Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Κανόνες ησυχίας, προσευχής, νηστείας και σωματικής εγκράτειας

Πρακτικές οδηγίες για την προσευχή, τη μελέτη, την εγκράτεια, τη διάκριση των σωματικών αναγκών από τη γαστριμαργία και την καταπολέμηση του σαρκικού πολέμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 10 από 12

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τινα ἡσυχάζοντα, ἐρωτήσαντα περὶ τοῦ διακονοῦντος αὐτῷ, καὶ περὶ παραδοχῆς λογισμῶν καὶ περὶ τῶν κατὰ σάρκα συγγενῶν. Ἀδελφέ, ὡς τῇ ψυχῇ μου λαλῶ σοι. Γέγραπται· «Μήποτε ἡ γνῶσις ὑμῶν πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν ἀδελφοῖς.» Ὁ ἀδελφὸς ὁ ὑπηρετῶν σοι, ἀκεραιότητα ἔχει· Μὴ θελήσῃς διδάξαι αὐτὸν φρόνησιν, ἐπεὶ ἐγείρεις ἐπάνω αὐτοῦ ὀργήν.

Ἀλλὰ ἀρκέσθητι πρὸς αὐτὸν τῷ ποιῆσαί σου τὴν χρείαν. Μὴ παρέχων αὐτῷ λογισμόν, μάλιστα περὶ φανερώσεως λογισμῶν, καλῶς ἔχει. Μὴ ταράξῃς τὴν καρδίαν αὐτοῦ. Περὶ δὲ τοῦ δέξασθαι τὸν λογισμόν, εἰ μὴ τῶν τελείων ἐστὶ τὸ ἐάσαι τὸν λογισμὸν εἰσελθεῖν καὶ πάλιν ἐκβαλεῖν αὐτόν.

Λοιπὸν σύ, μὴ εἰσενέγκῃς τὸ λαμπρὸν κατακαῦσαί σου τὸν δρυμῶνα, μὴ ἀφήσῃς ληφθῆναι τὰ ἱμάτιά σου, ἵνα μὴ μετὰ μάχης λάβῃς αὐτά. Μὴ πειράσῃς σεαυτὸν τοῦ ταραχθῆναι, οὐ γὰρ στήκεις εἰς τὸν τοιοῦτον πειρασμόν. Λοιπὸν πρόσεχε σεαυτῷ καὶ εὔχου ὑπὲρ ἐμοῦ.

Περὶ δὲ τῶν ἀδελφῶν σου, οὐκ οἶδα ὅτι ἀδελφὸν ἔχω εἰ μὴ τὸν Ἰησοῦν. Ἀδελφοὺς ἔχεις; Ποίει μετ’ αὐτῶν ὡς θέλεις, πρᾶγμα οὐκ ἔχω. Εἰ αὐτὸς εἶπε· «Τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου», ἐγὼ ἔχω σοι εἰπεῖν παρακλῆναι τὴν ἐντολὴν τοῦ Θεοῦ καὶ ἔχειν φιλίαν μετὰ σαρκικῶν ἀδελφῶν; Εἰ δὲ ἱματίων δέονται, διὰ τί οὐκ ἐμνήσθης τῶν πτωχῶν; «Γυμνὸς ἤμην καὶ περιεβάλετέ με.» Ἀλλὰ χλευαζόμενος ὑπὸ τῶν δαιμόνων, πάλιν μνημονεύεις ὧν ἀφῆκες διὰ τὸν Θεόν, ἵνα γενηθῇς παραβάτης. Οὐαὶ ἡμῖν ἀδελφέ, πῶς ἐργάζονται μεθ’ ἡμῶν. Θέλεις δὲ τὴν ἀγάπην αὐτῶν, ἣν καὶ πρὸς πάντα ἄνθρωπον χρεωστεῖς; Εὖξαι ὑπὲρ αὐτῶν ἵνα καὶ αὐτοὶ σωθῶσι χάριτι Χριστοῦ. Ἀμήν. Πρόσεχε οὖν σεαυτῷ, τοῦ μηκέτι χλευασθῆναι. Ἀφέντες γὰρ τὰ συλλάβεια, εἰς τὸν ἀλφάβητον ὑπεστρέψαμεν. Πύκτευσον τοῦ ἀποθανεῖν. Τί θέλεις;

Σωθῆναι θέλεις; Τὸ ἀψήφιστον κράτει, καὶ τρέχε πρὸς τὸ προκείμενόν σοι. Μὴ προφάσει δικαιώματος ἐνέγκῃ σοι ὁ διάβολος ἄκαιρον φροντίδα. Ἀμερίμνησον ἀπὸ παντὸς πράγματος. Κἄν τε ζῶσι, κἄν τε ἀποθνῄσκωσι, μὴ πέμψῃς ἐκεῖ. Μνήσθητι τοῦ Κυρίου λέγοντος· «Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.» Ἑαυτῷ πρόσεχε, ἐκεῖνοι γὰρ οὐ ῥύονταί σε ἐν τῇ ὥρᾳ τῇ φοβερᾷ. Πολλάκις λέγω σοι, ἐξυπνίσθητι ἀπὸ τοῦ βαρυτάτου ὕπνου, οὐκ οἶδας γὰρ ποίᾳ ὥρᾳ ἔρχεται ὁ Κύριος, ἵνα ἐλθὼν εὕρῃ σε ἕτοιμον. Περὶ δὲ τῶν μολυσμῶν, πτῶσίς ἐστι τῆς ψυχῆς. Ἀγάπησον τὸν Ἰησοῦν ἐξ ὅλης τῆς καρδίας σου καὶ οὐ πίπτεις εἰς τὸν αἰῶνα. Εἰρήνη σοι ἐν Κυρίῳ, εἰρήνη σοι ἐν ἀγάπῃ Θεοῦ, εἰρήνη σοι ἐν φιλήματι ἁγίῳ.

Τίς ποτε τῶν πατέρων ἡσυχάζων ᾔτησε τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ. Ἀπόκρισις Βαρσανουφίου· Ὅταν πέμπῃ ἄνθρωπός τινα σχολαστικὸν συνηγορῆσαι ὑπὲρ αὐτοῦ τῷ βασιλεῖ, ἀεὶ εὔχεται ὑπὲρ αὐτοῦ ἵνα εἰσακουσθῇ.

Καὶ ἐὰν εἰσακουσθῇ, οὐκέτι ὁ σχολαστικός, ἀλλ’ ἡ εὐχὴ αὐτοῦ ἐποίησε. Τὸ αὐτὸ οὖν καὶ ὑμεῖς, εὔξασθε ἵνα εἰσακουσθῶ. Καὶ δεικνύων ὑπακοὴν καὶ εὔχομαι ἐν συντόμῳ περὶ τῆς ὑγιείας καὶ σωτηρίας ψυχῆς καὶ σώματος ὑμῶν. Ἐὰν οὖν εἰσακουσθῶ, εἰσακούει γὰρ πάντως ὁ Θεός, τοῦτο ἐπιγράφω ταῖς ὑμετέραις εὐχαῖς. Οὔτε γὰρ σχολαστικὸς ἐγενόμην τοῦ συνηγορῆσαι, τοῦτ’ ἔστι δίκαιος, οὔτε παρρησίαν ἔχω, ἀλλ’ ἔχω ἐμαυτὸν ὡς δοῦλον πεμπόμενον. Ὁ Κύριος οὖν εἰσακούσαι τῶν εὐχῶν ὑμῶν καὶ παράσχῃ ὑμῖν τὰ αἰτήματα ὑμῶν. Καὶ ὑπὲρ τῆς ταλαιπωρίας μου εὔξασθε.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Πάτερ, πῶς δεῖ προσεύξασθαι; Ὡς εἶπεν ὁ Κύριος, τὸ «Πάτερ ἡμῶν» ἢ ὡς εἶπεν ὁ ἀββᾶς Μακάριος ὁ Σκητιώτης· Κύριε, ὡς θέλεις, ἐλέησον, καὶ ἐὰν ἐπίκειται πόλεμος· Κύριε, ὡς κελεύεις, βοήθησον;

Μήποτε τοῖς τελείοις μόνοις εἴρηται τὸ λέγειν τὸ «Πάτερ ἡμῶν» καὶ τὰ ἑξῆς; Ἀπόκρισις Βαρσανουφίου· Τὸ «Πάτερ ἡμῶν» καὶ τελείοις καὶ ἁμαρτωλοῖς ἐπετάγη ἵνα οἱ μὲν τέλειοι γνόντες τίνος γεγόνασιν υἱοί, σπουδάσωσι μὴ ἐκπεσεῖν αὐτοῦ, οἱ δὲ ἁμαρτωλοὶ αἰσχυνόμενοι καλοῦντες αὐτὸν Πατέρα τὸν παρ’ αὐτῶν πολλάκις ὑβριζόμενον, ἐντραπῶσι καὶ ἔλθωσιν εἰς μετάνοιαν. Ὡς δὲ ὑπολαμβάνω, πλεῖον τοῖς ἁμαρτωλοῖς ἁρμόζει. Τὸ γὰρ εἰπεῖν· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν», ἁμαρτωλῶν ἐστι. Ποῖα γὰρ ὀφειλήματα ἔχουσιν οἱ τέλειοι, υἱοὶ γενόμενοι τοῦ ἐν οὐρανοῖς Πατρός;

Τὸ δὲ εἰπεῖν· «Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ», ἰσοδυναμεῖ τοῖς τοῦ ἀββᾶ Μακαρίου ῥήμασιν λέγοντος· Ἐλέησον καὶ βοήθησον. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν αἰτήσαντα εὐλογίαν καὶ περὶ ἀπαθείας ἐρωτήσαντα.

Ἀδελφέ, ὁ Θεὸς οἶδε τὸ συμφέρον. Ἤιτησας ἄρτον λαβεῖν παρὰ τῆς ἐμῆς ἀσθενείας καὶ πέρισσον ἄρτων τῶν τεταγμένων τριῶν τὴν ἑβδομάδα οὐκ εἰσῆλθεν εἰς τὸ κοιμητήριόν μου. Ἀλλὰ τάχα καὶ οἰκονομία Θεοῦ ἦν, ὅτι οὐδέποτε ἀφ’ ἑαυτοῦ ἐποίησε, καὶ πρὸ τοῦ ἀκοῦσαι παρ’ ἐμοῦ, ὁ γλυκύτερος τοῦ μέλιτος υἱὸς τῶν ὠδίνων μου, ὁ πάντας ἔχων ὁμοψύχους καὶ τὴν ὠφέλειαν πάντων ἑαυτοῦ λογιζόμενος, ἀνῆλθε ἔχων ἄρτον καὶ οὐκ ἠδυνήθην ἀποστρέψαι λέγων· Τὸ κόψαι καὶ ἐν τούτῳ τὸ ἴδιον θέλημα καὶ συμφέρει. Καὶ ἔκλασα αὐτὸν καὶ ἔπεμψα αὐτὸν τῇ ἀγάπῃ σου, κατακρίνων ἑαυτὸν ἀνάξιον ὄντα οὗ ἐποίησα. Ὁ Κύριος δὲ κατὰ τὴν πίστιν σου ποιήσει σοι αὐτόν.

Κἀμὲ μὴ κατακρίνῃ. Ἐὰν ἔσηται δὲ ὁ περὶ τούτου λόγος ἕως οὗ καὶ τῶν εἰσερχομένων πρὸς σὲ δύο ἀδελφῶν, συγκεχώρηταί σοι δηλῶσαι αὐτοῖς. Περὶ δὲ τῆς ἀπαθείας τοῦτο χάρισμά ἐστι Θεοῦ καὶ τῷ βουλομένῳ παρέχει αὐτό. Ὁ Θεὸς δώῃ σοι χεῖρα εἰς ἃ ἑαυτὸν ἐπεκτείνεις κατὰ φόβον καὶ κατὰ θέλημα αὐτοῦ. Ἀμήν. Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Διὰ τί Πάτερ, ἐκάλεσε τὸ κελλίον αὐτοῦ κοιμητήριον ὁ Καλόγηρος; Ἀπόκρισις Ἰωάννου· Ὅτι ἀνεπαύσατο ἀπὸ τῶν παθῶν ὅλων. Ἀπέθανε γὰρ τελείως τῇ ἁμαρτίᾳ, καὶ τὸ κελλίον αὐτοῦ ἐν ᾧ ζεζώγρηται ὡς ἐν τῷ τάφῳ διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ τόπος ἀναπαύσεώς ἐστιν, ἔνθα οὐ πατεῖ δαίμων οὐδὲ ὁ ἄρχων αὐτοῦ διάβολος. Ἁγιαστήριον γὰρ ἐγένετο, ἐχώρησε γὰρ τὸ κατοικητήριον τοῦ Θεοῦ. Ἐν πᾶσιν οὖν δοξάσωμεν πάντες ὁμοθυμαδὸν τὸν Θεόν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ ἐν τοῖς Βίοις τῶν Γερόντων γέγραπται ὅτι ὃς μὲν ἐποίει εὐχὰς ἑκατόν, ὃς δὲ τόσας, ὀφείλομεν καὶ ἡμεῖς εὐχόμενοι ἔχειν μέτρον ἢ οὔ; Καὶ πῶς δεῖ ποιεῖσθαι τὰς εὐχάς, ἐκτεταμένας ἢ λέγειν τὸ «Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς» καὶ καθίσαι εἰς τὸ ἐργόχειρον; Πάλιν ἐν τῷ ἐργάζεσθαι τί δεῖ ποιεῖν; Ὁμοίως περὶ τῶν ἑσπερινῶν καὶ τῶν νυκτερινῶν, πῶς ὀφείλει διάγειν ὁ κατὰ μόνας; Καὶ εἰ δεῖ ποιεῖν τὰς ὥρας καὶ λέγειν τὰς ᾠδὰς ἢ ὕμνους;

Ἀπόκρισις Ἰωάννου· Αἱ ὧραι καὶ αἱ ᾠδαὶ ἐκκλησιαστικαί εἰσι παραδόσεις καὶ καλαὶ διὰ τὴν συμφωνίαν παντὸς τοῦ λαοῦ. Καὶ εἰς τὰ κοινόβια τὸ αὐτὸ διὰ τὴν συμφωνίαν τοῦ πλήθους. Οἱ δὲ Σκητιῶται οὔτε ὥρας ἔχουσιν οὔτε ᾠδὰς λέγουσιν, ἀλλὰ κατὰ μόνας ἐργόχειρον καὶ μελέτην καὶ κατ’ ὀλίγον εὐχήν. Στήκων δὲ εἰς εὐχὴν ὀφείλεις παρακαλέσαι λυτρωθῆναι καὶ ἐλευθερωθῆναι ἐκ τοῦ παλαιοῦ ἀνθρώπου ἢ λέγειν τὸ «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς» ἢ τὰ ἀμφότερα καὶ καθίσαι εἰς τὸ ἐργόχειρον.

Ἐπὶ δὲ τοῦ ἐκτεῖναι τὴν εὐχὴν ὅταν στήκῃ ἢ ἀδιαλείπτως εὔχεται κατὰ τὸν Ἀπόστολον, οὐ χρὴ ἐκτεῖναι ὅταν ἐγείρηται. Ἐν ὅλῃ γὰρ ἡμέρᾳ ὁ νοῦς αὐτοῦ εἰς τὴν εὐχήν ἐστιν. Ἐὰν δὲ καθέζηται εἰς τὸ ἐργόχειρον, χρὴ ἀποστηθίζειν ἢ λέγειν ψαλμούς, ἐπὶ τέλει δὲ ἑκάστου ψαλμοῦ, εὔχεσθαι καθήμενον ὅτι Ὦ Θεός, ἐλέησόν με, τὸν ταλαίπωρον. Εἰ δὲ καὶ ὀχλεῖται λογισμοῖς ἐπιλέγειν· Ὦ Θεός, σὺ ὁρᾷς τὴν θλῖψίν μου, βοήθησόν μοι. Ὡς οὖν ἐργάζῃ τρεῖς στίχους εἰς τὸ δικτύδιον, ἔγειραι εἰς τὴν εὐχήν. Καὶ κλίνας γόνυ ὁμοίως καὶ ἱστάμενος, ποίει τὴν εἰρημένην εὐχήν.

Περὶ δὲ ἑσπερινῶν, δώδεκα ψαλμοὺς λέγουσιν οἱ Σκητιῶται, καθ’ ἕκαστον τέλος ἀντὶ δοξολογίας ἀλληλούϊα λέγοντες καὶ ποιοῦντες μίαν εὐχήν. Ὁμοίως δὲ καὶ τὴν νύκτα, δώδεκα ψαλμοὺς καὶ μετὰ τοὺς ψαλμοὺς καθέζονται εἰς τὸ ἐργόχειρον.

Καὶ εἴ τις θέλει, ἀποστηθίζει, εἴ τις δὲ θέλει, τοὺς ἑαυτοῦ λογισμοὺς ἐρευνᾷ καὶ τοὺς Βίους τῶν Πατέρων. Ὅτε δὲ ἀναγινώσκει, πέντε ἢ ὀκτὼ φύλλα λέγει καὶ τὸ ἐργόχειρον. Ὅταν δὲ ψάλλῃ ἢ ἀποστηθίζῃ, διὰ τῶν χειλέων ὀφείλει ψάλλειν, εἰ οὐκ ἔστι πλησίον αὐτοῦ ἄλλος, καὶ θέλει παρατηρῆσαι ἵνα μηδεὶς μάθῃ τί ποιεῖ.

Ὁ αὐτὸς ὀχλούμενος ὑπὸ τῆς ἀκηδίας ᾔτησε τὸν μέγαν Γέροντα πολλὰ αὐτὸν παρακαλέσας ὅπως εὔξηται ὑπὲρ αὐτοῦ. Ἀπόκρισις Βαρσανουφίου· Ὅτι οὐδέν εἰμι, οἶδα, καὶ εἰ ἀμελῶ ἐμαυτοῦ, καὶ σοῦ ἀμελῶ. Εἰ ἔχω κατὰ τὴν Γραφὴν ὅτι «Μέλη ἐσμὲν ἀλλήλων», εἰ δὲ φροντίζω ἐμαυτοῦ κατὰ φόβον Θεοῦ, καὶ σοῦ φροντίζω. Εἰ ἀληθεύει ὁ λέγων· «Ζήτησον τὸν πλησίον σου ὡς ἑαυτόν», καὶ σύ, τὸ αὐτὸ ποίησον. Φησὶ γάρ· «Ἀδελφὸς ἀπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ καὶ τετειχισμένη.» Πρὸ δὲ τοῦ εἰπεῖν μοι τὴν ἀγάπην σου· Εὖξαι ὑπὲρ ἐμοῦ, ἔχω τὸν λέγοντα καὶ ἐντειλάμενον· «Εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε», καὶ σύ, τὸν αὐτὸν ἔχεις. Ἐὰν δὲ θλίβῃ σε ἡ ἀκηδία, μνήσθητι οἵαν στένωσιν ὑπέμεινεν ὁ ἀββᾶς Εὐθύμιος, καὶ ἀπῆλθεν ἐνδόξως πρὸς Κύριον. Καὶ προσδόκησον τὴν ἡμέραν ἐκείνην τῆς ἐξόδου καὶ κουφίζῃ τῆς ἀκηδίας. Συνοδοιπόρος ἡμῶν ἦν καὶ προέλαβε. Ποία χαρὰ ἐδέξατο αὐτόν, ζηλώσωμεν. Οὕτω τρέχωμεν, ἵνα καταλάβωμεν. Ἐπειδὴ γέγραπται· «Ὧι μέτρῳ μέτρεις ἀντιμετρηθήσεταί σοι» καὶ οἱ Πατέρες εἶπον· Ὑπακοὴ ἀντὶ ὑπακοῆς, δὸς χεῖρα τῷ παρὰ σοὶ ἀδελφῷ χειμαζομένῳ, καὶ σὺ εὑρίσκεις τὸν διδόντα σοι χεῖρα ἐν καιρῷ θλίψεως. Καὶ «ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον.» Καὶ γὰρ οὗτοι καρποί εἰσι πνευματικοί.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Παρακαλῶ σε ἀββᾶ μου, εὖξαι ὑπὲρ ἐμοῦ ὅτι ψυχῇ καὶ σώματι ἀσθενής εἰμι, καὶ ἵνα χαρίσηταί μοι ὁ Θεὸς τελείαν ὑπομονὴν ἐν τῷ ἁγίῳ τόπῳ τούτῳ, ὅτι ὁ ἐχθρὸς καὶ τὰ πάθη μίαν μίαν ταράσσουσι τὴν καρδίαν μου, θέλοντες ὑποσύραι με εἰς τὰ ὀπίσω.

Οὐχ ὅτι τίποτε ἀγαθὸν ποιῶ ἐνταῦθα, ἀλλ’ ὅτι βλέπει με σκεπόμενον ταῖς εὐχαῖς τῶν Γερόντων. Διὰ τὸν Ἰησοῦν ποίησον τὸ ἔλεος, καὶ εὔχου ὑπὲρ ἐμοῦ διὰ παντὸς τοῦ ἁμαρτωλοῦ. Ἀπόκρισις Ἰωάννου· Προσδεξάσθω ὁ Θεὸς τὴν δέησίν σου εἰς ὀσμὴν εὐωδίας, ὡς εὔφρανάς μου τὴν ψυχὴν διὰ τῆς κατὰ Θεὸν ταπεινώσεως, τῆς μήτε ἐμὲ τὸν ἐλάχιστον βαρούσης μήτε τὴν σὴν ἀγάπην. Αὕτη γάρ ἐστιν ἡ ὁδὸς τοῦ Θεοῦ. Ταύτην ἐὰν κρατήσωμεν, σῳζόμεθα ἐν ὀνόματι τοῦ Θεοῦ ἡμῶν. Περὶ δὲ ὧν ἔγραψας ὦ ποθεινότατε, ὀφείλομεν, θεωροῦντες τὴν τῶν δαιμόνων σπουδὴν καὶ πῶς οὐκ ἀμελοῦσι ποιῆσαι τὰ αὐτῶν, σπουδάζειν καὶ ἡμεῖς ποιῆσαι τὰ ἴδια, μάλιστα εἰδότες ὅτι μειζοτέρα ἐστὶν ἡ συνερχομένη ἡμῖν δύναμις, τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἡμῖν «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Ὥσπερ δὲ ὁ ἀντίδικός τινος ἐρεθίζων μάχας αὐτῷ προσελθεῖν κατ’ αὐτοῦ τῷ ἄρχοντι, ἵνα τύχῃ ἐκδικήσεως, οὕτως ποιεῖ ἡμῖν ὁ ἀπ’ ἀρχῆς μισάνθρωπος τοῦ προσελθεῖν κατ’ αὐτοῦ τῷ Ἄρχοντι καὶ Βασιλεῖ ἡμῶν, τῷ Χριστῷ. Ὥστε οὖν ὠφελεῖ ἡμᾶς πολεμῶν, μὴ γὰρ βλάπτει.

Ὅπου οὖν ὁ Χριστὸς πάρεστιν, ἡ πάλη τοῦ ἀντιδίκου εἰς οὐδὲν λογίζεται. Ὁ αὐτὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα περὶ τοῦ ὕπνου· Πόσον δεῖ κοιμηθῆναι καὶ πόσον ἀγρυπνῆσαι, καὶ πάλιν πόσοις δεῖ ἀρκεῖσθαι; Ἀπόκρισις Ἰωάννου·

Περὶ τοῦ ὕπνου τοῦ νυκτερινοῦ, ἔχε δύο ὥρας, λογιζόμενος αὐτὰς ἀπὸ τῆς δύσεως τοῦ ἡλίου καὶ δόξασον καὶ κοιμοῦ ἄλλας ἓξ ὥρας. Καὶ ἐγείρου εἰς τὴν ἀγρυπνίαν, καὶ ποίησον τὰς ἄλλας τέσσαρας ὥρας. Καὶ τῷ θέρει ὡσαύτως, ἀλλὰ μετὰ συντομίας ἐν τῷ θέρει καὶ ὀλίγους ψαλμοὺς διὰ τὴν σμικρότητα τῶν νυκτῶν.

Καὶ περὶ τῶν ἱματίων, ὁ ἀσθενὴς διὰ τὴν χαυνότητα τοῦ σώματος αὑτοῦ ὀφείλει ἔχειν χειμερινὰ καὶ θερινά. Ὁ δὲ φθάσας τὸν τοῦ Ἀποστόλου λόγον πεινᾶν καὶ διψᾶν καὶ γυμνητεύειν, παρέρχεται τὸν χρόνον αὑτοῦ δι’ ἑνὸς χιτῶνος.

Λοιπὸν ἀδελφέ, μὴ ὑψηλοφρονήσωμεν, ἀλλὰ τοῖς ταπεινοῖς συναπαχθῶμεν, καὶ μὴ γογγύσωμεν ἔχοντες ἀπὸ δύο δύο καὶ τριῶν τριῶν ἱματίων. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ εἶπάς μοι Πάτερ ὅτι ἓξ ὥρας ἀγρύπνει, πῶς δύναμαι μαθεῖν ὅτι ἠγρύπνησα ἓξ ὥρας;

Ἀπόκρισις Ἰωάννου· Εἰ μετὰ ἀκριβείας μαθεῖν θέλεις τὰς ὥρας, κοιμοῦ τὴν ἡμέραν, ὀλίγον ὕπνον ἐν μιᾷ ἡμέρᾳ διὰ τὴν ὑστέρησιν τοῦ σώματος, καὶ ἀγρύπνησον μίαν νύκτα ἀπὸ ὀψὲ ἕως πρωΐ, καὶ μάθε τί ἀποστηθίζεις στιχισμῷ καὶ μερίζεις τὸν στιχισμὸν εἰς τὰς ὥρας, καὶ τότε μανθάνεις ἀπὸ τοῦ στιχισμοῦ. Καὶ τῷ θέρει οὕτως. Καὶ φανεραί σοι γίνονται αἱ ὥραι.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Πάτερ, εὖξαι ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ὅτι ἀσθενῶ ὅπως δυνηθῶ μετὰ χαρᾶς τὴν ἀσθένειαν βαστάξαι. Καὶ εἰπέ μοι πῶς πλύνω τοὺς μολυσμούς; Ἀπόκρισις Βαρσανουφίου·

Ἀδελφέ μου ποθεινότατε, χαροποιεῖς με τοῖς λόγοις σου, ὅτι μᾶλλον κατ’ ἐμέ, εἰ μὴ νοῶν τὰ λεγόμενα παρὰ σοῦ, εἶπας σεαυτὸν ἁμαρτωλὸν ἐν ταῖς σαῖς ἐρωτήσεσι. Καὶ ὁ ἁμαρτωλὸς κακός ἐστι δοῦλος. Καὶ νῦν εἶπας ὅτι ἔχεις ἀσθένειαν, καὶ ἡ ἀσθένεια παιδεία ἐστὶν ὡμολογημένη, ὥστε οὖν ἡ παιδεία ἐπέμφθη τῷ κακῷ δούλῳ. Εἰ οὖν ἀκηδιᾷς τοῦ δέξασθαι τὴν παιδείαν, παῦσαι τοῦ εἶναι κακός. Εἰ δὲ χαίρεις παιδευόμενος, οὐκ εἶ κακός, ὁ δὲ μὴ ὢν κακός, ἀγαπητός ἐστιν, «ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει.» Ἰδὲ οὖν μετὰ ἀληθείας τί εἶ, καὶ ἐπίλεξαι σεαυτῷ ἓν τῶν ῥηθέντων σοι. Ὁ δὲ Θεὸς οἶδεν ὅτι εἰ καὶ τῆς ἐμῆς καταφρονῶ σωτηρίας, πῶς ποιῶ τὴν δύναμίν μου ὑπὲρ ὑμῶν, φοβούμενος τὴν ἐντολήν;

Τοὺς δὲ μολυσμούς, εἰ θέλεις νίψαι, δάκρυσι νίψον, πᾶν γὰρ σπίλωμα νίπτουσι καθαρίως. Τί κοιμᾶσαι; Βόησον τῷ Ἰησοῦ βραγχιάσει σου ὁ λάρυγξ· «Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα.» Ἔπαρον τὴν τέφραν ἀπὸ τῆς καρδίας σου καὶ ἅψον ἐκεῖ τὸ πῦρ ὃ ὁ Κύριος ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀναλίσκει ὅλα ταῦτα καὶ εὔριζον ἐκβάλλει σου τὸ χρυσίον καὶ δόκιμον τῷ χωνευτηρίῳ. Νήψεως πολλῆς χρεία. Σιωπῶ ἁπλῶς. Συγχωρήσατέ μοι.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Παρακαλῶ μαθεῖν πόθεν γίνεταί μοι ἡ χαύνωσις τοῦ σώματος καὶ ἡ τῆξις τῆς καρδίας. Καὶ διὰ τί οὐχ ἵσταμαι εἰς μίαν δίαιταν; Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, θαυμάζω καὶ ἐκπλήττομαι πῶς οἱ κατὰ κόσμον ἐπιθυμοῦντες κερδάναι ἢ στρατεύσασθαι καταφρονοῦσι καὶ ἀγρίων θηρίων καὶ λῃστῶν ἐπιβουλῆς καὶ κινδύνων θαλάσσης καὶ αὐτοῦ τοῦ θανάτου. Καὶ οὐκ ὀλιγωροῦσι τῇ ψυχῇ διὰ τὸν ποθούμενον πλοῦτον, καὶ τοῦτο ἄδηλον ἔχοντες. Ἡμεῖς δὲ οἱ ταλαίπωροι καὶ χαῦνοι, οἱ λαβόντες τὴν ἐξουσίαν «τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», οἱ ἀκούσαντες· «Ἐγώ εἰμι, μὴ φοβεῖσθε», οἱ σαφῶς εἰδότες ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ δυνάμει πολεμοῦμεν, ἀλλὰ τῇ δυνάμει τοῦ ὁπλίζοντος καὶ ἐνδυναμοῦντος ἡμᾶς Θεοῦ, ὀλιγωροῦμεν καὶ ἀκηδιῶμεν; Καὶ πόθεν τοῦτο; Ἐπειδὴ οὐ καθηλώθησαν αἱ σάρκες ἡμῶν ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ, καὶ οὐδέποτε ἐπελαθόμεθα τοῦ φαγεῖν τὸν ἄρτον ἡμῶν ἀπὸ φωνῆς τοῦ στεναγμοῦ ἡμῶν. Διὰ τοῦτο μετατρεπόμεθα ἀπὸ τούτου εἰς τοῦτο καὶ ἀπὸ διαίτης εἰς δίαιταν, ὅτι οὐκ ἐλάβομεν τελείως τὸ πῦρ, ὃ ἐκεῖνος ὁ Δεσπότης ἡμῶν ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, ἐπεὶ εἶχε καταφαγεῖν καὶ καταναλῶσαι τὰς ἀκάνθας ἀπὸ τοῦ νοητοῦ ἡμῶν χωρίου. Ἡ χαυνότης ἡμῶν καὶ ἡ ἀμέλεια καὶ ἡ φιλοσωματία οὐκ ἀφίει ἡμᾶς ἀνανεῦσαι.

Καὶ μαρτυρεῖ μοι «ὁ Υἱὸς τοῦ ζῶντος Θεοῦ» ὅτι οἶδα ἄνθρωπον καὶ ὧδέ ἐστιν ἐν τῷ εὐλογημένῳ κοινοβίῳ τούτῳ, ἵνα μὴ εἴπῃ τις ὅτι περὶ ἐμαυτοῦ λέγω καὶ ἔχῃ μέ τι μηδὲν ὄντα, ὅτι ἐὰν μείνῃ οὗτος ὥς ἐστι, μὴ τρώγων μὴ πίνων μὴ ἐνδυόμενος ἱμάτια ἕως τῆς ἐπισκοπῆς Κυρίου πρὸς αὐτόν, οὐ μὴ αὐτῶν δεηθῇ εἰς τὸν αἰῶνα, ἡ τροφὴ γὰρ αὐτοῦ καὶ ἡ πόσις καὶ τὸ ἔνδυμα, τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν. Εἰ θέλεις οὖν, ζήλωσον, πόθησον, σπούδασον, γόργευσον, φοβοῦ τὸν Θεὸν καὶ ποιεῖ τὰ θελήματά σου. Εἶπε γάρ· «Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει.» Κἀγὼ γάρ, κἂν οὐδέν εἰμι, ἀλλὰ διὰ τὴν ἐντολὴν ποιῶ μου τὴν δύναμιν. Τοῦ δὲ Θεοῦ ἐστι στηρίξαι καὶ ἐνδυναμῶσαι καὶ ἐλευθερῶσαι καὶ ἀγαγεῖν εἰς πᾶν ἔργον ἀγαθόν, καὶ φυλάξαι ἀπὸ παντὸς κακοῦ καὶ σῶσαι εἰς τὴν αὑτοῦ βασιλείαν.

Αὐτῷ ἡ δόξα. Ἀμήν. Εὖξαι ὑπὲρ ἐμοῦ καὶ παρακάλεσον τὸν μετὰ σοῦ Γέροντα τὸ αὐτὸ συνεύξασθαί σοι. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Παρακαλῶ σε Πάτερ, εἰπέ μοι πῶς κτᾶταί τις ταπεινοφροσύνην καὶ προσευχὴν τελείαν; Καὶ τί ποιῶν τις οὐ δοκεῖ ῥέμβεσθαι καὶ τί συμφέρει ἀναγινώσκειν;

Ἀπόκρισις Βαρσανουφίου· Τὸ κτήσασθαι τελείαν ταπεινοφροσύνην ἀδελφέ, ἐδίδαξεν ὁ Κύριος λέγων· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἰ οὖν κτήσασθαι θέλεις τελείαν ταπείνωσιν, μάθε τί ὑπέμεινε καὶ ὑπόμεινον, καὶ κόψον ἐν πᾶσι τὸ θέλημά σου. Αὐτὸς γὰρ εἶπε· «Κατῆλθον ἐκ τοῦ οὐρανοῦ ποιῆσαι οὐ τὸ θέλημά μου, ἀλλὰ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Αὕτη ἐστὶ τελεία ταπεινοφροσύνη· Τὸ βαστάξαι ὕβρεις καὶ ὀνειδισμοὺς καὶ ὅσα ἔπαθεν ὁ διδάσκαλος ἡμῶν Ἰησοῦς.

Προσευχὴ δὲ τελεία, ἐστὶ τὸ λαλῆσαι τῷ Θεῷ ἀρεμβάστως, ἐν τῷ συνάγειν ὅλους τοὺς λογισμοὺς μετὰ τῶν αἰσθητηρίων. Ὁδηγεῖ δὲ εἰς τοῦτο τὸν ἄνθρωπον, τὸ ἀποθανεῖν ἀπὸ παντὸς ἀνθρώπου, καὶ ἀποθανεῖν τῷ κόσμῳ καὶ πᾶσι τοῖς ἐν αὐτῷ.

Οὐδὲν δὲ πέρισσον ὀφείλει λέγειν τῷ Θεῷ ἐν τῇ εὐχῇ, εἰ μὴ τοῦτο· «Ῥῦσαί με ἀπὸ τοῦ Πονηροῦ» καὶ «Γενηθήτω ἐν ἐμοὶ τὸ θέλημά σου.» Ἔχειν δὲ τὸν νοῦν ὅτι τῷ Θεῷ παρίσταται καὶ αὐτῷ λαλεῖ. Ἐπιγινώσκεται δὲ ὅτι εὔχεται, ὅταν ἀπαλλάσσηται ῥεμβασμοῦ καὶ βλέπῃ ὅτι εὐφραίνεται ὁ νοῦς φωτισθεὶς ἐν Κυρίῳ. Τὸ σημεῖον δὲ ὅτι ἥψατο αὐτῆς, ὅτι οὐκέτι ταράσσεται, ἐὰν πειράσῃ αὐτὸν ὅλος ὁ κόσμος. Ὁ τελείως δὲ προσευχόμενός ἐστιν, ὁ νεκρούμενος τῷ κόσμῳ καὶ τῇ ἀναπαύσει αὐτοῦ. Ὁ ποιῶν δὲ διὰ τὸν Θεὸν ἐπιμελῶς τὸ ἔργον αὐτοῦ, τοῦτο οὐκ ἔστι ῥεμβασμός, ἀλλὰ σπουδὴ κατὰ Θεόν.

Συμφέρον δέ ἐστι τὸ ἀναγινώσκειν τοὺς Βίους τῶν Πατέρων, οὕτως γὰρ φωτίζεται ὁ νοῦς ἐν Κυρίῳ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Ὅτι εἶπεν ὁ μέγας Γέρων· Τὸ ἀποθανεῖν ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τοῦ κόσμου καὶ ἀπὸ τῆς σωματικῆς ἀναπαύσεως φέρει τινὰ εἰς τὸ τελείως προσεύχεσθαι, τί ποιήσω μετὰ τῶν ἀνθρώπων ὤν; Ὅτι ἀνάγκη ἐπιτάξαι τῷ ἀδελφῷ. Καὶ πάλιν προφάσει τῆς ἀσθενείας, εἰ μὴ λάχανον μόνον οὐ δύναμαι λαβεῖν, καὶ λοιπὸν ἐκ τοῦ αὐτοῦ καὶ αὐτὸ λαμβάνειν, ζητεῖ ὁ λογισμὸς ἕτερα πράγματα. Καὶ πάλιν ἐὰν μὴ καλῶς γένηται τὸ λάχανον, προφάσει τῆς ἀσθενείας ταράσσεται ὁ λογισμὸς κατὰ τοῦ ἀδελφοῦ, πολλάκις γὰρ ποιῶ ἐκ τούτου κακὴν νύκτα. Ἐν τούτοις εὑρισκόμενος, πῶς δύναμαι ἀποθανεῖν ἀπὸ τῶν ἀνθρώπων; Πάλιν δὲ ἐὰν καλῶς γένηται τὸ βρῶμα καὶ πρὸς τὴν ἀσθένειαν, ἐμπίπτει τὸ ἡδύ. Καὶ πῶς δύναμαι ἀποθανεῖν ἀπὸ τῆς σαρκικῆς ἀναπαύσεως καὶ ἀπὸ τοῦ κόσμου; Καὶ πῶς ὀφείλω παρελθεῖν τὴν ἁγίαν ἑβδομάδα; Παρακαλῶ ταῦτα μαθεῖν, καὶ συγχώρησόν μοι.

Ἀπόκρισις Ἰωάννου· Ὁ ὢν μετὰ τῶν ἀνθρώπων καὶ θέλων ἀποθανεῖν ἀπ’ αὐτῶν, τὸ μὴ κρῖναι καὶ τὸ μὴ ἐξουθενῆσαί τινα, καὶ τὸ μὴ κρατῆσαι τὸ ἴδιον θέλημα, τοῦτ’ ἔστι τὸ ἀποθανεῖν ἀπὸ τῶν ἀνθρώπων, ὄντα μετὰ αὐτῶν, Ἐὰν δὲ σύμβῃ διὰ τὰς χρείας τίποτε γενέσθαι κινοῦντά τινα, ἵνα ἀποκριθῇ μετὰ πρᾳΰτητος πρὸς τὸν πλησίον τὸν ποιήσαντα τὸ πρᾶγμα λέγων· Ὁ Θεὸς οἶδε τὸ συμφέρον.

Ταχὺ οὕτως θέλει ὁ Θεὸς ἵνα μὴ εὕρω ἀνάπαυσιν τῇ σαρκί, ἀλλὰ μᾶλλον θλῖψιν. Λοιπὸν μὴ ταραχθῇς δι’ ἀφανισμὸν ἑψητοῦ. Συμβαίνει γὰρ γενέσθαι καὶ ἀπὸ ἐνεργείας δαιμόνων πρὸς ταραχὴν ἀνθρώπου. Ἐὰν δὲ λάβῃς καὶ ἕτερον βρῶμα διὰ τὴν ἀσθένειαν, εὐχαρίστησον τῷ Θεῷ, κρίνων ἑαυτὸν ἀνάξιον, καὶ γίνεταί σοι εἰς ὠφέλειαν. Καὶ ἀεὶ μνημόνευε τὸ «Ἐν παντὶ εὐχαριστεῖτε», καὶ ἀναπαύῃ. Οὐ γὰρ κατακυριεύεται ὁ τοιοῦτος ἀπὸ ἀφανισμοῦ ἑψητοῦ οὐδὲ ἀπὸ ἡδύτητος, σκεπάζεται γὰρ ὑπὸ τοῦ Θεοῦ διὰ τῆς εὐχαριστίας.

Περὶ δὲ τῆς ἁγίας ἑβδομάδος, διὰ τὰς ἀσθενείας σου ἀεὶ τρώγεις ὥραν ἑνδεκάτην ὀλίγον λάχανον, καὶ εἰ οὐ δύνασαι εἶναι ἔκτος οἴνου, λαβὲ εἴ τι βλέπεις ὅ τι χρῄζεις, ἐὰν ᾖεν ὡς δύο ποτηρίων. Καὶ μὴ διακριθῇς, ἀλλὰ πάντα ποίει εἰς δόξαν Θεοῦ, κατὰ τὸν Ἀπόστολον. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ καὶ συγχώρησόν μοι διὰ τὴν ἀγάπην.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πῶς θέλω κρατῆσαι τῆς κοιλίας μου καὶ ἐλθεῖν εἰς ὀλιγοτροφίαν καὶ οὐ δύναμαι; Ἀλλὰ καὶ ἐὰν λάβω παρὰ μικρόν, πάλιν μετ’ ὀλίγον ἔρχομαι εἰς τὸ πρῶτόν μου μέτρον καὶ εἰς τὸ πιεῖν ὁμοίως.

Ἀπόκρισις Ἰωάννου· Μνησθείη ἡ ἀγάπη σου ἀδελφέ μου, ὅτι ὅσα ἔχω πάθη εἶπάς μοι, κἀγὼ γὰρ τὰ αὐτὰ ἔχω. Οὐδεὶς δὲ ἀπαλλάσσεται τούτων, εἰ μὴ ὁ ἐρχόμενος εἰς τὸ μέτρον τοῦ λέγοντος ὅτι «Ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου, ἀπὸ φωνῆς τοῦ στεναγμοῦ, ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.» Ὁ τοιοῦτος διὰ τάχους ἔρχεται εἰς ὀλιγοτροφίαν καὶ ὀλιγοποσίαν, τὰ γὰρ δάκρυα εἰς ἄρτον γίνεται αὐτῷ, καὶ λοιπὸν ἄρχεται τρέφεσθαι διὰ τοῦ Πνεύματος. Πείσθητί μοι ἀδελφέ, ὅτι οἶδα ἄνθρωπον, ὃν ὁ Κύριος γινώσκει, τοιούτου μέτρου καὶ καθ’ ἑβδομάδα ἅπαξ ἢ δεύτερον καὶ πλεῖον αἰχμαλωτίζεται εἰς τὴν πνευματικὴν τροφὴν καὶ ἀπὸ γλυκύτητος ἐπιλανθάνεται τῆς αἰσθητῆς. Καὶ ὅταν ἔρχηται τοῦ μεταλαβεῖν, ὥς τίς ποτε κεχορτασμένος ἢ ἀηδισμένος, οὐ θέλει μεταλαβεῖν. Μεταλαμβάνων δὲ κατακρίνει ἑαυτὸν λέγων· Διὰ τί πάντοτε οὐκ εἰμὶ οὕτως, καὶ ἐπιποθεῖ τοῦ ἔτι καταλαβεῖν. Ποῦ ἐσμεν, ἀδελφέ;

Ἀπέλθωμεν, ἀποθάνωμεν. Συγχώρησόν μοι ὅτι μὴ εὑρίσκων εἰς τίποτε τῶν ἐμῶν ἔργων καυχήσασθαι, εἰς ἀλλοτρίους πόνους καυχῶμαι, καὶ τοῦτο πάλιν εἰς τὴν ἐμὴν κατάκρισιν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Παρακαλῶ σε Πάτερ, ἵνα σαφηνίσῃς μοι τὴν δύναμιν τοῦ πράγματος, πῶς ἔρχεταί τις εἰς ἃ εἶπας· Ἐγὼ γὰρ ἀγνοῶ. Ὁσάκις γὰρ ἐπεχείρησα ὀλιγοτροφῆσαι, ἡ ἀτονία καὶ ἡ ἀκηδία οὐκ ἀφῆκάν με ἕως οὗ ἦλθον πάλιν εἰς τὸ πρῶτόν μου μέτρον. Καὶ πῶς εἶπας ὅτι ὁ ἐρχόμενος εἰς τὸ μέτρον τοῦ εἰπόντος· «Ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου, ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου», οὗτος ἔρχεται εἰς ὀλιγοδείαν; Σαφήνισόν μοι Πάτερ, πῶς πρὸ τῆς ὀλιγοτροφίας «κολλᾶται τὸ ὀστοῦν μου τῇ σαρκί.» Καὶ οὕτως τίς ὀλιγοτροφεῖ ἀγνοῶ.

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, ἀναγκάζεις με λαλῆσαι τὰ ὑπὲρ μέτρα μου, καὶ φοβοῦμαι μήποτε κατακριθῶ λέγων ἄλλων τὰ κατορθώματα. Γέγραπται γὰρ ὅτι «Ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου», τοῦτ’ ἔστιν ὅτι γίνεται ὅλα τὰ ὀστᾶ τοῦ ἀνθρώπου ἕν, ἤγουν ὅλοι οἱ λογισμοὶ τοῦ ἀνθρώπου ἓν κατὰ Θεόν. Τότε κολλᾶται τῇ σαρκί, τοῦτ’ ἔστι πνευματικὴ γίνεται ἡ σὰρξ ἐξακολουθοῦσα τῷ κατὰ Θεὸν λογισμῷ καὶ τότε γίνεται ἡ χαρὰ τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ, τρέφουσα τὴν ψυχὴν καὶ πιαίνουσα τὸ σῶμα καὶ ἐνδυναμοῦσα τὰ ἀμφότερα. Καὶ οὐκέτι ἀτονεῖ οὔτε ἀκηδιᾷ. Ἰησοῦς γὰρ λοιπὸν γίνεται μεσίτης καὶ παραστάνει τὸν ἄνθρωπον ἐγγὺς τῶν προπυλῶν, τῶν ὅπου «ἔφυγε λύπη καὶ ὀδύνη καὶ στεναγμός.» Καὶ πληροῦται εἰς αὐτὸν ὁ λόγος ὁ γεγραμμένος· «Ὅπου ὁ θησαυρός σου, ἐκεῖ καὶ ὁ νοῦς σου.» Φέρει δὲ τὸν ἄνθρωπον εἰς τὸ μέτρον τοῦτο ἡ τελεία ταπείνωσις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Παρακαλῶ σε μαθεῖν πῶς τις ἔρχεται εἰς ἐγκράτειαν, καὶ πῶς γνωρίζεται ἡ φυσικὴ ἀσθένεια καὶ ἡ τῶν δαιμόνων; Καὶ πόσον δεῖ ἐσθίειν; Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, κατὰ μικρὸν ξύεις ἀποκαλύψαι πράγματα κεκρυμμένα, κἀγὼ μωρὸς ἔτι, νομίζω ὅτι ὃ αἰτεῖς παρ’ ἐμοῦ, οὐδεὶς δύναται διακρῖναι, εἰ μὴ ὁ ἐρχόμενος εἰς τὸ μέτρον τοῦτο. Ζῶν γὰρ ἄνθρωπος αἴσθησιν ἔχει τῆς θερμότητος καὶ τῆς ψυχρότητος τῶν προσφερομένων αὐτῷ, ὁ δὲ νεκρὸς οὐκ αἰσθάνεται τούτων, ἀπώλεσε γὰρ τὴν αἴσθησιν. Καὶ καθὼς ἔρχεται εἰς μέτρον τῆς ἐπιστήμης τῶν γραμμάτων ὁ μανθάνων αὐτά, καὶ οἶδεν αὐτὰ διακρῖναι, ὁ δὲ μὴ μαθὼν μηδὲ ἐλθὼν εἰς αὐτά, μυριοντάκις ἐὰν ἐρωτήσῃ τί εἰσι τὰ γράμματα καὶ ἀκούσῃ, ἀκμὴν καταλαβεῖν αὐτῶν τὴν δύναμιν οὐ δύναται, οὕτως ἐστὶ καὶ τοῦτο ὅσον λέγεις τινί, χρεία μᾶλλον γενέσθαι τῆς πείρας.

Περὶ δὲ τῆς ἀσθενείας, ἐὰν δέχηται τὸ σῶμα τὴν καθημερινὴν τροφὴν καὶ χαυνωθῇ, τῶν δαιμόνων ἐστί, ἐὰν δὲ μή, ἀσθένειά ἐστιν. Τὸ δὲ ἐγκρατεύσασθαί ἐστι τὸ ἐγερθῆναι παρὰ μικρὸν ὡς ἔταξαν οἱ Γέροντες τοῖς ὑποδεεστέροις. Ὅταν δὲ φθάσῃ ὁ ἄνθρωπος εἰς τὸ μέτρον τοῦ Ἀποστόλου λέγοντος· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν», οὐ δύναται λαθεῖν αὐτὸν τὸ πόσον δεῖ ἐσθίειν, γεγυμνασμένος γάρ ἐστιν. Ἀναγκάζομαι εἰπεῖν πράγματα ὑπὲρ ἐμέ, καὶ οὐ χρεία. Τάχα δὲ οὐδέ ἐστιν ὁ δυνάμενος δέξασθαι καὶ νοῆσαι, εἰ μὴ σπάνιοί τινες.

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ἐνέγκῃ σε εἰς τὴν χαρὰν ταύτην. Ἔχει γὰρ φῶς ἀνεκλάλητον, τηλαυγής ἐστι, γλυκεῖά ἐστι. Οὐ μνημονεύει σωματικῆς τροφῆς, ἐπελάθετο γὰρ «Τοῦ φαγεῖν τὸν ἄρτον αὐτῆς.» Ἄλλῃ ἔχει τὸν νοῦν, τὰ ἄνω ζητεῖ, τὰ ἄνω φρονεῖ, τὰ ἄνω μελετᾷ, ὅπου ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεται. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα ὥστε σαφηνίσαι αὐτῷ περὶ τοῦ μέτρου τῆς ἐγκρατείας· Ἀπόκρισις Ἰωάννου· Οἱ Πατέρες λέγουσι περὶ τοῦ μέτρου τῆς ἐγκρατείας, τὸ εἶναι παρὰ μικρὸν εἴτε ἀπὸ τοῦ φαγίου εἴτε ἀπὸ τοῦ πιεῖν, τοῦτ’ ἔστι μὴ ἔχοντα πεπληρωμένην τὴν κοιλίαν μήτε ἐκ τούτου μήτε ἐξ ἐκείνου. Καὶ λογίσασθαι ὀφείλει τις τὸ ἑψητὸν καὶ τὸν οἶνον.

Καιρῷ δὲ χειμῶνος, οὐ πίνει τίποτε πολὺ καὶ πρὸς αὐτὸ ὀφείλει εἶναι παρὰ μικρόν. Καὶ τῷ θέρει πλέον πίνει καὶ πρὸς αὐτὸ ὀφείλει εἶναι παρὰ μικρόν. Καὶ ἐν τῷ φαγίῳ τὸ αὐτό. Οὐκ ἔστι δὲ ἐν τούτοις μόνον τὸ μέτρον τῆς ἐγκρατείας, ἀλλὰ καὶ ἐν τῷ λαλεῖν καὶ ἐν τῷ κοιμηθῆναι καὶ ἐν τῷ φορέματι καὶ ἐν τοῖς αἰσθητηρίοις πᾶσιν. Ἐν τούτοις εὑρίσκεται τὸ μέτρον τῆς ἐγκρατείας.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Εἰπέ μοι Πάτερ, τὸ παρὰ μικρὸν βρώματος ἢ πόματος ἢ κανισκίου ἢ ὀπώρας πόσον ἐστί; Ἀπόκρισις Ἰωάννου· Ἀπὸ ὅλης τῆς ὁλκῆς λέγω δὴ τοῦ ἄρτου καὶ τῶν ἐδεσμάτων ἢ κανισκίου ἤτοι ὀπώρας, ἕως παρὰ μίαν οὐγγίαν. Περὶ δὲ τοῦ οἴνου καὶ τοῦ ὕδατος ἀπὸ τῶν ἀμφοτέρων παρὰ ἥμισυ ποτηρίου. Καὶ ἐὰν στήκῃ μετὰ σοῦ καὶ οὐ κοπιᾷς, τὸ εἰσάπαξ πιεῖν τὸ πίν σου καλόν ἐστιν. Εἰ δὲ οὐ δυνατόν, ἀλλὰ δίς, καθάπαξ παρὰ μικρόν. Ἐν δὲ τοῖς κινήμασι καὶ πολέμοις τῶν λογισμῶν, ἀπὸ τῆς συνηθείας δεῖ κόπτειν παρὰ μικρόν, τοῦτ’ ἔστι ἄλλην μίαν οὐγγίαν τῆς τροφῆς, καὶ ἥμισυ ποτηρίου τῆς ὁμάδος τοῦ πόματος, ὥστε εἶναι παρὰ δύο οὐγγίας τῆς τροφῆς καὶ παρὰ ἓν ποτήριον τοῦ πόματος. Εὖξαι ὑπὲρ ἐμοῦ, ἀδελφέ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πῶς τις ἐπιγινώσκει πόσον χρῄζει φαγεῖν ἢ πιεῖν; Ἀπόκρισις Ἰωάννου· Ἐκ τῆς δοκιμασίας ὅλων τῶν ἡμερῶν δυνατόν ἐστι μαθεῖν τί δέχεται τὸ σῶμα βρώματος ἢ πόματος, οἷον πίνει τις λόγου χάριν τρία ποτήρια τῆς ἡμέρας καὶ τρώγει μίαν λίτραν ἄρτου.

Ἐὰν ἴδῃ ὅτι ἀπαιτεῖ πέρισσον τῶν τριῶν τὸ σῶμα ἐκτὸς αἰτίας ἢ κόπου περισσοτέρου ἢ ὅτι ἁλικὰ ἔφαγε, τοῦτο πόλεμός ἐστι καὶ ὧδε ὀφείλει ἐγκρατεύσασθαι. Ἐὰν δὲ πρόκειται αἰτία, οὐκ ἔστι πόλεμος. Ἐκ τῶν τριῶν οὖν ὀφείλει, ἐὰν δύναται, κρατῆσαι ἑνὸς ποτηρίου τὸ ἥμισυ ἐκτὸς πολέμου. Καὶ εἰς τὴν βρῶσιν ὁμοίως ἀπὸ τῆς λίτρας μίαν οὐγγίαν. Δοκιμᾶσαι δὲ χρή, ὡς εἴπομεν, εἰ εἰς ἅπαξ δύναται πιεῖν τις τὴν πόσιν αὐτοῦ ἢ εἰς δεύτερον, οὐ γάρ εἰσιν ἶσαι αἱ ἕξεις τῶν ἀνθρώπων. Ἐὰν οὖν δεύτερον λαμβάνῃ, καθάπαξ ὀφείλει παρὰ μικρόν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Παρακαλοῦμεν ἵνα εἴπῃς ἡμῖν εἰ κατὰ δύναμιν τοῦ ἀνθρώπου ὃ ἀπαιτεῖται ὑπὸ τοῦ Θεοῦ, μήποτε μίγνυται εἰς αὐτὸ ἐκ τῆς ἰδίας χαυνότητος καὶ ἀεὶ νομίζῃ τις ὅτι κατὰ ἀλήθειαν τοῦτο μόνον δύναται ποιῆσαι. Πῶς οὖν νοήσωμεν τὸ ἀληθῶς κατὰ δύναμιν;

Ἀπόκρισις Βαρσανουφίου· Ἔδωκεν ὁ Θεὸς σύνεσιν τῷ ἀνθρώπῳ τοῦ διακρῖναι τὰ πράγματα. Ἐὰν ᾖ τις ἀπὸ κόπου ὁδοιπορίας ἢ ἀπὸ ἄλλων ἔργων βαρυτάτων οὐ δύναται τὴν ἰσότητα τῶν ἄλλων ἡμερῶν φυλάξαι, ἀλλὰ συγκαταβαίνειν τῷ σώματι, οἷόν τι τρώγει ἡμέριον λόγου χάριν ἡμίλιτρον ψωμίου, ἐὰν διὰ τὸν κόπον φάγῃ ἄλλην μίαν οὐγγίαν, τὴν δύναμιν ἑαυτοῦ ἐποίησε τοῦ μὴ φαγεῖν πέρισσον. Ἀγρυπνεῖ ἀπὸ μεσονυκτίου καθ’ ἡμέραν, ἐὰν ἀναπαῇ ἄλλην μίαν ὥραν διὰ τὸν κόπον, τὸ κατὰ δύναμιν ἐποίησεν. Ὁ κόπος οὖν σημεῖόν ἐστι αὐτῷ τοῦ ἀναπαῦσαι ἑαυτὸν ὀλίγον ὡς εἴρηται. Καὶ πάλιν σημεῖόν ἐστι τοῦ χρεωστεῖν ἀγρυπνῆσαι τὴν συνήθη ἀγρυπνίαν, ἐὰν λάβῃ τὴν συνήθη τροφήν. Τὸ οὖν ποιεῖν κατὰ δύναμίν ἐστι τὸ εἶναι παρὰ μικρὸν εἴτε τροφῆς εἴτε ὕπνου. Ἐὰν δὲ εἴπῃς καὶ πόσον ἐστὶ τὸ μέτρον τοῦ ὕπνου, ἔταξαν οἱ Πατέρες τὸ ἥμισυ τῆς νυκτός.

Τὸ δὲ τῆς τροφῆς, τὸ βλέπειν ἑαυτὸν θέλοντα ἔτι μικρὸν διὰ παντὸς λαμβάνειν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Τί δὲ ὀφείλει εἶναι τὸ καλῶς ἔχον μέτρον οἴνου καὶ ἑψητοῦ καθ’ ἡμέραν τῷ καθ’ ἑαυτὸν διάγοντι; Καὶ πῶς οἱ Πατέρες σκληροτάτῃ ἐχρήσαντο διαίτῃ;

Ἀπόκρισις Ἰωάννου· Περὶ οἴνου τῷ ὑγιαίνοντι καὶ θέλοντι ἐγκρατεύσασθαι ἀρκεῖ τὸ ἓν καθ’ ἡμέραν ποτήριον, μηδὲν κρατοῦντι παρ’ αὐτοῦ. Ἐὰν δὲ ἔχῃ πυκνὰς ἀσθενείας, λάβῃ δύο ὁλόκληρα. Ὁμοίως καὶ περὶ ἑψητοῦ, ἓν ἐμβάφιον ὀφείλει ἔχειν καὶ γίνεται ἀμέριμνος περὶ τούτου.

Περὶ δὲ τῶν Πατέρων πῶς ἐχρήσαντο σκληροτάτῃ διαίτῃ, εὗρον τὰ σώματα αὐτῶν ὑπακούοντα. Λοιπὸν οἱ καλῶς κυβερνῶντες ἑαυτοὺς καὶ μετὰ διακρίσεως, πρὸς τὸ σῶμα καὶ τὴν ἕξιν ποιοῦσιν. Εὖξαι ὑπὲρ ἐμοῦ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Εἰ πᾶσιν ὁ αὐτὸς κανὼν τῆς ἐγκρατείας ὃν εἴπατέ μοι ὀφείλει εἶναι ἢ πρὸς τὴν κατάστασιν τοῦ ἐρωτῶντος ἀποκρίνονται οἱ Γέροντες;

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, ἃ εἶπον τῇ ἀγάπῃ σου περὶ ἐγκρατείας, τοῖς καθ’ ἡμᾶς καὶ κατὰ τὸ μέτρον μου ἐλάλησα. Ἐὰν οὖν κατορθώσωμεν τὰ μέσα, ἐρχόμεθα κατὰ προκοπὴν εἰς τὰ μείζονα. Ἵνα μὴ βαλόντες τὸ ἓν ποδάριον εἰς τὸ πρῶτον βαθμίδιον τοῦ κλιμακίου, εὐθέως θελήσωμεν τὸ ἄλλο βαλεῖν εἰς τὸ ἀνώτερον ὅλον. Οἱ ἐρχόμενοι γὰρ εἰς τὸ μέτρον ὃ εἶπεν ὁ Ἀπόστολος, δύνανται «καὶ χορτάζεσθαι καὶ πεινᾶν» καὶ τὰ ἑξῆς, «ἐν πᾶσι γὰρ μεμύηνται.» Λοιπὸν σύ, οἶδας τὰ μέτρα σου ἀδελφέ.

Ὅταν γὰρ γίνηται πόλεμος, εἶπόν σοι ἐλαττῶσαι ἄλλην μίαν οὐγγίαν καὶ ἀπὸ τοῦ πόματος ὁμοίως. Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα· Τί ἐστι Πάτερ, τὸ κατ’ ἐπιθυμίαν λαβεῖν βρῶμα καὶ τί τὸ καθ’ ἕξιν; Ἀπόκρισις Ἰωάννου·

Τὸ κατ’ ἐπιθυμίαν ἐστὶ τὸ ἐπιποθεῖν λαβεῖν βρῶμα, οὐ διὰ τὴν χρείαν τοῦ σώματος, ἀλλὰ διὰ γαστριμαργίαν. Ἐὰν δὲ ἴδῃς ὅτι δέχεται ἡ ἕξις πρὸς λόγον, λάχανον περισσότερον τοῦ ὀσπριδίου οὐ κατ’ ἐπιθυμίαν, ἀλλὰ κατὰ ἐλαφρότητα, αὕτη ἐστὶν ἡ διαφορά. Εἰσὶν ἕξεις δεχόμεναι τὰ γλυκέα, ἄλλαι τὰ ἁλμυρά, ἑτέραι τὰ δριμέα, καὶ τοῦτο οὐκ ἔστι πάθος οὐδὲ ἐπιθυμία οὐδὲ γαστριμαργία. Τὸ δὲ ἐπιποθεῖν καὶ ἐπιθυμεῖν πράγματος, κἂν βαρεῖά ἐστιν, αὕτη ἡ ἐπιθυμία ἡ ὑπηρέτις τῆς γαστριμαργίας. Τοῦτο δὲ νοεῖ, ὅταν κατεκράτησέ σου τὸ πάθος τῆς γαστριμαργίας καὶ κατεκυρίευσε τοῦ λογισμοῦ σου. Ἐὰν δὲ ἀντιπράττῃς αὐτῷ καὶ εὐτάκτως κέχρησαι τῇ τροφῇ διὰ τὴν χρείαν, οὐκ ἔστι τοῦτο γαστριμαργία.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Τί οὖν Πάτερ, ὅτι οὐ προϋπόκειται μὲν τὸ πάθος, ἐν αὐτῷ δὲ τῷ καιρῷ τῆς μεταλήψεως ὑποβάλλεται, τί ποιήσω; ἀποστῷ τῆς τροφῆς ἢ οὔ; Ἀπόκρισις Ἰωάννου· Εὐθέως μὴ ἀφίστασο, ἀλλ’ ἀντίπραττε τῷ λογισμῷ, μνῃσκόμενος ὅτι δυσωδία γίνεται ἡ τροφή, καὶ οὐδὲν ὄφελος ἔχει καὶ ὅτι κατακρινόμεθα ἡμεῖς τρώγοντες, ἄλλων παντελῶς ἀπεχομένων.

Κἂν μὲν ἀποστῇ, καὶ οὕτως μετάλαβε κατακρίνων ἑαυτόν. Ἐὰν δὲ ἐπιμένῃ, ἐπικάλεσαι τὸ ὄνομα τοῦ Θεοῦ εἰς βοήθειαν καὶ ἀναπαύῃ. Ἐὰν δὲ κατακυριεύσῃ ὥστε μὴ δύνασθαι τρώγειν εὐτάκτως, τότε κόψον τὴν τροφήν. Ἐν ᾧ δέ τινες συγκαθέζονταί σοί τινες πρὸς τὸ μὴ νοῆσαι αὐτούς, λάμβανε παρὰ μικρόν. Εἰ δὲ συμβῇ σε πεινᾶν, ποίησον τὴν χρείαν ἀπὸ τοῦ ἄρτου ἤγουν ἀπὸ ἄλλου βρώματος, εἰς ὃ οὐκ ἔχεις τὸν πόλεμον.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Τὸ σημεῖον τῆς γαστριμαργίας ὁποῖόν ἐστι, σαφήνισόν μοι; Ἀπόκρισις Ἰωάννου· Ὅταν βλέπῃς τὸν λογισμὸν ἡδυνόμενον ἐν πράγματι καὶ διώκοντά σε σχεδὸν τοῦ προλαβεῖν πάντας ἢ τὸ ἑλκύσαι εἰς τὸ ἔμπροσθέν σου τὸ πρᾶγμα, τοῦτο γαστριμαργία ἐστί.

Πρόσεχε οὖν σεαυτῷ μὴ ποιῆσαι τὸ θέλημα αὐτῆς καὶ ποίησον τὴν δύναμίν σου ἄγξαι ἑαυτὸν τοῦ μὴ μετὰ σπουδῆς λαβεῖν ἀπ’ αὐτοῦ, ἀλλ’ ἐν εὐταξίᾳ. Καὶ ὤθησαι μᾶλλον τὸ πρᾶγμα εἰς τὸ ἔμπροσθεν τῶν συγκαθημένων. Οὐ χρὴ δέ, ὡς εἶπον, προφάσει τῆς γαστριμαργίας, εὐθέως παραιτεῖσθαι τοῦ μεταλαβεῖν τοῦ βρώματος. Ἀλλὰ δεῖ παραφυλάττεσθαι τοῦ μὴ ἀτάκτως χρήσασθαι τῇ μεταλήψει αὐτοῦ. Καὶ χωρὶς δὲ γαστριμαργίας γράφουσιν οἱ Πατέρες μὴ ἐκτεῖναι χεῖρα ἐν τραπέζῃ ἔμπροσθεν ἄλλου, ἀπρεπὲς γὰρ τυγχάνει τοῦτο καὶ τῆς κοινῆς εὐταξίας ἀλλότριον. Ὅτε δὲ τοιοῦτόν ἐστι τὸ προκείμενον πρᾶγμα, ὥστε μὴ εἶναι δῆλον τὸ ἔμπροσθεν ἑκάστου, ἀλλὰ πάντας κοινῶς αὐτὸ ἐσθίειν, τότε οὐκ ἄτοπον αὐτὸ λαμβάνειν τινὰ ἐξ αὐτοῦ μετὰ πάντων, μέντοι γε ἐν εὐταξίᾳ διὰ τὸ μὴ ἐμπεσεῖν εἰς τὴν γαστριμαργίαν καὶ εἰς τὴν κατάγνωσιν.

Ἕτερον δὲ σημεῖον γαστριμαργίας, τὸ πρὸ τῆς ὥρας θέλειν τραφῆναι, ὅπερ οὐ δεῖ ποιεῖν, εἰ μή τι ἄρα πρόκειται εὔλογος αἰτία. Ἐν πᾶσι δὲ χρὴ ἐπικαλεῖσθαι τοῦ θεοῦ τὴν βοήθειαν καὶ αὐτὸς ἡμῶν ἀντιλαμβάνεται.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἡ κίνησις τοῦ σώματος πόθεν γίνεται; Ἀπόκρισις Ἰωάννου· Ἡ κίνησις τοῦ σώματος γίνεται ἀπὸ ἀμελείας· Καὶ γὰρ ἡ ἀμέλεια ἁρπάζει σε λεληθότως τοῦ κρίνειν καὶ κατακρίνειν, καὶ κατὰ τοῦτο προδίδει σε. Ὅταν γὰρ ὁ Ἰσραὴλ γνησίως ἐδούλευσε τῷ θεῷ, ἐφύλαττεν αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ.

Καὶ ὅταν ἠμέλει τῆς γνησίας δουλείας, ἤφιεν ὁ Θεὸς τοὺς ἐχθροὺς πατάξαι αὐτόν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Εἰ δεῖ πάντων τῶν φυομένων ἐν τῇ καρδίᾳ λογισμῶν ἐπερωτᾶν τοὺς Γέροντας; Καὶ εἰ δεῖ προσευχόμενον ἢ ψάλλοντα μετὰ φωνῆς τοῦτο ποιεῖν; Καὶ περὶ μνημῶν ὧν τε ἔπραξέ τις ἢ ἤκουσεν ἢ ἐλάλησε; Καὶ εἰ δεῖ γυμνάζεσθαι μετὰ τῶν Πατέρων;

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, περὶ ὅλων τῶν φυομένων λογισμῶν, οὐ χρὴ ἐρωτᾶν, παρερχόμενα γάρ εἰσιν, ἀλλὰ περὶ τῶν μενόντων καὶ πολεμούντων τὸν ἄνθρωπον. Ὡς γὰρ ἄνθρωπος ἀπὸ πολλῶν ὑβριζόμενος καταφρονεῖ αὐτῶν τῶν ὕβρεων καὶ ἀμέριμνος ἀπ’ αὐτῶν γίνεται, ἐὰν δέ τις κινήσῃ κατ’ αὐτοῦ ἢ πολεμήσῃ αὐτόν, τότε αὐτὸν αἰτιᾶται παρὰ τῷ ἄρχοντι, οὕτω καὶ τὸ πρᾶγμα τοῦτο.

Περὶ δὲ προσευχῆς καὶ ψαλμῳδίας, οὐ μόνον διὰ τοῦ νοός, ἀλλὰ καὶ διὰ τῶν χειλέων χρεία. Ὁ γὰρ Προφήτης λέγει· «Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.» Καὶ ὁ Ἀπόστολος δεικνύων ὅτι ζητοῦνται τὰ χείλη εἶπε· «Καρπὸν χειλέων» καὶ τὰ ἑξῆς.

Περὶ δὲ ὧν εἶδες ἢ ἤκουσας ἢ ἔπραξας καὶ λογίζῃ αὐτά, οὐδὲν κόπτει αὐτά, εἰ μὴ προσευχὴ μετὰ ταπεινώσεως, ἡ μὴ ἔχουσα θέλημα παντάπασι ἢ γινομένη μετὰ δακρύων. Οἱ κατορθώσαντες δὲ Πατέρες, ἄνευ κόπου καὶ δακρύων καὶ ἐκκοπῆς θελήματος οὐ κατώρθωσαν. Τὸ δὲ γυμνάζεσθαι ψήφισμά ἐστι καὶ ἰσότης. Τὸ δὲ ἐρωτᾶν καὶ πιστεύειν ταῖς ἀποκρίσεσι, ταπείνωσίς ἐστι καὶ προκοπὴ ἐν Κυρίῳ. Εὖξαι ὑπὲρ ἐμοῦ, ἀδελφέ.

Ἄλλος τῶν Πατέρων ἠρώτησε τὸν αὐτὸν Γέροντα· Πῶς τις τηρεῖ τὴν καρδίαν αὑτοῦ; Καὶ ποίῳ τρόπῳ γίνεται ὁ πόλεμος ὑπὸ τοῦ ἐχθροῦ; Καὶ εἰ ὀφείλει τις ἀντιλέγειν πρὸς τὸν πολεμοῦντα; Καὶ περὶ τοῦ λογισμοῦ τῆς πορνείας, εἰ δεῖ φράξαι τὴν εἴσοδον αὐτοῦ; Ἐὰν δὲ εἰσέλθῃ, τί δεῖ ποιῆσαι; Καὶ περὶ βρώσεως εἰ οὐγγιασμῷ ὀφείλει τις κεχρῆσθαι ἢ στοχασμῷ καὶ φυλακῇ;

Ἀπόκρισις Ἰωάννου· Τὸ τηρῆσαι τὴν καρδίαν ἐστὶ τὸ ἔχειν νηφάλεον τὸν νοῦν καὶ καθαρὸν τοῦ πολεμουμένου. Πρῶτον δὲ γίνεται ἐν καταφρονήσει ὁ λογισμὸς αὐτοῦ, καὶ ὅταν βλέπῃ ὁ ἐχθρὸς τὴν καταφρόνησιν, πυκτεύει εἰσενεγκεῖν τὸν πόλεμον. Καὶ εἰ μαθεῖν θέλεις εἰ ἐχθρός ἐστιν ὁ φίλος, βάλε εὐχὴν καὶ ἐρώτησον αὐτόν· Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; Καὶ ἀποκρίνεταί σοι τὴν ἀλήθειαν. Ἡ προδοσία οὖν γίνεται ἀπὸ ἀμελείας. Μὴ ἀντείπῃς δέ, τοῦτο γὰρ θέλουσι καὶ οὐ μὴ παύσωνται, ἀλλὰ πρόσελθε κατ’ αὐτῶν τῷ Θεῷ, ῥίπτων ἐνώπιον αὐτοῦ τὴν ἀδυναμίαν σου, καὶ αὐτὸς δύναται οὐ μόνον ἀποστοματίσαι, ἀλλὰ καὶ καταργῆσαι αὐτούς.

Περὶ δὲ τοῦ δαίμονος τῆς πορνείας, καλὸν μέν ἐστι καὶ πάνυ καλὸν τοῦ φράξαι τὴν εἴσοδον αὐτοῦ. Ἐὰν δὲ ἁρπάξῃ καὶ εἰσέλθῃ, πύκτευσον, ῥίπτων τὴν ἀδυναμίαν σου ἐνώπιον τοῦ Θεοῦ, δεόμενος αὐτοῦ, καὶ ἐκβάλλει αὐτόν.

Καὶ περὶ ἧς εἶπας βρώσεως, ἀπὸ στοχασμοῦ καὶ φυλακῆς στῆσόν σου τὸν βίον. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ διὰ τὴν ἀγάπην. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πάτερ, πόθεν βαρεῖται ἡ καρδία μου καί ἐστιν ἐν ἐμοὶ ὕπνος ἄμετρος καὶ οὐδεμία ὑπάρχει μοι κατάνυξις;