὐχ οὕτως ἔχει τὸ πρᾶγμα, εὑρίσκομαι ἐμαυτὸν δικαιῶν, καὶ πῶς λοιπὸν βαστάξω τὴν μέμψιν; Φώτισόν με λοιπόν, Πάτερ ἅγιε, πῶς ὀφείλω ποιῆσαι;

Ἀπόκρισις· Πρῶτον μέμψαι ἑαυτὸν ἐν τῇ καρδίᾳ σου, καὶ βάλε μετάνοιαν αὐτῷ λέγων· Συγχώρησόν μοι διὰ τὸν Κύριον. Καὶ οὕτως ἐν ταπεινώσει, οὐχ ὡς θέλων ἑαυτὸν δικαιῶσαι, ἀλλ’ ἐκεῖνον θεραπεῦσαι καὶ ἐπάραι ἐξ αὐτοῦ τὴν ὑποψίαν, εἰπὲ αὐτῷ· Πάτερ οὐ σύνοιδα ἐμαυτῷ, ὅτι ἠθέλησά σε ἔν τινι λυπῆσαι ἢ κατά τι ἁμαρτῆσαι κατὰ σοῦ. Λοιπὸν μὴ ἔχε οὕτω κατ’ ἐμοῦ. Εἰ δὲ οὕτω πληροφορίαν οὐ λαμβάνει, εἰπὲ αὐτῷ· Ἥμαρτον, συγχώρησόν μοι.

Ἐρώτησις· Ἐὰν δὲ σφαλῶ κατ’ αὐτοῦ καὶ ἀκούσας λυπῆται, ἆρα καλόν ἐστι κρύψαι τὴν ἀλήθειαν εἰς τὸ παῦσαι αὐτοῦ τὴν λύπην ἢ ὁμολογῆσαι τὸ σφάλμα καὶ αἰτῆσαι συγχώρησιν; Ἀπόκρισις· Ἐὰν ἀκριβῶς ἔμαθε καὶ σὺ οἶδας ὅτι μέλλει τὸ πρᾶγμα ἐλθεῖν εἰς ἐξέτασιν καὶ φανερωθῆναι, εἰπὲ αὐτῷ τὴν ἀλήθειαν καὶ ζήτησον συγχώρησιν. Τὸ γὰρ ψεύσασθαι ἐπὶ πλέον παροξύνει αὐτόν. Ἐὰν δὲ οὐκ ἔγνω οὐδὲ μέλλει ἐξετασθῆναι τὸ πρᾶγμα, οὐκ ἄτοπον σιωπῆσαι καὶ μὴ δοῦναι χώραν τῇ λύπῃ. Σαμουὴλ γὰρ ὁ προφήτης ὅτε ἐπέμφθη χρῖσαι τὸν Δαβὶδ εἰς βασιλέα, ἔμελλε καὶ θύειν τῷ Θεῷ, καὶ ἐφοβήθη τὸν Σαοὺλ μὴ μάθῃ τοῦτο καὶ εἶπεν αὐτῷ ὁ Θεός· «Λαβὲ μετὰ σεαυτοῦ δάμαλιν καὶ ἐὰν εἴπῃ σοι ὁ βασιλεὺς τί θέλων ἦλθες, εἰπέ· Θύειν ἦλθον τῷ Κυρίῳ.» Καὶ οὕτω τὸ ἓν κρύψας τὸ φέρον τὴν ὀργὴν τὸν βασιλέα, τὸ ἄλλο μόνον εἶπε. Καὶ σὺ οὖν σιώπα τὸ λυπηρόν, καὶ τὸ πρᾶγμα παρέρχεται.

Ἐρώτησις· Ἐὰν φανερόν ἐστιν ὅτι οὐχ ἥμαρτον εἴς τινα, ἀλλ’ ἡμαρτήθην ὑπ’ αὐτοῦ, πῶς δύναμαι μέμφεσθαι ἐμαυτόν; Τί γὰρ λόγου χάριν, ὡς ὁδεύω πούποτε περιέτυχέ μοί τις ἐν τῇ ὁδῷ ὃν παντελῶς οὐκ ἐγίνωσκον, κἀμοῦ μηδὲν αὐτῷ εἰπόντος, ἔδειρέ με ἀκαίρως, πῶς δύναμαι μέμψασθαι ἐμαυτὸν ἐν τούτῳ;

Ἀπόκρισις· Δύνασαι λέγων ὅτι Ἐγὼ ἐσφάλην διὰ ταύτης τῆς ὁδοῦ ἐλθεῖν, εἰ γὰρ μὴ ἦλθον, οὐκ εἶχον περιτυχεῖν τούτῳ καὶ οὐκ ἔδειρέ με. Βλέπεις ὅτι δύνασαι ἑαυτῷ ἐπιγράψαι τὴν αἰτίαν. Ἐρώτησις· Ἐὰν οὔτε βλέπω φανερὸν τὸ ἁμάρτημα οὔτε ἐμφαίνῃ μοι εὐθέως τὸ πῶς ὤφειλον ἑαυτὸν μέμψασθαι, τί ποιήσω;

Ἀπόκρισις· Εἰπὲ ὅτι οὖν· Ἐγὼ ἥμαρτον, φανερόν ἐστιν, ἀλλὰ τὸ ἁμάρτημα νῦν κέκρυπται ἐξ ἐμοῦ, καὶ αὕτη ἐστὶν ἡ σεαυτοῦ μέμψις. Ἄλλος φιλόχριστος συνεχῶς παρέβαλλε τῷ κοινοβίῳ τῶν Πατέρων. Καὶ ἐχρόνισεν ἅπαξ ἐλθεῖν ἐκεῖ, καὶ τοῦ ἀββᾶ εἰπόντος ἐν ἱλαρότητι· Ἐγνώρισας τὴν ὁδόν; εἶπεν· Ἀββᾶ, εἰ ηὔχεσθε ὑπὲρ ἡμῶν, οὐκ ἂν εἴχομεν βραδῦναι, ἀλλὰ παρακαλῶ, εἰπὲ τοῦτο τῷ Γέροντι.

Καὶ ἀκούσας ὁ Γέρων ἐδήλωσεν αὐτῷ· Ἔδειξας ἡμᾶς κοιμωμένους καὶ μὴ δυναμένους τίποτε ποιῆσαι, ἀλλὰ σὺ οὐχ εὑρέθης σπουδαιότερος τοῦ ἐλθεῖν καὶ ἐξυπνίσαι ἡμᾶς, καὶ τοῦτο εἰδὼς ἀπὸ τῶν μαθητῶν τοῦ Σωτῆρος. Ὅτε γὰρ ἐχειμάζοντο, προσῆλθον αὐτῷ καὶ ἐξύπνισαν αὐτὸν λέγοντες· «Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα», καὶ ἐγερθεὶς ἔσωσεν αὐτούς.

Ταῦτα ἀκούσας ἐκεῖνος πάλιν ἐδήλωσε τὰ αὐτά. Καὶ ἀπεκρίθη ὁ Γέρων· Ἄδελφε, συγχώρησόν μοι ὅτι ἡ φιλονεικία ταπείνωσιν οὐκ ἔχει. Καὶ ἀκούσας ἐκεῖνος κατενύγη ἐπὶ τῷ λόγῳ καὶ ὠφεληθεὶς ἀνεχώρησεν. Φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ ὁ Θεὸς αὐτεξούσιον ἐποίησε τὸν ἄνθρωπον, λέγει δὲ ὅτι «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν», πῶς φυλάττεται καὶ τὸ αὐτεξούσιον καὶ τὸ μηδὲν χωρὶς Θεοῦ δύνασθαι ποιεῖν;

Ἀπόκρισις Ἰωάννου· Ὁ Θεὸς αὐτεξούσιον ἐποίησε τὸν ἄνθρωπον, ἵνα δύναται ῥέψαι εἰς τὸ ἀγαθόν, ῥέπων δὲ τῇ προαιρέσει οὐκ ἔστιν ἱκανὸς ἐπιτελέσαι αὐτὸ ἄνευ τῆς τοῦ Θεοῦ βοηθείας. Γέγραπται γάρ· «Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ βοηθοῦντος Θεοῦ.» Ἐὰν οὖν κλίνῃ τὴν καρδίαν ὁ ἄνθρωπος εἰς τὸ ἀγαθὸν καὶ ἐπικαλέσηται τὸν Θεὸν εἰς βοήθειαν, προσέχων ὁ Θεὸς τῇ καλῇ αὐτοῦ προθυμίᾳ, ἐπιχορηγεῖ δύναμιν τῇ ἐργασίᾳ αὐτοῦ. Καὶ οὕτως τὰ δύο προβαίνει, καὶ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου καὶ τὸ δυνατὸν τοῦ Θεοῦ. Τὸ γὰρ ἀγαθὸν ἐξ αὐτοῦ γίνεται, διὰ δὲ τῶν ἁγίων αὐτοῦ ἐπιτελεῖται. Καὶ οὕτως δοξάζεται ὁ Θεὸς ἐν πᾶσι καὶ δοξάζει αὐτούς.