Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Οδηγίες για την υπομονή, τη μακροθυμία και την αντιμετώπιση των παθών

Νουθεσίες για την υπομονή στους κόπους, την αποφυγή της οργής και της κατάκρισης, τη μακροθυμία απέναντι στα σφάλματα των αδελφών και τον πνευματικό αγώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 3 από 12

Εἶπεν ὁ Σολομὼν περὶ τῶν γονέων αὐτοῦ· «Οἵτινες ἐδίδασκόν με καὶ ἔλεγον· ἐρειδέτω ὁ λόγος ἡμῶν ἐν καρδίᾳ σου.» Οὕτως κἀγώ σοι λέγω ἀδελφέ· Ἐρειδέτωσαν οἱ λόγοι μου ἐν τῇ καρδίᾳ σου, καὶ μελέτησον πάντα τὰ γραφόμενά σοι παρ’ ἐμοῦ διὰ παντός, καθὼς εἶπεν ὁ Θεὸς διὰ στόματος Μωϋσέως· «Ἄφαψαι αὐτὰ εἰς τὴν δεξιάν σου χεῖρα, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν σου διὰ παντὸς καὶ μελέτησον αὐτὰ κοιταζόμενος καὶ ἀνιστάμενος καὶ περιπατῶν ἐν τῇ ὁδῷ καὶ καθήμενος ἐν οἴκῳ.» Δεῖξον οὖν τὰ αὐτὰ ἐν τελειότητι ἔργων καὶ ὁ Θεός μου ἔσται μετὰ σοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὁ αὐτὸς ἐπέταξεν ἀδελφῷ ἔργον, καὶ ὡς οὐκ ἐποίησεν αὐτὸ γοργῶς, ἐπετίμησεν αὐτῷ. Καὶ τοῦ ἀδελφοῦ λυπηθέντος, ἐλογίσατο μηκέτι εἰπεῖν τινι τῶν ἀδελφῶν τίποτε. Καὶ πρὸς τοῦτο ἐδήλωσεν αὐτῷ ὁ Γέρων ταῦτα·

Εἰπὲ τῷ ἀδελφῷ Ἰωάννῃ· Ὁ καιρὸς οὗτος ἁπαλός ἐστι, καὶ πολλῷ κόπῳ εὑρίσκεις εἰς τὸν νῦν καιρὸν ἄνθρωπον ἔχοντα στερεὰν καρδίαν. Ἀλλὰ κράτησον τὸν λόγον τοῦ ἁγίου Ἀποστόλου λέγοντος· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.» Οἰκοδομῆς γενομένης ἐν τῷ κοινοβίῳ, αὐτὸς ὡς ἔμπειρος ἐχάραξε τὰ μέτρα τοῦ ἔργου. Καὶ λάθρᾳ αὐτοῦ τινες τῶν ἀδελφῶν ὡς καλόν τι νομίζοντες ποιεῖν προσέθηκαν αὐτοῖς, καὶ μικρόν τι παρέβλαψαν. Καὶ ταραχθέντος αὐτοῦ καὶ ὀλιγωρήσαντος ἐξ αὐτῶν, δηλοῖ αὐτοῖς ὁ Γέρων ταῦτα Εἰπὲ τῷ ὁμονοοῦντι ἡμῖν ἀδελφῷ Ἰωάννῃ· Πολλὰ τὰ γραφόμενά σοι παρ’ ἐμοῦ διὰ χειρὸς τοῦ γνησίου καὶ ἀγαπητοῦ τέκνου ἡμῶν, τοῦ ἐξ ὅλης τῆς ἑαυτοῦ ψυχῆς ἀγαπήσαντος ἡμᾶς τοὺς τρεῖς ἐξίσου ἐν τελείᾳ ἀγάπῃ. Καὶ ταῦτα πάντα οὐκ ἐξ ἰδίου θελήματος γράφω, ἀλλ’ ἐκ κελεύσεως τοῦ ἁγίου Πνεύματος, ὅλα δὲ πρὸς ὠφέλειαν καὶ διόρθωσιν ψυχῆς, καὶ συνειδήσεως τοῦ ἔσω ἀνθρώπου, πρὸς δὲ θλῖψιν καὶ παιδείαν σώματος καὶ συντριβὴν καρδίας σου. Πρῶτον πρόσεχε ἀπὸ τοῦ πνεύματος τῆς ἀκηδίας, γεννᾷ γὰρ πᾶν κακὸν καὶ ποικίλον πρᾶγμα. Ἐὰν γὰρ γράφω σοι οὓς ὑπέμεινα πειρασμούς, ἔτι λέγω σοι ὅτι οὐ βαστάζουσι τὰ ὦτά σου, ἀλλὰ τάχα οὐδὲ ἄλλου τινὸς εἰς τὸν καιρὸν τοῦτον. Ἐλπίζω δὲ ὅτι φθάνεις, καὶ οὐ μόνον, ἀλλὰ καὶ αὐτοψεὶ ἰδεῖν αὐτοὺς ἔχεις, καὶ λυτρωθῆναι ἀπ’ αὐτῶν χάριτι Χριστοῦ διὰ πίστεως.

Διότι ἐκλύεται ἡ καρδία σου ἀπὸ ὀλιγωρίας ἀπὸ τῶν τοῦ Χριστοῦ προβάτων. Ἢ οὐκ οἶδας οἵαν κεφαλαλγίαν ὑπομένει ὁ καλὸς διδάσκαλος ἀπὸ τῶν παιδίων, ἕως οὗ εὐδοκιμήσωσι; Καὶ τοῦτο ὅτι ἤκουσας παρ’ ἐμοῦ τὸν ἀποστολικὸν λόγον ὅτι «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.» Ἄκουσον καὶ πρόσχες ἃ λέγω σοι· Ἡ μακροθυμία γεννήτριά ἐστιν ὅλων τῶν ἀγαθῶν. Κατανόησον τὸν Μωϋσέα ἐκλεξάμενον ἑαυτῷ «συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» Ὅταν οὖν ταράσσῃ σε ὁ λογισμὸς ἀπὸ τοῦ δαίμονος πρός τινα ἄνθρωπον, εἰπὲ τῷ λογισμῷ μετὰ μακροθυμίας· Ὑπετάγην ἐγὼ τῷ Θεῷ ἵνα δουλαγωγήσω ἄλλους; Καὶ παύεται ἀπὸ σοῦ. Ἑδραίως καὶ κραταιῶς δράμε, μνημονεύων μου τῶν λόγων, μᾶλλον δὲ τοῦ Κυρίου, ὅπως καὶ σὺ καταλάβῃς ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν. Γένοιτο, γένοιτο.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, ὅτι βαρέως ἤνεγκεν ἀκούσας ὅτι τις τῶν ἀδελφῶν ὡς εὐτελίζων αὐτὸν ἔλεγε· Τίς γάρ ἐστιν οὗτος; Ἢ πόθεν, ὅτι αὐτὸς θλίβεται; Εἰπὲ τῷ ἀδελφῷ· Καθὼς ἐδικάζετο «Μιχαὴλ περὶ τοῦ σώματος Μωϋσέως», οὕτως ἀγωνίζομαι ὑπὲρ σοῦ, ἕως οὗ ἀπαλλαγῇς ἀπὸ τοῦ παλαιοῦ ἀνθρώπου. Ἐγόγγυζον γὰρ οἱ Ἰουδαῖοι περὶ τοῦ Σωτῆρος λέγοντες· «Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; Οὐχὶ τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ γνωρίζομεν;» Ταῦτα κατανόησον καὶ «Ὑπόμεινον ἕως τέλους.» Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν οὔπω καθαρεύσαντα τῆς αὐτῆς ἀθυμίας·

Εἰπὲ τῷ ἀδελφῷ· Ἐμνήσθην τῆς προφητείας Ἰερεμίου τοῦ ἁγίου προφήτου λέγοντος· «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;» Προσεδόκων γάρ σε τὴν στερεὰν τροφὴν διαθρέψαι καὶ βλέπω σε πάλιν χρῄζοντα τοῦ γάλακτος. Βλέπε τί γέγραπται· «Καὶ ἀπὸ τῶν κρυφίων καθάρισόν με.» Βλέπε μὴ κλέψωσί σε οἱ πονηροὶ δράκοντες, καὶ ἐμβάλωσιν εἰς σὲ τὸν ἰὸν αὑτῶν, ἔστι γὰρ θανάσιμος. Οὐδεὶς γάρ ποτε διορθοῦται διὰ κακοῦ τὸ ἀγαθόν, ἡττᾶται γὰρ τῷ κακῷ, ἀλλὰ διὰ τοῦ ἀγαθοῦ διορθοῦται τὸ κακόν. Ἰδοὺ οὖν στήκεις εἰς τὸ στάδιον, θηριομαχῆσαι ὀφείλεις, κατὰ τὸν Ἀπόστολον ἐν Ἐφέσῳ, νικήσας γὰρ τὰ θηρία ἐκαυχᾶτο. Καὶ εἰς τὴν ζάλην ἐβλήθης τῆς θαλάσσης ὑπομεῖναι κινδύνους πολλούς, καὶ συναθλῆσαι πρὸς τὴν τρικυμίαν τῶν κυμάτων.

Καὶ οὕτως νικήσας βοηθοῦντος τοῦ Θεοῦ, συνέρχῃ ἡμῖν εἰς τὸν τῆς γαλήνης λιμένα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν μέλλοντα ταράσσεσθαι πρὸς τοὺς ἀδελφοὺς ἐπὶ τῷ γενομένῳ ἀφανισμῷ τῶν πλίνθων ἐκ τῆς βροχῆς· τοῦτο γὰρ ἐπέγραψε τῇ αὐτῶν ῥᾳθυμίᾳ. Προβλέπων δὲ ὅτι μέλλει καὶ τῷ ἀββᾷ περὶ τούτου μέμψασθαι, προασφαλίζεται αὐτὸν καὶ ἐξυπνίζει πρὸς ἀκρίβειαν τῶν λογισμῶν, ὑπομιμνῄσκων καὶ τῆς γνησίας ἀγάπης, ἣν πρὸς αὐτὸν ὁ ἀββᾶς κέκτηται, ἵνα τῇ τοιαύτῃ μνήμῃ τὸν ἐναντίον ἀπώσηται λογισμόν.

Ποίησον ἀγάπην, τέκνον, καὶ τάχυνον τοῦ ἐνεγκεῖν χαρτὶν καὶ μελάνιν, καὶ ἄφες τὴν ἀπόκρισιν δι’ ἣν ἀνῆλθες, καὶ γράψον τῷ ἀδελφῷ Ἰωάννῃ πρῶτον ἀσπασμὸν ἐξ ἐμοῦ, ἐνεργεῖται γὰρ τοῦ ταράξαι ἄλλους καὶ ταραχθῆναι ὑπ’ ἄλλων.

Καὶ εἰπὲ αὐτῷ· Χαίροις ἐν Κυρίῳ ἀδελφέ μου. Εἰ πολλὰ τὰ κύματα τῆς θαλάσσης, οὐκ ἔστιν ὁ ἐξυπνίζων τὸν Ἰησοῦν, ἵνα «ἐπιτιμήσῃ τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ γίνηται γαλήνη» τοῦ συνιέναι καὶ προσκυνῆσαι τῷ Ἰησοῦ; Εἰ πάντα μάταια καὶ πρόσκαιρα, τί δι’ αὐτῶν ἐνεργεῖται ἡμῶν ἡ καρδία τοῦ λήθην λαβεῖν περὶ τοῦ εὐαγγελικοῦ λόγου, ὅτι «Τί ὠφεληθῇ ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;» Μάθε ἀδελφέ μου ὅτι ἐάν τις θλίβῃ τινά, εἴτε ἐν ἔργῳ, εἴτε ἐν λόγῳ, ὅτι ὕστερον αὐτὸς θλίβεται ἑκατονταπλασίονα.

Καὶ πολλάκις ἐγράφη σοι, ἐξ ἐμοῦ τὰ τῆς Γραφῆς ῥήματα τοῦ Κυρίου, τὸ μακροθυμεῖν ἐν πᾶσι, καὶ προσέχειν τοῦ μὴ εἶναι μεμιγμένον σου τὸ θέλημά τινι, ἀλλ’ ἐὰν πέμψῃς μοι τὴν ἐρώτησιν μετὰ τοῦ ἀγαπητοῦ μου υἱοῦ τοῦ Σερίδου, τοῦ ἀεὶ θλιβομένου ἐν τῷ βλέπειν σε θλιβόμενον, σπούδασον ἀκριβεύσασθαι μετὰ τῶν λογισμῶν σου, μήποτε ἐμβάλωσι θανάσιμον ἰὸν εἰς τὴν καρδίαν σου τοῦ πλανηθῆναί σε, νομίζοντα κάμηλον τὸν κώνωπα, καὶ τὸ βιζάκιν λίθον. Καὶ εὑρίσκεται ὁ ἄνθρωπος ἔχων τὴν δοκὸν καὶ προσέχων τῷ κάρφει.

Ὡς τῇ ψυχῇ μου ἔγραψά σοι· Οἶδα γὰρ ὅτι χαρῆναι ἔχει ἡ καρδία σου εἰς ταῦτα. «Ἔλεγξον, γάρ φησι, σοφόν», καὶ τὰ ἑξῆς. Καὶ οἶδας πῶς ἔχω σε ἐν τῇ τοῦ Χριστοῦ ἀγάπῃ. Ἐλπίζω ὅτι ἐγγὺς εἶ ἀμεριμνῆσαι λοιπὸν ἀπὸ τῶν γηΐνων πραγμάτων καὶ εὑρεθῆναι εἰς τὴν τῶν Πατέρων πνευματικὴν ἐργασίαν, οὐ μὴ γὰρ καταισχύνῃ με ὁ Κύριός μου Χριστός, δεόμενον αὐτοῦ νυκτὸς καὶ ἡμέρας περὶ σοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Οἶδα Πάτερ ὅτι ταῦτα γίνεταί μοι διὰ τὰς ἁμαρτίας μου, καὶ ὅτι ἄφρων εἰμὶ καὶ αἴτιος κακῶν. Ὁ δὲ φέρων με εἰς ταύτην τὴν θλῖψιν ὁ ἀββᾶς ἐστιν, ὅτι ἀμελεῖ καὶ παραβλέπει τὰ πράγματα, καὶ ἀφανίζονται ἐκ τῆς αἰτίας αὐτοῦ, καὶ οὐ βαστάζω. Τί δὲ ποιήσω ὅτι ἀποκρίνομαι πρὸς τοὺς λογισμοὺς καὶ οὐ λαμβάνω δύναμιν; Καὶ συγχώρησόν μοι ὅτι «Ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.» Θαυμάζω δὲ πῶς ἐψύγη ἐκείνη ἡ θερμότης τῆς ἀγάπης ἧς εἶχον πρὸς τὸν ἀββᾶν καὶ τοὺς ἀδελφούς. Καὶ εὔχου ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον.

Ἀπόκρισις· Ἀδελφέ, μιμνῄσκου ὅτι εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Κύριος ὅτι «Καὶ ὑμεῖς ἀνόητοί ἐστε;» Ἔγραψά σοι λέγων ὅτι ἀκρίβευσαι μετὰ τῶν λογισμῶν σου. Εἰ ἐπόνησας τοῦ ἀκριβεύσασθαι, μαθεῖν εἶχες, ὅτι τὴν δύναμιν ὧν ἀρτίως μοι ἔγραψας, προέγραψά σοι ἐγώ. Καὶ οὐκ ἦν μοι χρεία τοῦ γράψαι, ἀλλ’ ὅμως προσθήσω σοι πρὸς τὰς ἐπερωτήσεις.

Πρῶτον δὲ ἐλέγχω σε· Εἶπας γὰρ ἑαυτὸν ἁμαρτωλόν, καὶ ἐν τοῖς ἔργοις οὐκ εἶχες ἑαυτὸν οὕτως. Ὁ γὰρ ἔχων ὅτι ἁμαρτωλός ἐστι καὶ αἴτιος κακῶν, οὐκ ἀντιλέγει τινί, οὐ μάχεται, οὐκ ὀργίζεται κατά τινος, ἀλλ’ ἔχει ὅλους βελτίους καὶ συνετωτέρους.

Καὶ εἰ χλευάζουσί σε οἱ λογισμοὶ οὕτως ἔχειν, πῶς κινοῦσί σου τὴν καρδίαν κατὰ τῶν βελτιωτέρων σου; Πρόσχες ἀδελφέ· Οὐκ ἔστιν ἀλήθεια, ἀκμὴν γὰρ οὐκ ἐφθάσαμεν ἔχειν ἑαυτοὺς ἁμαρτωλούς. Εἴ τις ἀγαπᾷ τὸν ἐλέγχοντα αὐτὸν σοφός ἐστιν, εἴ τις δὲ ἀγαπᾷ καὶ οὐ ποιεῖ ἃ ἀκούει παρ’ αὐτοῦ, μᾶλλον τοῦτο μῖσός ἐστιν. Εἰ ἁμαρτωλὸς εἶ, τί μέμφῃ τὸν πλησίον καὶ αἰτιᾶσαι αὐτὸν ὡς ὅτι δι’ αὐτοῦ γίνεταί σοι ἡ θλῖψις;

Οὐκ οἶδας ὅτι «Ἕκαστος πειράζεται ὑπὸ τῆς ἰδίας» συνειδήσεως, καὶ τοῦτο τίκτει αὐτῷ τὴν θλῖψιν; Καὶ τοῦτό ἐστιν ὃ ἔγραψά σοι περὶ τῶν ἀδελφῶν ὅτι «Μὴ δείξωσί σοι κάμηλον τὸν κώνωπα» καὶ τὰ ἑξῆς. Εὖξαι δὲ μᾶλλον ἵνα συμμέτοχοι ἦτε εἰς τὸν φόβον τοῦ Θεοῦ. Ὅτι δὲ εἶπας ἑαυτὸν ἄφρονα, μὴ χλευασθῇς, ἀλλ’ ἐρεύνησον καὶ εὑρήσεις ὅτι οὐκ ἔχεις οὕτως. Εἰ γὰρ κατεῖχες οὕτως, οὐδὲ ὀργισθῆναι ὀφείλεις, μὴ δυνάμενος διακρῖναι εἰ καλῶς ἐγένετο ἢ κακῶς τὸ πρᾶγμα.

Ὁ γὰρ ἄφρων μωρὸς ἀκούει καὶ ὁ ἄφρων καὶ μωρὸς ἑρμηνεύεται ἄναλος. Καὶ ὁ ἄναλος, πῶς ἄλλους ἀρτύει καὶ ἁλίζει; Βλέπε ἀδελφέ, ὅτι χλευαζόμενοι λαλοῦμεν στόματι μόνον καὶ τὰ ἔργα δεικνύουσιν. Ὅτε ἀποκρινόμεθα πρὸς τοὺς λογισμούς, οὐ λαμβάνομεν δύναμιν, ἐπειδὴ πρῶτον δεχόμεθα τὸ κατακρῖναι τὸν πλησίον καὶ ἐκνευροῦται ἡμῶν ἡ δύναμις τοῦ πνεύματος, καὶ αἰτιώμεθα τὸν ἀδελφὸν ἡμῶν, αὐτοὶ αἴτιοι ὄντες. Ἐὰν ἔχῃς ὅτι τοῦ ἐλεοῦντος Θεοῦ ἐστι τὸ πᾶν, καὶ «Οὔτε τοῦ θέλοντος οὔτε τοῦ τρέχοντος», τί οὐ κατανοεῖς καὶ ἀγαπᾷς τὸν ἀδελφόν σου ὅλῃ καρδίᾳ ἐν τελείᾳ ἀγάπῃ; Πόσοι γὰρ ἤθελον ἡμᾶς τοὺς γέροντας καὶ ἔτρεχον, καὶ οὐκ ἐδόθη αὐτοῖς;

Καὶ καθημένου αὐτοῦ ἔπεμψεν ἡμᾶς πρὸς αὐτὸν ὁ Θεός, καὶ τέκνον γνήσιον ἡμῶν αὐτὸν ἐποίησε. Τὴν ἔσω γὰρ προαίρεσιν ἀγαπᾷ ὁ Θεός. Τὸ δὲ εἰπεῖν· «Ἅπαξ ἐλάλησα» καὶ τὰ ἑξῆς, ἐὰν πυκτεύσῃς τοῦ κτήσασθαι, μακάριος εἶ, οὐ γὰρ πᾶσι δέδοται. Καὶ περὶ τῶν λοιπῶν λογισμῶν, ἀνάθου εἰς Θεὸν πάντα λογισμόν, λέγων· Ὁ Θεὸς οἶδε τὸ συμφέρον καὶ ἀναπαύῃ, καὶ κατὰ μικρὸν ἔρχεταί σοι δύναμις τοῦ ὑπενεγκεῖν. Καὶ μὴ παντελῶς κόψῃς τοῦ λαλῆσαι, κἂν δὲ λαλήσῃς καὶ μὴ εἰσακουσθῇς μηδὲ εὕρῃς χάριν ἐν τῷ λόγῳ σου, μὴ λυπηθῇς, ὠφελεῖ σε γὰρ μᾶλλον.

Περὶ δὲ ὧν θαυμάζεις, ἡ τελεία ἀγάπη ἄπτωτός ἐστι, καὶ ὁ κτώμενος αὐτὴν μένει ἐν τῇ θερμότητι, κατακλειόμενος τῇ ἀγάπῃ πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν πλησίον. Περὶ δὲ ὧν ἐσχάτως ἔγραψας δεήσεων, ὀφείλεις ἀρκεσθῆναι ᾗ ἔγραψά σοι λέξει ὅτι «Νύκτα καὶ ἡμέραν εὔχομαι περὶ σοῦ ἀδιαλείπτως πρὸς τὸν Θεόν.» Ἐκ περισσοῦ οὖν καὶ τοῦτο ἔγραψας. Ἔχεις οὖν παρ’ ἐμοῦ τροφὴν κατὰ Θεὸν ἐπὶ πολὺν χρόνον· «Καρτέρησον καὶ ὑπόμεινον τὸν Κύριον», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα πόθεν ἐστὶν ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ σκληροκαρδία, καὶ περὶ τοῦ σωματικοῦ πολέμου· Περὶ τῆς θέρμης καὶ τῆς ψυχρότητος, δῆλόν ἐστι ὅτι ὁ Κύριος πῦρ ὠνομάσθη, θερμαῖνον καὶ ἐμπυρίζον «καρδίας καὶ νεφρούς.» Εἰ οὖν οὕτως, καὶ ὁ διάβολος ψυχρός ἐστι, καὶ ἀπ’ αὐτοῦ ἡ ψυχρότης ὅλη. Εἰ μὴ γὰρ οὕτως εἶχε, πῶς λέγει ὅτι «Τότε ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν;» Τὸ δὲ τότε τί ἐστιν, εἰ μὴ ἐν τοῖς καιροῖς τοῦ ἀντιδίκου; Ἐὰν οὖν αἰσθανώμεθα ψυχρείας, ἐπικαλεσώμεθα τὸν Θεὸν καὶ ἐρχόμενος θερμαίνει ἡμῶν τὴν καρδίαν εἰς τελείαν αὐτοῦ ἀγάπην, οὐ μόνον πρὸς αὐτόν, ἀλλὰ καὶ πρὸς τὸν πλησίον καὶ ἀπὸ προσώπου τῆς θέρμης αὐτοῦ ἐξορίζεται ἡ τοῦ μισοκάλου ψυχρεία. Εἰ γὰρ ἐξήρανέ σου τὴν πηγὴν τῶν δακρύων τῆς καρδίας σου καὶ ὕγρανέ σου τὴν ὑπογαστέρα, ἀλλ’ ἑστίασον τὸν Κύριον ἐν τῷ σῷ οἴκῳ, καὶ ταύτην ξηραίνει καὶ τὴν πηγὴν τῶν δακρύων καθαρίζει πρὸς τὴν ῥύσιν τοῦ ὕδατος τοῦ νοητοῦ. Ὁ θέλων ἐλθεῖν εἰς τὸν φόβον τοῦ Θεοῦ, δι’ ὑπομονῆς ἔρχεται. Φησὶ γάρ· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.» Καὶ τί; «Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος.» Ἀπὸ δὲ τοῦ λάκκου λογίζεται καὶ ἡ σκληροκαρδία. Εἰ οὖν ποθεῖς κτῆσαι καὶ σῴζῃ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν περὶ μακροθυμίας· Εἰπὲ τῷ ἀδελφῷ· Ἔγραψά σοι περὶ τῆς μακροθυμίας. Καὶ νῦν λέγω σοι· Εἶπεν ὁ Δεσπότης ἡμῶν Θεὸς τοῖς ἑαυτοῦ μαθηταῖς· «Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν οὐ μὴ ἀδικήσῃ.» Γενοῦ οὖν ὡς Ἰὼβ «ἐκπίνων μυκτηρισμὸν ἶσα ποτῷ.» Ταῦτα νόησον καὶ εἰς ταῦτα μελέτησον διὰ παντός.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα εἰ δέδωκεν ὁ Κύριος ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, πῶς οὖν κινοῦμαι; Οὐδεὶς λαβὼν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, ἀδικεῖται ἔτι ὑπ’ αὐτῶν, ἢ κατακυριεύεται. Ἐρεύνησον οὖν τὴν καρδίαν σου ἀπὸ παντὸς πράγματος· εἰ δύναται κινῆσαι τὴν καρδίαν σου, κἂν ῥοπήν, μάθε ὅτι ἀκμὴν μακρὰν εἶ τοῦ λαβεῖν κατὰ τούτων ἐξουσίαν. Καὶ μὴ ἀμελήσῃς εἰς σεαυτόν, μήποτε προκαταλάβῃς ὁ καιρός. Ἀλλ’ εἴ τι ἂν ἴδῃς πρᾶγμα γινόμενον, τί λέγω περὶ τῶν τοῦ κόσμου ὅτι παρερχόμενά εἰσιν;

Ἀλλὰ περὶ φοβερῶν πραγμάτων, εἴτε ἐν οὐρανῷ εἴτε ἐν τῇ γῇ, πρόθου τὸν Θεὸν καὶ τὴν κρίσιν πρὸ ὀφθαλμῶν σου, καὶ ὅτι ὀλίγον καιρὸν ἔχομεν ἐν τῷ κόσμῳ καὶ ἀνάπαυσον τὴν πρᾳότητα εἰς τὴν καρδίαν σου μιμνῃσκόμενος τοῦ προβάτου καὶ ἀμνοῦ ἀκάκου Χριστοῦ, πόσα ὑπέμεινεν ἀνεύθυνος ὤν, ὕβρεις, δαρμούς, καὶ τὰ λοιπά. Ἡμεῖς δὲ ὅτι καὶ ὑπεύθυνοί ἐσμεν, τί κινούμεθα πρὸς τὸν πλησίον μηδὲν παρ’ αὐτοῦ παθόντες; Μνήσθητι ὅτι «Ἡ ἀγάπη οὐ περπερεύεται», ἀλλὰ μακροθυμεῖ καὶ τὰ λοιπὰ καὶ εὖξαι τοῦ φθάσαι εἰς τὰ προκείμενά σοι, ἵνα μὴ εἰς κενὸν ἔσται σου ὁ κόπος. Κολλήθητι οὖν ἀδιστάκτως τῷ ἡμᾶς ἀγαπήσαντι Χριστῷ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐνθυμηθέντα μηδενὶ ἐπιτάξαι τίποτε, ἀλλ’ ἑαυτῷ ὁρίσαι φανερὸν πρᾶγμα, ἵνα αὐτοῦ καὶ μόνου φροντίζῃ· Ἀδελφέ, ὅσον πλεονάζω τοῦ γράψαι σοι, τοσοῦτον σπούδασον κατανοῆσαι τὰ παρ’ ἐμοῦ γραφόμενά σοι, καὶ μὴ ἀκυρώσῃς αὐτά, λαλοῦνται γὰρ ἐν συνέσει καὶ καταστάσει ψυχῆς. Οἶδας, ἀδελφέ, ὅτι εἴ τις οὐ βαστάζει ὕβρεις, οὐ βλέπει τὴν δόξαν καὶ εἴ τις οὐκ ἀποτίθεται τὴν χολήν, οὐ γεύεται τῆς γλυκύτητος. Ἐδόθης εἰς τὸ μέσον τῶν ἀδελφῶν καὶ τῶν πραγμάτων πυρωθῆναι καὶ δοκιμασθῆναι. Ἐὰν γὰρ μὴ διὰ πυρὸς οὐ δοκιμάζεται τὸ χρυσίον, μηδὲν παντελῶς ἑαυτῷ διατάξῃς, ἐπεὶ εἰς πόλεμον καὶ μερίμνας ἔρχῃ. Ἀλλὰ τὰ κατὰ καιρὸν δοκιμάζων κατὰ φόβον Θεοῦ καὶ μηδὲν ὅλως κατ’ ἐρίθειαν.

Ἀλλὰ ποιῶν σου τὴν δύναμιν ἀλλότριον εἶναι τῆς ὀργῆς καὶ τύπος γενόμενος ὠφέλιμος πᾶσι, μὴ κρίνων τινά, μηδὲ κατακρίνων, ἀλλὰ νουθετῶν ὡς ἀδελφοὺς γνησίους. Καὶ μᾶλλον ἀγάπησον τούς σε πειράζοντας, κἀγὼ γὰρ πολλάκις ἠγάπων τοὺς πειράζοντάς με. Ἐὰν γὰρ συνιῶμεν, οἱ τοιοῦτοι φέρουσιν ἡμᾶς εἰς προκοπήν. Μηδὲν οὖν ἑαυτῷ διατάξῃς, γενοῦ ὑπήκοος καὶ ταπεινὸς καὶ καθ’ ἑκάστην ἡμέραν πρὸς σὲ ἀπαίτει. Καὶ γὰρ καὶ ὁ προφήτης σημαίνων τὸ καθ’ ἡμέραν ἔλεγε· «Καὶ εἶπα, νῦν ἠρξάμην.» Καὶ Μωϋσῆς· «Καὶ νῦν Ἰσραήλ.» Τὸ οὖν νῦν καὶ σὺ κράτει. Εἰ δὲ καὶ γίνεταί σοι ἀνάγκη προστάξαι τινί, δοκίμασόν σου τὸν λογισμόν· Εἰ κατὰ κίνησιν μέλλει ἐξελθεῖν, κἂν δοκῇ σοι ὠφέλιμος εἶναι, κρύψον αὐτὸν ὑπὸ τὴν γλῶσσαν, μεμνημένος εὐθὺς τοῦ εἰπόντος· «Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;» Τοῦτο δὲ μάθε ἀδελφέ μου ὅτι πᾶς λογισμὸς μὴ ἔχων προηγουμένως τὴν γαλήνην τῆς ταπεινώσεως, κατὰ Θεὸν οὐκ ἔστιν, ἀλλ’ αὕτη φανερῶς δικαιοσύνη τῶν ἀριστερῶν ἐστιν. Ὁ γὰρ Κύριος ἡμῶν μετὰ γαληνότητος ἔρχεται, ὅλα δὲ τὰ τοῦ ἀντιδίκου μετὰ ταραχῆς καὶ κινήσεως ὀργῆς. Κἂν δοκῶσιν ἐνδύεσθαι ἔνδυμα προβάτων, μάθε ὅτι «Ἔνδοθέν εἰσι λύκοι ἅρπαγες.» Ἀπὸ τῆς ταραχῆς αὐτῶν φανεροῦνται, φησὶ γάρ· «Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.»

Δώῃ ἡμῖν πᾶσιν ὁ Θεὸς συνιέναι τοῦ μὴ πλανηθῆναι εἰς τὰς δικαιοσύνας αὐτῶν. «Πάντα γὰρ γυμνὰ αὐτῷ καὶ τετραχηλισμένα.» Σὺ οὖν ἀγαπητέ, πᾶν τὸ κατευοδούμενον ἐν ταῖς χερσί σου ποίησον, προτιθῶν τὸν φόβον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν σου καὶ εὐχαριστῶν αὐτῷ. Αὐτοῦ γάρ ἐστιν ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ ἐξουσία εἰς τοὺς αἰῶνας.

Ἀμήν. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, παραψυχὴν ἔχουσα καὶ ἀνακαλουμένη αὐτὸν εἰς πνευματικὴν εὐφροσύνην ἐκ τῆς διαφόρως συμβάσης αὐτῷ ἀθυμίας· Γράψον τῷ ἀδελφῷ Ἰωάννῃ προσηγορίαν πνευματικὴν εὐφραίνουσαν τὴν αὐτοῦ καρδίαν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν καὶ εἰπὲ αὐτῷ· Ἐπειδὴ «καθὼς ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων», οὕτως ἐπιποθεῖς ἡμᾶς ἀλλ’ οὐχ ὡς ἡμεῖς σε, οὕτω μὴ στέγων, καθὼς εἶπεν ὁ θειότατος Ἀπόστολος Παῦλος, ἔγραψα τῇ ὑμετέρᾳ ἀγάπῃ ταῦτα τὰ παρ’ ἐμοῦ εἰρημένα, μᾶλλον δὲ παρὰ τοῦ Θεοῦ· Καρποφορήσει ἡ ἄμπελός σου σταφυλὴν πατουμένην, καὶ ποιοῦσαν οἶνον πνευματικόν, εὐφραίνοντα ψυχὴν τεθλιμμένην καὶ εὐφορήσει ἡ χώρα σου καλὸν σπέρμα, ὡς τὸ σπαρὲν εἰς τὴν καλὴν γῆν, καὶ ποιῆσαν ἓν ἑκατόν, ἓν ἑξήκοντα, ἓν τριάκοντα. Καὶ θερμανθῇ τὸ πνευματικὸν πῦρ ἐν τῇ καρδίᾳ σου διὰ παντός, ὃ εἶπεν ὁ Δεσπότης ἡμῶν Χριστός· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» Καὶ βραβευθῇ ἡ τοῦ Κυρίου εἰρήνη ἐν τῇ σῇ καρδίᾳ, κατὰ τὸν ἀποστολικὸν λόγον, καὶ ὑψωθῇ σου ὁ φοῖνιξ ἐν τοῖς αὐτοῦ λευκάδοις, κατὰ τὸν Δαβὶδ λέγοντα· «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.» Καὶ καθαρισθῇς ἀπὸ τῆς ὀργῆς καὶ τοῦ θυμοῦ τῶν δεινῶν παθῶν ὡς οἱ τέλειοι ἅγιοι, παρ’ οἷς οὐδ’ ὅλως φαίνεται ἡ τούτων οὐδὲ πρὸς ῥοπήν.

Καταξιώσει δὲ ὁ Κύριος τὴν ψυχήν σου αὐλισθῆναι ἐν τῇ ἀκακίᾳ καὶ πρᾳΰτητι, ὡς εἶναί σε θρέμμα Χριστοῦ, πρόβατον ἄκακον. Καταλάβοις δὲ τὰ ἴχνη ἡμῶν ὡς ἰχνηλάτης φρόνιμος, φθάσῃς δὲ τὸν κανόνα ἡμῶν ὡς κληρονόμος καλὸς τῶν ἐμῶν χαρισμάτων. Ἰδέτωσαν δέ σου οἱ ὀφθαλμοὶ τὸν Θεὸν ὡς καθαρὸς τῇ καρδίᾳ. Εἴης δὲ μακρόθυμος ἐν ταῖς θλίψεσιν, ὡς καταντήσας εἰς τὴν δεσποτικὴν παραγγελίαν τὴν λέγουσαν ὅτι «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.» Φθάσεις δὲ τὴν ἀήττητον ἀγάπην τὴν εἰσφέρουσαν τοὺς αὐτὴν κεκτημένους εἰς τὰς βασιλικὰς αὐλὰς καὶ ἀδελφοὺς ποιήσασαν τοῦ Χριστοῦ. Εἰ οὖν συμπάσχεις τῷ Χριστῷ, ἵνα συνδοξασθῇς αὐτῷ, εἰ συναποθνῄσκεις αὐτῷ ἵνα συνεγερθῇς αὐτῷ, μὴ ἀμελήσῃς τοῦ προκειμένου ἔμπροσθέν σου θησαυροῦ, ἀκμὴν γὰρ οὐ κατέλαβες τὴν δύναμιν αὐτοῦ τί ἐστιν. Ὅταν δὲ φθάσῃς τὴν τελείαν ἡσυχίαν, τότε γνώσῃ αὐτὸν καὶ θαυμάσεις τὴν τοῦ Χριστοῦ δωρεάν, «πῶς ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» Ταῦτα γὰρ μετὰ τῶν ἀνθρώπων ὤν, οὐ δύνασαι καταλαβεῖν, ἀλλ’ ὅταν καθίσῃς ἀμέριμνος ὡς καὶ ἡμεῖς, τότε καταλαμβάνεις ταῦτα τὰ εἰρημένα.

Δέομαι γὰρ τοῦ Θεοῦ νύκτα καὶ ἡμέραν, ἵνα ὅπου ἐσμὲν ὁμοθυμαδὸν μεθ’ ἡμῶν ᾖς ἐν τῇ χαρᾷ τῶν ἁγίων τῇ ἀνεκλαλήτῳ καὶ ἐν τῷ φωτὶ τῷ αἰωνίῳ, ὅπως εὕρῃς τὴν σὴν μερίδα εἰς τὴν ἐπαγγελίαν τὴν ἐπηγγελμένην τοῖς ἁγίοις, «ὅπου ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἔρρωσο ἐν Κυρίῳ. Χαίροις. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Παρακαλῶ σε, Πάτερ καὶ διδάσκαλε, μὴ ὀργισθῆναί μοι ἐφ’ οἷς πταίω, καὶ δοῦναί μοι κανόνα πῶς δεῖ χρήσασθαι ἐν τῇ ψαλμῳδίᾳ καὶ νηστείᾳ καὶ προσευχῇ, καὶ εἰ δεῖ διαφορὰν ἔχειν ἡμερῶν. Ἀπόκρισις·

Ἀδελφέ, εἰ προσέσχες τοῖς λόγοις τῶν ἐρωτήσεών σου, κατανοῆσαι εἶχες συνέσεως δύναμιν. Ἔχων με πατέρα καὶ διδάσκαλον, διὰ τί καὶ ὀργίλον; Ὁ γὰρ πατὴρ οἰκτίρμων ἐστί, μὴ ἔχων ὅλως ὀργήν, καὶ ὁ διδάσκαλος μακρόθυμός ἐστι καὶ ἀλλότριος τῆς ὀργῆς τυγχάνει.

Περὶ δὲ οὗ ἠρώτησας κανόνος, διὰ πολλῶν κυκλαδίων πλεονάζεις «εἰσελθεῖν διὰ στενῆς πύλης εἰς τὴν ζωὴν τὴν αἰώνιον.» Ἰδοὺ ἐν συντόμῳ λέγει σοι ὁ Χριστός, πῶς δεῖ εἰσελθεῖν. Ἄφες τοὺς τῶν ἀνθρώπων κανόνας, καὶ ἄκουσον αὐτοῦ λέγοντος ὅτι «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Ἐὰν οὖν μὴ ἔχῃ ἄνθρωπος ὑπομονήν, οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν. Μὴ οὖν θελήσῃς διαταγήν, οὐ θέλω γάρ σε ὑπὸ νόμον εἶναι, ἀλλ’ ὑπὸ χάριν. Φησὶ γάρ· «Δικαίῳ νόμος οὐ κεῖται», θέλομεν δέ σε εἶναι μετὰ τῶν δικαίων. Διάκρισιν κράτει ὡς κυβερνήτης πρὸς τοὺς ἀνέμους τὸ σκάφος κυβερνῶν. Καὶ ὅτε ἀσθενεῖς, πρὸς αὐτὸ ποίησον ἐν πᾶσιν οἷς ἔγραψας, καὶ ὅτε ὑγιαίνεις, πρὸς αὐτό. Ἐπεὶ καὶ ὅτε ἀσθενεῖ τὸ σῶμα, οὐ κατὰ τὸ εἰωθὸς δέχεται τὴν τροφήν. Οὐκ οὖν ἤργησε καὶ ἐν τούτῳ ὁ κανών. Καὶ περὶ τῶν ἡμερῶν ἔχε αὐτὰς ἴσας, ἁγίας, καλάς.

Πάντα οὖν συνετῶς πράττε καὶ ἀποβαίνει σοι εἰς ζωὴν τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀμφιβολίας γενομένης μεταξὺ τοῦ Ἀββᾶ καὶ αὐτοῦ περὶ γράμματος, καὶ ἑκάστου αὐτῶν ἀγωνιζομένου μακροθυμῆσαι, ἔπεμψεν αὐτοῖς ὁ Γέρων τὴν ἀπόκρισιν ταύτην, δεικνύων ὅτι οὐκ ἦν καθαρὰ ταραχῆς αὐτῶν ἡ μακροθυμία, ἵνα πάντοτε νήφωσι πρὸς τὸ τελείως ἀτάραχον.

Τέκνον ἀγαπητόν, μὴ νομίσῃς ὅτι ἀφ’ ἑαυτῶν ἐπέγνωτε τὸ χθεσινὸν κεφάλαιον τὸ εἰς τὴν ἐπιστολὴν τὴν πρὸς Θεσσαλονικεῖς Παύλου τοῦ Ἀποστόλου. Ἀλλ’ ἐγὼ εἰδὼς τὸ πέρπερον τῆς ὑπομονῆς ὑμῶν, ὅτι μετ’ ὀργῆς ἐστι μεμιγμένον, ἐδεήθην ὑπὲρ ὑμῶν τοῦ Θεοῦ ὅπως ἂν γνῶτε αὐτό. Εἰς αὐτὸ γὰρ κεῖται ὅλη ἡ δύναμις τῶν ἐπιστολῶν τῶν παρ’ ἐμοῦ διὰ σοῦ γραφεισῶν τῷ ἀδελφῷ Ἰωάννῃ. Οὐ μόνον δέ, ἀλλὰ καὶ προσέχετε οἷς μέλλετε σήμερον ἀναγνῶναι κεφαλαίοις, λέγω δὴ τοῦ Ἀποστόλου Παύλου καὶ τοῦ ἁγίου Εὐαγγελίου, ὅτι ἐκείνην ἔχουσι τὴν δύναμιν. Καὶ ἀνάγνωτε αὐτὰ τρίτον, ἀνακρίνοντες τὴν τῶν λόγων δύναμιν ὠφελείας ψυχῆς χάριν. Πάνυ γὰρ βαστάζω καὶ φροντίζω ὑμῶν κατὰ Θεόν. Συγκοπιάσατε οὖν μοι καὶ συναθλήσατε κόψαι ἀφ’ ὑμῶν τὴν ὀργὴν καὶ τὸν θυμόν, ἀγῶνος γὰρ χρεία συμβοηθοῦντος τοῦ Θεοῦ.

Εἰσὶ δὲ τὰ κεφάλαια ταῦτα· ἐκ τῆς πρὸς Θεσσαλονικεῖς πρώτης ἀπὸ τοῦ «Ἐρωτῶμεν δὲ ὑμᾶς ἀδελφοὶ εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ», ἕως τοῦ τέλους τῆς ἐπιστολῆς. Ὡς ἐκ τῆς πρὸς Κορινθίους πρώτης ἀπὸ τοῦ «Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, οἴδατε ὅτι ὅτε ἔθνη ἦτε», ἕως τοῦ «Ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου χαρίσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.» Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου ἀπὸ τοῦ «Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς, καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν», ἕως τοῦ «Οἱ δὲ ἐν τῷ πλοίῳ ὄντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ.» Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν καὶ τὸν ἀββᾶν, βουλομένους ἐφάπαξ σφίγξαι τὸν κανόνα κατὰ τῶν ἀδελφῶν·

Καί σοι λέγω τέκνον, καὶ τῷ ἀδελφῷ· Προεγράφη ὑμῖν περὶ τῆς μακροθυμίας, καὶ νῦν λέγω ὅτι «Ἀμέλγησον γάλα καὶ ἔσται βούτυρον, ἐὰν σφίγξῃς χεῖρα εἰς μαζὸν ἐξέρχεται αἷμα.» Καὶ πάλιν ὁ ἅγιος Παῦλος λέγει· «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω» καὶ τὰ ἑξῆς. Καὶ ὕστερον λέγει· «Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.» Εἴ τις θέλει ἀνακλάσαι δένδρον ἢ ἄμπελον, κατὰ πρόσβασιν ἀνακλάνει καὶ οὐ κλάνεται. Ἐὰν δὲ ἐφάπαξ ἑλκύσῃ σφοδρῶς, κλάνεται εὐθὺς τὸ πρᾶγμα. Νόησον τὸ λεγόμενον.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, ἐκφάναντά τινα περὶ ὧν αὐτῷ παρήγγελλε μηδενὶ εἰπεῖν, καὶ διὰ τοῦτο πειρασμῷ περιπεσόντα. Καὶ περὶ τελείας μακροθυμίας· Εἰπὲ τῷ ἀδελφῷ· Γέγραπται ὅτι «Εἴ τις πνεῦμα Θεοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Πρόσεχε πόθεν σοι γέγονεν ἡ διχοστασία τῆς συνοχῆς τῆς θλίψεως τῶν λογισμῶν τούτων.

Εἰ μὴ ἀπὸ τῆς γεγονυίας προδοσίας τῆς παραβάσεως τῆς ἐμῆς ἐντολῆς; Πολλάκις γὰρ ἐνετειλάμην σοι τοῦ μηδενὶ λέγειν τὸ μυστήριον, καὶ ἐφήμησας αὐτὸ πολλοῖς. Μὴ ἐγώ εἰμι ὁ Χριστός, ὅτι ὅτε ἐνετείλατο μηδενὶ εἰπεῖν, τότε τοῖς ὄχλοις καὶ πᾶσιν ὑπερεφήμησαν τὸν λόγον; Ἀλλ’ ὅμως τὸ μὴ πλῆξαι τὸν τοῦ πλησίον λογισμόν, αὕτη ἐστὶν ἡ ὁδὸς τοῦ Χριστοῦ, τοῦ ἐν πολλῇ πρᾳότητι καὶ ἐπιεικείᾳ ἐλθόντος εἰς σωτηρίαν ἀνθρώπων.

Ἐὰν γὰρ μὴ γένηται ὡς ψιχὶν ὁ ἄνθρωπος, οἰκῆσαι μετὰ ἀνθρώπων οὐ δύναται. Βλέπε δὲ ὅτι εἶπεν ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς· «Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς.» Εἰ οὖν ἡ κλῆσις τῆς ἀγάπης σου πρὸς ἡμᾶς ἐκ Θεοῦ καὶ οὐκ ἐξ ἀνθρώπων ἐστίν, κοπίασον μεγάλην ὑπομονὴν κτήσασθαι. Ἐγράφη γάρ σοι τὰ πάλαι γεγραμμένα· «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.» Βάλε οὖν ἀρχὴν πάλιν εἰς τήρησιν καὶ φυλακὴν τῶν παρ’ ἐμοῦ σοι λεγομένων· Οὐ γάρ ἐστι καιρὸς τοῦ φανερῶσαι ἄρτι. Εὐθύμει οὖν ἐν Κυρίῳ.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν λυπούμενον ὅτι ἐχρόνισε γράψαι αὐτῷ, καὶ ἐκ τούτου νομίζοντα ὅτι ἐξέβαλεν αὐτὸν τῆς αὐτοῦ μνήμης· Γράψον διὰ χρόνου τῷ ἀδελφῷ, πρῶτον χαρὰν καὶ εὐφροσύνην καὶ ἀσπασμὸν ἐν Κυρίῳ. Καὶ εἰπὲ αὐτῷ· Μὴ νομίσῃς, ἀγαπητέ μου, ὅτι εἰς λήθην παρέδωκά σου τὴν μνήμην ἀπὸ τῆς καρδίας μου διὰ τὴν ἀναβολὴν τοῦ γράψαι σοι. Ἀλλὰ προσέχων τῇ σῇ ἀναστροφῇ, ἐμακροθύμησα ἕως τοῦ νῦν.

Τοῦτο δὲ πληροφορήθητι ὅτι καθὼς οὐκ ἐπιλανθάνεται ὁ Θεὸς ἡμῶν τοῦ ἐλεῆσαι τὸν κόσμον, οὐδὲ ἐγὼ τῆς ἀγάπης σου, δεόμενος νύκτα καὶ ἡμέραν τοῦ Θεοῦ ὑπὲρ σωτηρίας τῆς ψυχῆς σου, ὅπως φθάσῃς εἰς ἃ προέγραψά σοι μέτρα.

Καὶ τοῦτο μάθε ὅτι ὅτε ὑπάγεις εἰς διακονίαν τοῦ κοινοβίου, ὅτι πάντως ὑπάγει μετὰ σοῦ ἡ καρδία μου, συνευδοκοῦντος τοῦ Θεοῦ. Ἐν μηδενὶ οὖν ὀλιγωρήσῃς, ἀδελφέ μου, ἐλπίζω γὰρ ὅτι φθάνουσί σοι πάντα ἃ ἔγραψά σοι. Οὐ γὰρ ψεύδεται ὁ Θεός· «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Νόησον τί εἶπον καὶ τί ἀπόκειταί σοι· «Διὰ πολλῶν γὰρ θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» «Χαῖρε οὖν ἐν Κυρίῳ, πάλιν λέγω, χαῖρε.» Μηδεὶς οὖν μάθῃ τὸ μυστήριον, γέγραπται γάρ· «Καὶ ἐφάνη αὐτοῖς ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα.» Ἐὰν γὰρ μὴ ἔχῃ τις καρδίαν στερεάν, βαστάξαι οὐ δύναται.

Ὁ αὐτὸς ἐνεθυμήθη ὁρίσαι ἑαυτῷ μὴ ἐξελθεῖν εἰς τὰς νηστείας πούποτε. Καὶ ἀπηγόρευσεν αὐτῷ ὁ Γέρων τοῦτο, ἵνα μὴ τῆς κατὰ Θεὸν χρείας ἀπαιτούσης αὐτὸν ἐξελθεῖν θλίβηται ὡς παραβαίνων τὸν ὅρον· Εἰπὲ τῷ ἀδελφῷ· Οὐκ ἤκουσας παρ’ ἐμοῦ ὅτι ὅπου δ’ ἂν ἀπέλθῃς καὶ εἴ τι δ’ ἂν ποιήσῃς διὰ τὸν Θεόν, ἡ καρδία μου μετὰ σοῦ ὑπάγει; Καὶ νῦν ἀδελφέ, καθὼς προήκουσας, μηδὲν ἑαυτῷ διορίσῃς ἀλλὰ ἀνάγκης γινομένης ἐὰν ἐκβαίνῃς, οὐχ εὑρίσκεις θλῖψιν τῷ λογισμῷ. Κατανόησον οὖν τὴν δύναμιν τῶν παρ’ ἐμοῦ σοι γραφομένων. Καὶ οὕτως ποίησον καὶ ἀναπαύῃ.

Εἴη σοι εἰρήνη παρ’ ἐμοῦ, μᾶλλον δὲ παρὰ τοῦ Θεοῦ. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, βεβαιοῦσα τὴν αὐτοῦ πίστιν εἰς τὰ αὐτῷ ἐπηγγελμένα καὶ ἐκ τοιαύτης πληροφορίας πρὸς μείζονα αὐτὸν ἄγουσα προθυμίαν.

Εἰπὲ τῷ ἀδελφῷ· Ἡ ἀνάπαυσις καὶ πᾶν δόμα ἀγαθὸν καὶ πᾶν χάρισμα θεϊκὸν διὰ πίστεως ἔρχεται τῷ ἀνθρώπῳ. Μὴ οὖν ἀναίσθητος ᾖς τῆς καθ’ ἑκάστην ἡμέραν ἐπελθούσης ἐπὶ σὲ δυνάμεως παρὰ τοῦ Θεοῦ διὰ τῆς ἐμῆς ταπεινώσεως. Καὶ μάθε ὅτι οὐ μικρῶς ἐθαυμαστώθη ἡ ἔλευσίς σου πρὸς ἡμᾶς. Τρέχε οὖν πρὸς τὰ προκείμενά σοι «ἵνα καταλάβῃς», καὶ μιμνῄσκου διὰ παντὸς ὅθεν ἐρρύσατό σε ὁ Θεός. Καὶ δὸς αὐτῷ εὐχαριστίαν εἰς πάντα, δεόμενος ἵνα πληρώσῃ μετὰ σοῦ τὸ ἔλεος αὐτοῦ ἕως τέλους. Ἀμήν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα, εἰ ὀφείλει συμπλεῦσαι τοῖς ἀδελφοῖς διὰ τὸ ἐργόχειρον ἐπὶ τὴν Αἴγυπτον· Εὐλαβεῖτο γὰρ ὅτι καὶ αὐτὸς καὶ οἱ ἀδελφοὶ ἄπειροι ἦσαν τῆς θαλάσσης καὶ τῶν τόπων.

Εἰπὲ τῷ ἀδελφῷ· Ὅσον ἔξω εἶ, κοπιάσαι ἔχεις διὰ τὸν Θεόν, μετὰ τῶν ἀδελφῶν. Πρόθου οὖν τὰς τοῦ Ἀποστόλου θλίψεις πρὸ τῶν ὀφθαλμῶν σου· «Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

Πολλὰ περιελθόντων αὐτῶν ἐν τῇ Αἰγύπτῳ πρὶν εὑρεῖν ἐργόχειρον, καὶ πολλὴν διαφόρως ὑπομεινάντων θλῖψιν καὶ διαστροφήν, καὶ ἐντεῦθεν ὀλιγωρίας αὐτῷ συμβάσης, προθεωρήσας ὁ Γέρων ταῦτα τῷ πνεύματι, προετοιμάζει αὐτῷ ἀπόκρισιν ἔχουσαν οὕτως·

Γράψον τέκνον τὰ λεγόμενα παρ’ ἐμοῦ, μᾶλλον δὲ παρὰ τοῦ Θεοῦ, καὶ ἑτοίμασον αὐτὰ τοῦ δοῦναι τῷ ἀδελφῷ Ἰωάννῃ. Πρῶτον ἀσπασμὸν ἐν Κυρίῳ. Μετὰ ταῦτα εἰπὲ αὐτῷ· Τί ὀλιγωρεῖς θλίψεσιν ὡς ἄνθρωπος σαρκικός, μὴ ἀκούσας ὅτι πρόκεινταί σοι θλίψεις, ὡς καὶ τὸ πνεῦμα εἶπε τῷ Παύλῳ, καὶ λοιπὸν παρεκάλει τοὺς ὄντας μετ’ αὐτοῦ ἐν τῷ πλοίῳ χαίρων; Οὐκ οἶδας ὅτι «Πολλαί εἰσιν αἱ θλίψεις τῶν δικαίων», καὶ ἐν αὐταῖς δοκιμάζονται ὡς ἐν πυρὶ χρυσίον;