Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Αντιμετώπιση δαιμονικών προσβολών, ταραχών και θεολογικών ερίδων

Επιστολές παραμυθίας και ελέγχου για τους πειρασμούς, τα πονηρά όνειρα, την αθυμία, την κατάκριση και την εμπλοκή σε θεολογικές συζητήσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 12

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, ὅτε εἰς μεγάλην ἐμπεσὼν ἀρρωστίαν καὶ σφοδροτάτῳ τῷ κρατούμενος πυρετῷ, καὶ ἐπὶ πολλὰς ἡμέρας μήτε τραφεὶς μήτε καθευδήσας, ἔκραζεν ὑβρίζων πρὸς τὸν ἀββᾶν καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ ἀδελφούς, κατ’ ἐνέργειαν διαβόλου.

Ὦ ἀδελφέ, τί ἐξυδαρώθη σου ἡ καρδία τοῦ ἀφεῖναι τὸν ἀγαπητόν, καὶ τρέχειν ὀπίσω τοῦ ἐχθροῦ; Ἀφῆκας τὴν φωνὴν τοῦ ποιμένος Χριστοῦ καὶ ἐξηκολούθησας ὀπίσω τοῦ λύκου τοῦ διαβόλου; Τί ἔπαθες; Τί ὑπέμεινας; Τί εἰσὶν αἱ κραυγαὶ αὗται, ἃς ἠρίθμησεν ὁ Ἀπόστολος μετὰ τῶν δυσφήμων εἰπών· «Πᾶσα κραυγὴ καὶ βλασφημία καὶ ὀργὴ ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ»; Ὑπὲρ τὴν δύναμιν ἔπαθες οὐδέν, τοῦ Ἀποστόλου βοῶντος· «Πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα» καὶ τὰ ἑξῆς. Ἐξυπνίσθητι ἀπὸ τῆς ταραχῆς ταύτης τῶν κακῶν λογισμῶν καὶ λαβὲ τὴν ῥάβδον τοῦ σταυροῦ ἐν ᾗ ἀπελαύνεις τοὺς λύκους, τοῦτ’ ἔστι τοὺς δαίμονας. Καὶ μνήσθητι τοῦ εἰπεῖν· «Ἵνα τί περίλυπος εἶ ἡ ψυχή μου καὶ ἵνα τί συνταράσσῃς με; Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.» Νῆψον τὸ λοιπὸν καὶ μὴ ἐκκαυθῇς ὡς ἄφρον παιδίον μὴ ἔχον αἴσθησιν. Χρεωστῶν ἀνελθεῖν μετὰ Χριστοῦ εἰς τὸν σταυρόν, καὶ ἡλωθῆναι τοῖς ἥλοις καὶ νυχθῆναι τῇ λόγχῃ, τί ὑπομένεις ταλαίπωρε βοῶν κατὰ τοῦ Χριστοῦ βίας καὶ ὑβρίζων τοὺς ἀδελφούς σου; Ποῦ ἐστι «Τῇ τιμῇ ἀλλήλους προηγούμενοι»; Ἀρκεῖ ἕως ὧδε, φησὶ γάρ· «Δὸς σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται.»

Βάσταξον καὶ ἡσύχασον καὶ εὐχαρίστησον εἰς πάντα, οὕτω γὰρ λέγει· «Ἐν παντὶ εὐχαριστεῖτε», δῆλον δέ ἐστι «καὶ ἐν ἀνάγκαις, καὶ ἐν θλίψεσι» καὶ ἐν ἀρρωστίαις καὶ ἐν ἀνέσεσι. Κράτει οὖν τὸν Θεόν, καὶ μένει μετὰ σοῦ καὶ δίδει σοι δύναμιν ἐν τῷ ὀνόματι αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα.

Κουφισθέντος αὐτοῦ ἐκ τῆς ἀσθενείας καὶ ἀνανήψαντος ἐκ τοῦ πειρασμοῦ, ἔδειξεν αὐτῷ ὁ ἀντικείμενος πονηρὰ ἐνύπνια, ἵνα αὐτὸν πάλιν ταράξῃ. Καὶ ἀποτυχὼν τούτου, πάλιν ἔδειξεν αὐτῷ ὡς μοναστήριον καὶ ἐκκλησίαν καὶ πολλοὺς ἐκεῖ καταφεύγοντας, ὥστε δῆθεν τυχεῖν βοηθείας. Καὶ ἀσφαλιζόμενος αὐτὸν ὁ Γέρων γράφει αὐτῷ ταῦτα·

Δόξα ἐν ὑψίστοις Θεῷ. Ἀδελφέ, ὁ ἐχθρὸς ἡμῶν «διάβολος παρετάξατο ὡς λέων ὠρυόμενος» καταπιεῖν σε. Ἀλλ’ οὐκ ἀφῆκεν αὐτὸν ἡ πάντοτε σκεπάζουσα ἡμᾶς χεὶρ τοῦ Θεοῦ. Ὅτε οὖν εἶδεν ὅτι οὐ συγχωρεῖται ποιῆσαι ὃ θέλει, ἔβαλεν ἑαυτὸν ταράσσειν σου τὰς φρένας καὶ προεδήλωσέ σοί τινα πράγματα δι’ ὀνείρων αἰσχρῶν αὑτοῦ. Καὶ ὡς πονηρὸς ἐν τῇ πανουργίᾳ αὑτοῦ, ὡς εἶδεν ὅτι οὐ παραδίδει σε ὁ Κύριος πειρασθῆναι εἰς τέλος οὐδὲ ὑπὲρ τὴν δύναμίν σου, ἐποίησέ σε ἰδεῖν ἐκκλησίαν καὶ μοναστήριον δῆθεν βοηθείας. Σὺ οὖν ἀσφάλισαι τὴν καρδίαν σου σφραγίζων ἀταράχως ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ πιστεύω ὅτι βοηθεῖ ἡμῖν τοῦ καταπατῆσαι τὴν κεφαλὴν αὐτοῦ. Κτῆσαι οὖν ταπεινὴν καρδίαν καὶ δὸς δόξαν τῷ σώσαντί σε ἀπὸ τῆς παγίδος τοῦ θανάτου. Σὺ γὰρ ἀπὸ ἀμελείας ταῦτα ἔπαθες.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐμπεσόντα εἰς πόλεμον ἐκ διαφόρων συστάντα λογισμῶν, καὶ σφόδρα ὄντα βαρύτατον καὶ τοῖς πολλοῖς ἀκατάληπτον· Εἰπὲ τῷ ἀδελφῷ Ἰωάννῃ· Θαυμάζω τὴν ἀγάπην σου πῶς οὐ νοεῖς τὰ πράγματα. Ἐγὼ γὰρ βλέπων τὰς θλίψεις σου πολλάς, πολλάκις ἀπ’ ἐμαυτοῦ ἔπεμψά σοι εὐλογίαν, ἵνα λάβῃς δι’ αὐτῶν δύναμιν κατὰ Θεόν. Ἀλλ’ ὀφείλεις μελετᾶν πάντοτε τὸν ἑκατοστὸν ἕκτον Ψαλμὸν ὅθεν λέγει· «Εἶπε καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς, ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων.» Καὶ πάλιν· «Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο.» Ταῦτα ἦλθεν ἐφ’ ἡμᾶς καὶ ὀφείλομεν ὑπενεγκεῖν τοὺς τοιούτους κινδύνους, ἕως οὗ φθάσωμεν εἰς τὸν λιμένα τοῦ θελήματος αὐτοῦ, καθὼς προέγραψά σοι. Λοιπὸν ὁ Θεὸς οὐ παρέδωκέ σε εἰς τὰς χεῖρας τῶν ἐχθρῶν σου, καὶ μὴ παραδῷς σεαυτὸν εἰς τὰς χεῖρας αὐτῶν. Κἂν οὕτω ποιῇς, ὁ Θεὸς οὐ παραδίδει σε. Θέλεις δὲ λυτρωθῆναι ἀπὸ τῶν θλίψεων καὶ μὴ κοπιᾶν εἰς αὐτάς, προσδόκα χείρονα καὶ ἀναπαύῃ. Μνῄσκου τοῦ Ἰὼβ καὶ τῶν καθεξῆς ἁγίων, πόσας ὑπέμειναν θλίψεις καὶ τὴν ὑπομονὴν αὐτῶν κτῆσαι καὶ παρακαλεῖταί σου τὸ πνεῦμα. «Ἀνδρίζου καὶ ἴσχυε», καὶ εὖξαι ὑπὲρ ἐμοῦ μνημονεύων τοὺς λόγους μου, καὶ ἡ ψυχή σου ἀνανεοῦται.

Τοῦ ἀββᾶ βραδύναντος κατά τινα πρόφασιν ἀπενεγκεῖν αὐτῷ τὴν προρρηθεῖσαν ἀπόκρισιν, σφόδρα αὐτῷ ἐνεκάλεσε καὶ εἰς πολλὴν αὐτὸν ἐνέβαλε ἀθυμίαν. Καί τινων ἀδελφῶν, τῶν διὰ τὴν ἀσθένειαν ἐξυπηρετουμένων, εἰπόντων αὐτῷ περί τινων πραγμάτων ὡς ἀργῶς καὶ ἀνωφελῶς ἐν τῷ κοινοβίῳ γινομένων, ἀντὶ τοῦ νουθετῆσαι καὶ διορθώσασθαι αὐτοὺς τῆς τοιαύτης καταλαλιᾶς, εἶπε μηδὲ αὐτῷ ἀρέσκειν ταῦτα. Καὶ τοῦ ἀββᾷ μετὰ ταῦτα εἰπόντος αὐτῷ ὅτι κατὰ γνώμην τοῦ Γέροντος καὶ ταῦτα ἐποίησα, εἶπεν αὐτῷ ὅτι κατὰ τὸ θέλημά σου ἀφεῖ σε ὁ Γέρων γράφειν καὶ ἀπέρχεσθαι. Καὶ πρὸς ταῦτα πέμπει αὐτῷ τὴν ἀπόκρισιν ταύτην, σημαίνων αὐτῷ ἐν αὐτῇ ὅτι τὰ δοκοῦντα ἡμῖν οὐκ ὀρθῶς γίνεσθαι, οἰκονομικῶς πράττεται ὑπὲρ τὴν ἡμετέραν ὄντα κατάληψιν.

Πάλιν διὰ χρόνου ἐγείρει ἡμᾶς ἡ ἀγάπη τοῦ κροταφῆσαί σε τῇ ῥαβδῷ τοῦ Χριστοῦ τῆς παιδείας καὶ τῆς ἐπιτιμίας, ἵνα καὶ πληρωθῇ εἰς ἡμᾶς ὁ γραφικὸς λόγος λέγων· «Ἀξιοπιστότερα τραύματα φίλου» καὶ τὰ ἑξῆς. Καὶ πάλιν ἐὰν παιδεύσωμέν σε, μὴ ἐκλυθῇς μνῃσκόμενος τῆς παροιμίας τοῦ λέγοντος· «Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος, ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Κἂν δὲ ἐπιτιμήσω σοι, οὐκ ἀγνοεῖς πῶς λέγει ὁ Ἀπόστολος· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον.» Ποῦ ἐστιν ὁ νοῦς σου, νωθρέ; Ἢ ποῦ διάγει ὁ λογισμός σου, ὀκνηρέ; Διὰ τί οἱ κύριοι τοῦ νοῦ σου ἀντιλέγουσιν ἐν σοὶ τοῖς μαθηταῖς τοῦ Δεσπότου, μὴ λαβεῖν αὐτὸν πρὸς τὸ ἐπιβῆναι ἐπ’ αὐτῷ τὸν Δεσπότην, ἵνα εἰσέλθῃ εἰς Ἱεροσόλυμα καὶ ἐκβάλῃ ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τοὺς πωλοῦντας καὶ ἀγοράζοντας καὶ καταισχύνῃ τοὺς γραμματεῖς καὶ Φαρισαίους;

Διὰ τί ὀφείλοντός σου οἰκῆσαι τὴν Ἱερουσαλήμ, ἑλκύουσί σε εἰς Βαβυλῶνα; Διὰ τί ἀφεὶς τὸ ὕδωρ τοῦ Σιλωάμ, καὶ θέλεις πιεῖν ἐκ τῶν θολερῶν ὑδάτων τῶν Αἰγυπτίων; Διὰ τί πλαγιάζεις ἐκ τῆς ὁδοῦ τῆς ταπεινώσεως τῆς λεγούσης· «Ἐγὼ τίς εἰμι; Γῆ εἰμι καὶ σποδός», καὶ θέλεις βαδίζειν εἰς τὴν ὁδὸν διεστραμμένην, τὴν γέμουσαν τῶν θλίψεων καὶ κινδύνων;

Ποῦ ἔβαλές μου τοὺς λόγους τοὺς πρὸς σὲ εἰρημένους νύκτα καὶ ἡμέραν; Ποῦ ἐστιν ὃ λέγων σοι ὡς ἐμαυτῷ τοῦ καταντῆσαι καὶ ποῦ βλέπεις σεαυτὸν καταντοῦντα; Ποῦ θέλω σε εἶναι καὶ ποῦ εἶ διὰ τὸ ἔχειν ἀκατάσχετον τὴν γλῶτταν καὶ ἀπολύειν αὐτὴν ἀφαρεί; Καὶ ἐὰν δώσῃς τῷ πλησίον λογισμόν, οὐκ ἀκριβάζῃ τοῦ κατανοῆσαι μάλιστα τῷ μετὰ τὸν Θεὸν σκεπάζοντι ἡμᾶς καὶ τὸν τράχηλον αὐτοῦ ὑπὲρ ἡμῶν θήσαντι; Ὧι ὀφείλομεν εὐχαριστεῖν καὶ ὑπερεύχεσθαι τοῦ φυλαχθῆναι ἀπὸ παντὸς κακοῦ πρὸς ὠφέλειαν ἡμῶν καὶ πολλῶν, μαθόντες τοῦτο παρὰ τοῦ ἁγίου Ἀποστόλου, πῶς εὐχαριστῶν περί τινων, ἔλεγεν, «οἵτινες ὑπὲρ ἐμοῦ ἔθηκαν ἑαυτῶν τὸν τράχηλον.» Ποίων οὖν οὐ μνημονεύεις; Τῆς ἀμεριμνίας, ἧς δι’ αὐτοῦ ἔδωκέ σοι ὁ Θεός; Ἀλλὰ τοῦ καθίσματος, οὗ μετέχεις ἐν ἡσυχίᾳ ὡς βασιλεύς; Καὶ αὐτὸς τὸ βάρος τῶν ἐρχομένων πρὸς ἡμᾶς καὶ ἀπερχομένων βαστάζει, καὶ ἀνενοχλήτους ἡμᾶς ποιεῖ; Εἰ γὰρ δι’ ἡμᾶς ἔρχονται, ἡμεῖς ὀφείλομεν βαστάζειν αὐτῶν τὴν μέριμναν καὶ μὴ αὐτός. Ὥστε οὖν πολλὰς χάριτας ἔχω τῷ Θεῷ τῷ δόντι ἡμῖν υἱὸν γνήσιον κατὰ τὴν ψυχὴν ἡμῶν ὡς ἠθέλησε. Καὶ ἀντὶ τούτων εἶπας αὐτῷ ἀνοήτως· Ἔνιψά μου τὰς χεῖρας ἀπὸ σοῦ. Καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, καταποντίζων αὐτοῦ τὴν ψυχὴν ἐν πολλῇ λύπῃ καὶ οὐκ ἐμνημόνευσας τοῦ Ἀποστόλου λέγοντος· «Ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.»

Καὶ εἰ μὴ ἦν ἡ χεὶρ τοῦ Θεοῦ καὶ ἡ εὐχὴ τῶν Πατέρων αὐτοῦ, σχισθῆναι εἶχεν ἡ καρδία αὐτοῦ. Ποῦ εἰσιν αἱ ἐντολαί μου αἱ πρὸς σὲ ὅτι Κλαῦσον, πένθησον, μὴ ζητήσῃς ψηφισθῆναι καὶ ἐν μηδενὶ μετρήσῃς σεαυτόν; Εἰς ἄλλην ὁδὸν ἑλκύων σου τὴν ἀγάπην; Μετάβηθι ἀπὸ τοῦ κόσμου λοιπόν, ἀνάβηθι εἰς τὸν σταυρόν. Κουφίσθητι ἀπὸ τῆς γῆς, ἐκτίναξον τὸν κονιορτὸν τῶν ποδῶν σου. «Καταφρόνησον αἰσχύνης», μὴ συγκαύσῃς μετὰ τῶν Χαλδαίων τὴν κάμινον, ἵνα μὴ συμφλογισθῇς αὐτοῖς τῇ ὀργῇ τοῦ Θεοῦ. Ὑπερέχοντα ἑαυτοῦ ἔχε πάντα ἄνθρωπον, κλαῦσον τὸν νεκρόν σου, ἔκβαλε τὴν δοκόν σου, οἰκοδόμησόν σου τὸν διεστραμμένον οἶκον, κράξον· «Ἐλέησόν με υἱὲ Δαβὶδ ἵνα ἀναβλέψω.» Μάθε «ἵνα πᾶν στόμα φραγήσεται», «καὶ μὴ μεγαλορρημονήσῃς», «ἀπόκλεισον τὴν θύραν σου» τῷ ἐχθρῷ. Στῆσον ἐν τῷ ζυγῷ τοὺς λόγους σου καὶ τῇ θύρᾳ σου μοχλὸν ποίησον. Σὺ οἶδας πῶς λαλῶ σοι· Νόησον τὰ λεγόμενα. Πόνεσον ἀκριβευόμενος αὐτὰ καὶ εὑρίσκεις τοὺς ἐν αὐτοῖς κατὰ Θεὸν κεκρυμμένους θησαυρούς, καὶ ποίησον ἐν αὐτοῖς καρποὺς ἀξίους τοῦ Θεοῦ.

Καὶ μὴ καταισχύνῃς τὰς πολιὰς ὑπερευχομένου σου ἡμέρας καὶ νυκτός. Ὁ Κύριος δώῃ σοι νοῆσαι καὶ ποιῆσαι ἐν τῷ φόβῳ αὐτοῦ. Ἀμήν. Καὶ ἐπειδὴ εἶπας αὐτῷ· Κατὰ τὸ θέλημά σου ἀφεῖ σε ὁ Γέρων ἀπέρχεσθαι, οὐκοῦν ἐγὼ μόνος βαστάζω τὸ κρῖμα ὃ εἶπεν ὁ Κύριος διὰ τοῦ προφήτου· «Ἀμὴν λέγω σοι ὅτι ἐὰν ἴδῃς τὸν ἀδελφόν σου πορευόμενον ἐν ὁδῷ οὐκ ἀγαθῇ καὶ μὴ εἴπῃς αὐτῷ ὅτι ἡ ὁδὸς αὕτη κακή ἐστιν, ἐκ τῆς χειρός σου ἀπαιτῶ αὐτοῦ τὸ αἷμα.» Μὴ χλευασθῇς, ἀλλὰ πείσθητι τῷ Ἀποστόλῳ ὅτι «λόγον δώσομεν ὑπὲρ αὐτοῦ.» Ἀλλ’ ὑμεῖς οὐ νοεῖτε τὰ γινόμενα τί ἐστιν.

Εὐχαριστήσας τῷ Γέροντι ἐπὶ τῇ διορθώσει, ᾔτησεν αὐτὸν ὥστε πολλάκις αὐτῷ γράφειν περὶ σωτηρίας ψυχῆς. Ὁμοίως δὲ καὶ περὶ λογισμοῦ οὗ ἐζήτει εἰπεῖν τῷ ἀββᾷ, ἐδεήθη τοῦ Γέροντος ἵνα αὐτὸς εἴπῃ αὐτῷ. Ἀπόκρισις·

Ἀδελφὲ Ἰωάννη, τί ἐστι τοῦτο οὐκ οἶδα, ἐγράφη σοι γὰρ ἀπὸ τοῦ ἄλφα ἕως τοῦ ὠμέγα, ἀπὸ ἀρχαρίου καταστάσεως μέχρι τοῦ τελείου, ἀπ’ ἀρχῆς τῆς ὁδοῦ μέχρι τοῦ τέλους αὐτῆς, ἀπὸ τοῦ ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις αὐτοῦ μέχρι τοῦ ἐνδύσασθαι τὸν νέον, «τὸν κατὰ Θεὸν κτισθέντα», ἀπὸ τοῦ γενέσθαι τῆς γῆς ἀλλότριον τῆς αἰσθητῆς, γενέσθαι δὲ οὐρανοπολίτην καὶ κληρονόμον τῆς νοητῆς γῆς τῶν ἐπαγγελιῶν. Μαρύκησον εἰς τὰς ἐπιστολὰς καὶ σῴζῃ, ἔχεις γὰρ ἐν αὐταῖς, ἐὰν συνιῇς, τὴν Παλαιὰν καὶ τὴν Καινήν. Καὶ νοῶν αὐτάς, οὐ χρείαν ἔχεις ἄλλου βιβλίου. Ἐκτίναξαι τὴν λήθην καὶ ἀπόστα τοῦ σκότους, ἵνα εἰρηνεύσῃ ἡ καρδία σου μετὰ τῶν αἰσθητηρίων σου, καὶ ταῦτα πάντα ἔρχονταί σοι. Ἐκλίπῃ ὁ καπνὸς τῶν εἰδωλοθύτων ἀπὸ τῆς νοητῆς Νινευΐ σου, καὶ σκορπισθήσεται ἐν ταῖς πλατείαις αὐτῆς ἡ ὀσμὴ τοῦ θυμιάματος τῆς πνευματικῆς μετανοίας, καὶ κωλύει τὴν ἀπειλοῦσαν ὀργὴν εἰς καταστροφήν. Ποῦ κοιμᾶσαι; Τί προσκέφαλα ἔβαλες τὰς ἀποκρίσεις τὰς πρὸς τὴν σὴν σωτηρίαν, οὐ μὴν δέ, ἀλλὰ καὶ πρὸς σωτηρίαν τῶν μετὰ πίστεως ἐγκυπτόντων; Παῦσαι τῶν ὀνείρων λοιπόν, ἐξυπνίσθητι ἀπὸ τοῦ βαρυτάτου ὕπνου, γόργευσον τὰ ποδάρια.

Κατάβαλε τὴν Σιγώρ, ἵνα μὴ καταλάβῃ σε ἡ καταστροφὴ τῶν πέντε πόλεων, καὶ μὴ στραφῇς εἰς τὰ ὀπίσω, διὰ τὸ γενέσθαι σε στήλην ἁλός. Καὶ γενοῦ «φρόνιμος ὡς ὄφις», ἵνα μὴ πλανήσωσί σε οἱ ἐχθροί σου. «Ἀκέραιος δὲ ὡς αἱ περιστεραί», ἵνα μὴ πολεμήσῃ σε ἡ ἀνταπόδοσις. Γενοῦ δοῦλος γνήσιος ἑνὸς δεσπότου, ἐπεὶ δουλωθῆναι ἔχεις πολλοῖς. Μὴ χωρίσῃς σεαυτὸν ἀπ’ αὐτοῦ, ὁ ἄπιστος γὰρ ἔλαβε περὶ τούτου τὴν ἀπόφασιν.

Βλέπε πῶς καθέζῃ, εἰπὲ ἑαυτῷ· Τί κάθημαι οὕτω; Τί ἐκέρδησα ἀπὸ τοῦ καθίσματος τούτου; Καὶ ὁ Θεὸς ὁ φιλάνθρωπος φωτίζει σου τὴν καρδίαν τοῦ συνιέναι. Ἰδοὺ τέως ἐποίησέ σε ἀμέριμνον ἀπὸ πάσης φροντίδος γηΐνης. Πρόσεχε σεαυτῷ καὶ βλέπε ποῦ εἶ καὶ τί θέλεις, καὶ ὁ Θεὸς συναντιλαμβάνεταί σοι εἰς πάντα, ἀδελφέ μου.

Καὶ περὶ οὗ εἶπας λογισμοῦ εἰπεῖν τῷ υἱῷ μου, ἠδυνάμην μὲν εἰπεῖν αὐτῷ, ἀλλ’ ἐὰν μὴ σὺ εἴπῃς αὐτῷ ἰδίῳ στόματι, ἀλλοτριοῖς σαυτὸν τῆς πρὸς αὐτὸν γνησίας καὶ τελείας ἀγάπης. Εἰ ψυχὴ μία καὶ καρδία ἐστὲ μία, κατὰ τὴν Γραφήν, οὐδεὶς κρύπτει ἀπὸ τῆς καρδίας αὐτοῦ τίποτε. Συνετίσθητι ὁ ἀκμὴν βαρυκάρδιος. Ὁ Κύριος συγχωρήσοι σοι.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα εἰ ὀφείλει ἐκ τῆς ἁγίας μεγάλης ἑβδομάδος μηκέτι συντυχεῖν τινι· Μετὰ τὴν ἑορτήν, ἡσύχασον πέντε ἡμέρας εἰς τὴν ἑβδομάδα, καὶ δύο ἡμέρας ἐντύγχανε ἀνάγκης γινομένης. Καὶ πάλιν λέγω σοι τί ἵνα ποιήσῃς. Ποίησον δὲ τὴν δύναμίν σου ἀμεριμνῆσαι ἀπὸ παντὸς πράγματος. Ὁ Θεὸς γὰρ ποιεῖ πρόνοιαν παντὸς ἀνθρώπου πρὸς τὸ συμφέρον, εἴτε κατανύγει τὴν καρδίαν αὐτοῦ, εἴτε ἐξυπνίζει αὐτὸν δι’ ἄλλου πρὸς ὠφέλειαν.

Μετὰ τὴν ἑορτὴν ἐλθών τις ἐπίσκοπος ἐζήτει συντυχεῖν αὐτῷ, καί τινες δὲ ἄλλοι ἀρχάριοι ἐβούλοντο αὐτὸν ἐρωτῆσαι περὶ λογισμῶν, καὶ ἔπεμψε περὶ τούτου ἐρωτῶν τὸν αὐτὸν μέγαν Γέροντα. Ἀπόκρισις Βαρσανουφίου·

Οἶδας ὅτι οὐδέποτε ἐβάλομεν δεσμὸν ἐπάνω τινός, οὐδὲ ἑαυτοῖς. Καὶ ἐπειδὴ εἶπόν σοι· Ἡσύχασον πέντε ἡμέρας εἰς τὴν ἑβδομάδα καὶ δύο ἡμέρας συντύγχανε, ἀμερίμνησον καὶ ἐκ τούτου. Καὶ ὅτε λέγω σοι· Συντύγχανε, καὶ συντυγχάνεις, ἀμερίμνησον τί εἴπῃς καὶ τί λαλήσῃς, ὁ Χριστὸς γὰρ εἶπεν ὅτι «Τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἐστι τὸ λαλοῦν ἐν ὑμῖν.» Περὶ δὲ ὧν εἶπας ἀδελφῶν, ἀνάγκης γινομένης, μὴ παραιτήσῃ καὶ ὁ Θεὸς βοηθεῖ. Ἀμήν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν λαλοῦντα περὶ τῆς ἀκαταστασίας τοῦ κόσμου· Ἀδελφὲ «ὡς ἔχομεν τὸν καιρόν», προσέχωμεν ἑαυτοῖς ὅτι τετάρακται τὰ σύμπαντα, καὶ ἀσκήσωμεν τὸ σιωπᾶν. Καὶ ἐὰν θέλῃς ἀναπαῆναι κατὰ πάντα, γενοῦ νεκρὸς ἀπὸ παντὸς ἀνθρώπου καὶ ἀναπαύῃ. Νόησον ὅτι καὶ περὶ τῶν λογισμῶν καὶ περὶ παντὸς πράγματος καὶ διαγωγῆς καὶ φροντίδος λέγω σοι, ἡσύχασον ἐν εἰρήνῃ.

Μετὰ τὴν ἀπόκρισιν ταύτην ἐζήτει κόψαι τελείως τὰς συντυχίας. Καὶ εἷς ἀδελφὸς πάνυ διὰ τοῦτο ἐθλίβετο καὶ παρεκάλει αὐτὸν ἵνα, εἰ χρεία γένηται, συντύχῃ αὐτῷ, καὶ σπλαγχνισθεὶς ὑπέσχετο. Καὶ ἠρώτησε περὶ τούτου καὶ περὶ κολοβίου πεμφθέντος αὐτῷ παρά τινος ἀδελφοῦ, εἰ ὀφείλει δέξασθαι.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, ἔπεμψά σοι λόγον· Ἀμερίμνησον. Τί θέλεις; Ἑαυτῷ πρόσχες· «Πολύς ἐστιν ὁ θερισμός.» Μὴ ἀφήσῃς αὐτὸν καὶ βάλῃς καλαμᾶσθαι ῥώγας ὀπίσω τῶν τρυγητῶν. Σὺ δὲ ἄφες ὅλα καὶ σπούδασον τοῦ θερίσαι καὶ τρυγῆσαι, ἵνα ἔχῃς τοὺς καρπούς σου ἀπὸ σίτου καὶ οἴνου, ἵνα στερεωθῇ καὶ εὐφρανθῇ ἡ καρδία σου ἐν Κυρίῳ. Μελέτησον τὰς ἐπιστολὰς ἃς ἔγραψά σοι, ὅτι ἀργαὶ οὔκ εἰσιν. Περὶ δὲ τοῦ κολοβίου, ἐὰν θέλῃ ὁ ἀδελφὸς δοῦναί σοι ἐξ ὅλης τῆς καρδίας αὐτοῦ, δέξαι, κατακρίνων ἑαυτὸν ὡς ἀνάξιον.

Ἀδελφοῦ ἔχων πόλεμον βαρύτατον καὶ αἰσχυνόμενος αὐτὸν θαρρῆσαι τῷ ἀββᾷ, ἔπεμψε παρακαλῶν τὸν αὐτὸν ἀββᾶν Ἰωάννην δέξασθαι αὐτόν; Λάθρᾳ τοῦ ἀββᾶ καὶ ἀκοῦσαι τὸν λογισμὸν αὐτοῦ. Ὁ δὲ ἐθλίβετο κατὰ δύο τρόπους· μήτε θέλων δέξασθαι αὐτὸν δίχα γνώμης, ἵνα μὴ σκάνδαλον παράσχῃ τοῖς ἄλλοις, μήτε πάλιν θέλων λυπῆσαι αὐτόν. Καὶ ἀπορῶν τί ποιήσει, ἠρώτησε κατὰ διάνοιαν τὸν αὐτὸν μέγαν Γέροντα καὶ εἰ δεῖ φράξαι τὴν αὑτοῦ θύραν.

Ἀπόκρισις Βαρσανουφίου· Εἰπὲ τῷ ἀδελφῷ· Τίς ἐστιν ἀσύνετος τοῦ ἐπιλέξασθαι ἑαυτῷ τὸ ἐπιζήμιον πρᾶγμα καὶ τὸ θλιβερώτερον, ἀλλὰ τὸ κουφότερον καὶ ἀνεκτότερον, μετὰ ταπεινώσεως καὶ προσευχῆς; Μὴ φράξῃς τὴν θύραν, οὐ γὰρ ἐν τῇ φράξει τῆς θύρας ἐστὶν ἡ νέκρωσις, ἀλλ’ ἐν τῇ φράξει τοῦ στόματος. Ἀσπάζομαί σε «ἐν φιλήματι ἁγίῳ.» Γέρων τις Αἰγύπτιος ἐλθὼν οἰκῆσαι ἐν τῷ Μοναστηρίῳ ἔνθα οἱ Πατέρες ἦσαν, γράμμασιν ἐχρήσατο αἰγυπτιστὶ γεγραμμένοις πρὸς τὸν μέγαν Γέροντα (ἦν γὰρ καὶ αὐτὸς Αἰγύπτιος), αἰτῶν εὐχὴν καὶ λόγον περὶ ὠφελείας ψυχῆς καὶ εἰ δυνατὸν ἀξιωθῆναι τῆς αὐτοῦ συντυχίας. Ὁ δὲ ἑλληνιστὶ τὴν ἀπόκρισιν αὐτῷ ἀντέγραψεν, ἔχουσαν οὕτως·

Ἐπειδὴ ἔταξα ἐμαυτὸν τοῦ μὴ γράψαι τινί, ἀλλὰ διὰ τοῦ Ἀββᾶ πέμπειν τὴν ἀπόκρισιν, διὰ τοῦτο οὐκ ἔγραψά σοι αἰγυπτιστὶ καθὼς ἔγραψας καὶ σὺ αἰγυπτιστί, ἀλλ’ ἠναγκάσθην ἑλληνιστὶ εἰπεῖν αὐτῷ τοῦ γράψαι σοι, οὐ γὰρ ἐπίσταται αἰγυπτιστὶ λέγων. Εἰ ἀγαπητόν σου καὶ Πατέρα ἐν Κυρίῳ ἔταξάς με ἐν τοῖς σοῖς γράμμασιν, ἐπιστάμενον τὸν κάματον καὶ τὰς ἀνάγκας καὶ τὸν κίνδυνον τῆς ψυχῆς, εἰ Πατήρ σού εἰμι ὡς ἔγραψας, ἐντολήν σοι δίδωμι μὴ ὀχλήσῃς μοι περὶ συντυχίας.

Οὐ γὰρ ποιῶ διαφορὰν ἀνθρώπου καὶ ζῶ, ἀλλ’ ἐὰν ἀνοίξω σοι, καὶ πᾶσι. Καὶ ἐὰν μή σοι, οὐδ’ ἄλλῳ τινί. Τοῦτο δέ σοι ἔγραψα, ἐπειδὴ ἔγραψας λέγων· Εἰ ἔστι δυνατόν, ποίησόν με ἄξιον τῆς σῆς πρᾳότητος καὶ ποίησον ἔλεος μετὰ τῆς ψυχῆς μου τῆς ταλαιπώρου.

Καὶ πάλιν ὅτι εἶπες ἐν αὐτῇ τῇ ἐπιστολῇ ὅτι ἡ ἁμαρτία μου ἀφώρισέ με ἀπὸ σοῦ τοῦ δεσπότου μου. Ἐγὼ τέως χάριτι Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ, οὐκ ἀφωρίσθην ἀπὸ σοῦ, ἀλλὰ μετὰ τῆς ἀγάπης σού εἰμι ἀεὶ ἐν τῷ πνεύματι.

Καὶ τὸ ὕστερον γράψαι μοι ἐν τῷ αὐτῷ γράμματι ὅτι Εὖξαι ὑπὲρ τῶν ἁμαρτιῶν μου, κἀγώ σοι τὸ αὐτὸ λέγω· Εὖξαι ὑπὲρ τῶν ἁμαρτιῶν μου. Φησὶ γάρ· «Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς.» Ἐγὼ τέως κἂν ταλαίπωρος καὶ ἐλαχιστότερός εἰμι πάντων ἀνθρώπων, ἀλλὰ ποιῶ τὴν δύναμίν μου διὰ τὸν λέγοντα· «Εὔξασθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε.» Ἀδελφέ, ξένοι ἐσμέν, ξένοι γενώμεθα καὶ μὴ μετρήσωμεν ἑαυτοὺς ἔν τινι, καὶ οὐδεὶς ἡμᾶς ψηφίζει καὶ ἀναπαυόμεθα.

Εἰσελθὼν δὲ πρὸς ἡμᾶς, πύκτευσον τοῦ ὑπομεῖναι. Φησὶ γάρ· «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Ἐπὶ πᾶσι δὲ ἀγώνισαι τοῦ ἀποθανεῖν ἀπὸ παντὸς ἀνθρώπου καὶ σωθήσῃ. Καὶ εἰπὲ τῷ λογισμῷ· Ἀπέθανα καὶ ἐν τῷ τάφῳ κεῖμαι. Πείσθητί μοι, ἀγαπητέ, ὅτι ἀναγκαζόμενος ὑπὸ τῆς ἀγάπης τοῦ Θεοῦ ὑπερέβην μου τὰ μέτρα τοῦ εἰπεῖν ταῦτα πρὸς τὴν ἀγάπην σου.

Τίς γάρ εἰμι; Ὁ ἐλάχιστος. Διὰ τοῦτο αἰτῶ συγγνώμην λέγων· Συγχώρησον τῷ φλυάρῳ διὰ τὸν Κύριον καὶ εὖξαι ὑπὲρ ἐμοῦ, δοῦλε τοῦ Θεοῦ, Ἀβράμιε. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν ἀββᾶν Παῦλον γέροντα, ἡσυχάζοντα καὶ ζητοῦντά τινα ἀδελφὸν τυφλὸν προσλαβέσθαι καὶ ἐξυπηρετεῖν αὐτῷ·

Ἀδελφὲ Παῦλε, ἔστι παροιμία λέγουσα· Εἶδες νεώτερον τρέχοντα, μάθε ὅτι γέρων αὐτὸν ἐδελέασε. Παρ’ ἡμῖν οὖν ὁ δελεάζων ἡμᾶς ὁ γέρων, ὁ Σατανᾶς ἐστι. Καὶ φθονῶν θέλει ἡμᾶς βαλεῖν εἰς κακὰς ἡμέρας προφάσει δικαιώματος. Καὶ οὐκ οἴδαμεν ὅτι πολλοὶ θέλοντες ἀνασπᾶσαί τινας ἀπὸ τοῦ ποταμοῦ συγκατεποντίσθησαν αὐτοῖς. Βλέπε ἀπὸ πότε σε θέλει παγιδεῦσαι. Καὶ ὅταν ἐρωτᾷς καὶ λαμβάνῃς ἀπόκρισιν, στρέφει τὸ μάγγανον εἰς ἄλλον τρόπον κακώτερον. Ὑπὲρ τὴν δύναμίν σου οὐκ ἀπαιτεῖ σε ὁ Θεὸς ἀγαθοποιῆσαι τῷ πλησίον. Οὕτω γὰρ καὶ λέγει· «Μὴ παύσῃ ἀγαθοποιεῖν τῷ πλησίον, καθ’ ὃ ἂν εὑρίσκῃ ἡ χείρ σου.» Ἦλθεν ὁ τυφλός, ἠρρώστησας καὶ σὺ μεγάλως. Τίς ὑπηρετεῖ καὶ σὲ κἀκεῖνον; Κἄν τις ὑπηρετῇ σε χαίρων, ἀλλ’ ὁ φέρων σοι τὰ δικαιώματα ταῦτα ἀεὶ λέγει σοι· Ἰδὲ ἤνεγκες τῷ κοινοβίῳ βάρος. Καὶ ἔστιν ὁ ἄνθρωπος ὡς οἶδας δυσβάστακτος ὡς ἡ Γραφὴ ἔφη· «Ἄνδρα ἢ καὶ γέροντα μικρόψυχον τίς ὑποίσει;» Εἰ δὲ χρεία γεύσασθαι ὀλίγων ἡμερῶν κακῶν, ποίησον ὃ θέλεις, εἰ μὴ ἠρωτήθην, οὐκ εἶχον λαλῆσαι. Ἃ δὲ πάλιν ἐλάλησα, διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ ἐλάλησα, ἵνα μὴ πλανηθῇ ὁ ἀδελφός μου. Εἰ δὲ συμπάσχεις αὐτῷ διὰ τὸν Θεὸν καὶ πιστεύεις ὅτι δυνατός ἐστιν ὁ Θεὸς βοηθῆσαι αὐτῷ, δεήθητι αὐτοῦ καὶ ὡς θέλει ποιεῖ μετ’ αὐτοῦ. Οὐκ ἔδησά σε, ἀδελφέ, οὐδὲ ἐντολήν σοι δέδωκα ἀλλὰ γνώμην.

Ὡς θέλεις οὖν ποίησον, καὶ συγχώρησόν μοι διὰ τὸν Κύριον καὶ εὖξαι ὑπὲρ ἐμοῦ τοῦ ἐλαχίστου.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, κινήσαντα λόγον πρός τινα περὶ πίστεως καὶ μὴ ὄντα ἱκανὸν πρὸς τὴν τοιαύτην ζήτησιν καὶ ταρασσόμενον εἰς τὴν ἀντιβολήν· Ὁ θεῖος Ἀπόστολος διὰ Πνεύματος ἁγίου κινηθεὶς εἶπε· «Πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν πρὸς τὸ δύνασθαι ὑπενεγκεῖν.» Ὁμόψυχέ μου ἀδελφὲ καὶ γνήσιε ἀγαπητέ, πληροφορήθητι ἐν Κυρίῳ ὅτι βλέπων τὴν θλῖψιν καὶ τὴν ταραχὴν τοῦ φθάσαντός σε πειρασμοῦ, οὕτως ἤλγησα δεινῶς ὡς οὐδέποτε, μάλιστα μνησθεὶς τοῦ Ἀποστόλου λέγοντος· «Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Εἰ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη.» Εἰ γὰρ οὐ πράττω τὰ τοῦ Ἀποστόλου, ἀλλ’ ἤκουσα αὐτοῦ λέγοντος· «Τοῦ κλαίειν μετὰ κλαιόντων καὶ χαίρειν μετὰ χαιρόντων.» Ἀλλὰ δόξα τῷ ὑψίστῳ Θεῷ, τῷ μὴ παραχωρήσαντι τῷ μισοκάλῳ ἐχθρῷ πληρῶσαι εἰς σὲ πᾶσαν τὴν κακίαν αὑτοῦ, κατὰ τὸ ἴδιον αὑτοῦ θέλημα. Οὗτος γὰρ θέλει ζῶντας καταπιεῖν τοὺς ἀνθρώπους, ὡς μαρτυρεῖ ὁ κορυφαῖος τῶν Ἀποστόλων Πέτρος, λέγων ὅτι «Ὡς λέων ὠρύεται ζητῶν τίνα καταπίῃ.» Δέσποτά μου, μὴ διὰ τάχους ἀεὶ δεχώμεθα τὴν ταραχὴν τῶν πονηρῶν λογισμῶν, τοῦ οὕτω κινεῖσθαι καὶ ταράττεσθαι πρὸς τὸν πλησίον ἡμῶν. Τοῦτο γὰρ τῆς διαβολικῆς ἐνεργείας ἐστί, καὶ οὐδὲν ἄλλο.

Καὶ ποῦ ἐθήκαμεν ὅτι «Μακάριος ὁ ὑπομένων πειρασμόν, ὅτι δόκιμος γίνεται», καὶ τὰ ἑξῆς;

Ταῦτα οὖν οὐκ ἔγραψα τῇ ὑμετέρᾳ ἀγάπῃ, ὡς χρῄζοντι διδασκαλίας. Ἐὰν γὰρ ἐρευνήσῃς τὰς Γραφάς, περισσότερόν μου καὶ νήφεις καὶ φρονεῖς. Εἰμὶ γὰρ ταλαίπωρος καὶ ἀσθενὴς καὶ ὄνομα μόνον ἔχων διακενῆς. Ἀπὸ δὲ πόνου καρδίας καὶ ἀγάπης περισσοτέρας εἰς Θεὸν «ἔγραψά σοι διὰ πολλῶν δακρύων.» Στηρίξει οὖν τὴν καρδίαν σου ἐν τῷ φόβῳ αὑτοῦ «ὁ στερεώσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν», καὶ θεμελιώσει σου τὴν οἰκοδομὴν ἐπὶ τὴν στερεὰν πέτραν, ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Καὶ ἐπιτιμήσει τοῖς πειρατηρίοις σου, ὁ ἐπιτιμήσας τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ. Μακρύνει ἀπὸ σοῦ τὴν λήθην τῶν ἐντολῶν, ὁ μακρύνας ἀπὸ δυσμῶν τὰς ἀνατολάς.

Οἰκτειρήσει σου τὴν ψυχήν, «ὡς οἰκτείρει πατὴρ υἱούς», καὶ φωτίσει σου τὴν καρδίαν, ὁ φωτίσας τὰ πρὶν ἐσκοτισμένα. Καὶ δώῃ σοι ὑπομονὴν τοῦ οἰκῆσαι μετ’ ἐμοῦ τοῦ ἀγαπητοῦ σου μετ’ εἰρήνης ἕως ὑστέρας ἀναπνοῆς, καθὼς καὶ πρὸ χρόνου ἐδήλωσεν ἡμῖν διὰ τῆς χάριτος αὑτοῦ, ὁ φήσας· «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Καὶ δώῃ ἡμῖν τὴν εἰρήνην μετ’ ἀλλήλων ἕως τέλους, ἣν ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς. Καὶ δώῃ ἡμῖν ἐλθεῖν εἰς τὴν τελείαν αὐτοῦ ἀγάπην, ὁ εἰπών· «Εἰ ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.» Καὶ πάλιν εἶπεν· «Ἐν τούτῳ γνώσονται πάντες ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.» Εἰ εἴχομεν τοιαύτην ἀγάπην, οὐδὲν ἡμᾶς ἐχώριζεν ἀπ’ ἀλλήλων ἕως θανάτου. Ἀλλ’ ὅμως γέγραπται· «Καὶ νῦν Ἰσραήλ», καὶ πάλιν· «Ἐὰν τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος ἐπαναστῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς.» Ἐγὼ τὸν λόγον τῆς Ῥοὺθ λέγω σοι· «Μή μοι εἴη ἀποχωρισθῆναί σου, ἀλλ’ ὁ θάνατος ἀποχωρίζει ἀναμέσον ἐμοῦ καὶ σοῦ.» Εἰ δὲ σὺ τίποτε παρασαλεύσεις ἐκ τούτων, ἐγὼ ἀθῷός εἰμι κατὰ πάντα, σὺ ὄψει καὶ ἀπολογήσῃ ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ. Καὶ γὰρ ἐγὼ τὴν ψυχήν μου ἡδέως τίθημι εἰς θάνατον ὑπὲρ σοῦ τοῦ ἀδελφοῦ μου. Καὶ οὐκ ἔστιν ἐντολή, ἡσύχασον πεποιθώς, θαυμάζων καὶ δοξάζων τὸν λυτρωσάμενόν σε Θεὸν ἀπὸ κινδύνων μεγάλων καὶ θλίψεων καὶ πειρασμῶν ποικίλων.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. Συγχώρησόν μοι πολλὰ φλυαρήσαντι. Ἀπὸ γὰρ λύπης πολλῆς καὶ χαρᾶς μεγάλης ἐπλάτυνά σοι τὸν λόγον. Ὁ Κύριος μετὰ σοῦ, ἀγαπητέ. Ταύτην δεξάμενος τὴν ἀπόκρισιν ἀντεδήλωσεν αὐτῷ ταῦτα·

Δέσποτα Πάτερ, συγχώρησόν μοι διὰ τὸν Κύριον καὶ εὖξαι ὑπὲρ ἐμοῦ. Περὶ δὲ τῆς λύπης μου καὶ ταραχῆς ὅτι εἶπας ὡς ἀπὸ τοῦ διαβόλου ἐστίν, οἶδας, ὦ δέσποτα, ὅτι ἐκ παιδὸς τὴν πίστιν τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ Πατέρων ἐξέλαβα, καὶ οὐδέποτε ἐδεξάμην πλὴν ταύτης ἑτέραν διδασκαλίαν καὶ ταράσσομαι. Εἰ οὖν οἶδας, ὦ Πάτερ, ὅτι ἀκαίρως ταράσσομαι, δός μοι λόγον ὅτι ἀπολογεῖται ὁ Κύριός μου ὑπὲρ ἐμοῦ τῷ Θεῷ καὶ οὐκ ἔστι μοι βλάβος, καὶ παύσομαι τῆς λύπης καὶ ταραχῆς.

Δεινῶς γὰρ βασανίζομαι περὶ τούτων. Ἰδιώτης γάρ εἰμι καὶ πλήρης ἀφροσύνης καὶ ἐταζόμενος ἐπὶ πολλαῖς ἁμαρτίαις. Μὴ οὖν λάβῃς κατ’ ἐμοῦ, δέσποτα, ἀλλ’ ἀντίγραψόν μοι τὴν συγχώρησιν. Καὶ περὶ τούτων συμβοήθησόν μοι ἐν ταῖς εὐχαῖς σου ταῖς εὐπροσδέκτοις, καὶ πιστεύω τῷ Θεῷ ὅτι κερδαίνεις τὴν ἀθλίαν μου ψυχήν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν· Εἰ κατενόησας τὰ γραφέντα σοι παρ’ ἐμοῦ, εἶχες μαθεῖν ὅτι ἀπ’ ἐμαυτοῦ ἔγραψά σοι τοῦτο. Τὸ γὰρ εἰπεῖν· «Τὴν ψυχήν μου ὑπερτίθημί σου» τὸ ἀπολογοῦμαι ὑπὲρ τῆς ἀγάπης σού ἐστιν ἑρμηνευόμενον. Οὐκ αἰσχύνομαι εἰπεῖν σοι τῷ ἀδελφῷ μου ὅτι οὐ δύνασαι ἐρευνᾶν τὰ περὶ τῆς πίστεως. Μὴ δυνάμενος οὖν μὴ ἐρευνήσῃς. Ἐπεὶ θλῖψιν ἑαυτῷ ἐπισπᾶσαι καὶ ταραχήν. Κἂν γὰρ πρὸς αἱρετικοὺς ἢ ἀπίστους λαλήσῃ ἢ ἀντιβάλῃ ὁ πιστὸς εἰς τὸν αἰῶνα οὐ ταράσσεται. Ἔχει γὰρ ἔσωθεν τὸν Ἰησοῦν τὸν «ἄρχοντα τῆς εἰρήνης» καὶ τῆς γαλήνης. Καὶ ὁ τοιοῦτος δύναται, ἀντιβάλλων εἰρηνικῶς μετὰ ἀγάπης, ἐνεγκεῖν εἰς ἐπίγνωσιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ αἱρετικοὺς καὶ ἀπίστους πολλούς. Λοιπὸν ἀδελφέ, ἐπειδὴ ὑπὲρ σέ ἐστι τὸ ἐρευνᾶν ὑπὲρ ἄλλων πραγμάτων, κάτεχε «τὴν βασιλικὴν ὁδόν», τὴν πίστιν λέγω τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Πατέρων, εἰς ἣν καὶ ἐβαπτίσθης. Πάντα γὰρ ἔχει μετὰ ἀκριβείας τοῖς νοοῦσι τὸ τέλειον. Ἡσύχασον οὖν προσέχων ταῖς σαῖς ἁμαρτίαις καὶ πῶς ἔχεις ἀπαντῆσαι τῷ Θεῷ.

Κἂν οὕτω κατάσχῃς μου τὴν ἐντολήν, μᾶλλον δὲ τοῦ Θεοῦ, ὁμολογῶ ὅτι ἀπολογοῦμαι ὑπὲρ σοῦ «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων.» Μὴ οὖν διστάσῃς καὶ εἰς χείρονα φέρῃς σεαυτόν. Τὰ γὰρ γλυκέα εἰς πικρὰ στρέφει ὁ ἐχθρός, ὃν καταργήσει ἀφ’ ἡμῶν ὁ Κύριος Ἰησοῦς.

Τὰ πρῶτα μὴ μεριμνήσῃς ἀπ’ ἄρτι περὶ ἄλλων πραγμάτων. Ἦρε γὰρ τὴν μέριμναν ἀπὸ σοῦ ὁ Κύριος, καὶ βλέπων ὁ πονηρὸς δαίμων ὅτι εὐχαῖς ἁγίων ἐρρύσθης, ἐζήτησεν ἐᾶσαι μετὰ σοῦ ἀπὸ τοῦ καπνοῦ τοῦ τοιούτου πειρασμοῦ μέρος. Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ, ἵνα μὴ κἀμοὶ εἴπῃ ὅτι «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις;» Μὴ πάλιν προσκόψῃς ἐν τούτοις καὶ λυπήσῃς με τὸν ἀγαπητόν σου. Ὁ Κύριος σκεπάσει ἡμᾶς ὑπὸ τὰς πτέρυγας αὑτοῦ. Ἀμήν.