Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Κριτήρια χειροτονίας κληρικών και κατηχητική υποδοχή ετεροδόξων και αλλοεθνών

Κανονικές οδηγίες για την αποτροπή χειροτονίας διγάμων ή ανεπαρκών κληρικών, καθώς και για την προσεκτική κατήχηση Μανιχαίων και εθνικών πριν το βάπτισμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 14 από 16

Ἐρώτησις· Ἐπειδὴ νοτάριον ἔχω εὐλαβῆ καὶ χρήσιμον καὶ μαρτυρούμενον, ὀκνῶ δὲ χειροτονῆσαι αὐτόν, ἵνα μὴ σκανδαλίσω τινὰς ὡς ἴδιον ποιήσας, τί κελεύεις ἵνα ποιήσω; Ἀπόκρισις· Περὶ τοῦ νοταρίου οὐ καλῶς ἐλογίσω. Καὶ γὰρ εἰ σαπρός, καὶ ἀποίητος ἦν καὶ μὴ μαρτυρούμενος, καλῶς ἂν ἔλεγες. Εἰ δὲ ὡς καλὸς καὶ πεποιημένος μαρτυρεῖται, μὴ διὰ δικαιώματος παρέλθῃς τὴν ἐντολὴν τοῦ Ἀποστόλου λέγοντος, τοὺς τοιούτους ποιεῖν. Τοῦτο δὲ ἵνα μάθητε ὅτι ὁ ποιῶν πρᾶγμα κατὰ φόβον Θεοῦ μὴ κλίνων τὴν καρδίαν πρὸς τὰ ἀνθρώπινα, τούτῳ ἐὰν παρακολουθήσῃ σκάνδαλον, οὐ μένει οὔτε βλάπτει τινά, τὸ γὰρ σκάνδαλον τοῦτο τοῦ φθόνου ἐστὶ τοῦ διαβόλου. Οὐ γὰρ ποιεῖ καρποὺς καλοὺς κακὸν δένδρον, ὡς οὐδὲ τὸ καλὸν κακόν.

Παρακαλῶ, συγχωρήσατέ μοι διὰ τὸν Κύριον καὶ εὔξασθε ὑπὲρ ἐμοῦ. Μοναχός τις ἀπὸ σχολαστικῶν ἐζήτει χειροτονηθῆναι πρεσβύτερος ἐν τῇ ἐκκλησίᾳ τῆς ἁγίας Πόλεως. Καὶ συνδρομῇ τινων συναρπαγεὶς ὁ ἐπίσκοπος ἐχειροτόνησεν αὐτὸν διάκονον, προσέχων τῷ ὀνόματι τοῦ σχολαστικοῦ, παρεκαλεῖτο δὲ καὶ πρεσβύτερον αὐτὸν χειροτονῆσαι. Καὶ μεταμεληθεὶς ἐπὶ τῷ γενομένῳ, ἔπεμψεν ἐρωτῶν τὸν αὐτὸν Γέροντα εἰ καλῶς ἐποίησεν ἐπὶ τῇ πρώτῃ χειροτονίᾳ τῆς διακονίας καὶ εἰ δεῖ πρεσβύτερον αὐτὸν ποιῆσαι.

Ἀπόκρισις Ἰωάννου· Ἀπὸ τῆς ἄρτι ὃ γέγονε, γέγονε. Μὴ οὖν λυπηθῇς περὶ τούτου, δυνατὸς γάρ ἐστιν ὁ Θεὸς κατὰ τὸ θέλημα αὑτοῦ ἐνεγκεῖν τὸν ἀδελφὸν εἰς ἐπίγνωσιν τῆς ἀληθείας. Περὶ δὲ πρεσβυτερίας ἐν τῷ νῦν καιρῷ μὴ συναρπαγῇς ποιῆσαι αὐτόν. Ἐὰν γὰρ δείξῃ καρποὺς ἀξίους τοῦ πράγματος, τότε πληροφορεῖ ὁ Θεὸς περὶ αὐτοῦ, οὐκ ἔστι γὰρ μακρὰν ἀφ’ ἡμῶν. Οὐκ ὀφείλεις δὲ προσέχειν τῷ ὀνόματι τοῦ σχολαστικοῦ ἢ τῇ τοῦ κόσμου μόνῃ σοφίᾳ. Ἐὰν γὰρ μὴ ἔχῃ ἄνθρωπος τὴν ἄνωθεν πνευματικὴν σοφίαν, εἰς μάτην ἔχει ταύτην. Ἐὰν δὲ καὶ ταύτην ἔχῃ κἀκείνην, μακάριός ἐστιν ὁ τοιοῦτος. Φησὶ γάρ· «Πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστι ἀνθρώπῳ πλουσίῳ ἐκβάλλοντι ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» Βλέπε δὲ μὴ παντὶ ἀνέμῳ περιφέρου, «φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Ἐρώτησις· Ἐὰν ἀγνοῶ τίνας δεῖ χειροτονῆσαι ἐν ταῖς ἐκκλησίαις τῶν κτημάτων, τί ὀφείλω ποιῆσαι;

Ἀπόκρισις· Μαρτυρήσουσιν οἱ ἀπὸ τοῦ κτήματος, καὶ πιστεύων τῇ μαρτυρίᾳ αὐτῶν καὶ τὸ κρῖμα τῶν μαρτυριῶν ῥίπτων ἐπάνω αὐτῶν, χειροτόνησον τοὺς παρ’ αὐτῶν προβαλλομένους. Καὶ αὐτοὶ μὲν ὄψονται, σὺ δὲ ἀθῷος ἔσῃ.

Ἐρώτησις· Ἐὰν ἔχῃ ἡ κώμη τοὺς ἀρκοῦντας κληρικοὺς καὶ μαρτυρῶσιν οἱ τῆς κώμης περὶ ἄλλων, θέλοντες καὶ αὐτούς, ἆρα δεῖ ἀνέχεσθαι καὶ αὐτῶν καὶ ποιεῖν ὑπὲρ τὴν χρείαν; Ἀπόκρισις· Ἐὰν ἔχῃ ἡ ἐκκλησία ἱκανοὺς κληρικούς, πλέον τῆς χρείας οὐκ ὀφείλετε ποιῆσαι, ἵνα μὴ καὶ σύγχυσις γένηται.

Καὶ ὅπου εἰσὶν ἀρκούντως, οὐ χρὴ ἀνέχεσθαι τοῦ λαοῦ μαρτυροῦντος περὶ ἄλλων. Τί γάρ; Ἐὰν ἔχῃ ἡ κώμη ἄλλους δέκα ἀξίους, μαρτυροῦντος τοῦ λαοῦ, ὀφείλουσι χειροτονεῖσθαι; Οὐχί, ἀλλὰ ὅλα μετὰ καταστάσεως δεῖ γενέσθαι. Εἰ δὲ χρείαν ἔχουσιν ἀληθῶς ἄλλου κληρικοῦ καὶ μαρτυροῦσι περὶ αὐτοῦ, κἂν παραιτῆται, ὀφείλετε ποιῆσαι.

Ἐρώτησις· Κώμη χρῄζουσα κληρικοῦ ἐμαρτύρησε περὶ δύο, ὧν ὁ εἷς δίγαμός ἐστι καὶ εὔπορος, ὁ δὲ ἄλλος πένης. Τίνα οὖν χρὴ ποιῆσαι; Ἀπόκρισις· Οὐκ ὀφείλετε χειροτονῆσαι τὸν δίγαμον, ὅτι παρὰ κανόνα ἐστίν, ἀλλὰ τὸν πένητα, καὶ ἐπινοῆσαι πόθεν συγκροτῆσαι αὐτῷ μικρὸν ἕνεκεν τῆς πτωχείας αὐτοῦ διὰ τὸν Θεόν.

Ἐρώτησις· Ἐπειδὴ εὑρίσκονταί τινες τῶν παρ’ ἡμῖν χειροτονημένων κληρικῶν λειτουργοί, ἄλλοι δὲ χειροτονηθέντες ἀλλαχοῦ τάσσονται κατ’ ἀξίωσιν τῆς κώμης εἰς τὸν αὐτῆς κλῆρον, ὄντες καὶ αὐτοὶ λειτουργοί. Ἔστι δὲ κατὰ ἀνάγκην δυνατῶν προσώπων ἢ κατὰ παράκλησίν τινων, τάσσονταί τινες αὐτῶν, δίχα ἀξιώσεως. Ἆρα δεῖ αὐτοὺς πάντας ὑποκεῖσθαι τῇ κοσμικῇ λειτουργίᾳ τῇ τε σωματικῇ καὶ τῇ χρηματικῇ ἢ οὔ;

Ἀπόκρισις· Οἱ χειροτονηθέντες ἢ ταγέντες κατὰ ἀξίωσιν τῆς κώμης οὐκ ὤφειλον ὑποκεῖσθαι οὔτε σωματικῇ οὔτε χρηματικῇ λειτουργίᾳ. Οἱ δὲ κατὰ ἀνάγκην τινῶν ἤτοι παράκλησιν ταγέντες, σωματικῶς οὐκ ὀφείλουσιν λειτουργεῖν, ἀλλὰ χρηματικῶς, κἂν ἀκουσθῇ ὅτι διὰ δόσεως ἐχειροτονήθησαν.

Ὀφείλει γὰρ τιμὴ θεῖναι τὸ σχῆμα διὰ τὸν Θεὸν ἔν τινι πράγματι, καὶ αὐτὸς ὄψεται βαστάζων τὸ κρῖμα. Ἐρώτησις· Χειροτονίαν ποιῶν ἀφῆκά τινα κατὰ λύπην καὶ συνθλίβομαι, ὅτι οὐκ οἶδα εἰ καλῶς ἐποίησα ἢ οὔ.

Ἀπόκρισις Ἰωάννου· Εἰ μὲν δικαίως ἐλυπήθης δι’ ἀμέλειαν αὐτοῦ ἢ δι’ ἄλλο τι ἁμάρτημα, καλῶς ἐποίησας. Εἰ δὲ διὰ λύπην σαρκικὴν ἀνταπόδοσιν ἐποίησας, ὀφείλεις μᾶλλον μετανοῆσαι καὶ ἀφ’ ἑαυτοῦ χειροτονῆσαι αὐτόν.

Ἐπειδὴ πολλή μοι ὄχλησις γίνεται ἐκ διαφόρων πρωσώπων αἰτούντων χειροτονίαν τινῶν, συνεῖδον τέως μηδένα χειροτονῆσαι. Καί τίς ποτε φιλόχριστος ἀγαπητὸς γνήσιος ἡμῶν καὶ πολλὰ διὰ τὸν Θεὸν κοπιῶν πρὸς δυνατοὺς ἀνθρώπους ὑπὲρ ἡμῶν, ᾔτησέ μέ τινα χειροτονῆσαι κοσμικόν, μαρτυρῶν αὐτῷ ὅτι καλὸς ἄνθρωπός ἐστιν. Ἆρα ὀφείλω δι’ αὐτὸν ποιῆσαι;

Ἀπόκρισις· Εἰ μὲν εἶχες ὅλην τὴν ἐλπίδα εἰς τὸν Θεόν, οὐκ ἐφρόντιζές τινος. Εἰ δὲ ἀκμὴν χρῄζεις τῶν ἀνθρώπων, ὀφείλεις καὶ αὐτὸς χάριν ἀνταποδοῦναι ἀντὶ χάριτος, γέγραπται γάρ· «Ὡς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.» Ὅμως εἰ καλός ἐστιν, ὡς λέγεις, ὁ αἰτῶν σε, καὶ καλός ἐστι καὶ ἐκεῖνος ὑπὲρ οὗ μαρτυρεῖ, οὐκ ὀφείλεις δυσχεράναι εἰς τὴν μαρτυρίαν ἢ εἰς τὴν χειροτονίαν, αὐτὸς γὰρ βαστάζει τὸ κρῖμα. Εἰ δὲ οἶδας ὅτι οὐκ ἔστι καλὸς ὁ μέλλων χειροτονεῖσθαι, ἀλλὰ διαβεβλημένος εἴς τι, οὐκ ὀφείλεις ἀνασχέσθαι ποιῆσαι αὐτόν, ἐπεὶ σὺ βαστάζεις τὸ κρῖμα.

Ἐρώτησις· Ἐπειδή τινες ἐφανερώθησαν ὅτι μανιχαῖοί εἰσι καὶ τὸν κίνδυνον φεύγοντες, ἀπῆλθον ἀλλαχοῦ ὡς ἔτυχε βαπτισθῆναι, τί κελεύεις ποιήσω; Ἀπόκρισις· Διὰ τοὺς ὁμολογουμένους μανιχαίους, ὀφείλεις γράψαι ὡς κωλύων καὶ δηλῶν τοῖς θέλουσιν αὐτοὺς βαπτίσαι, ὅτι τοιοῦτοί εἰσι, καὶ ἐν αὐτοῖς ἐστι τὸ βαπτίσαι αὐτοὺς ἢ μὴ βαπτίσαι, οὐ πάντες γὰρ ὡς δεῖ προσέχουσι τοῖς πράγμασι. Καὶ οὐκ οἴδασιν ὅτι πολλῆς σπουδῆς καὶ μακροῦ χρόνου, καὶ ἀκροάσεως θείων λογίων καὶ κατηχήσεως ὁσίων ἱερέων ἐπιδέονται οἱ τοιοῦτοι εἰς τὸ προσδεχθῆναι καὶ μὴ ἀφαρεὶ μηδ’ ὡς ἂν ἔλθῃ. Φρικτὸν γάρ ἐστι τὸ πρᾶγμα.

Καὶ ὅπου οὐκ ἔστι πόθος κατὰ Θεόν, ἐκεῖ ὀφείλομεν μνημονεῦσαι τοῦ Δεσπότου ἡμῶν λέγοντος· «Μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ καὶ μὴ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων», καὶ τὰ ἑξῆς. Ἐρώτησις· Διάταξις ἐξεφωνήθη παρὰ τοῦ βασιλέως κελεύουσα τοὺς Ἕλληνας μὴ κεχρῆσθαι τοῖς ἐπιτηδεύμασιν αὑτῶν, ὁμοίως δὲ καὶ τοὺς ἀποσχίστας. Καί τινες μὴν μετὰ τὸ ἅγιον Πάσχα προσῆλθον οἱ μὲν βαπτισθῆναι, οἱ δὲ κοινωνῆσαι. Ἆρα δεῖ αὐτοὺς δέξασθαι; Καὶ πότε δεῖ αὐτοὺς ἀξιῶσαι τοῦ βαπτίσματος καὶ τῆς ἁγίας κοινωνίας;

Ἀπόκρισις· Τοὺς θέλοντας φωτισθῆναι δεῖ δέξασθαι, δοῦναι δὲ αὐτοῖς τὸ ἅγιον βάπτισμα τῇ ἁγίᾳ Τεσσαρακοστῇ ἢ εἰς τὴν ἁγίαν Ἀνάληψιν τοῦ Σωτῆρος, καὶ εὑρίσκονται ἔχοντες τὴν ἑβδομάδα ὡς ἑορτήν. Ἐὰν δέ τις ἐξ αὐτῶν ἐπινοῆται διὰ ἐπιτήδευμα ἢ ἁπλῶς διὰ τὸν φόβον τῆς διατάξεως ποιεῖν τοῦτο, εἰπὲ αὐτῷ ὅτι Εἰ μὲν διὰ τὴν διάταξιν προσέρχῃ, ἁμαρτία ἐστίν, εἰ δὲ μετὰ φόβου τοῦ Θεοῦ διὰ τὴν σὴν ζωήν, δύο καλά σοι γίνεται, καὶ τὸ τῆς ζωῆς ὄφελος καὶ τὸ σαρκικόν. Τὸ αὐτὸ δὲ χρὴ ῥηθῆναι καὶ τοῖς βουλομένοις κοινωνῆσαι τῇ Ἐκκλησίᾳ. Κἂν εἴπωσι· «Διὰ τὸν Θεὸν προσερχόμεθα», δέξαι αὐτοὺς παραχρῆμα, χριστιανοὶ γάρ εἰσιν.

Ἐρώτησις· Ἐπειδὴ ἐκρατήθη τις τῶν ἀλλοεθνῶν ἐν τῇ χώρᾳ τῶν πιστῶν, καὶ πολλοὶ λέγουσιν ὅτι ὀφείλει φονευθῆναι ἢ καῆναι, ἆρα καλόν ἐστιν ἢ οὔ; Ἀπόκρισις· Οὐ χρὴ φονευθῆναι αὐτὸν ἢ καῆναι, οὐκ ἔστι γὰρ τοῦτο χριστιανῶν. Ἀλλὰ βουνευρισθῆναι καὶ ζημιωθῆναι, ταῦτα γὰρ ἅπτεται τῶν ἀνθρώπων, καὶ παραδοῦναί τινι φοβουμένῳ τὸν Θεόν, ὥστε διδάξαι αὐτὸν τὴν ὁδὸν τοῦ Θεοῦ καὶ οὕτω φωτίσαι αὐτόν.