Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Συναναστροφή με ετεροθρήσκους, ασθένειες, προσευχές των αγίων και θεία πρόνοια

Πνευματικές απαντήσεις για τη διαχείριση κοινωνικών σχέσεων με ετερόδοξους, την ιατρική περίθαλψη, καθώς και το μυστήριο της θείας πρόνοιας στην ασθένεια και τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 11 από 16

Ἐρώτησις· Συγγενεῖς ἔχω κατὰ κόσμον, τοὺς μὲν λαμπροὺς καί εἰσιν ἐνταῦθα, τοὺς δὲ εὐτελεῖς καὶ οἰκοῦσι μακράν, καὶ συμβαίνει ὅτι ἔρχονται πρὸς ἡμᾶς. Ἐὰν οὖν ἐρωτήσῃ μέ τις τίνες εἰσίν, εἴπω αὐτῷ τὴν ἀλήθειαν ἢ σιωπήσω; Ἐπειδὴ τὸ εἰπεῖν λυπεῖ τοὺς ἄλλους συγγενεῖς ἐρυθριῶντας τὸ ὄνειδος.

Ἀπόκρισις· Οὐ χρὴ μὴ οὔσης ἀνάγκης τοῦτο δημοσιεύειν, μάλιστα ἐὰν κινῇ λύπην τοῖς ἄλλοις. Κἂν οὖν εἰδικῶς ἐρωτηθῇς τίνες εἰσίν, ὀφείλεις συνετῶς ἀποκρίνασθαι πρὸς τὸ μὴ φανερῶσαι τὸ πρᾶγμα. Εἰ δὲ μηδεὶς λυπεῖται ἢ θλίβεται ἐκ τούτου καὶ ἐρωτηθῇς, οὐκ ὀφείλεις κρύψαι τὴν ἀλήθειαν, ἐπεὶ κενοδοξία εὑρίσκεται. Πάντες γὰρ πλάσματα Θεοῦ ἐσμεν, καὶ οὐδεὶς τοῦ ἄλλου λαμπρότερος, εἰ μὴ ὁ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, ἀλλ’ ἡ κενοδοξία ποιεῖ παρὰ τοῖς ἀνθρώποις διαφοράν. Ἀλλ’ ὅμως χρὴ φυλάξαι τῶν ἄλλων τὴν συνείδησιν διὰ τὴν ἀσθένειαν τοῦ αὐτῶν λογισμοῦ, ὁπότε οὐδεμία πρόκειται ἀνάγκη τοῦ δημοσιεῦσαι.

Ἐρώτησις· Οἰκέτην ἔχω λελωβημένον. Ἆρα ὀφείλω κρατῆσαι αὐτὸν ἢ οὔ; Ἀπόκρισις· Οὐ κρατῆσαι αὐτὸν χρὴ ἐν τῷ οἴκῳ σου, οὐ γὰρ πάντες βαστάζουσι συνεῖναι αὐτῷ. Εἰ γὰρ ἐβάσταζον, εὐσεβὲς ἦν τὸ πρᾶγμα, καὶ οὐ χρὴ θλῖψαι δι’ αὐτὸν ἄλλους. Ἀλλὰ δὸς αὐτὸν ἐν τῷ πτωχοτροφείῳ τῶν λελωβημένων καὶ πάρεχε αὐτῷ τὴν τροφὴν αὐτοῦ καὶ τὸ ἔνδυμα τὸ ἀρκετὸν τῇ χρείᾳ καὶ τὸ στρῶμα, ἵνα μηδὲν βαρηθῇ ὁ τοιοῦτος.

Ἐρώτησις· Ἐὰν δὲ λαμβάνων τὰ διάρια αὑτοῦ καθὼς ἐκέλευσας, βούλεται λαμβάνειν καὶ τὸ μέρος αὑτοῦ ἐκ τῶν ἔξωθεν προσφερομένων ἐκεῖ παρά τινων ἢ καὶ παρ’ ἐμοῦ, συγχωρήσω αὐτῷ λαμβάνειν ἢ οὔ; Ἀπόκρισις·

Μήτε ἐπιτρέψῃς, βάρος γάρ ἐστι. Μήτε κωλύσῃς, ἵνα μὴ γογγύσῃ ἢ βλασφημήσῃ, ἀλλ’ αὐτὸς εἴ τι θέλει ποιήσει. Εἰ δὲ καὶ παρὰ σοῦ ἡ προσφορὰ γίνεται, ὁπότε πρόθεσιν ἔχει τοῦ λαβεῖν, δὸς αὐτῷ. Ἐρώτησις· Ἐπειδὴ ὁ κατὰ σάρκα μου πατὴρ ἀεὶ φέρει μοι ὁμιλίαν περὶ σαρκικῶν πραγμάτων οὐκ ἐχόντων ὠφέλειαν τῇ ψυχῇ, καὶ τὸ ἀκοῦσαι αὐτοῦ θλίβει με, καὶ τὸ καταπαῦσαι αὐτὸν τῆς ὁμιλίας παραιτοῦμαι, τί οὖν ποιήσω;

Ἀπόκρισις· Ἐὰν δύνασαι μετενεγκεῖν τὸν νοῦν σου ἀπὸ τῶν λεγομένων παρ’ αὐτοῦ εἴτε εἰς προσευχὴν εἴτε εἰς μνήμην τῶν λόγων Θεοῦ καὶ Πατέρων διδασκαλίαν, καλόν ἐστι, καὶ ἄφες αὐτὸν λέγειν ὃ θέλει. Εἰ δὲ οὐ δύνασαι, σπούδασον μετὰ πρᾳότητος αὐτὸν παῦσαι τῆς ὁμιλίας καὶ μετενεγκεῖν αὐτὴν εἰς ἄλλην ὠφελιμωτέραν, μήποτε ἐκ τοῦ χρονίσαι αὐτὴν εὑρεθῇ ἐκεῖ παγὶς τοῦ ἐχθροῦ. Δύναται γὰρ καὶ ἐν ἑνὶ λόγῳ κατασκευάσαι ἀπροόπτως τὴν παγίδα, ἐὰν μόνον εὕρῃ σε ἡδέως ἀκούοντα.

Ἐρώτησις· Ἐπειδή τινες ἐν τῷ ἡμᾶς τρυγᾶν ἔρχονται ἀποφυλλίσαι, μὴ ἄτοπόν ἐστι κωλύειν αὐτοὺς ἐπιβῆναι τῇ σταφυλῇ; Ἐὰν δὲ ὑπονοήσω ὅτι ἔκλεψαν σταφυλήν, οὐκ ὀφείλω ψηλαφῆσαι αὐτούς; Καὶ ἐὰν εὕρω, λάβω αὐτά, ἵνα μὴ καὶ ἄλλοι τὸ αὐτὸ ποιήσωσι; Διστάζει γὰρ ὁ λογισμός μου ἐν τούτοις.

Ἀπόκρισις Ἰωάννου· Τὸ μὴ συγχωρῆσαι αὐτοὺς ἐπιβῆναι τῇ σταφυλῇ οὐκ ἄτοπον. Ἐὰν δὲ ὑπονοῇς ὅτι ἔχει τις σταφυλήν, καὶ οὐκ οἶδας τὴν ἀκρίβειαν, μὴ ὡς ἔτυχε ψηλαφήσῃς, μήποτε ἀστοχήσῃς καὶ καταισχυνθῇς. Ἐὰν δὲ οἶδας ὅτι ἔχει καὶ συγχωρήσῃς αὐτῷ, καλόν ἐστιν, ἐὰν δὲ μή, ἔασον αὐτὸν κἂν δίχα ὕβρεως.

Ἐρώτησις· Ὅτε ἀδικῶ καὶ διορθοῦμαι τὸ ἀδίκημα, ὑψηλοφρονεῖ μου ὁ λογισμός, ὡς ἀγαθόν τι πράξαντος, τί οὖν ὤφειλον λέγειν αὐτῷ; Ἀπόκρισις· Εἰπὲ αὐτῷ· Ὁ ἀδικῶν κολάζεται, ὁ δὲ διαλύων τὸ ἀδίκημα διαφεύγει τὴν κόλασιν καὶ ἔχει ἔπαινον. Ἄλλο γάρ ἐστι τὸ ἀγαθοποιῆσαι καὶ ἄλλο τι τὸ ἀδικῆσαι, τὸ μὲν γὰρ θεραπεύει τὸν Θεὸν καὶ προξενεῖ τὴν αἰώνιον ἀνάπαυσιν, τὸ δὲ παροργίζει αὐτὸν καὶ προξενεῖ τὴν αἰώνιον κόλασιν. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Δαβίδ· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.» Ἄνευ γὰρ τοῦ Θεοῦ οὐ δυνάμεθά τι ἀγαθὸν ποιῆσαι, εἶπε γάρ· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν», καὶ ὁ Ἀπόστολός φησιν· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Οὐκοῦν οὐδὲ ἐν τῇ ἐργασίᾳ τοῦ ἀγαθοῦ δυνάμεθα ὑψηλοφρονεῖν, πόσῳ γε μᾶλλον ἐν τῇ ἀναχωρήσει τοῦ κακοῦ! Πολλὴ γάρ ἐστιν ἡ ἀφροσύνη ἔπαινον ἡγεῖσθαι τὸ μὴ ἁμαρτάνειν. Πρόσεχε οὖν σεαυτῷ, ἄδελφε, μήποτέ σε οἱ πονηροὶ δαίμονες πλανήσωσιν, οὓς καταργήσει Κύριος εὐχαῖς ἁγίων αὑτοῦ. Ἀμήν.

Ἐρώτησις· Ἐπειδὴ ἀσθενῶ καὶ ἐπέταξέ μοι ὁ ἰατρὸς λούσασθαι, μὴ ἁμαρτία ἐστίν; Ὀφείλω δὲ ἐμαυτὸν δεικνύειν ἰατρῷ; Ἀπόκρισις· Οὐκ ἀπηγόρευται τὸ λουτρὸν παντελῶς τῷ κοσμικῷ, ὅταν ἀπαιτῇ ἡ χρεία. Ἐὰν οὖν τις ἀσθένειαν ἔχῃ καὶ χρῄζῃ αὐτοῦ, οὐκ ἔστιν ἁμαρτία, ἐὰν δέ τις ὑγιαίνῃ, γίνεται αὐτῷ εἰς θεραπείαν καὶ ἄνεσιν τοῦ σώματος καὶ φέρει αὐτὸ εἰς στρῆνος. Τὰ ὀφειλόμενα οὖν φυλάξωμεν, τοῦτ’ ἔστιν τὴν καρδίαν καὶ τὴν γλῶσσαν τοῦ μὴ κρίνειν καὶ ἐξουθενεῖν τινα, ἐπειδὴ τὸ λούσασθαι οὐ κατακρίνει τὸν κοσμικὸν ἄνθρωπον. Περὶ δὲ τοῦ ἐπιδεικνύειν ἰατρῷ, τοῦ μὲν τελειοτέρου ἐστὶ τὸ ἀφῆσαι τὸ πᾶν τῷ Θεῷ, κἂν ἔχῃ κόπον τὸ πρᾶγμα, τοῦ δὲ ἀσθενεστέρου τὸ ἐπιδεῖξαι τῷ ἰατρῷ. Καὶ γὰρ οὐδὲ τοῦτο ἁμαρτία, ἀλλὰ καὶ ταπείνωσις, ὅτι ὡς ἀσθενέστερος ἐδεήθη τοῦ ἐπιδεῖξαι ἑαυτὸν ἰατρῷ. Καὶ οὕτω δὲ χρὴ ἔχειν, ὅτι ἄνευ τοῦ Θεοῦ οὐδὲν οὔτε ἰατρὸς δύναται, ἀλλ’ ὅτε θέλει ὁ Θεὸς παρέχει τὴν ὑγείαν τῷ κάμνοντι.

Ἐρώτησις· Τινὲς ἀπὸ διαβόλου διάκεινται περὶ ἐμοῦ, ὅτι εὐλαβής εἰμι, ἐπειδὴ οὐ προσέρχομαι ταχέως εἰς τὴν ἀγορὰν μηδὲ βάλλω ἐμαυτὸν εἰς πράγματα, καὶ ὅταν διὰ χρόνου ἀπαιτῇ με ἡ χρεία τοῦ σώματος λούσασθαι, ἀεὶ αἰσχύνομαι, ὡς μέλλων σκανδαλίζειν τοὺς διακειμένους περὶ ἐμοῦ ὅτι κατ’ εὐλάβειαν τὸ λουτρὸν παραιτοῦμαι. Ἆρα τί ἐστι τοῦτο, Πάτερ;

Ἀπόκρισις· Τοῦτο κενοδοξία ἐστίν. Σὺ γὰρ κοσμικὸς εἶ, καὶ ὡς εἴπομεν, οὐκ ἀπαγορεύεται τῷ κοσμικῷ τὸ λουτρὸν τῆς χρείας ἀπαιτούσης. Ἐὰν δὲ ὁ Σατανᾶς παρασκευάζῃ τινὰς νομίζειν ὅτι προφήτης εἶ, εἰς τὸ πλανῆσαι τὸν λογισμόν σου εἰς ὑψηλοφροσύνην, καὶ παρὰ τοῦτο θέλεις τὸ περὶ σοῦ ψεῦδος βεβαιῶσαι, εἰς ἐκεῖνα δεῖ αἰσχύνεσθαι. Τὰ ἔχοντα παράβασιν τῆς τοῦ Θεοῦ ἐντολῆς, οἷον πορνείας, φιλαργυρίας, καὶ τὰ τοιαῦτα, ταῦτα γάρ εἰσι τὰ ἔχοντα τὸ ἀληθινὸν σκάνδαλον. Καὶ ὑπὲρ τούτων τις παρέχει τὴν ἀπολογίαν οὐ μόνον περὶ ἑαυτοῦ, ἀλλὰ καὶ περὶ τῆς βλάβης τοῦ πλησίον. Τὸ γὰρ κατὰ στρῆνος λούσασθαι καὶ οὐ κατὰ χρείαν ἐστὶ ἁμαρτία καὶ δίκαιον ἔχει σκάνδαλον. Τὸ δὲ μὴ οὕτως ἀλλὰ κατὰ χρείαν οὐκ ἔχει σκάνδαλον, ἀλλ’ ὁ σκανδαλιζόμενος αὐτὸς βαστάζει τὸ κρῖμα. Καὶ τὸ ἐπὶ τούτῳ αἰσχυνθῆναι, κενοδοξία ἐστὶ τοῦ διαβόλου.

Ἐρώτησις· Εἶπας, Πάτερ, ὅτι ἐκεῖνος παρέχει δίκαιον σκάνδαλον ὁ παραβαίνων τὴν ἐντολὴν τοῦ Θεοῦ, ὃς καὶ ὑπόκειται τῷ κρίματι τῆς βλάβης τοῦ πλησίον. Πῶς οὖν ὁ Ἀπόστολος εἶπε τῷ ἐσθίοντι τὸ εἰδωλόθυτον ὅτι «Σὺ μὲν καλῶς ἐσθίεις, οὐδὲν γὰρ εἰδωλόθυτον ἐν κόσμῳ, ἀλλ’ ὁ ἀδελφὸς οὐκ οἰκοδομεῖται, μὴ οὖν τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανε;» Ἰδοὺ αἴτιον αὐτὸν ποιεῖ τῆς βλάβης τοῦ ἀδελφοῦ ἐν πράγματι μὴ ἀπηγορευμένῳ τῆς τοῦ Θεοῦ ἐντολῆς, καὶ συγγνώμην μᾶλλον ἐκείνῳ τῆς ἀσθενείας παρέχει.

Ἀπόκρισις· Πρῶτον μέν, ἄδελφε, ὁ Ἀπόστολος ἀπηγόρευσε καὶ οὐδένα δεῖ πλέον περιεργάζεσθαι, ἀλλ’ ὡς νόμῳ Θεοῦ τῇ αὐτοῦ προστάξει δουλεύειν. Πλὴν ὡς νομίζω λέγω. Ἐνταῦθα καὶ ὁ τόπος καὶ ἡ πρᾶξις διαβεβλημένα ἦν. Τὸ γὰρ εἰδωλεῖον, ἀφωρισμένον τῇ λατρείᾳ τῶν δαιμόνων καὶ τὸ εἰδωλόθυτον θυσία τοῖς δαίμοσι προσεφέρετο. Καὶ τῷ μὲν ἀσθενεῖ ἀληθῶς ἐδόκει εἶναι εἰδωλόθυτον, καὶ βλέπων τὸν πιστὸν ἐσθίοντα, ᾠκοδομεῖτο καὶ αὐτὸς εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν, μολυνόμενος τῇ συνειδήσει. Ὁ δὲ πιστὸς οὐκ εἶχεν αὐτὸ εἰδωλόθυτον, ἀλλὰ βρῶμα ἅγιον ὑπὸ Θεοῦ δημιουργηθέν, καὶ καλῶς αὐτὸ ἤσθιε καὶ καθαρᾷ τῇ συνειδήσει. Ἀλλ’ ἐπειδὴ σαθρότερον περὶ τὴν τοιαύτην πίστιν ἦν ὁ ἀδελφὸς διακείμενος καὶ ἐνόμιζεν αὐτὸ εἶναι εἰδωλόθυτον, διὰ τοῦτο ὁ Ἀπόστολος ἐπιτιμᾷ τῷ πιστῷ ἐσθίοντι βρῶμα ἀνωφελές, φέρον βλάβην τῷ πλησίον, ὅπερ τῆς κατὰ Χριστὸν ἀγάπης ἀλλότριον ἦν. Τὸ γὰρ φαγεῖν οὐκ εἶχέ τινα συμπλήρωσιν ἐντολῆς Θεοῦ, καὶ τὸ μὴ φαγεῖν οὐκ εἶχε παράβασιν, καὶ ἀπαιτεῖ αὐτὸν προτιμῆσαι τοῦ βρώματος τὴν τοῦ ἀδελφοῦ οἰκοδομήν. Ἐνταῦθα δὲ ἐπὶ τοῦ λουτροῦ, αὐτὸ καθ’ ἑαυτὸ τὸ πρᾶγμα, τὸ λούσασθαι, οὐκ ἔστιν ἄτοπον οὐδ’ ἀπηγορευμένον, καὶ ὁ σκανδαλιζόμενος εἰς τοῦτο, αὐτὸς βαστάζει τὸ κρῖμα τοῦ σκανδάλου.

Τὸ οὖν αἰσχύνεσθαι κοσμικὸν ἄνθρωπον λούσασθαι διὰ ψόγον ἀνθρώπων, καὶ μάλιστα τῆς χρείας ἀπαιτούσης τοῦτο, κενοδοξία ἐστὶ βλάβην φέρουσα τῷ ἀνθρώπῳ. Σὺ οὖν ὅτε ἡ χρεία ἀπαιτεῖ, λοῦσαι ἐν φόβῳ Θεοῦ καὶ μὴ κατὰ στρῆνος, τοῦτο γὰρ ἀλλότριόν ἐστι τοῦ φόβου τοῦ Θεοῦ καὶ βλαβερὸν τῇ ψυχῇ.

Ἐρώτησις· Ἐπειδὴ ἐν ἑκάστῃ τροφῇ ἐστί τις φυσικὴ ἡδύτης, μὴ βλάβην ἐργάζεται τῷ μεταλαμβάνοντι; Ἀπόκρισις Ἰωάννου· Ὁ Δεσπότης Θεὸς τὴν τοιαύτην ἡδύτητα ἐν ἑκάστῃ τροφῇ ἐδημιούργησε, καὶ οὐκ ἔστι βλάβος τῷ μετ’ εὐχαριστίας μεταλαμβάνοντι. Τὴν δὲ προσπάθειαν ἀεὶ παραφυλάττεσθαι χρή, αὕτη γάρ ἐστιν ἡ βλάβη τῆς ψυχῆς.

Ἐρώτησις· Τὸ ποιεῖν πρᾶγμα μετὰ καθαρότητος μὴ ἄτοπόν ἐστι, τυχὸν οἰκονομίαν ἢ ἕτερόν τι; Ἀπόκρισις· Τὸ εἶναι καθαρὸν καὶ εὐπρεπὲς τὸ πρᾶγμα, οὐκ ἄτοπον διὰ τὴν ἐξ αὐτοῦ χρῆσιν, χωρὶς μέντοι προσπαθείας. Καὶ γὰρ ὁ Κύριος χαίρει πάσῃ καθαρότητι. Ὅταν δὲ βλέπῃς σεαυτὸν προσπάσχοντα πράγματι, μνῄσκου τὰ ἔσχατα αὐτοῦ πῶς διαφθείρεται καὶ λαμβάνεις ἀνάπαυσιν, οὐδὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ μένει σχήματος, ἀλλὰ πάντα φθαρτὰ καὶ παρερχόμενα.

Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα, λέγων· Ἐὰν ἰουδαῖος ἢ ἐθνικὸς καλέσῃ με ἐν τῇ ἑορτῇ αὑτοῦ εἰς ἄριστον, ἢ καὶ ξένιά μοι πέμψῃ, καταδέξωμαι ἢ οὔ; Καὶ ὁ Γέρων φησίν· Μὴ καταδέξῃ, παρὰ τοὺς κανόνας γάρ ἐστι τῆς ἁγίας Ἐκκλησίας, καὶ οὐ δεῖ παραλαβεῖν.

Ἐρώτησις· Τί οὖν; Ὅτε μέγας ἐστὶν ὁ ἄνθρωπος καὶ φίλος μου, καὶ λυπεῖται ἐὰν μὴ δέξωμαι, καὶ τί εἴπω αὐτῷ; Ἀπόκρισις· Εἰπὲ αὐτῷ ὅτι Οἶδεν ἡ ἀγάπη σου ὅτι ἅπαντα τὰ παρηγγελμένα ὑπ’ αὐτοῦ τοῦ Θεοῦ δεῖ τοὺς φοβουμένους αὐτὸν φυλάττειν. Καὶ ἐξ ὧν ποιεῖτε, ἔστι πληροφορηθῆναι, καὶ γὰρ σὺ ἕνεκεν τῆς πρὸς ἐμέ σου ἀγάπης οὐδέποτε ἀνάσχῃ παραβῆναι τὴν ἐντολὴν τῆς σῆς παραδόσεως, καὶ οὐ παρὰ τοῦτο λογίσομαι ὅτι παρέβης τὴν πρὸς ἐμὲ ἀγάπην.

Καὶ ἡμεῖς οὖν παράδοσιν ἔχομεν ἐκ τοῦ Θεοῦ διὰ τῶν ἁγίων Πατέρων ἡμῶν καὶ διδασκάλων, μηδαμῶς μεταλαμβάνειν ἐν τῇ ἑορτῇ τῶν ἀλλοεθνῶν τινός ποτε, οὐ παρὰ τοῦτο οὖν ἐλύπησα τὴν πρὸς σὲ ἀγάπην. Ἐρώτησις· Ἐπειδή εἰσί τινες τῶν ἀλλοεθνῶν ἀγοραῖοι καὶ πιπράσκουσιν ἐν ταῖς ἑαυτῶν ἑορταῖς τὰ ὤνια, μὴ ἄτοπόν ἐστιν τὸ ἀγοράζειν ἐξ αὐτῶν τὴν χρείαν;

Ἀπόκρισις· Οὐκ ἔστιν ἄτοπον, πάντα γὰρ τὰ ἐν μακέλλῳ πιπρασκόμενα κατὰ τὸν Ἀπόστολον, ἀδιστάκτως δεῖ ἀγοράζειν καὶ ἐξ αὐτῶν τὴν χρείαν πληροῦν. Ἄλλος φιλόχριστος παιδευτὴς τῆς κόσμου σοφίας, εἶχεν υἱὸν ἐπικινδύνως ἔχοντα. Καὶ τὸν αὐτὸν Γέροντα, ἀββᾶν Ἰωάννην, ἠρώτησε εἰ ζῇ ἢ ἀποθνῄσκει. Καὶ ἀπεκρίθη αὐτῷ ὅτι ζῇ. Καὶ ὡς εἶπεν ὁ Γέρων, ἔζησε.

Καὶ μετὰ χρόνον υἱὸς αὐτοῦ ἕτερος ὁμοίως ἐκινδύνευε. Καὶ πάλιν ἀπελθὼν ἠρώτησε περὶ αὐτοῦ καὶ πάλιν ἀπεκρίνατο αὐτῷ· Ἡμεῖς μὲν εὐχόμεθα, τοῦ δὲ Θεοῦ ἐστι τὸ ποιῆσαι μετ’ αὐτοῦ ἔλεος. Κόψον οὖν αὐτῷ τὸ θέλημά σου, καὶ εὐχαρίστησον αὐτῷ ἐν πᾶσι.

Ταῦτα ἀκούσας καὶ μὴ νοήσας τὴν δύναμιν τοῦ λόγου καὶ τῆς ἀποκρίσεως, ἐνόμισεν ὅτι ζῆσαι ἔχει ὁ υἱὸς αὐτοῦ. Καὶ ὡς ἀπῆλθε πρὸς αὐτόν, ἀνανεύσας ἐκεῖνος, ἐθεώρει παρόντας τοὺς ἁγίους Γέροντας, καὶ λέγει τῷ πατρὶ αὑτοῦ·

Βλέπεις τοὺς ἁγίους ἐγγὺς ἡμῶν ὄντας; Ἐκείνου δὲ εἰπόντος ὅτι Οὐδένα βλέπω, λέγει αὐτῷ· Ἰδοὺ πῶς στήκουσι καὶ λέγουσί μοι· Τί ἔρχεται καὶ ἀπέρχεται ὁ πατήρ σου ὀχλῶν ἡμᾶς ἵνα ζήσῃς ἐν σαρκί; Ἰδοὺ οὖν ηὐξάμεθα τῷ Θεῷ περὶ σοῦ, καὶ εἶπεν ὅτι Ὁ καιρὸς αὐτοῦ ἔφθασεν ἐξελθεῖν ἐκ τοῦ σώματος. Ταῦτα εἰπὼν τῷ πατρί, πάλιν εἶπεν αὐτῷ· Ἰδού, Πάτερ, ἀπέσπασάν με ἀπό τινος Σαρακηνοῦ ἕλκοντός με καὶ ἀπήγαγόν με εἰς τόπον φωτεινὸν σφόδρα καὶ ἀνεκλάλητον. Κἀκεῖ εἶδον παιδία ἄκακα καὶ λέγουσί μοι· Διὰ τὴν αἴτησιν τοῦ πατρός σου, ἐδεήθημεν τοῦ Θεοῦ, ἵνα ἐν τούτῳ τῷ τόπῳ δοθῇς. Καὶ ἰδοὺ ἐπιτελοῦσι σύναξιν καὶ κοινωνοῦσι. Καὶ μετὰ τὸ εἰπεῖν τοὺς λόγους τούτους ἤρξατο λέγειν τὴν εὐχὴν τὴν μεγάλην, τὸ «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς», καὶ «Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι» καὶ οὕτω παρέδωκε τὸ πνεῦμα. Καὶ ὁ πατὴρ αὐτοῦ παρεκλήθη σφόδρα, πληροφορηθεὶς περὶ τῆς σωτηρίας τῆς ψυχῆς αὐτοῦ. Καὶ ἐλθὼν ἀπήγγειλε ταῦτα τῷ Γέροντι καὶ παρεκάλει αὐτὸν μαθεῖν διὰ τί οὐκ εἶπε φανερῶς αὐτῷ περὶ τοῦ θανάτου τοῦ υἱοῦ αὑτοῦ, καθὼς καὶ περὶ τῆς ζωῆς τοῦ ἑτέρου.

Καὶ ἀπεκρίνατο αὐτῷ· Εἶπόν σοι ὅτι Σὺ κόψον τῷ Θεῷ τὸ θέλημά σου, δεικνύων σοι ἐν τούτῳ τὸν ἐν σαρκὶ αὐτοῦ θάνατον. Περὶ δὲ τοῦ μὴ σαφῶς εἰπεῖν κατανόησον τὸ πρᾶγμα ἐξ ἑαυτοῦ· Ἰδοὺ σὺ παιδευτὴς εἶ τῆς τοῦ κόσμου σοφίας καὶ ἔχεις μαθητάς. Ἐὰν οὖν ὑπαγορεύσῃς τινὶ ἐξ αὐτῶν γράψαι ἐπιστολήν, εἴ τι θέλεις γράφει ὁ μαθητής σου, ἢ ταῦτα ἀφίησι καὶ γράφει εἴ τι θέλει; Πάντως ἃ λέγεις γράφει καὶ οὐχ ἅπερ αὐτὸς θέλει. Οὕτως καὶ οἱ ἅγιοι· Οὐκ αὐτοί εἰσιν οἱ λαλοῦντες ἀφ’ ἑαυτῶν, ἀλλ’ ὁ Θεὸς ἐν αὐτοῖς λαλεῖ ὡς θέλει, ποτὲ μὲν συνεσκιασμένως, ποτὲ δὲ φανερῶς. Καὶ ἵνα πληροφορηθῇς ὅτι οὕτως ἐστίν, αὐτὸς ὁ Κύριος εἶπε τοῖς μαθηταῖς αὑτοῦ· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Ὥστε οὖν ὡς θέλει λαλεῖ, καὶ οὐχ ὡς αὐτοὶ θέλουσι.

Ταῦτα ἀκούσας καὶ πληροφορηθείς, εἶπε· Πῶς εὑρίσκομεν εἰς τοὺς ἀρχαίους ἁγίους Πατέρας ὅτι πάντα τὰ αἰτήματα αὑτῶν ἐλάμβανον παρὰ τοῦ Θεοῦ; Καὶ ἀπεκρίθη αὐτῷ ὁ Γέρων· Οὐ πάντα τὰ αἰτήματα αὑτῶν ἐλάμβανον, ὅσα δὲ ἔλαβον, ταῦτα ἐγράφη. Καὶ πληροφορείτω σε ὁ λόγος τοῦ Εὐαγγελίου λέγων· «Προσῆλθέ τις αὐτῷ λέγων· Ὁ υἱός μου κακῶς δαιμονίζεται, καὶ προσήγαγον τοῦτον πολλάκις τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.» Εἰ δὲ οἱ ἀπόστολοι οὐκ ἔλαβον τότε τὴν αἴτησιν ταύτην, πῶς δυνάμεθα εἰπεῖν ὅτι οἱ ἅγιοι πάντα λαμβάνουσι; Καὶ γὰρ καὶ αὐτοὶ οἱ ἀπόστολοι ἠρώτησαν αὐτὸν θαυμάζοντες καὶ λέγοντες· «Δέσποτα, πῶς ἡμεῖς αὐτὸν οὐκ ἠδυνήθημεν θεραπεῦσαι;» Καὶ εἶπεν αὐτοῖς· «Τοῦτο τὸ γένος οὐκ ἐξέρχεται εἰ μὴ διὰ προσευχῶν καὶ νηστειῶν.» Εἶτα πάλιν ἠρώτησε· Καὶ διὰ τί οὐ λαμβάνουσι ὅλα τὰ αἰτήματα αὑτῶν οἱ ἅγιοι;

Καὶ λέγει ὁ Γέρων· Πάντα πρὸς τὸ συμφέρον τοῖς ἀνθρώποις ποιεῖ ὁ Θεός, περισσότερον γὰρ αὐτὸς τὸ συμφέρον οἶδε καὶ τί ὠφελεῖ αὐτούς. Διά τοι τοῦτο ἐπειδὴ οἱ ἄνθρωποι οὐκ ἴσασι τὸ συμφέρον ἑαυτῶν, παρήγγειλεν αὐτοῖς ἵνα μὴ ἐν τῇ προσευχῇ βαττολογήσωσιν, ἄλλα ἀντὶ ἄλλων αἰτοῦντες, εἰπών· «Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ αἰτῆσαι αὐτόν.» Ὡς γὰρ φείδεταί σου ὁ Θεός, οὕτως καὶ τῶν ἁγίων αὑτοῦ. Σοῦ μὲν γὰρ φείδεται ἵνα μὴ ἐπαρθῇς ἐπιτυχὼν φανερῶς ὧν ᾔτησας, τῶν δὲ ἁγίων ἵνα μὴ καὶ αὐτοὶ ἐπαρθῶσι διὰ τῶν ἀποκαλύψεων τῶν φανερῶς λεγομένων παρ’ αὐτῶν. Οὔκ εἰσι γὰρ μείζους Παύλου τοῦ Ἀποστόλου εἰπόντος· «Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν ἵνα μὲ κολαφίζῃ.» Ὕπαγε οὖν, πρόσεχε σεαυτῷ, καὶ δεόμεθα τοῦ Θεοῦ τοῦ δοῦναί σοι στερρὰν καρδίαν καὶ πίστιν ἀκλινῆ. Μὴ οὖν σκανδαλίζου εἰς τοὺς ἁγίους. Οὐ πλανᾶται γὰρ τὸ λαλοῦν ἐν αὐτοῖς Πνεῦμα ἅγιον τοῦ Θεοῦ. Εἰς αὐτοὺς γὰρ πληροῦται τὸ ῥηθέν· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» Καὶ ταῦτα ἀκούσας ἐπληροφορήθη ἐν Κυρίῳ καὶ ἀπῆλθε χαίρων καὶ εὐλογῶν τὸν Θεόν, τὸν δοξάζοντα τοὺς ἁγίους αὑτοῦ. Ἀμήν.

Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ κύων ἔδακε τὸν παῖδά μου, εἰπέ μοι εἰ ἀποθνῄσκει ἢ οὔ. Λέγουσι γάρ τινες ὅτι ὁ δηχθεὶς ὑπὸ κυνὸς ἐντὸς τεσσαράκοντα ἡμερῶν ἀποθνῄσκει. Ἀπόκρισις Ἰωάννου·

Οὐδὲν κακὸν ἔχει, μὴ φοβηθῇς, ἀλλὰ νόησον ὅτι γέγραπται· «Στρουθίον εἰς παγίδα οὐ πίπτει ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.» Ταῦτα ἀκούσας ἐκεῖνος ἐνόμισεν ὅτι οὐκ ἀποθνῄσκει. Ὁ δὲ μετὰ δύο ἡμέρας ἀπέθανε. Μεγάλην δὲ πίστιν ἔχων ὁ δεσπότης αὐτοῦ εἰς τὸν Γέροντα καὶ εἰδὼς ὅτι οὐ ψεύδεται, ἐθαύμαζε καὶ οὐκ ἐπληροφορεῖτο ὅτι ἀπέθανε.

Καὶ ἐλθὼν ἠρώτησε περὶ αὐτοῦ λέγων· Ἐπειδὴ ἀμφιβάλλομεν εἰ ἀπέθανεν ὁ παῖς ἢ ζῇ, τί λέγεις, Πάτερ; Καὶ ἀπεκρίθη ὁ Γέρων· Ἀπέθανεν. Εἶπεν οὖν αὐτῷ ἐκεῖνος· Καὶ πῶς εἶπας ὅτι οὐδὲν κακὸν ἔχει; Καὶ εἶπεν ὁ Γέρων·

Ἐπειδὴ εἶχες ὑποψίαν ὅτι ἐκ τοῦ δήγματος τοῦ κυνὸς ἐκ παντὸς ἀποθνῄσκει, ἐσήμανά σοι ὅτι οὐκ ἔστι τοῦτο καὶ εἶπον ὅτι οὐδὲν κακὸν ἔχει. Ὁ γὰρ ἐκ τοῦ Θεοῦ θάνατος οὐδὲν κακὸν ἔχει. Ἵνα δὲ φανερώσω σοι ὅτι μέλλει ἀποθνῄσκειν τὸν ἐκ Θεοῦ θάνατον, προσέθηκα ὅτι «Στρουθίον εἰς παγίδα οὐ πίπτει ἄνευ τοῦ Πατρὸς ὑμῶν», οὐ δυνατὸν γὰρ ἄνευ τῆς προστάξεως τοῦ Θεοῦ ἀποθανεῖν, κἂν ὑπὸ μυρίων ἰοβόλων δηχθῇ τις.

Ἐρώτησις· Καὶ διὰ τί οὕτως ἀσαφῶς γέγονεν ἡ ἀπόκρισις ἡ παρ’ ὑμῶν; Ἀπόκρισις Ἰωάννου· Μὴ θαυμάσῃς ὅτι οὐκ εἶπόν σοι φανερῶς περὶ τούτου. Οὐ χρὴ γὰρ πάντοτε φανερῶς περὶ τῶν τοιούτων λέγειν, βλάπτουσι γὰρ τὸν λέγοντα καὶ οὐκ ὠφελοῦσιν. Οὐκ οἶδας ὅτι καὶ ὁ Σωτὴρ θέλων δεῖξαι τὴν ἀνθρωπότητα, τοῖς ταπεινοῖς ἐκέχρητο ῥήμασι λέγων· «Ποῦ τεθείκατε Λάζαρον;» καὶ «Πόσους ἄρτους ἔχετε;» Καὶ «Τίς ἥψατό μου;» Διδάσκων τοὺς ἁγίους μὴ πάντοτε κεχρῆσθαι τοῖς ὑψηλοῖς. Διὰ τοῦτο πρὸς τὸ συμφέρον ἑαυτῶν ἀποκρίνονται. Εἰ δὲ καί τινες σκανδαλίζονται, ἀκουέτωσαν τοῦ Παύλου λέγοντος ὅτι «Ἡμεῖς εὐωδία ἐσμὲν τοῦ Χριστοῦ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ ζωῆς εἰς ζωήν, οἷς δὲ ὀσμὴ θανάτου εἰς θάνατον.» Τοῖς μὲν οὖν πιστοῖς, εἰσὶ ταῦτα ἵνα νοήσωσι καὶ ὠφεληθῶσι, τοῖς δὲ ἀπίστοις ἵνα ἡμᾶς κατευτελίσωσι καὶ ὠφεληθῶμεν.