Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Διαχείριση περιουσίας, απόκτηση και μεταχείριση υπηρετών

Συμβουλές για την εκτίμηση της περιουσίας, την αγορά δούλων και την πνευματική, με ευσπλαχνία και ταπεινοφροσύνη, παιδαγωγία των υπηρετών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 3 από 16

Ἐρώτησις· Κῆπον διαφέροντα τοῖς ἀνεψιοῖς μου πόρρω διάγουσιν, ἔλαβόν τινες εἰς λόγον εὐκτηρίου τόπου. Καὶ ἐπέτρεψάν μοι ποιῆσαι μετὰ τῶν λαβόντων τὴν τιμὴν τοῦ κήπου, καὶ συνέχομαι ὑπὸ δύο λογισμῶν· καὶ ὁ μὲν εἷς λέγει μοι ὅτι δεῖ προσχαρίσασθαι τῷ ἁγίῳ τόπῳ, ὁ δὲ ἄλλος λέγει μοι φυλάξαι πίστιν τοῖς ἐντειλαμένοις μοι ποιῆσαι τὴν διατίμησιν. Καὶ ποῦ κλῖναι οὐκ οἶδα· καὶ γὰρ καὶ τὸν Θεὸν φοβοῦμαι, καὶ βλάψαι ἐκείνους ἁμαρτίαν ἡγοῦμαι. Τί οὖν ποιήσω, Πάτερ;

Ἀπόκρισις· Τὴν δικαίαν τοῦ κήπου δήλωσον αὐτοῖς τιμήν, παρακαλῶν αὐτοὺς καὶ λέγων· «Οἴδατε ὅτι πάντες χρεωστοῦμεν τοῖς δεσπόταις ἡμῶν τοῖς ἁγίοις, εἴ τι οὖν πληροφορεῖ ὑμᾶς ὁ Κύριος προσενεγκεῖν αὐτοῖς ἐκ τῆς τιμῆς, εὑρίσκεται ἔμπροσθεν ὑμῶν.» Ταῦτα οὖν γράψον. Καὶ ἐν αὐτοῖς ἐστι ποιῆσαι ἢ μὴ ποιῆσαι, καὶ σὺ οὐχ εὑρίσκῃ μέμψιν ἔχων ἐκ τοῦ πράγματος. Βάρος μὲν γὰρ ἡ ἁμαρτία οὐκ ἔστι τὸ ἀπαιτῆσαι τὸ δίκαιον, κἂν ᾖ οἶκος Κυρίου. Τὸ δὲ συμφέρον ἐστὶ τὸ τὸν ἔχοντα ἐξουσίαν καὶ κύριον ὄντα τοῦ πράγματος καὶ μὴ ὄντα ἐν ἀπορίᾳ, μᾶλλον συγχωρῆσαι τὸ κατὰ δύναμιν τῷ οἴκῳ τοῦ Θεοῦ, πολλαπλασίονα γὰρ ἀντὶ τούτου καρποῦται. Ἐὰν δὲ ᾖ ἀδύνατος τοῦ συγχωρῆσαι, τὸν τοιοῦτον οὐκ ἀπαιτεῖ ὁ Θεός, εἰ μὴ μόνον τὴν ἀγαθὴν προαίρεσιν.

Καὶ ταῦτα ἀκούσας ἀπῆλθε χαίρων καὶ δοξάζων τὸν Θεόν. Ἐρώτησις· Πάτερ, ἐπειδὴ οἰκέτας θέλω ἀγοράσαι καὶ ἀμφιβάλλω εἰ μέλλουσί μοι χρησιμεύειν, εἰπέ μοι εἰ ὀφείλω λαβεῖν αὐτούς. Καὶ τί ποιήσω; Ἀπόκρισις·

Μάθωμεν ὅτι καὶ ἡμεῖς Δεσπότην ἔχομεν. Ἐὰν ὑποταγῶμεν καὶ ἡμεῖς τῷ Δεσπότῃ ἡμῶν, αὐτὸς ποιεῖ ἵνα καὶ ἡμῖν ὑποταγῶσιν οἱ δοῦλοι ἡμῶν. Ἰδοὺ ἤκουσας· Ὕπαγε, λαβὲ αὐτοὺς ἐν ὀνόματι Κυρίου. Ἐρώτησις· Ἐὰν ὁ νόμος τοῦ Θεοῦ κελεύῃ τίποτε καὶ ὁ νόμος τοῦ κόσμου ὁρίζῃ τὸ ἐναντίον, τί δεῖ ποιῆσαι;

Λέγει γάρ μοι ὁ λογισμὸς ὅτι τὰ ἐν τοῖς νόμοις τοῦ κόσμου ἡ πολιτεία διοικεῖται καὶ ἀδικεῖ ὁ παραβαίνων αὐτούς. Ἀπόκρισις· Ὁ τοῦ Θεοῦ νόμος τιμιώτερός ἐστι, περὶ γὰρ σωτηρίας ψυχῆς λαλεῖ. Ὁ δὲ τοῦ κόσμου νόμος σαρκικὸς ὢν σαρκικοῖς διαλέγεται.

Ἐρώτησις· Τί ἐστιν ὃ λέγει· «Μὴ ἐλεήσῃς πτωχὸν ἐν κρίσει;» Ἀπόκρισις· Τοῦτ’ ἔστιν ἵνα ὁ δικάζων ἐν πράγματι κρίνῃ ὀρθῶς καὶ μή, προφάσει τοῦ ἐλεῆσαι τὸν πένητα, παρατιτρώσκῃ τὸ δίκαιον. Τὸ δὲ παρακαλέσαι τὸν αὐτοῦ ἀντίδικον ποιῆσαι μετ’ αὐτοῦ ἔλεος, οὐκ ἔστιν ἄδικον.

Ἐρώτησις· Ἐάν τις τῶν ἁγίων Πατέρων, εἰς ὃν ἔχω πολλὴν πληροφορίαν, λέγῃ μοι αὐθεντῆσαι ἐν πράγματι παρὰ τὸ φαινόμενόν μοι δίκαιον, τί ποιήσω διὰ τὴν παράβασιν τῆς εἰρημένης ἐντολῆς; Ἀπόκρισις· Οἱ πνευματικοὶ Πατέρες οὐδὲν ἀργῶς λέγουσιν, ἀλλὰ πάντα πρὸς σωτηρίαν ψυχῆς. Εἰπὲ οὖν αὐτῷ τὸ πρᾶγμα, καὶ ὡς λέγει σοι ποίησον, καὶ οὐ παραβαίνεις τὴν ἐντολήν, τὰ γὰρ ἀρέσκοντα τῷ Θεῷ καὶ δίκαιά ἐστι καὶ συμφέροντα.

Ἄλλος φιλόχριστος εἶχε δοῦλον ἀχρήσιμον, ὅστις φυγὼν μετά τινα χρόνον ἦλθε πάλιν πρὸς αὐτόν. Καὶ ἠρώτησε τὸν Γέροντα Ἰωάννην εἰ ὀφείλει ἔχειν αὐτόν. Καὶ τοῦ Γέροντος δηλώσαντος ἀπολῦσαι αὐτόν, ἤρξατο ὁ παῖς δεικνύειν αὐτῷ καλὰ ἤθη καὶ ἐθλίβετο ἀπολῦσαι αὐτόν.

Καὶ πάλιν ἔπεμψεν ἐρωτῶν περὶ τούτου, εἰ ἀπολύσει αὐτόν. Ἀπόκρισις Ἰωάννου· Ἔχε τέως τὸν παῖδα γυμνάζων αὐτὸν καὶ σεαυτὸν δι’ αὐτοῦ. Καὶ εἰ μὲν διορθώσεται, ἰδοὺ καλῶς. Εἰ δὲ μένει ἐν τοῖς αὐτοῖς καὶ βαστάζεις αὐτὸν διὰ τὸν Θεόν, καὶ τοῦτο καλῶς, λαμβάνεις γὰρ τὸν μισθὸν τῆς ὑπομονῆς.

Ἐὰν δὲ ἴδῃς ὅτι οὐ βαστάζεις, ἀλλ’ ἔρχῃ εἰς βλάβην σου δι’ αὐτοῦ, ἀπόλυσον αὐτὸν ἀπελθεῖν, μιμνῃσκόμενός τινος τῶν ἁγίων λέγοντος· «Ἐὰν ἴδῃς τινὰ καταποντιζόμενον εἰς τὸν ποταμόν, μὴ δώσῃς αὐτῷ τὴν χεῖρά σου, ἵνα μὴ συνελκύσῃ σε, ἀλλὰ δὸς αὐτῷ τὴν ῥάβδον σου. Καὶ ἐὰν δυνηθῇς διὰ τῆς ῥάβδου σῶσαι αὐτόν, ἰδοὺ καλῶς. Εἰ δὲ μήγε, ἀπόλυσον τὴν ῥάβδον, ἵνα μὴ καὶ σὺ συναπώλῃ αὐτῷ.» Μετ’ ὀλίγας ἡμέρας ἔμελλε πειράζειν τὸν αὑτοῦ δεσπότην ἐν κλοπῇ πράγματος, καὶ τοῦ Κυρίου ταῖς εὐχαῖς τῶν ἁγίων σκεπάσαντος ἔφυγε. Καὶ ἐλθὼν ὁ δεσπότης αὐτοῦ ηὐχαρίστει τῷ Γέροντι ἐπὶ τῇ γενομένῃ σκέπῃ, μεμφόμενος ἑαυτόν, ὅτι ὅλως μετὰ τὴν πρώτην ἀπόκρισιν ἀνέμενεν αὐτὸν ἀπολῦσαι.

Καὶ ἐδήλωσεν αὐτῷ ὁ Γέρων ταῦτα· Οὐχ ὡς ἀπορρίπτων αὐτὸν εἶπόν σοι ἀπολῦσαι αὐτόν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τοῦ λογισμοῦ σου, ὅτι οὐκ ἐβάστασας πειρασθῆναι ὑπ’ αὐτοῦ. Καὶ ἡμεῖς γὰρ ἁμαρτωλοί ἐσμεν, καὶ οὐκ ἔστιν ἡμῶν ἀποβαλεῖν τινα. Εἰ γὰρ ἐδύνασο βαστάξαι αὐτὸν ῥᾳθυμοῦντα, μισθὸν ἔμελλες ἔχειν δι’ αὐτόν. Καὶ γάρ τινες τῶν Πατέρων ἐλάλουν ἐπὶ τοῦ ἀββᾶ Ποιμένος περί τινος γέροντος πῶς ἐβάσταζε τὸν μαθητὴν αὑτοῦ ῥᾳθυμοῦντα, καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· «Ἐγὼ εἰ ἤμην, προσκεφαλάδιον ἐτίθουν ὑποκάτω τῆς κεφαλῆς αὐτοῦ.» Καὶ εἶπον αὐτῷ ἐκεῖνοι· «Καὶ τῷ Θεῷ τί εἶχες εἰπεῖν», ὁ δέ φησιν· «Ἔλεγον τῷ Θεῷ ὅτι σὺ αὐτὸς εἶπας· Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.» Ἐρώτησις· Καλῶς οὖν ἐποίει ὁ Γέρων μὴ διορθούμενος τὸν ἀδελφὸν αὐτοῦ;

Ἀπόκρισις· Ἄδελφε, οὐχ ὡς ἔτυχεν ἀφῆκεν ὁ Γέρων μὴ νουθετῶν αὐτόν, ἀλλὰ πολλάκις μὲν αὐτὸν ἐνουθέτησεν, ἐκεῖνος δὲ οὐκ ἐδέχετο τὴν νουθεσίαν. Καὶ βλέπων αὐτὸν ἀδιόρθωτον, ἀφῆκε τὸ πρᾶγμα εἰς τὸ κρῖμα τοῦ Θεοῦ λέγων· «Ὁ Θεὸς οἶδε τὸ συμφέρον, ὁ ἀδελφὸς γὰρ ἐμοῦ καλλιώτερός ἐστι.» Τοῦτο δὲ ἐποίουν οἱ τέλειοι, οἱ μὴ τολμῶντες κρῖναί τινα πρὸς αἰσχύνην τῶν μηδὲν ὄντων καὶ πάντας κρινόντων.

Ἐρώτησις· Ὅτε πταίει ὁ οἰκέτης ὁ ἐμὸς καὶ θέλω αὐτὸν παιδεῦσαι, ποίῳ σκοπῷ τοῦτο δεῖ με ποιεῖν; Ἀπόκρισις· Τῷ σκοπῷ τῆς κατὰ Θεὸν ἀγάπης, ἵνα τῇ παιδείᾳ διορθωθεὶς παύσεται τοῦ ἁμαρτάνειν, καὶ γίνεται αὐτῷ εἰς σωτηρίαν ψυχῆς. Οὐ χρὴ δὲ μετὰ θυμοῦ τοῦτο ποιεῖν, ἀπὸ κακοῦ γὰρ ἀγαθὸν οὐ γεννᾶται. Ἀλλ’ ἐὰν ὁ λογισμός σου ταραχθῇ, ἀνάμεινον αὐτὸν ἕως οὗ ἀτάραχος γένηται.

Καὶ οὕτω μετ’ εὐσπλαγχνίας ἐν φόβῳ Θεοῦ παίδευσον αὐτόν. Ἐρώτησις· Ἀλλ’ ὅτε θέλω παιδεῦσαι αὐτόν, λέγει μοι ὁ λογισμὸς ὅτι Χεῖρον ἁμαρτάνεις, καὶ πῶς αὐτὸν παιδεύσεις, σεαυτὸν μὴ διορθούμενος; Καὶ ἀνακόπτει με τῆς παιδείας.

Ἀπόκρισις· Οὗτος ὁ λογισμὸς τοῦ διαβόλου ἐστίν, ἵνα ἐκεῖνος μείνῃ ἀδιόρθωτος καὶ σὺ παρέχῃς τὸν λόγον αὐτοῦ. Ἀλλ’ εἰπὲ τῷ λογισμῷ ὅτι μὲν Μείζονα ἁμαρτάνω, φανερὸν καὶ ὁμολογούμενον, ἀλλ’ οὐ δύναμαι λόγον δοῦναι καὶ ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ τούτου, παρ’ ἐμοῦ γὰρ ὁ Θεὸς ἀπαιτεῖ τὴν αὐτοῦ διόρθωσιν. Καὶ μετὰ τὸ παιδεῦσαι αὐτὸν φειδομένως καὶ μετὰ φόβου Θεοῦ, εἰπὲ σεαυτῷ τὸν λόγον τοῦ Ἀποστόλου· «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις.» Καὶ οὕτως εὑρίσκῃ μετὰ ταπεινοφροσύνης διορθούμενος αὐτόν.