Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Πνευματική ίαση, καθοδήγηση και ερμηνεία συμβόλων της Αγίας Γραφής

Απαντήσεις στον αββά Ευθύμιο και άλλους αδελφούς σχετικά με τον πνευματικό φωτισμό, τα φάρμακα του ουράνιου Ιατρού, τον άφθαρτο σκώληκα και τα άγια όρη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 6 από 12

Γέρων τις, Ἀββᾶς Εὐθύμιος, ἡσυχάζων ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα ὡς ἐν προσευχῇ λέγων οὕτως· Φωτοδότα, ἡ ὁδὸς τῶν ἐν σκότει, φώτισον καὶ ἡμᾶς τοὺς ἐν τῇ ὁμίχλῃ. Αὐτὸς γὰρ εἶπας, ἅγιε· «Αἰτεῖτε καὶ λήψεσθε», «κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.» Καὶ ἐπειδὴ θέλεις καὶ εἰς ἡμᾶς θύραν ἀνοῖξαι σωτηρίας, τάχυνον, ἐνήρξω γάρ. Εἰ μὴ ἤθελες ἡμᾶς σῶσαι, οὐκ ἂν ἡμῖν ἐδήλωσας τὰ μὲν παρ’ ἡμῖν ἀδύνατα, παρὰ σοὶ δὲ καὶ τῷ Θεῷ δυνατά. Ἐδήλωσας ἡμῖν, ἅγιε· Καθάρισον ἑαυτὸν ἐὰν θέλῃς ἵνα ἔρχωμαι. Κἀγὼ εἶπον, ἅγιε, ὅτι ὁ πηλὸς καθαρίσαι ἑαυτὸν οὐ δύναται. Καὶ πάλιν εἶπες ἡμῖν, Δέσποτα· Ὁ θέλων μου καταξιωθῆναι τῶν δωρεῶν, κατανοησάτω τὰ ἴχνη μου ἐν πᾶσι. Καὶ πῶς δύναται κατανοῆσαι ὁ ἀπὸ γεννητῆς τυφλὸς γεγενημένος, ἐὰν μὴ ἀνοιχθῶσιν αὐτοῦ οἱ ὀφθαλμοί; Ὁ τυφλὸς ζητεῖ χειραγωγόν, ἵνα πῶς εὕρῃ τὴν μικρὰν διακονίαν αὐτοῦ. Καὶ γὰρ Τιμαῖος, ὁ Βαρτιμαίου υἱός, ἐκάθητο παρὰ τὴν ὁδόν, αἰτῶν ἐλεημοσύνην, καὶ ὅτε ἤκουσεν ὅτι τὸ φῶς τῆς δικαιοσύνης διὰ τῆς ὁδοῦ ἐκείνης διέρχεται, ἀνέκραξε λέγων· «Υἱὲ Δαβὶδ ἐλέησόν με» καὶ ἐπιτιμώμενος ὑπὸ τῶν ὄχλων πολλῶν, μᾶλλον ἔκραξε λέγων· «Υἱὲ Δαβὶδ ἐλέησόν με». Καὶ ὅτε ἐσπλαγχνίσθη ἡ ἀγαθότης σου καὶ προσεκαλέσατο αὐτὸν καὶ εἶπες· «Τί θέλεις ποιήσω σοι;» Ὁ δὲ εἶπε· «Ῥαββουνί, ἵνα ἀναβλέψω.»

Εὐθέως ἡ ἀγαθότης σου εἶπεν· «Ἀνάβλεψον», καὶ ἀνέβλεψε καὶ εἶδέ σου τὰ ἴχνη καὶ ἠκολούθησέ σοι. Κἀγὼ θέλω ἀνακράξαι καὶ ἐπιτιμᾷ μοι, ὁ ἀεὶ θέλων σκοτίσαι τοὺς ὀφθαλμοὺς τῶν βλεπόντων. Εἰ θέλει ἡ ἀγαθότης σου παρακαλέσασθαι καὶ ἐμὲ καὶ εἰπεῖν· «Τί θέλεις ποιήσω σοι;» Κράξω κἀγὼ κατ’ αὐτόν· «Κύριε, ἵνα ἀνοιγῶσί μου οἱ ὀφθαλμοί.» Καὶ γὰρ ὁ λεπρὸς εἰ ἠδύνατο ἑαυτὸν καθαρίσαι, οὐκ ἂν ἔκραξε· «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι», ἀλλ’ ἐκαθάριζεν ἑαυτόν. Κἀγὼ κατ’ αὐτὸν κράζω. Δὸς κἀμοὶ τὴν αὐτὴν ἁγίαν φωνήν· «Θέλω, καθαρίσθητι», καὶ εὐθέως ἀπέρχεται ἀπ’ ἐμοῦ ἡ λέπρα. Καὶ ἀναβλέψας καὶ καθαρισθείς, τότε κατανοήσω τὰ ἴχνη σου τοῦ βαδίσαι κατ’ ὄπισθέν σου, ὅτι σὺ εἶ ἡ ὁδὸς τῶν πεπλανημένων.

Καὶ τὸν Πατέρα μου παρακαλῶ· Ναὶ Πάτερ, δεήθητι τοῦ Δεσπότου ἡμῶν Χριστοῦ, ἵνα ἀνοίξῃ μου τοὺς ὀφθαλμούς, ὅτι σὲ ἔχω τὸν χειραγωγὸν τὸν προσάγοντά με τῷ Δεσπότῃ Ἰησοῦ, ὅτι αὐτῷ ἐστιν ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόκρισις Βαρσανουφίου· «Καὶ νῦν καιρός ἐστιν εὐπρόσδεκτος» τοῦ μελωδῆσαι τὸν τοῦ Εὐαγγελίου λόγον ὅτι «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς πάσχοντες.» Εἰ οὖν ὁ κακῶς ἔχων προσέλθῃ τῷ ἰατρῷ, χρὴ αὐτὸν φυλάξαι τὰ ὑπὸ τοῦ ἰατροῦ προστασσόμενα κατὰ τὸν εἰπόντα· «Πιστεύειν δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἐστὶ καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» Πιστὸς γάρ ἐστιν ὁ εἰπὼν ὅτι «Δώσω αὐτοῖς ἐν τῷ νῦν αἰῶνι ἑκατονταπλασίονα, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον.» Οἱ τοίνυν προσερχόμενοι τῷ μεγάλῳ ἡμῶν ἰατρῷ φωτίζονται ὑπ’ αὐτοῦ, καὶ ἰατρεύει αὐτῶν ὅλα τὰ νοητὰ πάθη.

Μὴ καυχησώμεθα οὖν λέγοντες ὅτι πιστοί ἐσμεν, ἐπεὶ κρινόμεθα ὡς ὑποκριταὶ καὶ ἄπιστοι ἄνθρωποι. Ἐκ γὰρ τῶν φαινομένων φανεροῦται ἡ μὴ φανερουμένη πίστις, ἡ ἐν ἀποκρύφοις οἰκοῦσα τῆς καρδίας. Εἰ πιστεύομεν τῷ Σωτῆρι λέγοντι ὅτι «Κατὰ τὴν πίστιν σου γενηθήτω σοι», εἰπάτω καὶ νῦν πρὸς τὴν ἐνοικοῦσαν ἐν τῷ σώματι ἡμῶν ψυχὴν ὅτι «Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε.» Ὥστε οὖν οὐ τὸ εἰπεῖν καὶ ἀπαγγέλλειν ἐν τῷ σώματι, αὕτη ἐστὶν ἡμῶν ἡ πίστις, ἀλλὰ ἡ τελεία ἡμῶν πίστις ἀπὸ τῆς ἰατρείας φανεροῦται. Εἰ οὖν ἐπίστευσας καὶ ἐθεραπεύθης, βάδιζε καὶ μὴ προσκόψῃς. Ἐθεραπεύθης, μὴ χωλαίνῃς. Ἐθεραπεύθης, μὴ ἔχε λεύκωμα λέπρας.

Ἐθεραπεύθης, δεῖξον ὅτι συνεστάλη σου ἡ ῥύσις τοῦ αἵματος. Κἂν ἔχῃς ταῦτα, ἄνθρωπε, ἐγγὺς εἶ τοῦ ἀκοῦσαι τοῦ Σωτῆρος λέγοντος πρὸς τὴν καθαρωτάτην σου ψυχὴν καὶ ὡραιοτάτην· «Ὅλη καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί», καὶ πάλιν τοῦ Ἀποστόλου λέγοντος· «Μὴ ἔχουσα σπίλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.» Ἤνοικται οὖν ἡμῖν ἡ θύρα καὶ ἥπλωται ἡ ὁδός, ἀλλὰ κατανοήσωμεν ὅτι «Στενή ἐστι ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν», καὶ ὅτι «Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Καὶ καρτερήσωμεν ἐν τῷ πρακτικῷ τοῦ κόπου ἡμῶν. Ἀληθῶς γάρ· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Καὶ «οὐκ ἔστιν ἄδικος ὁ Θεὸς τοῦ ἐπιλαθέσθαι» τοιούτων κόπων, ἐὰν ἕως τέλους κρατήσωμεν ὑπομονήν. Φησὶ γάρ· «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα ὡς ἐν προσευχῇ περὶ τῶν ῥυπαρῶν λογισμῶν καὶ τῆς ἀναστάσεως· Ἡ ζωὴ καὶ ἡ ἀνάστασις, ἐπίσκεψαι ἡμᾶς, ὅτι σὸν πλάσμα ἐσμέν, καὶ καθάρισον ἡμᾶς ἀπὸ τοῦ λεγεῶνος τοῦ κακοῦ, ἅγιε, ὅτι ἐσπλαγχνίσθης εἰς τὸ πλάσμα σου καὶ ἐξέβαλες τὸν λεγεῶνα καὶ ἐζήτησαν οἱ δαίμονες εἰσελθεῖν εἰς τοὺς χοίρους. Ἆρά γε εἰς τοὺς ἀλόγους χοίρους ἢ εἰς ἐμὲ τὸν λογικόν, ὅτι ὑπεδεξάμην αὐτούς, καὶ ἦλθον κατὰ τῶν κρημνῶν εἰς τὴν θάλασσαν καὶ τύπτουσί με τὰ κύματα καὶ οὐ γινώσκω; Νῦν δὲ νύσσει μέ τις ἔσωθεν διεγεῖραι τὸν κυβερνήτην ὅπως ἐπιδῷ μοι χεῖρα καὶ ἀνασπάσῃ με τοῦ βυθοῦ, ὡς ἐποίησε τῷ Πέτρῳ, καὶ εἴπῃ καὶ πρὸς ἐμέ· «Εἰς τί ἐδίστασας, ὀλιγόπιστε;» Καὶ ἐπειδὴ ἐπηγγείλω μοι διὰ τοῦ θεράποντός σου Βαρσανουφίου εἰς τὰς ἀποκρίσεις αὐτοῦ θεῖναι ἡμᾶς εἰς μίαν θήκην, ἆρά γε καὶ ὁμοῦ ἀνιστάμεθα;

Φοβοῦμαι γὰρ τὸν εἰπόντα· «Δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται. Δύο ἔσονται ἐν τῷ μύλωνι, μία παραλαμβάνεται καὶ μία ἀφίεται.» Καὶ ἐπειδὴ ἀπὸ κτίσεως κόσμου κοιμῶνται οἱ ἄνθρωποι, καὶ εὑρίσκονται πολλάκις τὰ σώματα τῶν ἁγίων καὶ τῶν ἁμαρτωλῶν ὁμοῦ εἰς ἓν μνῆμα, ἆρά γε καὶ ἐν τῇ ἀναστάσει ὁμοῦ ἀναστήσονται, ὅτε ἔρχονται οἱ ἐκλεκτοί σου ἄγγελοι ἀναστῆσαι τοὺς δικαίους πάντας ἢ οὔ; Ἀλλὰ μόνοι οἱ ἐκλεκτοί; Καὶ διὰ τοῦτο φοβούμενος ἐγὼ παρακαλῶ διὰ τοῦ θεράποντός σου, ἵνα ὡς ἔδειξας ὅτι εἰς μίαν θήκην ὁμοῦ κοιμώμεθα, οὕτως δείξῃς ὅτι καὶ ὁμοῦ ἀναστήσεις ἡμᾶς.

Καὶ τὸν πατέρα μου, Βαρσανούφιον, παρακαλῶ, ὅτι ἐλάβομεν ἀρούρας θερίσαι, ἐγὼ καὶ αὐτός, καὶ ἐγὼ ἠσθένησα καὶ οὐ δύναμαι θερίσαι, ἵνα ἀγωνίσηται αὐτὸς ὡς δυνατὸς τοῦ προσενεγκεῖν σοι τῷ Δεσπότῃ καὶ ὑπὲρ ἐμοῦ δράγματα δικαιοσύνης.

Καὶ γὰρ εἰς τοὺς ἀρχαίους πατέρας εἴδομεν τοιοῦτον ὑπόδειγμα ὅτι ἐξῆλθον τρεῖς θερίσαι, καὶ ὁ εἷς κατ’ ἐμὲ ἠσθένησε καὶ ὑπέστρεψεν εἰς τὴν κέλλαν αὑτοῦ, καὶ αὐτοὶ ἠνδρίσαντο καὶ ἔλαβον τὸ θέρος. Ὅτε δὲ ἐπλήρωσαν τὸ θέρος καὶ ἦλθον εἰς τοὺς οἴκους αὑτῶν, ἐβιάζοντο αὐτὸν λαβεῖν τὸν μισθόν. Ὁ δὲ ἀντέλεγε· Ποῖον μισθόν, ὃν οὐκ ἐκοπίασα, ἀλλ’ ὑμεῖς ἐκοπιάσατε; Καὶ ἐπειδὴ ἐδικάσαντο μετ’ αὐτοῦ, ἵνα λάβῃ τὸν μισθόν, προετίμησαν αὐτὸν οἱ Πατέρες ἵνα λάβῃ. Καὶ ἐμακαρίσθη αὐτῶν ἡ δίκη.

Σὺ οὖν Δέσποτα Χριστὲ ὁ Θεός, κύρωσόν μου τὴν δέησιν ταύτην. Ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀπόκρισις· Ὡς ἄνθρωπος οἰκοδεσπότης προΐστησιν ἑαυτοῦ πιστοὺς οἰκονόμους, δοὺς αὐτοῖς καὶ τὰ κλεῖθρα καὶ τὰ ὑπάρχοντα αὑτοῦ καὶ τὴν οἰκετείαν, καὶ ἐκ τοῦ πιστοῦ οἰκονόμου ἐστὶ τὸ πῶς κοιμηθῆναι, καὶ τὸ πῶς τραφῆναι, καὶ τὸ πῶς τιμηθῆναι ἐκ τοῦ οἰκείου δεσπότου, καὶ μετὰ τίνος διάγειν, ἢ μετὰ μεθυόντων ἢ μετὰ σεμνῶς βιούντων, καὶ ᾧ μὲν κεῖται ταλανισμός, ᾧ δὲ μακαρισμός. Οὕτως καὶ ὁ Θεὸς ἡμῶν προέστησεν ἑαυτῷ πιστοὺς ἀνθρώπους οἰκονόμους, καὶ τὰ κλεῖθρα αὑτοῦ ἔδωκεν αὐτοῖς τοῦ κλεῖσαι καὶ ἀνοῖξαι, τοῦτ’ ἔστι τὸ αὐτεξούσιον.

Τὸ δὲ εἶναι πιστούς, διότι βαπτίζονται πάντες οἱ χριστιανοί, τὸ δὲ καλῶς οἰκονομεῖν τὰ πιστευθέντα αὐτοῖς, δηλονότι τὰ ἔργα τοῦ βαπτίσματος διὰ τὴν αὐτῶν σωτηρίαν. Ἐὰν οὖν μετατραπῇ τις αὐτῶν ταύτης εὐθείας ὁδοῦ, γίνεται μετὰ τῶν μεθυόντων τὸ μέρος αὐτοῦ, τῶν μεθυσκομένων τοῦ οἴνου τῆς ἀνομίας. Ὁ τοιοῦτος χοῖρός ἐστι λογικός, καὶ οἴδατε τί πανθάνει ἐρχομένου τοῦ δεσπότου. Ἐὰν δὲ καλῶς οἰκονομήσῃ τὰ παραδοθέντα αὐτῷ, τὸν παρὰ τοῦ δεσπότου μακαρισμὸν πρὸς αὐτὸν ἴσασι πάντες. Φησὶ γάρ· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Περὶ δὲ τῆς ἀναστάσεως, ἅλων ἐστὶν ὁ αἰὼν οὗτος, καὶ ὁμοῦ τὰ ζιζάνια μετὰ τοῦ σίτου εἰσίν. Ἀναστάσεως οὖν γινομένης, ἡ εὐαγγελικὴ φωνὴ διδάσκει ἡμᾶς ὅτι μεμιγμένοι ἐγείρονται, τῷ εἰπεῖν· «Καὶ ἀφορίζει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων» καὶ τὰ ἑξῆς. Τὰ δὲ περὶ τῶν δύο γυναικῶν καὶ δύο ἀνδρῶν, περὶ συντελείας εἶπε, περὶ πίστεως καὶ ἀπιστίας, ὅτι ὕστερον μία λαμβάνεται καὶ εἰς μίαν στήκει ὁ ἄνθρωπος.

Τὸ δὲ περὶ τοῦ θερισμοῦ τῶν ἀδελφῶν, ἐξ ἀμφοτέρων συνέστη τὸ ἀγαθόν. Αὐτὸς μὲν ὁ ἀσθενήσας εἶχε τὴν προαίρεσιν τοῦ ἐργάσασθαι, ἀλλ’ ἐκώλυσεν αὐτὸν ἡ ἀσθένεια. Αὐτοὶ δὲ εἶχον ὅτι διὰ τῶν εὐχῶν τοῦ ἀδελφοῦ τοῦ ἀσθενοῦντος ἐνεδυνάμωσεν αὐτοὺς ὁ Κύριος καὶ τοὺς ἀμφοτέρους κατέλαβεν ἡ τοῦ ἁγίου Πνεύματος χάρις. Καθὼς οὖν ὁ Κύριος εἶπε πρὸς τοὺς ἀποστόλους· «Μὴ χαίρετε ὅτι ὑποτάσσεται ὑμῖν τὰ δαιμόνια, ἀλλὰ χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν γεγραμμένα ἐστὶν ἐν τοῖς οὐρανοῖς», κἂν πάντες ἐγειρώμεθα μὴ ζητήσωμεν, ἀλλὰ ἀκοῦσαι· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου», καὶ τὸ εἶναι ὁμοῦ σὺν τῷ Ἰησοῦ ὡς ἔφη «ἐν τῷ Πατρί», ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα ὡς ἐν προσευχῇ· Κύριε Ἰησοῦ Χριστὲ ὁ ἰατρὸς τῶν τετραυματισμένων ψυχῶν, εὐχάς σοι προσφέρομεν ἐκ τῶν ἁγίων σου λόγων, ἃς πρόσδεξαι διὰ τοῦ θεράποντός σου. Αὐτὸς γὰρ εἶπας, ἅγιε· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Ἐμνημόνευσε δὲ περὶ τούτου καὶ ὁ θεράπων σου Παῦλος· «Ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Εἶπας, ἅγιε, εἰς μίαν ἀπόκρισιν τούτων· Εἰ ὑγίανας, διὰ τί χωλαίνεις; Ὁ ὑγιάνας οὐ χωλαίνει, ἀλλ’ ὀρθῶς περιπατεῖ. Ἐγὼ ἐπειδὴ χωλός εἰμι καὶ τετραυματισμένος, διὰ τοῦτο βοῶ, ἵνα ἐπισκέψῃ καὶ ἐμὲ ὡς ἐπεσκέψω καὶ τὸν κατερχόμενον εἰς Ἰεριχὼ καὶ ἐμπεσόντα εἰς τοὺς λῃστάς. Καὶ γὰρ καὶ ἐγὼ τοῖς αὐτοῖς λῃσταῖς περιέπεσα καὶ ἐτραυματίσθην. Ἵνα καταδήσῃς καὶ τὰ ἐμὰ τραύματα καὶ ἐπιβιβάσῃς ἐπὶ τὸ ἅγιόν σου κτῆνος, τοῦτ’ ἔστι τὴν πίστιν τὴν ἀγαθὴν καὶ εἰσβιβάσῃς με ἐπὶ τὸ ἅγιόν σου πανδοχεῖον καὶ ἐπιμελήσῃ μου ὅπου ἐπιμελῆσαι πάντων τῶν καταπονουμένων. Δέσποτα, ἡ αἱμορροοῦσα γυνὴ ὄπισθέν σου προσῆλθε καὶ ἁψαμένη σου τῶν ἱματίων ἐσώθη.

Ἐγὼ δὲ καθ’ ἑκάστην ἐκ τῶν ἁγίων σου μελῶν λαμβάνω τὴν ἰατρείαν, τοῦτ’ ἔστι τοῦ ἁγίου σώματος καὶ αἵματος, καὶ τὸ ὕδωρ τὸ ἐξελθὸν ἐκ τῆς ἁγίας πλευρᾶς σου. Καὶ ἀκμὴν τὸ πάθος μου βρύει. Ἐπειδὴ εἶπας, ἅγιε· Ὁ προσερχόμενος τῷ ἰατρῷ καὶ θέλων θεραπευθῆναι, τὰ προσταχθέντα παρὰ τοῦ ἰατροῦ ποιήσει, ἀπόστειλόν μοι, Δέσποτα, ὅσα θέλεις φάρμακα, καυτῆρας, μαλάγματα, μόνον παῦσόν μου τὴν ὀζομένην ῥεῦσιν, τοῦτ’ ἔστι τὸν ἀκάθαρτον λογισμόν. Καὶ ἐπειδὴ εἶπας, Κύριε· Ἡ θύρα ἠνέωκται, ἀλλ’ οἱ κύνες πάντοθεν τηροῦσι καὶ οὐκ ἐῶσι προσεγγίσαι τῇ θύρᾳ. Ὁ ἀγαθὸς οἰκοδεσπότης βλέπων ἀπὸ μήκοθεν τὸν πτωχὸν ἐρχόμενον καὶ ὀχλούμενον ὑπὸ τῶν κυνῶν, πέμπει τὸν θυρωρόν, ἵνα ἀποδιώξῃ τοὺς κύνας καὶ προσεγγίσῃ ὁ πτωχὸς καὶ λάβῃ τὴν ἐλεημοσύνην παρὰ τῆς ἀγαθότητος.

Πάτερ, τί ἐστιν ὃ ἔγραψας ἡμῖν· Ἐτῶν ἑβδομάδα μίαν ὁ ζήσας, ἰδεῖν ἔχει ἃ οὐκ ἐγένετο ἀπὸ καταβολῆς κόσμου; Καὶ τί ποιοῦμεν ἡμεῖς οἱ νεώτεροι; Πῶς ἔχομεν σωθῆναι; Δεήθητι τοῦ Κυρίου, ἵνα δείξῃ ἡμῖν τὰ ὄρη ἐκεῖνα τὰ ἅγια, ὅπου εἶπε φυγεῖν καὶ σωθῆναι, ποῖά εἰσι. Νοητά ἐστι ἢ τὰ φαινόμενα ταῦτα ὄρη; Ἵνα γνῶμεν καὶ ἡμεῖς, ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα, φύγωμεν ἐκεῖ καὶ σωθῶμεν, ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, κατανοήσωμεν τί λέγομεν, καὶ βλέπομεν ὅτι ἀπὸ τῶν λόγων ἡμῶν τὸν ἔλεγχον ἔχομεν. Ὁ γὰρ προσερχόμενος τῷ ἰατρῷ, ἐὰν μὴ εὐτακτήσῃ κατὰ τὴν ἐπιταγὴν τοῦ ἰατροῦ, ἀπαλλαγῆναι τοῦ πάθους οὐ δύναται. Καὶ ἐπειδὴ εἶπας περὶ τοῦ δέξασθαι καὶ τὰ ἄλλα ἰάματα καὶ φάρμακα, θαυμάζω σου τὴν ἀγάπην πῶς οὐ κατανοεῖς τὴν πάντεχνον σοφίαν τοῦ μεγάλου ἡμῶν ἰατροῦ, πῶς ἔκοψε παντὸς ἀνθρώπου ζητοῦντος ἀφορμήν. Καὶ γὰρ ἐξαπλώσας πάσας τὰς ἰατρικὰς αὑτοῦ βίβλους παντὶ ἀνθρώπῳ θέλοντι ἐγκύψαι τοῦ σωθῆναι, ἀναπολογήτους ἀνέδειξεν. Ὅπου γὰρ καὶ αἱ γυναῖκες μελῳδοῦσι πάντη τὸ «Ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ», τί ἂν ποιήσωσιν οἱ ἄνδρες;

Οὐχ ὡς βδελυσσόμενος τὰς γυναῖκας λέγω. Μὴ γένοιτο! Οὐ γὰρ προσετάχθημεν τοῦτο ἀλλ’ ὅτι ἀπ’ ἀρχῆς αὗται ἐγένοντο τῆς παραβάσεως αἴτιαι, καὶ οὐκ ἐξέωσεν αὐτὰς τῆς θείας διδασκαλίας ὁ Θεός. Εἰ οὖν ἀρέσκει ἡμῖν τοῦτο τὸ φάρμακον, διὰ τί ἀποβάλλομεν αὐτό, κἂν χλευαζόμενοι νομίζωμεν ὅτι οὐκ ἀπεβάλομεν ἀλλ’ ὅτι ἔχομεν αὐτό; Οὐκοῦν σχήματι λέγομεν καὶ οὐ πράγματι. Καὶ γὰρ ἀληθές ἐστιν, ἐὰν γὰρ ψηλαφήσωμεν ἡμῶν τὸν ἔσω ἄνθρωπον, ἀληθῶς εὑρίσκομεν ὅτι οὔτε ἔλεγχον οὔτε ὕβριν οὔτε ἐξουδένωσιν καὶ ὄνειδος βαστάζομεν. Καὶ ἐξ οὗ ἔχεις σήμερον λογισμοῦ, ἐν ᾧ ἐπείρασά σέ ποτε, ἔστι τὸ μαθεῖν σε. Καὶ γὰρ μετὰ τὸ πρᾶγμα μετενόεις ὅτι οὐκ ἔμαθες.

Ὅτι δοκιμάσαι θέλων τὴν σὴν ἀγάπην, ἐκεῖνα ἃ οἶδας ἐποίησα, καὶ εὗρον ἔσω οἰκοῦντα ἀκμὴν τὸν παλαιὸν ἄνθρωπον. Ἀλλὰ νομίζω ὅτι οὐ μικρῶς ὠφελήθη ἡ ἀγάπη ἀπὸ τούτου. Ὁ Κύριος οὖν ἡμῶν τέλειός ἐστιν, καὶ τοὺς αὐτοῦ πάντας θέλει τελείους εἶναι. Φησὶ γάρ· «Γίνεσθε ὑμεῖς τέλειοι ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.» Ὁ βαστάζων οὖν τοὺς καυτῆρας σῴζεται. Ὁ γὰρ ἔχων εἰς τοὺς μυκτῆρας τὴν ἰδίαν δυσωδίαν, οὐκ ὀσφραίνεται ἄλλης, ἐὰν σταθῇ ἐπάνω τῶν θνησιμαίων ὅλων. Καὶ ὁ ἀπὸ τῶν λῃστῶν συλωθεὶς μεταδοῦναί τι ἄλλοις οὐκ ἔχει. Βλέπε δέ, ἀγαπητέ, ὅσῃ ἀμεριμνίᾳ κρατούμεθα, ὅτι παντελῶς ἀμεριμνῆσαι οὐ θέλομεν τοῦ ἔχειν ἑαυτοὺς ὥς ἐσμεν, γῆν καὶ κονίαν. Καὶ ἐγηράσαμεν τρέφοντες παρ’ ἡμῖν τὴν κενοδοξίαν. Τὸ γὰρ ἔχειν ἡμᾶς ὅτι τὸ ἔργον ἡμῶν ἀρέσκει τῷ Θεῷ, καὶ οἰκοδομεῖ τὸ κάθισμα ἡμῶν πάντας, καὶ ἀπηλλάγημεν τοῦ κρῖναι καὶ κατακρῖναι, ἐσχάτη ἐστὶ κενοδοξία καὶ οὐδὲν ἄλλο. Εἰ οὖν τὰς ἰάσεις καὶ τὰ μαλάγματα ἔδωκεν ἡμῖν ὁ μέγας ἡμῶν καὶ οὐράνιος ἰατρός, παρὰ τίνος εὑρίσκεται ἡ αἰτία τῆς ἡμῶν ἀπωλείας, εἰ μὴ ἀπὸ τῆς ἀσθενείας τῆς ἡμῶν προαιρέσεως; Πρὸ πάντων ἔδωκεν ἡμῖν τὴν ταπείνωσιν ἐξορίζουσαν πᾶσαν ὑπερηφανίαν καὶ «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τῆς δόξης τοῦ Υἱοῦ τοῦ Θεοῦ», ὑπακοὴν σβεννύουσαν ὅλα «τὰ πεπυρωμένα βέλη τοῦ ἐχθροῦ», τὸ κόψαι ἐν πᾶσι τὸ θέλημα τῷ πλησίον.

Καὶ τοῦτο γεννᾷ τὸ ἀτάραχον ἐν τῇ καρδίᾳ καὶ τὴν φαιδροτέραν καὶ ἱλαροτέραν τῆς ὄψεως κατάστασιν καὶ τὴν τοῦ βλέμματος εὐστάθειαν. Τὸ δὲ μέγα μάλαγμα τὸ σφίγγον πάντα τὰ μέλη καὶ «θεραπεῦον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», ἔδωκεν ἡμῖν τὴν ἀγάπην τὴν κατ’ αὐτόν. Αὐτὸς γὰρ τύπος ἡμῶν γέγονε. Φησὶ γάρ· «Ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος οὐ μόνον γενόμενος, ἀλλὰ καὶ μέχρι θανάτου.» Καὶ τιθεὶς ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχήν, ἐδίδαξεν ἡμᾶς λέγων· «Ἀγαπήσατε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς», καὶ «Ἐν τούτῳ γνώσονται πάντες ὅτι μαθηταί μού ἐστε, ὅταν ἀγάπην ἔχητε μετ’ ἀλλήλων.» Εἰ θέλεις οὖν μὴ χωλεύειν, λαβὲ τὴν ῥάβδον τοῦ σταύρου, καὶ στηρίζεις ἐπ’ αὐτῆς τὰς χεῖράς σου καὶ ἀποθνῄσκεις καὶ οὐκέτι χωλαίνεις. Ὁ γὰρ νεκρὸς οὐδέποτε χωλαίνει. Κἂν ἔχῃς τὴν ῥάβδον ταύτην, οὐ χρεία τοῦ θυρωροῦ.

Τῇ ῥάβδῳ γὰρ ταύτῃ διώκεις οὐ μόνον τὰ κυνάρια, ἀλλὰ καὶ τὸν ἀρχηγὸν τῶν θηρίων, τὸν ὠρυόμενον λέοντα. Καὶ ὁ Ἰακὼβ εἶπεν ὅτι «Ἐν τῇ ῥάβδῳ μου διέβην τὸν ποταμόν» καὶ πάλιν· «Ἐπ’ ἄκρῳ αὐτῆς προσεκύνησε.» Καὶ Μωϋσῆς τῇ ῥάβδῳ ἐποίησε τὰ σημεῖα. Καὶ ὁ ταύτῃ ἡλούμενος, ἀπαλλάττεται πάντως τῆς ῥεούσης ὑγρότητος. Ὁ γὰρ ἀποθανὼν ἀποθνῄσκει τῇ ἁμαρτίᾳ. Καὶ τί ἡ μετὰ ταῦτα προσδοκωμένη ἐλπὶς ἀλλ’ ἢ ἀνάστασις ἡ τριήμερος; Ἀρκεῖ γὰρ τῷ σταυρουμένῳ συνεγερθῆναι τῷ Ἰησοῦ.

Περὶ δὲ τῆς ἑβδομάδος διάφοροι θλίψεις καὶ κινήσεις ἔσονται. Περὶ δὲ ὧν εἶπας ὀρέων, νοήσωμεν τὴν ἁγίαν Μαρίαν, τὴν Θεοτόκον καὶ τοὺς καθεξῆς ἁγίους, καὶ τοὺς ἐν τοῖς καιροῖς ἐκείνοις εὑρισκομένους, ἔχοντας ἀσφαλῶς τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ σφραγίδα. Αὐτὸς δι’ αὐτοὺς πολλοὺς σῴζει, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Τριὰς ἀχώριστος, μὴ χωρίζου ἡμῶν. «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Πάτερ, καλὸς ἀληθῶς μαθητὴς εἶ τοῦ ἀληθινοῦ ἰατροῦ, ἔδωκας γὰρ ἡμῖν φάρμακα καὶ ἀντίδοτα. Ὁ δὲ πρῶτος καυτὴρ μεγάλως ἤνοιξε τὴν καρδίαν μου καὶ οὐ δύναμαι φέρειν τὰς ὀδύνας. Ἔγραψας γὰρ ἡμῖν ᾄδειν· «Σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος.» Καὶ ἀληθῶς ᾄδω καὶ προσκυνῶ καὶ δοξολογῶ καὶ ὑπερυψῶ εἰς τοὺς αἰῶνας.

Ἀλλ’ οὐ θαρρῶ εἰπεῖν· «Σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος», ἄνθρωπος γάρ εἰμι τετρωμένος ὑπὸ τοῦ φθαρτοῦ σκώληκος. Τί δέ ἐστιν ἡ δύναμις τούτου τοῦ σκώληκος, τοῦ ἀφθάρτου; Οὗτος ὁ σκώληξ δι’ ἐμὲ ἦλθεν, ἵνα ῥύσηταί με ἀπὸ τοῦ φθαρτοῦ σκώληκος, τοῦ διαφθείροντος τὸ γένος τῶν ἀνθρώπων. Ἐπειδὴ δὲ ὁ φθαρτὸς οὗτος σκώληξ, ὁ φθείρων καὶ φθειρόμενος καταδύνει εἰς τὰ τραύματα καὶ ἐνεργάζεται σῆψιν καὶ ὀζομενίαν, ἦλθεν ὁ ἄφθαρτος σκώληξ, περὶ οὗ εἴρηται· «Σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος.» Καὶ ὥσπερ οὗτος ὁ σκώληξ ἐνδύνει εἰς τὰ τραύματα, οὕτως καὶ ὁ ἄφθαρτος σκώληξ καταδύει «εἰς τὰ κατώτατα τῆς γῆς», καὶ ἀπ’ ἐκεῖθεν ἤρξατο διαφθείρειν πᾶσαν ἀκαθαρσίαν τοῦ παλαιοῦ σκώληκος. Καὶ οὕτως πάντας καθαρίσας ἀνήγαγε καὶ αὐτὸς ἔμεινεν ἄφθαρτος. Οὗτος ὁ σκώληξ ἐστὶν ὁ τὸν Ἰὼβ καθαρίσας ἀπὸ τοῦ φθαρτοῦ σκώληκος, ὁ καὶ εἰπὼν αὐτῷ· Ἀνάστα, «ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.» Οὗτος ὁ σκώληξ καὶ τὸν δράκοντα εἵλκυσε τῷ ἀγκίστρῳ κρεμάμενος ἐπὶ τοῦ ξύλου. Τούτῳ τῷ σκώληκι «τὰ πάντα ὑπετάγη, ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, πάντα γὰρ ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Ὁ φθαρτὸς σκώληξ τὰ πάντα διαφθείρει, καὶ οὐκ ἔνι τίποτε ἐπὶ τῆς γῆς, οὔτε ξύλα οὔτε βρώματα οὔτε γῆ οὔτε σάρξ, ὅπερ οὐκ ἀναλίσκει, ἐκτὸς τοῦ ἅλατος καὶ τοῦ ἐλαίου. Τί δέ ἐστι τὸ ἅλας καὶ τὸ ἔλαιον;

Ἀλλ’ ἢ ὁ Πάτηρ ὁ ὑποτάξας αὐτῷ τὰ πάντα, ὁ καὶ τὴν κτίσιν αὑτοῦ ἀλείψας τῷ ἐλέει αὑτοῦ, ὁ καὶ τοῖς ἀποστόλοις δοὺς ἅλας, ἵνα ἁλίσωσι τὸν κόσμον ἀπὸ τῆς δυσωδίας τῶν εἰδώλων, ἵνα ἔλθωσιν ἐπὶ τὴν εὐωδίαν τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. Ἀμήν. Τί δέ ἐστιν ἡ δύναμις τοῦ σινάπεως ὅτι αὐτῷ παρείκασε τὴν βασιλείαν τῶν οὐρανῶν; Καὶ οὐχὶ τῇ ἐλαίᾳ ἢ τῷ φοίνικι ἤ τινι τῶν μεγάλων δένδρων, ἀλλὰ τῷ εὐτελεῖ; Ἐπειδὴ δριμύτατόν ἐστι καὶ στύφει ἡμῶν τὰς καρδίας.

Ναὶ Πάτερ, δεήθητι τοῦ Κυρίου ὅπως δείξῃ ἡμῖν τὸ μυστήριον τοῦτο τοῦ σκώληκος καὶ τοῦ σινάπεως, ὅπως καὶ ἡμεῖς δοξάσωμεν τὸν Πατέρα καὶ τὸν Υἱὸν σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάτερ, ἐπειδὴ ὑπέμνησάς με τὰ ἀρχαῖα, κἀγὼ οὐκ ἔλαθον, ἀλλ’ ἀεὶ μνημονεύω ἐκεῖνα, ἃ οὐκ ἐποίησεν ὁ ἐχθρός, ἀλλ’ ὅτι ἐμάνη ἐπειδὴ εἶδε γενόμενον καρπὸν εἰς τὸν τόπον τοῦτον.

Ἀλλ’ ἡ ὑπομονή σου καὶ ἡ φιλανθρωπία τοῦ Θεοῦ οὐκ ἀφῆκε τὸ θέλημα αὐτοῦ τὸ μιαρὸν γενέσθαι, ἀλλ’ ἐσμὲν ἕως τοῦ νῦν δοξάζοντες τὸν Θεόν. Καὶ ἐπειδὴ εἶπάς μοι ὅτι ὕστερον μετανοεῖς μετὰ τὸ πρᾶξαι, εἴθε καὶ ὕστερον, ἵνα μὴ παντελῶς ἐναπομείνω! Καὶ ἐπειδὴ εἶπάς μοι ὅτι ὁ ἐμπεσὼν εἰς τοὺς λῃστὰς καὶ συλωθείς, οὐκ ἔχει ἄλλῳ μεταδοῦναι, διὰ τοῦτο δέομαι λιμώττων ἵνα ἐπιρρίψητέ μοι, οἱ ἔχοντες, τὰ ψιχία ὑμῶν, ὅπως καὶ ἐγὼ λάβω τροφὴν ὡς ὁ κύων ὑπὸ κάτω τῆς τραπέζης ὑμῶν τῶν ἐχόντων. Καὶ ἐπειδὴ εἶπας· Συνεγήρασέ σοι ἡ ὑπερηφανία καὶ ἡ εἰρωνεία, εὖξαι ἵνα ἀπέλθῃ ἀπ’ ἐμοῦ, ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Ἀμήν.

Ἀπόκρισις Βαρσανουφίου· Προεφώνησεν ὁ Δαβὶδ λέγων· «Προσῴζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου.» Πόθεν; «Ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.» Ὥστε οὖν ἡ ἀφροσύνη ἐνθήκη ὅλων τῶν κακῶν ἐστιν. Ἀφροσύνη γὰρ ἐγέννησε παρακοήν, παρακοὴ δὲ τραῦμα. Καὶ μετὰ τὸ τραῦμα ἡ αὐτὴ ἀφροσύνη ἔτεκε τὴν ἀμέλειαν, καὶ ἡ ἀμέλεια τὴν σῆψιν καὶ τὴν ὀζομενίαν κατειργάσατο, καὶ ἐσκωληκίασεν ἡ σὰρξ ἡ ταλαίπωρος καὶ διεφθάρη. Διαφθαρεῖσα οὖν ἐρρίφη εἰς τὴν θάλασσαν καὶ βρῶσις ἐγένετο τῷ μεγάλῳ ἰχθύϊ καὶ ἐνοικίσθη εἰς τὰ ἔντερα αὐτοῦ ἕως οὗ ἦλθεν ὁ ἐπουράνιος σκώληξ καὶ ἡλωθεὶς ἐν τῷ ἀγκίστρῳ τοῦ σταυροῦ, ἐχαλάσθη εἰς τὰ ἔντερα τοῦ μεγάλου ἰχθύος καὶ ἀνήνεγκε διὰ τοῦ στόματος αὐτοῦ ἣν κατέπιεν βρῶσιν σὺν τοῖς ἐγκάτοις. Καὶ λαβὼν τὴν σάρκα ἐνέχρισεν ἐλαίῳ, καὶ ἔσμηξεν ὕδατι καὶ ὤπτησε πυρί. Φησὶ γάρ· «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Καὶ ἐψώμισεν ἄρτῳ, καὶ εὔφρανεν οἴνῳ, καὶ ἤρτυσεν ἅλατι καὶ ἤλλαξε τῆς φθορᾶς. Καὶ πρὸς τούτοις προσέθηκεν αὐτῇ σίνηπιν συστέλλουσαν πᾶσαν φθορὰν καὶ στύφουσαν τοὺς τοῦ δράκοντος μυκτῆρας πρὸς τὸ μηδὲ ὀσφραίνεσθαι αὐτῆς δυνηθῆναι, καὶ ταράσσουσαν αὐτοῦ τοὺς ὀφθαλμοὺς πρὸς τὸ μὴ ἐπιβλέψαι πρὸς τὴν τελειότητα τῆς ταπεινώσεως αὐτῆς.

Εἰδότες οὖν ταῦτα πάντα, μὴ παρίδωμεν τὴν νουθεσίαν αὐτοῦ, ἵνα μὴ πληρωθῇ καὶ εἰς ἡμᾶς ὅτι «Εἰ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται;» Καὶ τί ἐστιν ἡ ὑστέρησις τούτων ἀλλ’ ἢ «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ· οὐκ ἔστι Θεός;» Εἰ οὖν τῶν ἀρχαίων οὐκ ἔλαθες καὶ τὰ ἔσχατα οἶδας, ἄκουσον τοῦ εἰπόντος ὅτι «Ὁ γινώσκων τὸ θέλημα τοῦ Δεσπότου καὶ μὴ ποιῶν, δαρήσεται πολλά.» Εἰ οὖν γινώσκομεν λέγομεν καὶ ἀμελοῦμεν, οὐ μακρὰν ἡμῶν ἀπέχει τὸ οὐαὶ τοῖς ἐν γνώσει ἁμαρτάνουσιν. Ἐὰν δὲ ἔχωμεν ὅτι «γῆ καὶ σποδός» ἐσμεν κατὰ τὸν Ἀβραὰμ καὶ Ἰώβ, εἰς τὸν αἰῶνα οὐ συλούμεθα, ἀλλ’ ἀεὶ ἔχομεν τὸ δοῦναι καὶ ἄλλοις, οὐ χρυσίον, οὐκ ἀργύριον, ἀλλὰ τύπον ταπεινώσεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Θεὸν ἀγάπης. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὁ αὐτὸς μὴ μεταλαμβάνων ἄρτου, ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα περὶ διαίτης. Ἀπόκρισις· Ἀδελφέ, χαίροις ἐν Κυρίῳ! Παρακάλεσον τὸν Θεὸν δοῦναί μοι ὑπομονὴν τελείαν. Ἄρχομαι γὰρ πράγματος καὶ οὐκ ἄγω εἰς τέλος, ἀλλ’ εὐθὺς παρασαλεύομαι τῆς διαγωγῆς. Καὶ ἐπιποθῶ ἀρχὴν βαλεῖν καὶ ἐλθεῖν εἰς τέλος, ἀκούων τοῦ Ἀποστόλου λέγοντος περὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους ὅτι «Ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργου ἀγαθοῦ, αὐτὸς καὶ ἐπιτελέσει, ἕως τῆς ἡμέρας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Κἂν δὲ ἐγὼ ὁ ἐλεεινὸς οὐδὲν ποιῶ ἀρέσκον Θεῷ, διὰ τὴν σοῦ κέλευσιν παρέχω γνώμην ὡς ἀδελφῷ. Λάμβανε τέσσαρα λαΐτινα, εἰ δύνασαι, εἰς τὴν ἑβδομάδα καὶ κατὰ Κυριακὴν διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἢ ῥοφὶν ἢ ἐκζεστά. Καὶ ὡς ὑπολαμβάνω, καλῶς σε λαμβάνει. Εἰ δὲ ἐν ἀφροσύνῃ λαλῶ, οὐκ οἶδα. Ὃς γὰρ ἑαυτὸν οὐ κυβερνᾷ, ἄλλους πῶς δύναται κυβερνῆσαι;

Συγχώρησόν μοι ἀδελφέ, ὅτι ἐγὼ ὤφειλον παρακαλέσαι σε διατάξασθαί μοι, ἀλλ’ ἀκμὴν παρακαλεῖ με ἡ ὑπερηφανία, ἥτις ῥίζα πάντων τῶν κακῶν ἐστιν. Εὖξαι ἀδελφὲ ἵνα παρέλθωμεν τὸ προκείμενον ἡμῖν πέραμα. Γέμει γὰρ τῶν κλυδώνων καὶ κινδύνων καὶ ὡς ἀνόητος γελῶ καὶ ἀδιαφορῶ. Ἀλλ’ ὅμως οὐ κόπτω τὴν ἐλπίδα, ἐλεήμονα γὰρ Δεσπότην ἔχω καὶ εὔσπλαγχνον. Δός μοι οὖν χεῖρα σὴν διὰ τὴν ἀγάπην καὶ ἕλκε με πρὸς αὐτόν, καὶ διὰ σοῦ σῴζει με τὸν ἐλεεινόν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὁ αὐτὸς μὴ χρησάμενος τῇ ῥηθείσῃ αὐτῷ διαίτῃ παρὰ τοῦ Γέροντος, ἠρώτησεν αὐτὸν ἐκ δευτέρου τὰ αὐτά. Ὁ δὲ ἀπεκρίνατο αὐτῷ οὕτως· Ἀδελφέ, ἐπειδὴ εὗρές με ἡδέως κελευόμενον ὑπὸ τῆς σῆς ἀγάπης, τάχα διὰ τοῦτο ἀκυροῖς μου τοὺς λόγους. Καὶ τοῦτο οὐκ ἀπὸ σοῦ, ἀλλ’ ἡ αἰτία ὅλη παρ’ ἐμοῦ ἐστιν, ὅτι οἱ λόγοι μου ἄκαρποί εἰσιν. Οὐκ εἰσὶ γὰρ ἀπὸ πράξεως ἰδρώτων, διὰ τοῦτο οὐδὲ δύναμιν ἔχουσιν. Τὸν Θεὸν παροργίζει ὁ ἐρωτῶν καὶ παρακούων. Διὰ τὴν γὰρ ἐρώτησιν καὶ ὁ τῶν ἐχθρῶν φθόνος παρακολουθεῖ. Ἕως σήμερον οὐκ ἔγνωμεν τὰς τέχνας τῶν δαιμόνων, ἀκαταπαύστως κηρύττει ὁ Ἀπόστολος λέγων· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» Θάρσει, ἀδελφέ μου, εἰ μὴ ὅτι ὁμόψυχόν μου ἔχω σε διὰ τὴν κατὰ Χριστὸν ἀγάπην, δοῦναί σοι ἀπόκρισιν οὐκ εἶχον. Καθὼς γὰρ καὶ προεῖπον, τοῦ μέτρου τούτου οὐκ εἰμί. Ἀλλ’ ἐπειδὴ ἐκόλλησέ με ὁ Θεὸς τῇ σῇ ἀγάπῃ, πάλιν ἐν ἀφροσύνῃ λαλῶ, κάτεχε τὰ τέσσαρα λαΐτινα εἰς τὴν ἑβδομάδα, ὡς εἶπόν σοι, καὶ κατὰ Κυριακὴν ἢ ῥοφὶν ἢ ἐκζεστὰ διὰ τὴν ἀσθένειαν. Μὴ ἔχε δὲ ἐν τῇ καρδίᾳ σου ὅτι ἐντολήν σοι δέδωκα. Οὐκ ἔστιν ἐντολὴ ἀλλὰ γνώμη ἀδελφοῦ. Ἤνοικται τὸ στάδιον, δράμωμεν ἵνα καταλάβωμεν.

Ἐσμὲν γὰρ φθαρτοὶ ἄνθρωποι καὶ μικροχρόνιοι ἐπὶ τῆς γῆς. Ἵνα εὕρωμεν ἔλεος ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, ἐμφαίνουσα τὴν δύναμιν τῆς ἐρωτήσεως.

Ἀδελφὲ τί ἔχω ἐγὼ εἰπεῖν πρὸς ταῦτα, ὁ μηδὲν παντελῶς ποιήσας; Εἰ δὲ καὶ σὺ λέγεις ὅτι ἐποίησας καὶ ποιεῖς, ἐγὼ δὲ οὐδέποτε μέμνημαι ἐμαυτόν, εἰ μὴ πάντοτε παροργίζοντα τὸν Θεὸν ἐν τοῖς ἔργοις μου. Δι’ ἔργα οὖν τίποτε οὐ προσδοκῶ, διὰ δὲ τὴν φιλανθρωπίαν αὐτοῦ ἐλπίζω ὅτι σῴζομαι, ἀπέθανε γὰρ ἁμαρτωλοὺς σῶσαι. Κάθημαι οὖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως οὗ ἔλθῃ ἀφ’ ἑαυτοῦ καὶ εἴπῃ μοι· «Τί θέλεις ἵνα ποιήσω σοι;» ἵνα εἴπω κἀγὼ μετ’ ἐκείνου· «Κύριε, ἵνα ἀναβλέψω.» Εἰ εἶχον γὰρ καὶ ἔργα, φοβούμενος τὴν κατάκρισιν τοῦ Φαρισαίου, οὐκ ἐτόλμων λαλῆσαι. Ἀλλ’ ὅμως λέγω σοι ἀδελφέ, ὅτι ὅλη μου ἡ ζωὴ καὶ ἡ ἐλπὶς εἰς αὐτὸν κρέμαται, καὶ παρακαλῶ νυχθήμερον καθαρισθῆναι ἀπὸ τῶν φανερῶν καὶ κεκρυμμένων παθῶν. Τί οὖν ἔχω εἰπεῖν περὶ καθορθωμάτων, ἀκούων ὅτι «Πᾶν στόμα φραγήσεται» καὶ τὰ ἑξῆς καὶ πάλιν· «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.» Μακάριος δὲ ὁ καθαρισθεὶς ἀπὸ τῆς ὀργῆς καὶ τῶν λοιπῶν παθῶν, καὶ φυλάξας τὰς ἐντολὰς πάσας καὶ λέγων ὅτι «Ἀχρεῖός εἰμι δοῦλος.» Εἰ δὲ ποιοῦμεν ἓν κατόρθωμα καὶ δι’ ἄλλου ἀπόλλομεν αὐτό, τί ὠφέλησεν ἡμᾶς τὸ καθ’ ἡμέραν οἰκοδομεῖν καὶ καθαιρεῖν;

Εἴ τις καταφρονεῖ τῆς δόξης καὶ ἀτιμίας, ὁ τοιοῦτος δύναται σωθῆναι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα. Ἀμήν. Παράθου με τῷ Κυρίῳ καὶ ἡσύχασον πεποιθώς, εὐχόμενος ὑπὲρ ἐμοῦ τοῦ ἀθλίου καὶ ταπεινοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Πάτερ εὖξαι ὑπὲρ ἐμοῦ ὅτι κοπιῶ. Πρὸ τοῦ με γὰρ βαλεῖν λόγον πρὸς σέ, κἂν εἴ τι δήποτε ἐδόκουν ποιεῖν, τὸ κατ’ ἐμὲ ἀκόπως ἐποίουν. Ἐξ ὅτου δὲ ἐπέδωκάς μοι λόγον, κοπιῶ καὶ εἰς ἀσθένειαν. Πρὸ τούτου περὶ τοῦ λόγου τούτου ἔγραψά σοι, καὶ αὐτὸς ἐλογίσω με ὑψηλοφρονοῦντα καὶ περὶ Φαρισαίου ἔπεμψάς μοι λόγον. Κἀγὼ Πάτερ οὐκ εἶπόν σοι ὑψηλοφρονῶν, ἀλλὰ ἀπὸ ἀνάγκης. Δέομαί σου, ποίησον εὐχὴν ἵνα ἀποκαλύψῃ σοι ὁ Κύριος τί ἐστιν ἐν ἐμοί.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, ἡ θεία Γραφὴ λέγει· «Πάντα μετὰ βουλῆς ποίει», καὶ «Ἄνευ βουλῆς μηδὲν ποιήσῃς.» Ὅτε οὐ μετὰ βουλῆς ἀλλ’ ἀπὸ τοῦ ἰδίου θελήματος ἐποίεις, οὐκ ἐκοπίας τῷ νῷ, καὶ γὰρ οὐδεὶς ὁ μὴ χρῄζων συμβούλου, εἰ μὴ μόνος ὁ Θεὸς ὁ τὴν σοφίαν κτίσας. Ὅτε δὲ κατὰ Θεὸν ἐζήτησας κόψαι τὸ ἴδιον θέλημα, ἐλθεῖν δὲ εἰς ταπείνωσιν καὶ λαβεῖν με τὸν ἐλάχιστόν σου ἀδελφὸν σύμβουλον, παρώξυνας τὸν μισόκαλον δαίμονα εἰς φθόνον, τὸν ἀεὶ φθόνον ἔχοντα πρὸς πάντας. Βλέπεις στρεβλότητα διαβολικήν; Ἀπ’ ἐμαυτοῦ οὐ διεταξάμην σοι τίποτε, καὶ ᾐτήσω με καὶ συνεβούλευσά σοι ὡς ἀδελφῷ. Καὶ ἀκούσας ἀφῆκας καὶ προσθήκην ἐποίησας. Κἀγώ σοι εἶπον τὸ τοῦ Φαρισαίου, καὶ γὰρ κἀκεῖνος καυχώμενος ἔλεγεν ἃ ἔλεγε. Καὶ σὺ ἐζήτησας πληροφορίαν, καὶ αὕτη οὐδὲν ἄλλο ἐστὶ εἰ μὴ ὑψηλοφροσύνη.

Πρόσχες καὶ βλέπεις μετὰ ἀκριβείας πῶς, ὅτε βάλλεις ἀρχήν, εὐθὺς φέρει σοι πρόφασιν καὶ λύεις αὐτήν. Καὶ πάλιν βάλλεις καὶ εὐθέως λύεις. Καὶ οὐ μνημονεύεις ὅτι «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται» καὶ «Ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργου ἀγαθοῦ, αὐτὸς ἐπιτελέσει ἄχρι τῆς ἡμέρας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Εἰ ἀναπαύσει σε τὸ ἀφ’ ἑαυτοῦ ποιεῖν καθὼς ἐποίεις, ἐγὼ οὐ λυποῦμαι, οὔτε γὰρ ἀββᾶς τινος θέλω γενέσθαι οὔτε διδάσκαλος. Ἔχω γὰρ τὸν ἐλέγχοντά με Ἀπόστολον λέγοντα· «Ὁ διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις.» Ἀδελφέ, τῶν σῳζομένων ἐστὶ «τὸ ἐκτῆξαι τὴν ψυχὴν ὡς ἀράχνην.» Λοιπὸν ὑπομονῆς πολλῆς χρεία ἕως οὗ «διὰ θλίψεων πολλῶν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν. Συγχώρησόν μοι ἀδελφέ, καὶ εὖξαι ὑπὲρ ἐμοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ὁ ζητήσας τὸ πεπλανημένον πρόβατον Ἰησοῦ, δίδαξον καὶ ἡμᾶς πῶς ἵνα ζητήσωμεν τὸν ποιμένα. Πάτερ, ἔτι ἕνα λόγον θέλω ἐρωτῆσαι. Ἐπειδὴ γέγραπται· «Ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός», πῶς δύναται ἁμαρτωλὸς ἄνθρωπος ζητῆσαι τὸν Κύριον διὰ παντός;

Δίδαξον ἡμᾶς τὸν λόγον τοῦτον διὰ τὸν σοφίσαντά σε, ἵνα καὶ ἡμεῖς διὰ παντὸς ζητήσωμεν τὸ πρόσωπον Κυρίου. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ Εὐθύμιε, δέομαι τῆς ἀγάπης σου συγκοπίασόν μου τῇ δεήσει πρὸς τὸν φιλάνθρωπον Θεόν. Καὶ γὰρ ἡ ἀγάπη σου ᾔτησέ με γράψαι σοι πῶς ἵνα ζητήσωμεν τὸν ποιμένα. Καὶ ἀπὸ πρώτης ἡμέρας ἕως ἄρτι δέομαι τοῦ Θεοῦ περὶ τῆς αἰτήσεώς σου καὶ λέγει μοι· Καθάρισόν σου τὴν καρδίαν ἀπὸ τῶν λογισμῶν τοῦ παλαιοῦ ἀνθρώπου, καὶ χαρίζομαί σοι τὰ αἰτήματά σου. Τὰ γὰρ ἐμὰ δωρήματα ἐν τοῖς καθαροῖς χωροῦνται καὶ δωροῦνται. Ὅσον δὲ κινεῖται ἡ καρδία σου ἀπὸ τῆς ὀργῆς καὶ μνησικακίας καὶ τῶν ὁμοίων παθῶν τοῦ παλαιοῦ ἀνθρώπου, ἐκεῖ οὐκ εἰσελεύσεται σοφία. Εἰ ἐπιποθεῖς τὰ ἐμὰ χαρίσματα, τὰ σκεύη τοῦ ἀλλοτρίου ἔκβαλε ἀπὸ σοῦ, καὶ τὰ ἐμὰ ἀφ’ ἑαυτῶν ἔρχονται εἰς σέ. Μὴ οὐκ ἤκουσας· «Οὐ δύναται δοῦλος δυσὶ κυρίοις δουλεύειν;» Ἐὰν οὖν ἐμοί, οὐ τῷ διαβόλῳ, ἐὰν δὲ τῷ διαβόλῳ, ἐμοὶ οὐδέποτε. Εἴ τις οὖν θέλει καταξιωθῆναι τῶν ἐμῶν χαρισμάτων, τὰ ἴχνη μου κατανοήσει ὅτι ὡς πρόβατον ἄκακον ἐδεξάμην ὅλα τὰ πάθη, μὴ ἀντιλέξας ἔν τινι. Καὶ ὑμῖν εἶπον ἔχειν ἀκεραιότητα ὡς αἱ περιστεραὶ καὶ ἀντὶ τούτων ἔχετε ἀγριότητα τῶν παθῶν.

Βλέπετε μὴ εἴπω ὑμῖν· «Πορεύεσθε ἐν τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν.» Ταῦτα οὖν ἀκούσας, ἐν πένθει εἰμὶ καὶ ὀδυρμῷ, ἕως οὗ σπλαγχνισθῇ καὶ εἰς ἐμὲ ἡ ἀγαθότης αὐτοῦ καὶ ἀπαλλάξῃ με τῶν δεινῶν παθῶν τοῦ παλαιοῦ ἀνθρώπου, ὥστε ἐλθεῖν εἰς τὰ ἴχνη τοῦ νέου ἀνθρώπου τοῦ δέξασθαι πάντα τὰ ἐπερχόμενά μοι ἐν ὑπομονῇ πολλῇ. Οἶδας γὰρ τί κατεργάζεται ἡ ὑπομονή, καὶ ὁ Ἀπόστολος ἐμνημόνευσε περὶ ταύτης. Εὖξαι οὖν ἀδελφέ μου ἵνα ἔλθῃ μοι, καὶ διὰ τὴν ἀγάπην ἔλεγξόν με εἴ τι παρέρχεταί με, ἵνα διορθώσωμαι. Καὶ γὰρ ἄφρων εἰμί, ἀλλὰ ἀγαπῶ τοὺς διδάσκοντάς με καὶ ἐλέγχοντας, εἰδὼς ὅτι εἰς σωτηρίαν ψυχῆς ἔσται μοι αὐτῶν ἡ διδασκαλία. Ἔτι δεήθητι ἵνα φύγω ἀπὸ τῆς πτώσεως τοῦ δικαιώματος, ὅτι πάντα θλίβομαι. Καὶ συγχώρησόν μοι κατὰ πάντα ὅτι εἰς κόπον σε βάλλω πάντοτε.

Ἀλλὰ μισθὸν πολὺν ἔχει τὸ πρᾶγμα. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Πάτερ, τοὺς μὲν ἐμοὺς κόπους οὓς δίδωμί σοι, εἰς ἑαυτὸν ὑπέγραψας. Καὶ τοῦτο οἱ σοφοὶ ποιοῦσιν διὰ τὸ βαστάξαι τὸ βάρος τοῦ πλησίον. Καὶ ἐπειδὴ ᾔτησα περὶ τῆς ἀποκρίσεως, οὐδ’ ἐμὲ μόνον ᾔτησα, ἀλλὰ διὰ πολλούς, εἰς ὠφέλειαν τῶν ψυχῶν ἡμῶν, μάλιστα ὅτι σύ, Πάτερ, προτρέπῃ ἡμᾶς εἰς ἐρώτησιν περὶ τῆς ὁδοῦ τῆς ζωῆς ἐν τῇ πολλῇ σου εὐσπλαγχνίᾳ.

Ἀλλὰ δέομαι ὅτι λιμένα καὶ καταφυγὴν ἔπεμψέ σε ὁ Κύριος ἐμοί, ποίησον τὸ ἕλεος καὶ παρακάλεσον τὸν Δεσπότην, ἵνα ποιήσῃ μετ’ ἐμοῦ τὸ ἔλεος καὶ φανερώσῃ μοι μικρὸν τίποτε, ὅτι ὡς οὐκ οἶδα ἐμπίπτω. Καὶ φανέρωσόν μοι ὡς ἐφανέρωσας τὸ πρῶτον, ἵνα μετανοήσω. Καὶ μετὰ τοῦτο δεῖξόν μοι ὁδὸν πῶς ἵνα περιπατήσω, ὅτι ἀνεδέξω τὴν ψυχήν μου.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, ὡς τῇ ἰδίᾳ μου ψυχῇ λαλῶ σοι, ἔδησε γὰρ ὁ Κύριος τὴν ψυχήν σου ἐν τῇ ἐμῇ λέγων· Μὴ ἀποστῇς ἀπ’ αὐτοῦ. Ἐπεὶ οὐκ οὖν ἦν ἐμὸν διδάξαι σε, ἀλλὰ μαθεῖν παρὰ σοῦ. Φοβοῦμαι γὰρ τὸν λέγοντα ὅτι «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις.» Καὶ ἐπειδὴ λέγει· Ἀρκεῖ σοφῷ τὸ νεῦμα, καὶ μᾶλλον οὐκ ἤρκεσέ μοι, ἀλλὰ φανερῶς θέλεις ἀκοῦσαι. Ἐὰν πταίσῃ ἄφρων ἐν λόγῳ, συγγνώμην ἔχει παρὰ πάντων, ἄφρων γάρ ἐστι καὶ εἴ τι λαλεῖ οὐκ οἶδεν. Ἐὰν δὲ σοφὸς πταίσῃ, συγγνώμην οὐκ ἔχει· Σοφὸς γάρ ἐστι καὶ ἐν γνώμῃ ἔπταισεν. Οὕτως οὖν ἐάν τις τῶν ἔξω ἀδελφῶν πταίσῃ ἐν λόγῳ, συγγνώμην ἔχει ὅτι μετὰ πάντων ἐστίν. Ἐὰν δὲ ἡμεῖς οἱ νομιζόμενοι ἔγκλειστοι καὶ ἡσυχασταὶ καὶ παρὰ τοῖς ἀνθρώποις καλοί, ποίαν ἔχομεν συγγνώμην; Καὶ ἐπειδὴ γνῶναι θέλεις φανερῶς τὸ πρᾶγμα, λέγω· Κάθῃ ἔσω ὡς νεκρωθεὶς τῷ κόσμῳ. Πῶς ὅτε ἔρχῃ εἰς συντυχίαν ἀπὸ τῆς ἀγάπης καὶ τῆς χαρᾶς, μετατρέπῃ εἰς παροξυσμὸν καὶ μνησικακίαν, καὶ μέμφῃ τὸν πλησίον ἢ γὰρ ἑαυτόν; Καὶ οὐ λέγεις ὅτι ἐγώ εἰμι ὁ ἀνάξιος, ἀλλὰ καὶ ψηφίζεις σεαυτόν; Γινομένης γὰρ προφάσεως λέγεις· Εἰπὲ ὅτι ἐγὼ εἶπον, καὶ ἀκούουσιν ἡδέως. Τί ἔχεις σεαυτὸν ὅτι ἡδέως δέχονται τὸν λόγον σου; Ἠλίαν τὸν προφήτην; Μέμψαι σεαυτόν.

Καὶ τὰ γινόμενά σοι, μάθε ὅτι ἐκτὸς τοῦ θελήματος τοῦ Θεοῦ οὐ γίνονται, εἴτε ἀνάπαυσις πρὸς εὐχαριστίαν εἴτε θλῖψις πρὸς ὑπομονήν. Ποῦ ἔστιν ὁ γεγραμμένος λόγος ὅτι «Ἀνέχεσθε καὶ τοῦ δέροντος ὑμᾶς εἰς τὴν ὄψιν» καὶ τὰ ἑξῆς;

Διὰ τοῦτο μακράν ἐσμεν ἀπὸ τοῦ Θεοῦ. Ἐὰν οὖν τὴν ὁδὸν θελήσῃς μαθεῖν, αὕτη ἐστί· Τὸ ἔχειν τὸν δέροντα ὡς τὸν θάλποντα, καὶ τὸν ἀτιμάζοντα ὡς τὸν δοξάζοντα, καὶ τὸν ὑβρίζοντα ὡς τὸν τιμῶντα, καὶ τὸν θλίβοντα ὡς τὸν ἀναπαύοντα.

Κἂν κατὰ λήθην ἢ κἂν κατὰ προαίρεσιν, μὴ δώσουσί σοι τὴν συνήθειαν, ἵνα μὴ θλίβῃς, ἀλλὰ μᾶλλον λέγεις ὅτι εἰ ἦν θέλημα Θεοῦ, εἶχον ἐλθεῖν. Καὶ ὅτε ἔρχονται, ἵνα μετὰ ἱλαροῦ προσώπου δέξῃ χαίρων ὅτι ἀνάξιον ὄντα ἠλέησέ με ὁ Κύριος, κατὰ Δανιήλ, ὅτε ἐπεσκέψατο αὐτὸν ὁ Κύριος, τοῦτο μόνον ἔλεγεν ὅτι «Ἐμνήσθη γάρ μου ὁ Θεός», ἡγούμενος ἑαυτὸν ἀνάξιον. Καὶ ἀπόθου τὸ δικαίωμα ὅτι ἐὰν εἴπῃς τίποτε, λέγεις·

Καλῶς εἶπον, καὶ ἐὰν ἐπινοήσῃς, λέγεις· Καλῶς ἐπενόησα, καλῶς, καλῶς καὶ ποῦ τὸ καλῶς; Διὰ τί οὐ νοοῦμεν τοῦ μὴ θλῖψαί τινα μήτε ἐν λόγῳ μήτε ἐν ἔργῳ, καὶ ὁ Θεὸς συνέρχεται ἡμῖν κατὰ πάντα; Ἐπύκτευες φανερῶσαι τὸν λογισμὸν τοῖς ἀδελφοῖς τοῦ πληρῶσαι τὸ θέλημά σου ὅτι ἐὰν μὴ σήμερον γένηται τὸ ἔργον ...! Καὶ ἔπληξας τὸν λογισμόν τινων τῶν νεωτέρων, λεγόντων ὅτι τί εἰσιν ἄλλαι ἡμέραι δύο ὅτι οὐ βαστάζει ὁ γέρων; Εἰπέ μοι τὸ ὄντως, ἐγένετο τὸ ἔργον; Εἰς τοὺς οὐρανοὺς ἀνῆλθες; Ἀλλ’ ἁπλῶς ἔπηξες ἀκαίρως ἀπὸ τοῦ διαβόλου. Ἀδελφέ, ἀπὸ τῆς ἄρτι ἀφήσωμεν τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκροὺς καὶ εὐαγγελισώμεθα τὴν βασιλείαν τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

Ἐρώτησις ὡς ἐν προσευχῇ τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ζωὴ τῶν ἀπεγνωσμένων, μὴ παρίδῃς με, ὅτι εἰς ἀπόγνωσιν κεῖμαι. «Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.» Ἐδήλωσάς μοι ἅγιε, ὅτι καθάρισον σεαυτὸν καὶ ἔκβαλε ἀπὸ σοῦ τὸν παλαιὸν ἄνθρωπον. Μὴ ὁ πηλὸς ἑαυτὸν δύναται καθαρίσαι; Ἡ οἰκοδομὴ δύναται ἑαυτὴν κοσμῆσαι, εἰ μὴ ὁ κτίσας αὐτὴν κοσμήσει; Ἢ τὸ κεράμιον τὸ πλασθὲν ὑπὸ τοῦ κεραμέως δύναται ἑαυτὸ ὀπτῆσαι, ἐὰν μὴ ὁ πλάσας βάλῃ εἰς τὸ πῦρ καὶ δοκιμάσῃ εἰ εὔχρηστόν ἐστι; Καὶ αὐτὸς ἅγιε, εἰ θέλεις σῶσαι τὸ πλάσμα σου, πέμψον τὸ θεῖόν σου πῦρ, ἵνα ὀπτήσῃ τὸ κεράμιον τὸ ὑπὸ σοῦ πλασθέν, ἵνα δέξηται τὸ παρὰ σοῦ ἔλαιον, καὶ μὴ ῥεύσῃ. Ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ τὸ ἔλεος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, μὴ ἀναγκάζῃς με λαλῆσαι τὸν θέλοντα ἡσυχίαν καὶ σιωπὴν ἀσπάσασθαι. Τοίνυν στήριξον πρὸς Κύριον τὴν καρδίαν σου, καὶ καρτέρησον μὴ σαλευόμενος. Καὶ γὰρ ὁ φθονήσας τῷ Ἀδὰμ ἐξ ἀρχῆς καὶ ἐκβαλὼν τοῦ παραδείσου, φθονεῖ εἰς τὴν ἐν Χριστῷ ὁμόνοιαν ἡμῶν. Ἀλλ’ ὁ εἰπὼν ὅτι «Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ», καταργήσει αὐτὸν ἀφ’ ἡμῶν καὶ διαρρήξει αὐτοῦ τὰ δίκτυα. Σὺ οὖν μὴ τεχνασθῇς ἀπ’ αὐτοῦ ἔν τινι, τοῦ σαλευθῆναι ἀπὸ τοῦ τόπου σου. Καὶ γὰρ οὕτως καὶ τὸν Μάλχον ἐτεχνάσατο. Πικραίνεται γὰρ δεινῶς πρὸς ἡμᾶς, ἀλλ’ ἐὰν ταπεινωθῶμεν, καταργεῖ αὐτὸν ὁ Κύριος. Ἡμεῖς οὖν εἰς ἡμᾶς τὴν μέμψιν φέρωμεν διὰ παντός, ὅτι αὕτη ἐστὶν ἡ νίκη.

Καὶ περὶ τοῦ ἐνθυμηθῆναι ἀπελθεῖν εἰς τὴν ἔρημον, εἶπον οἱ Πατέρες ὅτι τρία κεφάλαιά εἰσι καὶ εἴ τις αὐτὰ φυλάττει, δύναται οἰκῆσαι καὶ ἀναμέσον τῶν ἀνθρώπων καὶ εἰς τὰς ἐρήμους καὶ ὅπου δ’ ἂν ᾖ· Τὸ μέμψασθαι ἑαυτὸν καὶ τὸ βαλεῖν ὀπίσω τὸ θέλημα καὶ τὸ ἔχειν ἑαυτὸν ὑποκάτω πάσης κτίσεως.

Ἵνα μάθῃ δὲ ἡ ἀγάπη σου ὅτι ὅλη ἡ πύκτευσις τοῦ διαβόλου τοῦ ἀποχωρίσαι ἡμᾶς ἀπ’ ἀλλήλων ἐστί. Βλέπει γὰρ ἀκριβῶς τὴν γραφὴν πληρουμένην εἰς ἡμᾶς ὅτι «Ἀδελφὸς ὑπ’ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ καὶ τετειχισμένη.» Μὴ δώῃ αὐτῷ ὁ Κύριος πληρῶσαι τὸ ἴδιον θέλημα εἰς ἡμᾶς, ἀλλὰ «συντρίψει αὐτόν, κατὰ τὸν ἀποστολικὸν λόγον, ὑπὸ τοὺς πόδας ἡμῶν ἐν τάχει.» Σὺ οὖν μὴ διστάσῃς, ἐλπίζω γὰρ ὅτι εἰς ἡμᾶς μίαν θήκην βλησκόμεθα, ὡς ἤδη προεῖπόν σοι, ὁμοῦ οἱ δύο, καὶ ὁ Θεὸς εἰς τοῦτο συνῆξεν ἡμᾶς, ὠφεληθῆναι ὑπ’ ἀλλήλων. καὶ ὁ Θεὸς εἰς τοῦτο συνῆξεν ἡμᾶς, ὠφεληθῆναι ὑπ’ ἀλλήλων.

Καὶ οὗτοι οἱ πειρασμοὶ τύποι γίνονται εἰς ὠφέλειαν καὶ στερέωσιν πολλῶν. Ἡσύχασον οὖν ἀδελφὲ καὶ εὖξαι ἵνα περάσωμεν τὸ πέραμα τοῦτο ἵνα μὴ ματαίως ἀναλώσωμεν ἡμῶν τὰς ἡμέρας. Καὶ γὰρ ἤγγισεν ὁ καιρὸς καὶ μαίνεται ὁ ἐχθρός.

Οὐκ ἐματαίωσεν οὖν ὁ Θεὸς τὸν κόπον σου, μὴ γένοιτο! Ἀλλ’ αὐτὸς «ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν», θέλει σε εἰσελθεῖν εἰς τελειότητα. Εἶπε γὰρ τοῖς Ἀποστόλοις ὅτι «Τότε εἴπατε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν.» Καὶ οὕτως ἑαυτοὺς κρατήσωμεν καὶ ποιεῖ μεθ’ ἡμῶν τὸ ἔλεος διὰ τὸ ὄνομα αὐτοῦ τὸ ἐπικληθὲν ἐφ’ ἡμᾶς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δυσπιστίας σπαρείσης ἐν τῷ λογισμῷ τοῦ ἐρωτῶντος γέροντος εἰς τὸν αὐτὸν μέγαν Γέροντα φθόνῳ τοῦ διαβόλου διὰ τὴν ὠφέλειαν τῶν αὐτοῦ ἀποκρίσεων, ἐκεῖνος τὰ τῆς καρδίας αὐτοῦ γνούς, ἐδήλωσεν αὐτῷ ταῦτα·

Πρῶτον καὶ πρὸ πάντων δοξάζω τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα καὶ λέγω· Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Οὐκ ἀκαίρως δὲ προεσημειωσάμην ἐν τοῖς προοιμίοις τὴν τοιαύτην δοξολογίαν, ἀλλὰ δεικνύων τῷ μισοκάλῳ δαίμονι ὅτι ἐν ταῖς παρ’ αὐτοῦ φαινομέναις φαντασίαις οὐδὲν φαίνεται τῆς τοιαύτης δοξολογίας, ἀλλὰ ταραχὴ καὶ λύπη καὶ ἀδημονία.

Λοιπὸν ἀδελφέ, ἔλθωμεν εἰς τὴν τοῦ Θεοῦ εὐχαριστίαν, ἐπεὶ τῇ λυτρώσει τοῦ μεγάλου πειρασμοῦ τοῦ φθάσαντος ἡμᾶς ὡς ἀσυνέτους. Καὶ οὐκ ἀφῆκεν ἡ φιλανθρωπία αὐτοῦ ἀπολεσθῆναι ἡμᾶς εἰς τέλος, ἀεὶ γὰρ ἀληθινὸς ὁ εἰπών· «Ζῶ ἐγώ, λέγει Κύριος ὅτι οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.» Τοίνυν τῷ σώσαντι ἡμᾶς καὶ ἀεὶ σῴζοντι, δώσωμεν τὴν εὐχαριστίαν διὰ παντός. Ὧι εὐχαριστοῦσιν ἄγγελοι, δυνάμεις ὑπερκόσμιοι, στρατιαὶ ἐπουράνιοι, χερουβὶμ καὶ σεραφὶμ ταῖς εὐπρεπεστάταις φωναῖς, ἀκαταπαύστως καὶ ἀδιαλείπτως, ἀναβοῶντα καὶ κεκραγότα καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ», καὶ τὰ ἑξῆς. Κατανοοῦντες οὖν καὶ ἡμεῖς, εὐχαριστήσωμεν αὐτῷ, ᾧ «ὁ οὐρανὸς θρόνος καὶ ἡ γῆ ὑποπόδιον», ᾧ «πᾶσα κτίσις δουλεύει.» Καὶ ἀπὸ τῆς προτυπώσεως ταύτης τῆς γραφείσης ἀρξώμεθα καὶ ἡμεῖς, εὐχαριστήσωμεν τῷ Πατρὶ ὅτι ἠλέησε τὸν κόσμον καὶ οὐκ ἐφείσατο τοῦ πέμψαι τὸν μονογενῆ αὐτοῦ Υἱὸν σωτῆρα καὶ λυτρωτὴν τῶν ἡμετέρων ψυχῶν. Εὐχαριστήσωμεν τῷ Υἱῷ ὅτι «ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», δι’ ἡμᾶς τοὺς ἀνθρώπους.

Εὐχαριστήσωμεν τῷ ἁγίῳ Πνεύματι, τῷ ζωοποιῷ, τῷ λαλήσαντι ἐν νόμῳ καὶ προφήταις καὶ διδασκάλοις, τῷ καταδείξαντι Πέτρον μετανοήσαντα καὶ κελεύσαντι αὐτὸν ἀπελθεῖν πρὸς Κορνήλιον, καὶ δοξάσαντι αὐτὸν καὶ δόντι ἐξουσίαν αὐτῷ ἐγείραι νεκροὺς ὡς καὶ τὴν Ταβηθᾶν, τῷ ἀεὶ προλαμβάνοντι καὶ συντρίβοντι τὰς παγίδας τοῦ ἐχθροῦ ἀπὸ τῶν ἐπικαλουμένων αὐτόν, κατὰ τὴν τοῦ Δαβὶδ προφητείαν λέγοντος· «Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν, ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἰδοὺ οὖν ἠλέησεν ἡμᾶς καὶ ἰάσατο ἀπὸ τηλικαύτης ἀρρωστίας. Ἀκούσωμεν αὐτοῦ λέγοντος· «Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρον πάθῃς.» Ἔλθωμεν ἐν πᾶσιν εἰς ταπείνωσιν, ὁ γὰρ ταπεινὸς χαμαὶ κεῖται, καὶ ὁ κείμενος χαμαί, ποῦ ἔχει πεσεῖν; Δῆλον δὲ ὅτι ὁ ἐν τῷ ὕψει, εὐχερῶς πίπτει. Εἰ ἀπεστράφημεν οὖν καὶ διωρθώθημεν, οὐκ ἀφ’ ἡμῶν τοῦτο, Θεοῦ τὸ δῶρον. «Κύριος, γάρ φησιν, ἀνορθοῖ κατερραγμένους καὶ σοφοῖ τυφλούς» καὶ τὰ ἑξῆς.

Τὸ δὲ γράψαι μοι· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Μεγάλου μέτρου ὁ λόγος. Ἰδοὺ παρὰ μικρὸν ἐκόψαμεν τὸ σχοινίον τῆς ἀγάπης, τοῦ ἀποθανεῖν καὶ ἀποστῆναι τοῦ πλοιαρίου τοῦ Χριστοῦ. Ἀλλ’ ἵνα μὴ ἀπολύσω τὴν σφραγίδα καὶ φλυαρήσω πολλά, καλῶς ἔχει. Νύσσει γάρ μέ τις λέγων· «Ὅπου σοφοί, μὴ σοφίζου.» Καταπαύσω λοιπὸν τὸν λόγον. Ὡς ἀγαπητῷ γνησίῳ ἔγραψα. Ταῦτα δὲ ποιῶν, φθάνεις τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν αἰώνιον ζωήν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος εἰς τοὺς αἰῶνας. Εὖξαι ὑπὲρ ἐμοῦ, ἀδελφέ.