Γέρων τις, Ἀββᾶς Εὐθύμιος, ἡσυχάζων ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα ὡς ἐν προσευχῇ λέγων οὕτως· Φωτοδότα, ἡ ὁδὸς τῶν ἐν σκότει, φώτισον καὶ ἡμᾶς τοὺς ἐν τῇ ὁμίχλῃ. Αὐτὸς γὰρ εἶπας, ἅγιε· «Αἰτεῖτε καὶ λήψεσθε», «κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.» Καὶ ἐπειδὴ θέλεις καὶ εἰς ἡμᾶς θύραν ἀνοῖξαι σωτηρίας, τάχυνον, ἐνήρξω γάρ. Εἰ μὴ ἤθελες ἡμᾶς σῶσαι, οὐκ ἂν ἡμῖν ἐδήλωσας τὰ μὲν παρ’ ἡμῖν ἀδύνατα, παρὰ σοὶ δὲ καὶ τῷ Θεῷ δυνατά. Ἐδήλωσας ἡμῖν, ἅγιε· Καθάρισον ἑαυτὸν ἐὰν θέλῃς ἵνα ἔρχωμαι. Κἀγὼ εἶπον, ἅγιε, ὅτι ὁ πηλὸς καθαρίσαι ἑαυτὸν οὐ δύναται. Καὶ πάλιν εἶπες ἡμῖν, Δέσποτα· Ὁ θέλων μου καταξιωθῆναι τῶν δωρεῶν, κατανοησάτω τὰ ἴχνη μου ἐν πᾶσι. Καὶ πῶς δύναται κατανοῆσαι ὁ ἀπὸ γεννητῆς τυφλὸς γεγενημένος, ἐὰν μὴ ἀνοιχθῶσιν αὐτοῦ οἱ ὀφθαλμοί; Ὁ τυφλὸς ζητεῖ χειραγωγόν, ἵνα πῶς εὕρῃ τὴν μικρὰν διακονίαν αὐτοῦ. Καὶ γὰρ Τιμαῖος, ὁ Βαρτιμαίου υἱός, ἐκάθητο παρὰ τὴν ὁδόν, αἰτῶν ἐλεημοσύνην, καὶ ὅτε ἤκουσεν ὅτι τὸ φῶς τῆς δικαιοσύνης διὰ τῆς ὁδοῦ ἐκείνης διέρχεται, ἀνέκραξε λέγων· «Υἱὲ Δαβὶδ ἐλέησόν με» καὶ ἐπιτιμώμενος ὑπὸ τῶν ὄχλων πολλῶν, μᾶλλον ἔκραξε λέγων· «Υἱὲ Δαβὶδ ἐλέησόν με». Καὶ ὅτε ἐσπλαγχνίσθη ἡ ἀγαθότης σου καὶ προσεκαλέσατο αὐτὸν καὶ εἶπες· «Τί θέλεις ποιήσω σοι;» Ὁ δὲ εἶπε· «Ῥαββουνί, ἵνα ἀναβλέψω.»