Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Αντιμετώπιση εμπαθών λογισμών, σαρκικών πειρασμών και μετεωρισμού του νου

Οδηγίες για τη θεραπεία των παθών μέσω της εγκράτειας, την απόκρουση των σαρκικών έλξεων, τη διαχείριση του μετεωρισμού και την προσοχή κατά τη συναναστροφή με γυναίκες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 4 από 16

Ἐρώτησις· Ὅταν ἴδω τινὰ ὑβρίζοντα τὴν θρησκείαν καὶ βλασφημοῦντα τὴν ἁγίαν πίστιν, ὡς κατὰ ζῆλον ταράσσομαι πρὸς αὐτόν. Τί ἐστι τοῦτο; Ἀπόκρισις· Ἤκουσας πάντως ὅτι οὐ γίνεται διόρθωσις διὰ τοῦ κακοῦ, ἀλλὰ μᾶλλον διὰ τοῦ ἀγαθοῦ. Μετὰ πρᾳότητος οὖν καὶ μακροθυμίας λάλησον νουθετῶν τὸν ὑβρίζοντα ἐν φόβῳ Θεοῦ. Ἐὰν δὲ βλέπῃς σεαυτὸν ταρασσόμενον, οὐδὲν αὐτῷ χρὴ εἰπεῖν.

Ἐρώτησις· Συμβαίνει ὅτι ἀπαντῶ τινι, καὶ ἐμπαθῶς αὐτῷ προσέχω καὶ πλήττομαι τὴν ψυχήν. Καὶ ἐὰν γένηται ἀνάγκη συντυχεῖν αὐτῷ, οὐ δύναμαι ἀντιβλέψαι εἰς αὐτόν, καὶ ἐκ τούτου ἐνίοτε δίδωμι αὐτῷ λογισμὸν ὡς ὑπερόπτης.

Καὶ ἐπὶ τοσοῦτον συμβαίνει μοι τοῦτο ὥστε καμμύειν τοὺς ὀφθαλμοὺς μὴ φέρων τὴν θέαν. Καὶ θλίβομαι μὴ εἰδὼς τί ποιήσω. Ἀλλ’ εὖξαι ὑπὲρ ἐμοῦ δέσποτα, καὶ πέμψον μοι λόγον ζωῆς καὶ φάρμακον τῆς φιλανθρωπίας σου.

Ἀπόκρισις Ἰωάννου· Ἐπειδὴ ἠρώτησεν ἡ ἀγάπη σου περὶ τοῦ ἐμπαθῶς ἐπιβλέπειν τῷ παρόντι, καὶ ἔστι τοῦτο ὁμολογουμένως τῶν πολέμων τοῦ διαβόλου, γίνωσκε ὅτι καὶ τὸ τῷ νοῒ προσέχειν ἐξ αὐτοῦ ἐστι. Μνημονεύειν οὖν πρὸς τούτοις ὀφείλεις τῆς διαφθορᾶς καὶ τῆς δυσωδίας τῆς φύσεως ἡμῶν, πῶς εἰσερχόμενοι ἐν τοῖς τάφοις γινόμεθα. Τί δὲ περὶ τῶν φθαρτῶν ἐπάγω σοι λόγον; Καὶ οὐ κατανοεῖς μᾶλλον τὸ προθεῖναι πρὸ ὀφθαλμῶν τὴν μέλλουσαν φοβερὰν κρίσιν τοῦ Θεοῦ γενέσθαι; Καὶ ποῦ εὑρίσκεται ἡ κληρονομία τῶν ταῦτα πραττόντων; Καὶ πῶς δύνασαι ὑπενεγκεῖν τὴν αἰσχύνην τὴν μεγάλην ἐκείνην τῆς τῶν πράξεων ἡμῶν φανερώσεως ἐπὶ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πάντων ἀνθρώπων, ἐπὶ τοῦ δικαίου κριτοῦ; Καὶ πῶς φράττεται τὸ στόμα τῶν ἐργατῶν τῶν πράξεων τούτων; Φοβηθῶμεν οὖν τὸν λέγοντα· «Μὴ πλανᾶσθε, ὅτι οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Καὶ «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι», καὶ τὰ ἑξῆς, καὶ «Εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτόν.» Καὶ ταῦτα μὲν ὀφείλεις ἔχειν ἀεὶ ἐπὶ μνήμης, μὴ συχνάζειν δὲ πρὸς ἀνθρώπους, πρὸς οὓς εὑρίσκῃ ἔχων τὸν πόλεμον. Καὶ πάλιν μὴ δείξῃς αὐτοῖς τίνος χάριν ἀφίστασαι ἀπ’ αὐτῶν, μήποτε καὶ εἰς λογισμοὺς βάλῃς αὐτούς.

Ἀλλ’ ἐὰν καὶ ἀνάγκη γένηται τοῦ ὁμιλῆσαι μετ’ αὐτῶν, ἐπικάλεσαι τὸ ἅγιον ὄνομα τοῦ Θεοῦ εἰς βοήθειαν, λέγων·

Δέσποτα Ἰησοῦ, σκέπασόν με καὶ βοήθησόν μου τῇ ἀσθενείᾳ, καὶ θάρσει ὅτι συντρίψει τὸ τόξον τῶν ἐχθρῶν. Ἐν τῷ ὀνόματι γὰρ αὐτοῦ ἐστιν ἡ ἀπραξία τῶν κακῶν. Καὶ ἀντὶ πολλῶν λάλησον ὀλίγα, καὶ μὴ ἀπολύσῃς αὐτοῖς τὴν ἀκοὴν καὶ τοὺς ὀφθαλμούς, ἀλλὰ σύστειλον σεμνῶς καὶ ἀταράχως, πρὸς τὸ μηδένα νοῆσαι τὸ γινόμενον. Ἐὰν δὲ καὶ δύναμιν λάβῃς ἀπὸ τούτων, μὴ θαρρήσῃς τοῖς ἐχθροῖς σου, ἀναιδεῖς γάρ εἰσι καὶ μυριάκις ἂν ἡττηθῶσιν, ἀνταγωνίζονται πάλιν. Ἀλλ’ ὁ νικηφόρος Θεός, αὐτός ἐστιν ὁ βοηθῶν τῇ ταπεινώσει τοῦ ἀνθρώπου, δι’ αὐτὸν γὰρ θέλων ἐσαρκώθη. Ἀμήν.

Ἐρώτησις· Τί ἐστι τὸ εἰρημένον ὅτι «Βλέπε μὴ ἁρπάξῃ σε ὁ λογισμὸς τῆς πορνείας;» Ἀπόκρισις· Τοῦτο τὸ πρᾶγμα οὐκ εἰς πορνείαν συμβαίνει μόνον, ἀλλὰ καὶ εἰς ἕτερα πράγματα, τοῦτο δὲ πάσχει ὁ νοῦς ἀπὸ τοῦ μετεωρισμοῦ. Καὶ ὀφείλει τις ἀνακαλέσασθαι ἑαυτὸν λέγων· Κύριε, συγχώρησόν μοι διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐκ τῆς ἐμῆς ἀμελείας ἔφθασέ με τοῦτο, καὶ λύτρωσαί με ἀπὸ τοῦ μετεωρισμοῦ καὶ πάσης παγίδος τοῦ ἐχθροῦ, ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἡ φανέρωσις δὲ τῆς ἁρπαγῆς ἔστω σοι τοῦτο· Ἐὰν λαλῇ τις καὶ ἐν μετεωρισμῷ ἔχῃ τὸν νοῦν, συμβαίνει ὅτι περὶ ἄλλου λαλοῦντος αὐτοῦ, ἁρπάζεται ὁ νοῦς αὐτοῦ εἰς ἄλλο. Καὶ τοῦτ’ ἔστιν ἡ ἁρπαγή. Καὶ ὡς ἐργάζεταί τις, ἐὰν μετεωρισθῇ ἀπὸ τοῦ ἔργου, εὑρίσκεται κατὰ λήθην ἢ ἀφανίζων τὸ ἔργον ἢ περισσὸν ποιῶν τι τοῦ δέοντος, καὶ τοῦτο πάλιν ἁρπαγή ἐστιν. Ὁ αὐτὸς τρόπος καὶ περὶ τοῦ λογισμοῦ τῆς πορνείας ἐστί. Συμβαίνει γὰρ ὡς λαλεῖ τίς τινι, ἐὰν φθάσῃ ὁ ἐχθρὸς ἑλκῦσαι τὸν νοῦν ἀπὸ τῆς τοῦ Θεοῦ νήψεως, εὑρίσκεται κατὰ μετεωρισμὸν εἰς αὐτὸν καὶ τὴν ἐπιθυμίαν τῆς πορνείας καὶ τοῦτο ἁρπαγή ἐστι. Οὐ γὰρ κατὰ μελέτην ἢ κατὰ ἐνθύμησιν ἐγένετο, ἀλλὰ κατὰ λήθην συνηρπάγη. Καὶ ὁ τοιοῦτος ὅμοιός ἐστιν ἀνθρώπῳ ὁδοιποροῦντι, ὅς τις ἀπό τινος συμβαινούσης αὐτῷ ἀθυμίας, ἀφεῖ τὴν εὐθεῖαν ὁδὸν καὶ εἰς ἄλλην εὑρίσκεται. Ἀλλ’ ὀφείλει νήψας ἀνακαλέσασθαι ἑαυτὸν κατὰ τὰ εἰρημένα καὶ προσδραμεῖν τῷ ἐλέει τοῦ Θεοῦ.

Εὔσπλαγχνος γάρ ἐστι καὶ προσδέχεται αὐτὸν ὡς τὸν ἄσωτον ἐκεῖνον υἱόν. Οὐκ ἀγνοοῦμεν γὰρ πῶς εὐμενῶς προσεδέχθη. Καὶ ὅταν δὲ χωρὶς μετεωρισμοῦ σπαρῇ οὗτος ὁ πόλεμος ἐν τῷ λογισμῷ, χρὴ νῆψαι καὶ μὴ ἡδυνθῆναι καὶ ἐγχρονίσαι εἰς αὐτόν, ἀλλὰ ταχέως ἀποφυγεῖν πρὸς τὸν Δεσπότην Θεόν.

Ἐρώτησις· Ἐὰν ἀπαιτῇ χρεία λαλῆσαί με γυναικί, τί ποιήσω; Ἢ πῶς χρήσομαι τῇ συντυχίᾳ; Εἰπὲ δέ μοι εἰ χρὴ προφάσει εὐσεβείας ἢ συμπαθείας παρεμβάλλειν ἑαυτὸν εἰς πρᾶγμα αὐτῶν. Ἀπόκρισις· Κατὰ μὲν πάντα τρόπον εὑρίσκομεν ὅτι τοὺς μὴ συνιέντας εἰς τὰ τοῦ Θεοῦ ἔργα βλάπτει ἡ τῶν γυναικῶν συντυχία.

Ὅσον οὖν ἐνδέχεται ἀπόστα καὶ μὴ ἐμβάλλῃς σεαυτὸν εἰς συντυχίαν γυναικῶν, οὐκ ὠφελεῖ γάρ σε τοῦτο, εἰ καὶ καλαὶ τὸν τρόπον εἰσίν. Ἀλλ’ ἐπειδὴ τοῦ κόσμου οὐκ ἀπηλλάγημεν καὶ καλεῖ ἡμᾶς ἐσθ’ ὅτε ἀνάγκη εἰς τὴν τούτων συντυχίαν περὶ συναλλάγματος ἢ περὶ οἱουδήποτε πράγματος, προκαταστήσωμεν ἐν τῷ νῷ τὸν τύπον τοῦτον·

Ὥσπερ ἄνθρωπος προσερχόμενος πυρὶ ποιῆσαι τὰς ἑαυτοῦ χρείας, προσέχει ἀσφαλῶς τοῦ μὴ καυστηριασθῆναι ὑπὸ τοῦ πυρός. Οὕτως καὶ ἡμεῖς ἐν πᾶσι πράγμασι πρὸς αὐτὰς χρησώμεθα, ὡς τῷ πυρὶ προσερχόμενοι, καὶ ἀσφαλισώμεθα ἑαυτοὺς κατὰ πάντα τρόπον ἐν τῷ φόβῳ τοῦ Θεοῦ. Μήποτε ὡς νομιζόντων ἡμῶν δι’ αὐτῶν ὠφεληθῆναι, εὑρεθῇ ἡμῶν ἡ δοκοῦσα ὠφέλεια ζημία μεγάλη. Ἐὰν δὲ ὅλως διὰ τὸν Θεὸν θελήσωμεν διελθεῖν, δι’ ἄλλου προσώπου ποιήσωμεν τοῦτο εἰ δυνατόν. Καὶ μήτε ἀνεχώμεθα ὡς ἔτυχεν ἀντιβλέπειν αὐταῖς, μηδὲ τὴν ὅρασιν εἰς αὐτὰς ἀπολύωμεν.

Μηδὲ χρονίσωμεν ἐν τῇ αὐτῶν συντυχίᾳ, ἐκ τούτου γὰρ τίκτεται τὸ πῦρ τῆς ἐπιθυμίας. Ἀλλὰ σπουδάσωμεν διὰ τάχους ἀπαλλαγῆναι αὐτῶν, δεόμενοι τοῦ Θεοῦ ἵνα σώσῃ ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ τῆς ἀνάγκης ἀπὸ τῆς παγίδος τοῦ διαβόλου τῆς ἔμπροσθεν ἡμῶν τεταμένης καὶ ἀδιαλείπτως αὐτοῦ μνημονεύσωμεν. Καὶ γὰρ ἡ δύναμις αὐτοῦ μεγάλη ἐστὶ τοῦ σκεπάσαι τὴν ἀσθένειαν ἡμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἄλλος φιλόχριστος ἠρώτησε τὸν μέγαν Γέροντα, εἰ συμφέρει αὐτῷ ἀποτάξασθαι τῇ ἰδίᾳ γυναικὶ ἐπὶ σκοπῷ τοῦ μονάσαι. Ἀπόκρισις Βαρσανουφίου· Τέκνον μὴ ἔστω ἡ ἀπόχρησις αὐτῆς ἀπὸ σοῦ, ἐπεὶ ἀθετεῖς τὴν ἐντολὴν τοῦ Ἀποστόλου λέγοντος· «Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν», ἐπεὶ ἐὰν ἁμαρτήσῃ καὶ ἀπέλθῃ κακῶς, εἰς σὲ τρέχει ἡ ἁμαρτία, ἐὰν μὴ ἐκ συμφώνου διὰ νουθεσίαν. Ἀλλ’ ἄφες τὸ πρᾶγμα τῷ Θεῷ, καὶ ὡς θέλει ποιεῖ ἡ φιλανθρωπία αὐτοῦ.

Ἄλλος φιλόχριστος ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα, λέγων· Τί ποιήσω ὅτι ταχέως ἐμπίπτω εἰς τὰ πάθη; Καὶ ὁ Γέρων ἀπεκρίθη αὐτῷ. Μὴ συνθήσῃς μετ’ αὐτῶν διαθήκην, «καὶ ἀπόστρεψον τοὺς ὀφθαλμούς σου τοῦ μὴ ἰδεῖν ματαιότητα», καὶ τὰς χεῖράς σου ἀπὸ πλεονεξίας καὶ ἐλευθεροῖ σε ὁ Θεὸς ἀπ’ αὐτῶν. Σεμνῶς οὖν δίαγε, καὶ μὴ λάβῃς τὴν τροφὴν μηδὲ τὸ πόμα εἰς κόρον. Καὶ ταπεινοῦνται ἀπὸ σοῦ τὰ πάθη, καὶ εὑρίσκεις ἀνάπαυσιν.