Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Αποφυγή κοσμικών θεαμάτων, διαχείριση αμφιβολιών και ερμηνεία αγιογραφικών χωρίων

Παραινέσεις για την απομάκρυνση από τα νυχτερινά θεάματα, την αντιμετώπιση ψευδοπροφητών και της διψυχίας, καθώς και ερμηνεία ευαγγελικών και αποστολικών προτροπών περί προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 16 από 16

Ἐρώτησις· Ἐπειδὴ ἔχει ἡ Ἐκκλησία τύπους ἵνα μὴ ἐξάγητε ὀψὲ θεώρια μηδὲ ἐν ταῖς ἑλληνικαῖς ἑορταῖς, καὶ θέλει ὁ ἄρχων ταῦτα παρατρῶσαι, πῶς κελεύεις γράψωμεν αὐτῷ; Ἀπόκρισις· Γράψον αὐτῷ οὕτω· Διάκονος εἶ τοῦ Θεοῦ κατὰ τὸν Ἀπόστολον, καὶ ἐνετάλθης φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καθὼς κἀγὼ ἐνετάλθην. Πρέπει οὖν ὑμῖν φυλάξαι τὰ προνόμια τῆς Ἐκκλησίας, εἰς δόξαν Θεοῦ καὶ ἔπαινον ὑμέτερον. Ἀγαπῶν οὖν ὑμᾶς ὡς ἡμετέρους φίλους καὶ ὁμοψύχους, ὑπέμνησα ὑμᾶς, οὐκ ἔστι γὰρ δίκαιον χριστιανοῖς ἀνθρώποις καὶ τοῖς καθ’ ὑμᾶς φιλοχρίστοις, προτιμῆσαι τέρψιν ἀνθρώπων εἰς βλάβην ψυχῆς τῆς τοῦ Θεοῦ θεραπείας.

Ἐρώτησις· Ἐπειδὴ ἀνήρ τις μέγας καὶ δυνατὸς πολίτης ἡμῶν, ἐν Κωνσταντινουπόλει διάγων, πάνυ ἀγωνίζεται εἰς τὸ ἀχθῆναι ταῦτα τὰ θεώρια, τί κελεύεις γράψω αὐτῷ; Κἂν θελήσῃ ἡμῖν ἐπιβουλεῦσαι, εὖξαι ἵνα μὴ ἰσχύσῃ.

Ἀπόκρισις· Γράψον αὐτῷ οὕτως· Τέκνον, ὅλη ἡ εὐχὴ ἡμῶν ἐστιν ἵνα πλεονάσῃ ὁ Θεὸς τὴν πίστιν τῶν χριστιανῶν κατὰ φόβον αὑτοῦ, καὶ ἵνα ὑψώσῃ τὸ κέρας τῆς Ἐκκλησίας αὑτοῦ, αὐτός ἐστιν ἡ ἐλπὶς τῆς σωτηρίας ἡμῶν. Καὶ μάθε, ἐν καιρῷ τῆς ἀνάγκης, πόθεν ἔχομεν τὴν βοήθειαν· Πόθεν ἄλλο εἰ μὴ ἀπὸ τῆς Ἐκκλησίας καὶ τῶν εὐχῶν τῶν ἁγίων, καὶ ὁ κλίνων πρὸς ταῦτα, εὑρίσκει αὐτὰ ἐν καιρῷ ἐπιτηδείῳ. Τὰ δὲ θέατρα ἐργαστήριά εἰσι τοῦ διαβόλου καὶ ὁ σπουδάζων στῆσαι αὐτὰ πίπτει ἀπὸ τῆς ἀγέλης τοῦ Χριστοῦ καὶ γίνεται μέρος τοῦ διαβόλου. Οἴδαμεν δὲ ὅτι ὑμεῖς τέκνα ἐστὲ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ πάντοτε σπουδάζετε τὰ ἀρεστὰ αὐτῷ ποιεῖν. Διδασκαλίας γὰρ οὐ δεῖσθε, ἀλλ’ ὑπομνήσεως μὴ ἐπικοινωνεῖν τοῖς τρέχουσι στῆσαι τὰ θέατρα τοῦ διαβόλου. Ἐν καιρῷ γὰρ ἀνάγκης οὐδὲν δύναται ὠφελῆσαι εἰ μὴ μόνον καταποντίσαι τοὺς προστρέχοντας αὐτοῖς. Εἴ τις δὲ ἔχει τὴν καρδίαν πρὸς τὸν Θεὸν καὶ τὰ ἀρέσκοντα αὐτῷ θέλει στῆσαι, ὁ τοιοῦτος μετὰ παρρησίας ἐπικαλεῖται αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ εἰσακούει αὐτοῦ αὐτός, ὁ παρέχων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Γινώσκετε ὅτι «τὸ σχῆμα τοῦ κόσμου τούτου παράγει», ἡ δὲ πίστις τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.

Ταῦτα γράψον καὶ μὴ φοβηθῇς ἐπιβουλὴν ἀνθρώπων, ὑπὲρ τῆς τοῦ Θεοῦ πίστεως ἀγωνιζόμενος καὶ ἔχων αὐτὸν βοηθόν. Ὁ γὰρ ἀνθιστάμενος αὐτῷ καταποντίζεται ὡς ὁ Φαραὼ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, ὁ δὲ ἀδιστάκτως αὐτῷ πιστεύων ἕστηκεν ἐπὶ τὴν στερεὰν πέτραν ἀσάλευτος.

Ἐρώτησις· Ἐπειδή, Πάτερ, σπουδάζω καθ’ ἡμέραν νηστεύειν ἕως ἑσπέρας, εἰπέ μοι εἰ καλόν ἐστι καὶ εἰ ὀφείλω ποιεῖν τι, πρὶν προσεύξασθαι. Ἀπόκρισις· Περὶ τῆς νηστείας ψηλάφησον τὴν καρδίαν σου μὴ κλέπτῃ ὑπὸ κενοδοξίας, καὶ ἐὰν μὴ κλέπτῃ, ψηλάφησον τὸ δεύτερον μὴ ποιῇ σε ἀσθενέστερον ἐν τῇ ὀχλήσει τῶν πραγμάτων, ἡ γὰρ ἀσθένεια αὕτη οὐκ ὠφελεῖ. Εἰ δὲ μηδὲ εἰς τοῦτο ἀδικεῖ σε, καλή ἐστιν ἡ νηστεία. Ἡ δὲ προσευχὴ φῶς ἐστι, καὶ ὀφείλει ἕκαστος χριστιανὸς πρὶν ποιῆσαι τίποτε προσεύχεσθαι, μάλιστα ὁ ἱερεὺς τοῦ Θεοῦ.

Ἐρώτησις· Δέσποτα, διὰ τὸν Κύριον εὔχου ὑπὲρ ἐμοῦ, ὅτι πᾶσάν μου τὴν ἐλπίδα ἔχω εἰς τὸν Θεὸν καὶ εἰς τὰς ἁγίας σου εὐχάς. Ἀπόκρισις· Πληροφορῆσαί σε τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι οὕτως στήκεις εἰς τὴν προσευχήν μου νυκτὸς καὶ ἡμέρας ...

Ἀνὴρ φιλόχριστος ἀποδημῶν ἀγωνίσασθαι διὰ τὸν Θεὸν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πρός τινας ἀδικοῦντας αὐτήν, ἔπεμψεν ἐρωτῶν τὸν αὐτὸν μέγαν Γέροντα λόγον ζωῆς καὶ παράθεσιν. Ἀπόκρισις Βαρσανουφίου· Τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν καὶ τὴν ἐλευθερίαν κράτει, καὶ μὴ ὀκνήσῃς βοηθῆσαι κατὰ τὴν δύναμίν σου. Τὰ γὰρ τῆς Ἐκκλησίας πράγματα ἀφιερωμένα εἰσὶ τῷ Θεῷ, καὶ οὐαὶ τῷ βλάπτοντι αὐτὴν ἔν τινι! Καὶ ἔχε τὸν Θεὸν ἐν τῷ νῷ πάντοτε, δεόμενος αὐτοῦ περὶ οἱουδήποτε πράγματος, καὶ κατευόδου τὰς ὁδούς σου.

Μὴ ἀνθρωπαρεσκήσῃς ὅλως καὶ λαμβάνεις τὴν χάριν τοῦ Θεοῦ. Οἱ τοιοῦτοι γὰρ ἀλλότριοί εἰσι τοῦ Θεοῦ καὶ Πνεῦμα Θεοῦ οὐκ ἔστιν ἐν αὐτοῖς. Ἔχε Πνεῦμα Θεοῦ καὶ διδάσκει σε πάντα ὀρθῶς, ἄνευ γὰρ αὐτοῦ κατορθῶσαί τι οὐ δύνασαι. Φύλαξον δὲ σεαυτὸν ἀπὸ ταραχῆς καὶ ὀργῆς. Καὶ μὴ φοβηθῇς τινα, ἀλλὰ μνῄσκου τοῦ λόγου τούτου πάντοτε· «Κύριος ἐμοὶ βοηθὸς καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.» Καὶ πάλιν· «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς», καὶ τὰ ἑξῆς. Ἐὰν δὲ συμβῇ τινα ταραχθῆναι εἰς σέ, μετὰ ταπεινώσεως καὶ ἀγάπης ἐν συνέσει ἀποκρίθητι αὐτῷ τὰ τῆς ἀληθείας, καὶ καταπραΰνει αὐτὸν ὁ Θεὸς εὐχαῖς ἁγίων.

Ἔχεις δὲ τὴν παράθεσιν τῶν Πατέρων, καὶ μετὰ τοῦ Θεοῦ φυλάττει σε ἀπὸ τοῦ πονηροῦ. Ἀνδρίζου οὖν ἐν αὐτῷ, καὶ ἴσχυε πάντοτε. Ἐρώτησις· Ἐὰν ἀμφιβάλλω περὶ πράγματος, εἰ ὀφείλω αὐτὸ ποιῆσαι ἢ μὴ ποιῆσαι, εἰπέ μοι τί ποιήσω;

Ἀπόκρισις· Ἐὰν ἐμπέσῃ σοι πρᾶγμα, τρίτον εὖξαι τῷ Θεῷ περὶ αὐτοῦ, δεόμενος ἵνα μὴ πλανηθῇς. Καὶ ἐὰν μείνῃς ἐν τῷ αὐτῷ λογισμῷ, τότε ποίησον τὰ τοῦ λογισμοῦ, ἐκ Θεοῦ γὰρ γίνεταί σοι καὶ οὐκ ἀφ’ ἑαυτοῦ. Ὅταν οὐκ ἔχῃς ἄδειαν, ἐρώτησαι τοὺς Πατέρας.

Ἐρώτησις· Ὅταν οἱ Πατέρες λέγωσί μοι τίποτε καὶ δοκεῖ ἐναντίον εἶναι, πολεμοῦμαι ἐκ τῆς ἀπιστίας καὶ ἀεὶ λέγω τῷ λογισμῷ ὅτι Οὕτως ἔχει γενέσθαι ὡς λέγουσιν οἱ Πατέρες. Ἆρα τοῦτο πίστεώς ἐστιν ἢ ἀπιστίας;

Ἀπόκρισις· Τὸ οὕτως ἀποκρίνασθαι τῷ λογισμῷ πίστεώς ἐστιν, ἀλλ’ ὅμως πύκτευσον ἵνα, ἐὰν εἴπωσί σοι οἱ Πατέρες σου περὶ τοῦ σκότους ὅτι φῶς ἐστιν, ἔχῃ οὕτως, καὶ ὅτι ἐκτὸς τοῦ Θεοῦ οὐδὲν λαλοῦσι. Χρεία δὲ νήψεως πολλῆς, ὅτι ἄρτι λέγει ὁ Θεὸς λόγον ποιῆσαι, καὶ ἔστι πρὸς τὸ προκείμενον.

Καὶ μετ’ ὀλίγον γίνεται μεταβολὴ εἰς τὸ πρᾶγμα, καὶ ἐὰν μὴ ᾖ τις ἐστηριγμένος ἐν τῇ πίστει, σκανδαλίζεται. Οὕτω καὶ ἐπὶ τῶν ἁγίων· Καὶ ἐπειδή τινες μὴ γινώσκοντες τὴν δύναμιν καὶ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν γινομένην δι’ αὐτῶν, ἀεὶ λέγουσι· «Διὰ τί οὐκ εἶπον οἱ ἅγιοι ὅτι μεταβολὴ γίνεται;» Ἀλλὰ πρὸς τὸ προκείμενον λαλοῦσιν, ἐὰν δὲ μετὰ τὴν μεταβολὴν ἐρωτηθῶσιν, ἄλλως λέγουσι κατὰ τὸν Διδάσκαλον αὐτῶν εἰπόντα ἐνεγκεῖν τὴν ὀργὴν κατὰ τοῦ Ἀχαάβ, καὶ μεταβληθέντος αὐτοῦ, μετεβλήθη καὶ ἀπὸ τῆς ὀργῆς αὑτοῦ ὁ Θεός, λέγων· «Οὐ μὴ ἐπενέγκω τὴν ὀργὴν ἐν ταῖς ἡμέραις αὐτοῦ.» Τί οὖν οἱ ἀνόητοι λέγουσι περὶ τοῦ Θεοῦ ὅτι ἔχει καὶ αὐτὸς ἀγνωσίαν;

Πλανῶνται, μὴ γινώσκοντες ὅτι τὰ κρίματα τοῦ Θεοῦ ἄβυσσος πολλὴ καὶ ἀκατάληπτά εἰσι. Τὰ γὰρ μυστήρια ταῦτα πιστοῖς ἀνθρώποις πιστεύονται, καὶ οὐ πάντες χωροῦσιν. Ἵνα δὲ μάθῃς, ἄδελφε, ὅτι οἱ ἀληθινοὶ Πατέρες οὐ θλίβονται ὅταν δοκῶσι εἶναι παρά τισιν ψεῦσται τοῖς μὴ εἰδόσι τὰ μυστήρια τοῦ Θεοῦ. Ἐὰν γὰρ μὴ ὠφελῇ αὐτούς τι τοῦτο, ὅμως οὐδὲν βλάπτει, οὐ γὰρ ἀντιποιοῦνται δόξης κατὰ τὸν Δεσπότην αὑτῶν.

Ὅτε ἡ ὀργὴ τοῦ Θεοῦ ἦλθε κατὰ τῶν ἀνθρώπων, καὶ πολλοὶ ὑπὸ πνευμάτων ἀκαθάρτων κατὰ τοὺς κύνας ἐλάλουν, τινὲς δὲ ῥήματα ὡς προφητεύοντες ὥστε καί τινας πλανηθῆναι νομίζοντας αὐτοὺς ἀληθείαν. Τότε τινὲς φιλόχριστοι ἔπεμψαν ἐρωτῶντες τὸν αὐτὸν μέγαν Γέροντα περὶ τούτου·

Ὁ δέ φησιν· Προειδὼς ὁ Θεὸς τὴν ἀσθένειαν ἡμῶν καὶ τὴν ὀλιγοπιστίαν, εἶπεν ἡμῖν ὅτι «Μέλλουσι ψευδόχριστοι καὶ ψευδοπροφῆται ἐγερθῆναι, καὶ ποιῆσαι σημεῖα καὶ τέρατα ὥστε εἰ δυνατὸν ἀποπλανῆσαι καὶ τοὺς ἐκλεκτούς.» Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν τῆς πόλεως ἐπίσκοπον, τί ποιῆσαι δέοι αἰτήσαντα δηλῶσαι αὐτῷ καὶ ὑπερεύξασθαι τοῦ λαοῦ θλιβομένου διὰ τὴν ἐπικειμένην ὀργήν.

Πρέπει τῇ ὑμετέρᾳ ἁγιωσύνῃ ὑπεραλγεῖν τῶν θλιβομένων. Ἔργον γάρ ἐστι τοῦ πνευματικοῦ Πατρὸς καὶ διδασκάλου. Καὶ ὁ καλὸς ποιμὴν φροντίζει καὶ ἀγρυπνεῖ ὑπὲρ τῶν προβάτων. Κατάρτησον οὖν τὸν λαὸν συνεργῆσαι τῇ ὑπὲρ αὐτοῦ ἱκεσίᾳ καὶ προσευχῇ, οὕτω γὰρ μεγάλα δύνανται κατὰ τὴν τοῦ Κυρίου ἐντολήν.

Φιλόχριστος ἠρώτησε τὸν ἄλλον Γέροντα· Καλόν ἐστιν ἵνα ὑποβάλλω τῷ κυρίῳ ἐπισκόπῳ εἴ τι νομίζω συμφέρειν αὐτῷ; Ἀπόκρισις Ἰωάννου· Καλόν ἐστι καὶ τοῦτο ἁρμόζει τῇ κατὰ Θεὸν ἀγάπῃ. Ἔχε τὴν καρδίαν σου ἐνώπιον τοῦ Θεοῦ καθαράν, καὶ οὐ βλάπτει σε τοῦτο. Τὸ δὲ ἔχειν τὴν καρδίαν σου καθαράν, τὸ μὴ λέγειν τίποτε κατά τινος ὡς ποιῶν αὐτῷ ἀνταπόδομα, ἀλλὰ δι’ αὐτὸ τὸ ἀγαθόν. Μὴ νομίσῃς οὖν τοῦτο εἶναι καταλαλιάν, πᾶν γὰρ πρᾶγμα γινόμενον πρὸς διόρθωσιν οὐκ ἔστι καταλαλιά. Ἐκ τούτου γὰρ οὐδὲν ἀγαθὸν ἀποβαίνει, ὧδε δὲ πρόκειται προβῆναι τὸ ἀγαθόν, καὶ διὰ τοῦτο οὐκ ἔστι καταλαλιά.

Ἐρώτησις· Τί ἐστι δισταγμὸς καρδίας, καὶ τί ἐστι διψυχία; Ἀπόκρισις· Δισταγμὸς καρδίας ἐστὶ τὸ λογίζεσθαι ἢ ὅλως ἐνθυμεῖσθαι ἐν ἑαυτῷ ὅτι Ἢ ἐλεήσει με ὁ Θεὸς ἢ οὔ; Τὸ «οὐ», τοῦτο ἀπιστία ἐστίν. Εἰ μὴ πιστεύεις ὅτι ἐλεῆσαί σε θέλει μᾶλλον ἐκεῖνος πλέον ἢ ὅσον προσδοκᾷς σύ, τί καὶ προσέρχῃ παρακαλῶν αὐτόν; Διψυχία δέ ἐστι τὸ μὴ εἰς θάνατον τελείως ἑαυτὸν ἐκδοῦναι ὑπὲρ τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ μεριμνᾶν ὅλως τι εἰς ζωὴν τῆς σαρκὸς αὑτοῦ.

Ἐρώτησις· Τί ἐστι τὸ «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη;» Ἀπόκρισις· Πόλις ἐστὶν ἡ ψυχή, ὄρος δὲ τῶν ἀρετῶν ὕψωμα ἐφ’ ὃ οἱ ἀναβεβηκότες «λάμπουσιν ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἑαυτοῖς εἰς ἡμέραν Χριστοῦ.» Ἐρώτησις· Τί ἐστι τὸ «Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε;» Ἀπόκρισις·

Ἐν τοῖς τρισὶ τούτοις περιορίζεται πᾶσα ἡ σωτηρία ἡμῶν· Τὸ γὰρ πάντοτε χαίρειν δικαιοσύνης ἐστὶ περιποιητικόν, οὐδεὶς γὰρ δύναται χαίρειν ἀληθῶς, εἰ δοκεῖ μὴ δικαίως ἐξάγων τὸν ἑαυτοῦ βίον ἀεί. Καὶ τὸ ἀδιαλείπτως προσεύχεσθαι ἀποτροπή ἐστι παντὸς πονηροῦ, τόπον γὰρ καθ’ ἡμῶν οὐ δίδωσι τῷ διαβόλῳ. Καὶ τὸ ἐν παντὶ εὐχαριστεῖν τῆς πρὸς Χριστὸν ἀγάπης ἀπόδειξίς ἐστι φανερά. Ἀμφοτέρωθεν τοίνυν κανονιζόμενοι, εὐχαριστῶμεν τῷ Κυρίῳ.