Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Ποιμαντική καθοδήγηση για την ακηδία, τις νυκτερινές φαντασιώσεις και τη δειλία

Ποιμαντική καθοδήγηση για τη νυχτερινή δειλία, τις φαντασιώσεις, τη λήψη της Θείας Κοινωνίας, την αυτομεμψία και τη διαφύλαξη της ησυχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 11 από 12

Ἀπόκρισις Ἰωάννου· Ταῦτα ἔρχονται τῷ ἡσυχάζοντι πάντως, ἵνα ἀκηδιάσας φύγῃ τὸ στάδιον καὶ ἀπογνῷ ἑαυτοῦ. Ἡμεῖς δὲ ῥίψωμεν τὴν ἀδυναμίαν ἡμῶν ἐνώπιον «τοῦ δυναμένου ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν», ἕως οὗ συντρίψει τὰς παρεμβολὰς τῶν Ἀμμορραίων ἀπ’ ἔμπροσθεν ἡμῶν καὶ μὴ ἐάσῃ τὸν Μαδιὰμ καὶ τὸν Ἀμαλὴκ καὶ τοὺς υἱοὺς τῶν ἀνατολῶν ἀφανίσαι ἡμῶν τὰ γεννήματα. Ἀλλ’ ὑπομείνωμεν τὴν βοηθείαν τοῦ Δεσπότου ἡμῶν Θεοῦ, δυνατώτερος γάρ ἐστιν αὐτῶν καὶ σωθησόμεθα.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πόθεν τὴν νύκτα εἰς ἄλλα πρόσωπα φαντάζομαι, τὴν δὲ ἡμέραν εἰς ἄλλα πολεμοῦμαι πρόσωπα; Συμβαίνει δὲ ὅτι καὶ ἐκτὸς προσώπου καὶ πάλιν συμβαίνει ὡς μετὰ ἡδύτητος καὶ ἐκτὸς ἡδύτητος φαντάζεσθαι.

Ἀπόκρισις Ἰωάννου· Οἱ πολιορκοῦντές σε ἡμέρας αὐτοὶ πολιορκοῦσί σε καὶ νυκτός, δεικνύοντές σοι ὅτι ἀκμὴν ἔχουσί σε εἰς τὰς χεῖρας αὑτῶν, καὶ αὐτοὶ μεταμορφοῦνται εἰς ἄλλα καὶ ἄλλα. Τὸ δὲ ποτὲ μὲν μετὰ ἡδύτητος, ποτὲ δὲ ἐκτὸς ἡδύτητος γίνεσθαι, ἐκ τῆς μεταμορφώσεως αὐτῶν ἐστιν, ὡς ἤδη εἶπον, ἵνα ἔλθῃ ὁ ἄνθρωπος εἰς ἀπορίαν καὶ ταραχήν. Διπλοῦς δέ ἐστιν ὁ τῆς νυκτὸς πόλεμος· Ἔστιν ἀπὸ ἡδονῶν παθεῖν αὐτὸν καὶ ἔστιν ἀπὸ πειρασμοῦ τοῦ διαβόλου εἰς τὸ ἐνέγκαι τινὰ εἰς ἀπόγνωσιν, τοῦ νομίσαι μηκέτι ἔχειν σωτηρίαν. Ὅταν οὖν συμβῇ σοι πειρασμὸς τοῦ πολέμου τούτου, ποίει ἑπτάκις ἀπὸ ἑπτὰ γονυκλισιῶν, τοῦτ’ ἔστι τεσσαράκοντα ἐννέα γονυκλισίας, λέγων κατὰ μίαν· Ἥμαρτον, Κύριε, συγχώρησόν μοι διὰ τὸ ὄνομά σου τὸ ἅγιον. Ἐὰν δὲ πρόκειται ἀσθένεια ἢ Κυριακὴ ὅτε οὐκ ἐξὸν ποιῆσαι γονυκλισίαν, λέγε τὸν λόγον τοῦτον ἑβδομηκοντάκις ἀντὶ τῶν τεσσαράκοντα ἐννέα γονυκλισιῶν. Ἡ δὲ διαφορὰ τῶν πειρασμῶν αὕτη ἐστί· Τὸ ἀπὸ τοῦ πειρασμοῦ τοῦ διαβόλου πειρασθῆναι ἀπὸ ἐπάρσεώς ἐστι, τὸ δὲ ἀπὸ ἡδόνων, ἀπὸ γαστριμαργίας.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ εἶπάς μοι Πάτερ, ἐν τῇ ἀποκρίσει ὅτι τὰ ὑπὸ νύκτα συμβαίνοντα τῷ ἀνθρώπῳ, τὰ μέν εἰσιν ἀπὸ ἐπάρσεως κατὰ πειρασμὸν τοῦ διαβόλου, τὰ δὲ ἀπὸ ἡδονῶν ἀπὸ γαστριμαργίας. Ἆρα δυνατὸν τὸν διάβολον κινῆσαι τοῦτο τῷ ἀνθρώπῳ ἀπὸ φθόνου μόνον, μήτε ἐπαιρουμένου αὐτοῦ μήτε φιληδονοῦντος; Καὶ πῶς τις ὀφείλει γνῶναι εἰ φυσικῶς γίνεται αὐτῷ κίνησις ἐν τῇ νυκτί;

Παρακαλῶ μαθεῖν. Καὶ εἰ τὴν φυσικὴν κίνησιν ὑπομένουσιν οἱ τέλειοι, καὶ εἰ ὀφείλει κλίνειν γόνυ ἐν τῇ Πεντηκοστῇ ἢ οὔ; Ἀπόκρισις Ἰωάννου· Δύναται μὲν κινῆσαι ὁ διάβολος ἀπὸ φθόνου, ἀλλὰ μὴ παρούσης ἐπάρσεως μήτε ἡδονῆς, οὐ δύναται ἐπὶ πλεῖον.

Ὥσπερ γὰρ ὁ ἄνθρωπος θέλων οἰκοδομῆσαι οἶκον, μὴ εὑρίσκων δὲ τὰς ὕλας ὑπουργούσας, καὶ λοιπὸν εἰς μάτην κοπιᾷ, τοιοῦτος εὑρίσκεται καὶ ὁ διάβολος. Τὸ σημεῖον δὲ τοῦ φυσικοῦ ἐστιν ὅταν βλέπῃ τις οὔτε ἀπὸ ἐπάρσεως οὔτε ἀπὸ ἠδονῆς οὔτε ἀπὸ φθόνου τοῦ διαβόλου συμβαίνει αὐτῷ τοῦτο.

Τὸ δὲ μαθεῖν ὅτι οὐκ ἔστι ἀπὸ φθόνου, ἀλλ’ ἀπὸ φυσικοῦ, ἐστιν ὅταν πεποιθὼς καὶ δι’ εὐχῶν πολλῶν κοιμηθῇ τις, ὀνομάζων τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα κατασφραγίζων ἑαυτὸν καὶ πάθῃ τοῦτο. Οἱ δὲ τέλειοι οὐ πάσχουσιν οὐδὲ τοῦτο, ἔσβεσαν γὰρ καὶ τὸ φυσικόν, ὅτι εὐνούχισαν ἑαυτοὺς πνευματικῶς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, τοῦτ’ ἔστιν ἐνέκρωσαν ἑαυτῶν τὰ μέλη.

Περὶ δὲ τοῦ κλίνειν γόνυ ἐν τῇ Πεντηκοστῇ, ἤδη ἐρρέθη σοι καὶ ἄλλοτε ὥστε κλίνειν ἐν τῷ σῷ κελλίῳ. Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐὰν γενομένης μοι τῆς νυκτερινῆς φαντασίας φθάσῃ τῇ ἑξῆς ἡ ἁγία κοινωνία, τί δεῖ ποιῆσαι;

Ἀπόκρισις Ἰωάννου· Προσέλθωμεν ὡς τετραυματισμένοι καὶ μὴ ὡς καταφρονοῦντες, ἀλλ’ ὡς χρείαν ἔχοντες ἰατροῦ, καὶ ἰᾶται ἡμᾶς ὁ ἰασάμενος τὴν αἱμορροοῦσαν. Καὶ ἀγαπήσωμεν πολλά, ἵνα καὶ ἡμῖν εἴπῃ· «Ἀφέωνται ὑμῶν αἱ πολλαὶ ἁμαρτίαι ὅτι ἠγαπήσατε πολλά.» Καὶ ὅταν μέλλῃς κοινωνεῖν, λέγε· Μὴ εἴη μοι Δέσποτα, τὰ ἁγία ταῦτα εἰς κρῖμα, μηδὲ εἰς κατάκριμα, ἀλλ’ εἰς κάθαρσιν ψυχῆς τε καὶ σώματος καὶ πνεύματος. Καὶ τότε πρόσελθε μετὰ φόβου, καὶ φιλάνθρωπός ἐστιν ὁ Δεσπότης ἡμῶν τοῦ ποιῆσαι μεθ’ ἡμῶν τὸ ἔλεος αὐτοῦ. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἆρα καλόν ἐστιν ἀββᾶ, τὸ ὁμολογεῖν τινι τῶν ἀδελφῶν περὶ τῆς φαντασίας καὶ βαλεῖν αὐτῷ μετάνοιαν εὔξασθαι ὑπὲρ αὐτοῦ; Ἀπόκρισις Ἰωάννου· Περὶ τοῦ νυκτερινοῦ φαντασιασμοῦ, καλόν ἐστιν λέγειν τῷ δυναμένῳ ἀκοῦσαι, μὴ νεωτέροις. Βάλλων δέ τις μετάνοιαν, ὀφείλει αἰτεῖν εὔξασθαι ὑπὲρ αὐτοῦ. Γραφικὸς γὰρ ὁ λόγος «Ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε.» Ἄλλος τις τῶν Πατέρων ἡσυχάζων ἠρώτησε τὸν αὐτὸν Γέροντα λέγων· Ἀββᾶ, εἰπέ μοι πῶς ἐστι τὸ καθίσαι ἐν τῷ κελλίῳ;

Ἀπόκρισις Ἰωάννου· Τὸ καθίσαι ἐν τῷ κελλίῳ ἐστὶ τὸ μνημονεύειν τῶν ἰδίων ἁμαρτιῶν καὶ κλαίειν αὐτὰς καὶ πενθεῖν περὶ αὐτῶν καὶ νήφειν τοῦ μὴ αἰχμαλωτισθῆναι τὸν νοῦν, ἀλλὰ πυκτεύειν, κἂν αἰχμαλωτισθῇ, ἀγαγεῖν αὐτὸν εἰς τὸν τόπον αὐτοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πῶς Πάτερ, ἐπιγινώσκω ἐν τῷ κελλίῳ, εἰ κόπτω τὸ θέλημά μου, ὁμοίως δὲ καὶ ὢν μετὰ τῶν ἀδελφῶν; Καὶ τί ἐστι θέλημα σαρκικὸν καὶ θέλημα τὸ ἐκ τῶν δαιμόνων κεκαλυμμένων τῷ ἀγαθῷ καὶ τοῦ Θεοῦ θέλημα.

Ἀπόκρισις Ἰωάννου· Τὸ κόψαι τὸ θέλημα ἐν τῷ κελλίῳ καθήμενόν ἐστι τὸ καταφρονῆσαι τῆς σαρκικῆς ἀναπαύσεως κατὰ πάντα. Τὸ δὲ θέλημα τῆς σαρκός ἐστι τὸ ποιῆσαι τὴν ἀνάπαυσιν αὐτῆς εἰς οἱονδήποτε πρᾶγμα. Εἰ οὐ ποιεῖς τὴν ἀνάπαυσιν αὐτῆς, γνῶθι ὅτι κόπτεις τὸ θέλημά σου καθήμενος ἐν τῷ κελλίῳ. Τὸ δὲ κόψαι τὸ θέλημα ὄντα μετὰ τῶν ἀνθρώπων, τὸ ἀποθανεῖν ἀπ’ αὐτῶν ἐστι καὶ εἶναι μετ’ αὐτῶν ὡς μὴ ὄντα. Τὸ δὲ θέλημα τὸ κατὰ Θεόν ἐστι τὸ κόψαι τὸ θέλημα τῆς σαρκὸς κατὰ τὸν Ἀπόστολον. Τὸ δὲ θέλημα τὸ ἀπὸ τῶν δαιμόνων, τὸ δικαίωμά ἐστι καὶ τὸ πιστεύειν ἑαυτῷ καὶ τότε παγιδεύεται. Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ, καὶ συγχώρησόν μοι.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ποίαν δεῖ καθ’ ἡμέραν ἐμαυτῷ διοικῆσαι τροφήν; Ἀπόκρισις Ἰωάννου· Τὸ διοικῆσαι τὴν καθ’ ἡμέραν τροφὴν εἰς τὸ κελλίον, καθὼς ἠρώτησας, εἰς μέριμναν βάλλει σε καὶ πόλεμον, ἀλλ’ ὡς κατευοδοῖ ὁ Θεός, δίαγε· «Ὁ γὰρ πορευόμενος ἁπλῶς, πορεύεται πεποιθώς.» Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἆρα καλόν ἐστι τὸ ἀδολεσχεῖν με εἰς τὸ «Κύριε Ἰησοῦ Χριστὲ ἐλέησόν με», ἢ μᾶλλον ἀποστηθίζειν ἐκ τῆς θείας Γραφῆς καὶ στιχολογεῖν ψαλμούς;

Ἀπόκρισις Ἰωάννου· Τὰ ἀμφότερα δεῖ ποιεῖν, ὀλίγον οὕτως καὶ ὀλίγον οὕτως. Γέγραπται γάρ· «Ταῦτα ἔδει ποιεῖν, κἀκεῖνα μὴ ἀφιέναι.» Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ὅτε ψάλλω, ὀφείλω καθ’ ἕκαστον ψαλμὸν τὸ Πάτερ ἡμῶν λέγειν ἢ ἐν καιρῷ τὸ Πάτερ ἡμῶν καὶ τὰ λοιπὰ εἰς δεήσεις ἀναλίσκειν;

Ἀπόκρισις Ἰωάννου· Τὸ ἅπαξ εἰπεῖν τὸ Πάτερ ἡμῶν καὶ ἅπαξ δεήσεις, ἓν καὶ τὸ αὐτό ἐστιν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ὁ λογισμὸς λέγει μοι ὅτι ἡ μελέτη ποιεῖ καθαρὰν προσευχήν. Ἆρα οὕτως ἔχει;

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, μὴ χλευασθῇς ἀπὸ τῶν δαιμόνων καὶ εἴπῃς ὅτι ἡ μελέτη παρασκευαστική ἐστι καθαρᾶς προσευχῆς. Καὶ πῶς μένουσι τὰ πάθη ἐν τῷ ἀνθρώπῳ ἔχοντι καθαρὰν προσευχήν; Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Εἰ δεῖ ἐπὶ τέλει τῆς ἑσπερινῆς ἢ νυκτερινῆς φαντασίας καὶ τῆς εὐχῆς μνημονεύειν τῆς εἰρήνης τῶν ἁγίων Ἐκκλησιῶν, τοῦ βασιλέως τῶν ἀρχόντων, τῶν λαῶν, τῶν πτωχῶν καὶ χηρῶν καὶ ὅσα τοιαῦτα. Κἄν τις αἰτήσῃ τινὰ εὔξασθαι ὑπὲρ αὐτοῦ, κἂν ὁ αἰτηθεὶς οἶδεν ἑαυτὸν ἐμπαθῆ, ὀφείλει εὔξασθαι.

Ἀπόκρισις Ἰωάννου· Καλόν ἐστι μνημονεύειν ἐν τῇ εὐχῇ τῆς εἰρήνης τῶν ἁγίων Ἐκκλησιῶν καὶ τῶν ἄλλων τῶν ἑπομένων, ἀλλ’ ὡς ἀνάξιος καὶ μὴ ἔχων δύναμιν εἰς τοῦτο. Ἀποστολικὸν γάρ ἐστι παράγγελμα. Καὶ ὑπὲρ τοῦ αἰτοῦντος καλόν ἐστιν εὔξασθαι, ἔστι γὰρ εὐαγγελικὸς καὶ ἀποστολικὸς ὁ λόγος· «Παντὶ τῷ αἰτοῦντί σε, δός.» Καὶ τὸ «Εὔξασθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε.» Καὶ πάλιν· «Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς.» Καὶ ὑπὲρ ἀποστόλων ὑπερηύχοντό τινες. Ὁ οὖν ἀμελῶν τῆς προσευχῆς, ἑαυτὸν κατακρίνει.

Ὥστε οὖν δυνάμενος μὴ δυνάμενος, ἀναγκάζω ἐμαυτὸν διὰ τὴν ἐντολήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πῶς γίνεται τὸ νόημα θηριάλωτον; Ἀπόκρισις Ἰωάννου· Τὸ νόημα θηριάλωτον γίνεται, ἐὰν μὴ προλάβῃ ὁ ἄνθρωπος καὶ μέμψηται ἑαυτόν. Ἐὰν δὲ βραδύνῃ μέμψασθαι ἑαυτόν, καὶ τὸ δῆγμα τῶν ὀδόντων ἔχει καὶ τὸν ἀφανισμὸν τῶν ὀνύχων.

Λοιπὸν ἐμπλάστρου χρεία, τοῦτ’ ἔστι μετανοίας. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Εἰ δεῖ καμμύειν τοὺς ὀφθαλμοὺς ἐν ταῖς τοῦ ἐχθροῦ φαντασίαις, καὶ ὅταν ἐπανίσταταί μοι τὸ σῶμα, τί χρὴ ποιεῖν;

Ἀπόκρισις Ἰωάννου· Δεικνύει ὁ διάβολος πράγματα τῷ ἀνθρώπῳ καὶ αἰσθητῶς καὶ ἀναισθήτως. Ὁ ἀσθενὴς οὖν καμμύει τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ. Ὁ δὲ δυνατὸς καὶ βλέπει καὶ καταφρονεῖ αὐτῶν. «Δίκαιος γὰρ ὡς λέων πέποιθε.» Περὶ δὲ τῆς ἐπαναστάσεως τοῦ σώματος, φεῦγε γοργῶς πρὸς τὸν Ἰησοῦν διὰ τῆς προσευχῆς καὶ ἀναπαύῃ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πόθεν συμβαίνει μοι τὸ καὶ μετὰ τὴν ὑμῶν ἐρώτησιν κατακρίνειν ἄλλους; Ἀπόκρισις Ἰωάννου· Τὸ κατακρίνειν καὶ μετὰ τὴν ἐρώτησιν ἄλλους ὑπομένεις, διὰ τὸ μὴ ἀποθανεῖν τὸ δικαίωμα ἀπὸ σοῦ. Καὶ οὐ πονεῖς περὶ τοῦ πάθους πῶς ἐξηλήσῃς ἀπ’ αὐτοῦ. Κατάκρινε σεαυτὸν καὶ ὑπάγει ἀπὸ σοῦ τὸ κατακρίνειν ἄλλους.

Ὁ αὐτὸς ὀχληθεὶς ὑπὸ λῃστῶν καὶ πάνυ δειλιάσας, χάριτι δὲ Θεοῦ σκεπασθεὶς ἀπὸ τῆς αὐτῶν βλάβης. Ἀνήγγειλε τῷ αὐτῷ Γέροντι περὶ τῆς δειλίας, αἰτῶν ἅμα καὶ εὐχὴν περὶ φυλακῆς τῶν ἔμπροσθεν. Ἀπόκρισις Ἰωάννου·

Ὁ Θεὸς οὐ παραδίδει τινά, ὁ λέγων· «Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλείπω.» Ἀλλ’ ἡ ἀπιστία ἡμῶν ἐστιν ἡ παραδιδοῦσα ἡμᾶς. Ὅμως δὲ κατὰ συγχώρησιν Θεοῦ ἔρχονται οἱ πειρασμοὶ πρὸς δοκιμὴν τῆς πίστεως τῶν ἐχόντων τελείως εἰς Θεὸν τὴν ἐλπίδα. Μὴ περισσότεροί εἰσιν οἱ ἐρχόμενοι λῃσταὶ τῶν ἁρμάτων καὶ δυνάμεων τοῦ Φαραώ; Καὶ φανερὸν ἐγένετο ὅτι ῥήματι καὶ νεύματι καὶ Κυρίου κατεποντίσθησαν ἀθρόως.

Οὐ μνημονεύεις πῶς ἐτύφλωσε τοὺς ἀπελθόντας κατὰ τοῦ Ἐλισσαίου; Τίς αὐτοὺς ἐτύφλωσε καὶ διὰ τίνα; Μάθωμεν ὅτι ὁ εἰδὼς ῥύσασθαι ἐκ πειρασμοῦ εὐσεβεῖς ταῦτα πάντα ἐποίησε καὶ ποιεῖ. Ποῦ ἐβάλομεν ἢ εἰς ποίαν γωνίαν ἀφήκαμεν τὴν Γραφὴν τὴν λέγουσαν· «Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος;» Καὶ πῶς εἰς λήθην παρεδώκαμεν τὸ «Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί. Καὶ ὅτι στρουθίον εἰς παγίδα οὐ πεσεῖται ἄνευ τοῦ Πατρὸς ὑμῶν. Οὐ διαφέρει ὁ ἄνθρωπος τοῦ στρουθίου;» Ὦ ἀπὸ τῆς δειλίας τῆς θυγατρὸς τῆς ἀπιστίας, ποῦ ἡμᾶς κατήνεγκε;

Δεινοτάτη ἐστὶ πάνυ. Τυφλοῖ τὸν νοῦν, χαυνοῖ τὴν καρδίαν, ἀποσπᾷ ἀπὸ τοῦ Θεοῦ τοὺς ἀνθρώπους. Ἀδελφή ἐστι τῆς ἀνελπιστίας, ἐξορίζει τοὺς ἀνθρώπους ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ εἰς τὴν χώραν τῆς ἀπωλείας. Ἀδελφέ, φύγωμεν αὐτὴν καὶ ἐξυπνίσωμεν τὸν ἐν ἡμῖν κοιμώμενον Ἰησοῦν, λέγοντες· «Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα.» Καὶ ἐγείρεται καὶ ἐπιτιμᾷ τῇ προσβολῇ τοῦ ἀνέμου αὐτῶν καὶ ἡσυχάζει. Ἡμῖν δὲ λέγει· «Ἐγώ εἰμι, μὴ φοβεῖσθε.» Ἀφήσωμεν τὴν καλαμίνην ῥάβδον καὶ λάβωμεν τὴν ῥάβδον τοῦ σταυροῦ, ἐν ᾗ ἐσχίσθη ἡ θάλασσα, ἐν ᾗ καταποντίζεται ὁ νοητὸς Φαραώ, ἐν ᾗ ἐπιστηρίζονται οἱ χωλοί, ἐν ᾗ ἐγείρονται οἱ νεκροί, ἐν ᾗ ἐγένετο ἡ τοῦ Ἀποστόλου καύχησις, ἐν ᾗ ἐλυτρώθημεν ἀπὸ προδοσίας, παραθήσαντες ἑαυτοὺς τῷ δι’ ἡμᾶς σταυρωθέντι. Αὐτὸς γὰρ οἶδε πῶς ἐν αὐτῇ ποιμαίνει ἡμᾶς τὰ πρόβατα αὐτοῦ, καὶ ἐν αὐτῇ ἀπελάσει ἀφ’ ἡμῶν τοὺς αἱμοβόρους λύκους. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὁμοίως ὁ μέγας Γέρων ἐρωτηθεὶς περὶ τοῦ αὐτοῦ εἶπεν· Ἀδελφὲ κοιμώμενε, ἐρεύνησον τὴν χαύνην σου, ἣν ἐγὼ θαυμάζω φοβουμένην τοὺς δούλους τοὺς ἔξω στήκοντας, καὶ μὴ βλέπουσαν τοὺς δεσπότας αὐτῶν τοὺς ἔσω μένοντας. Οἱ αἰσθητοὶ λῃσταὶ δοῦλοί εἰσι τῶν νοητῶν λῃστῶν, τῶν δαιμόνων λέγω, τῶν ἐνεργούντων ἐν αὐτοῖς. Χάριν ὀφείλεις ἔχειν τοῖς ἐλθοῦσιν ἐπάνω σου λῃσταῖς, ὅτι ἐλθόντες ἐξύπνισαν τοὺς δεσπότας αὑτῶν, τοὺς ἐν σοὶ κοιμωμένους λῃστάς. Ποῦ ἀπῆλθε μακρὰν ὁ Ἰησοῦς, ἵνα δράμῃς πρὸς αὐτὸν καὶ παρακαλέσῃς αὐτὸν ἐλθεῖν εἰς βοήθειαν; Μὴ οὐκ ἀκούει σου τὸ οὖς τί ψάλλει σου τὸ στόμα· «Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς;» Αὐτῷ κολλήθητι καὶ τοὺς ἔσω δεσπότας καὶ τοὺς ἔξω δούλους αὐτῶν καταργεῖ ἀπὸ σοῦ. Αὐτῷ ἡ δόξα.

Ὁ αὐτὸς ἠρώτησε τὸν ἄλλον Γέροντα λέγων ὅτι· Δύο λογισμοὶ ὤχλησάν μοι περὶ τῶν λῃστῶν. Ὁ εἷς κατακρίνει με λέγων ὅτι τοῦ κοινοβίου εἰσὶν ἃ ἔχεις, καὶ ἁμαρτία ἐστὶ τὸ ἀφῆσαι αὐτοὺς λαβεῖν αὐτά. Ἀλλ’ ὀφείλεις κροῦσαι ἢ κράξαι.

Καὶ ὁ ἄλλος λογισμὸς κατακρίνει με λέγων ὅτι ὁ Κύριος εἶπεν· «Τῷ θέλοντί σου λαβεῖν τὸν χιτῶνα, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.» Πῶς οὖν κελεύεις δέσποτα, ποιήσω, ἐπειδὴ ἀμφιβάλλω. Καὶ συγχώρησόν μοι ὅτι τοὺς νοητοὺς λῃστὰς ἀφῶ εἰσέρχεσθαι καὶ ἐξέρχεσθαι καὶ συλᾶν τὴν καρδίαν μου, καὶ περὶ τῶν αἰσθητῶν ἐρωτῶ. Εὖξαι οὖν ἵνα προηγουμένως ἐκείνους καταργήσῃ ὁ Θεός.

Ἀπόκρισις Ἰωάννου· Εἰ οὐκ ἔχεις ἐξουσίαν εἰς τίποτε, μὴ καταφρόνῃς ὧν λαμβάνεις ἀγάπην ἀπὸ τοῦ κοινοβίου, ἐπεὶ κατάκρισιν ἔχεις. Ἄνθρωπος γὰρ ὑπὸ ἐξουσίαν ὤν, οὐκ ἔστιν ὑπὸ ἐντολήν. Λοιπὸν ἀταράχως κροῦσον ἢ κράξον λέγων· Εὐλόγησον ὃ αἰτήσει, καὶ βοηθεῖ καὶ σκεπάζει ὁ Θεός. Περὶ δὲ τῶν νοητῶν λῃστῶν καὶ τῶν αἰσθητῶν, ὁ Κύριος καὶ τούτους κἀκείνους καταργήσει. «Ἀνδρίζου καὶ ἴσχυε», καὶ εὔχου ὑπὲρ ἐμοῦ.

Ὁ αὐτὸς ἀνέγνω εἰς Γεροντικὰ ὅτι ὀφείλει ὁ θέλων ἐν ἀληθείᾳ σωθῆναι, πρῶτον μετὰ τῶν ἀνθρώπων βαστάξαι ὕβρεις, ἐξουδενώσεις, ἀτιμίας, ζημίας, τὰς αἰσθήσεις αὐτοῦ ἐλευθερωθῆναι καὶ οὕτως ἐλθεῖν ἐπὶ τὴν ἡσυχίαν τὴν τελείαν, ὥσπερ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐποίησε. Ταῦτα γὰρ πάντα βαστάξας, οὕτως ἀνῆλθεν ἐπὶ τὸν ἅγιον σταυρὸν ὅ ἐστι νέκρωσις τῆς σαρκὸς καὶ τῶν παθῶν, καὶ κατάπαυσις τελεία, ἁγία. Καὶ εἶπε πρὸς ἑαυτόν· Ἐγὼ ὁ ἄθλιος ἓν τούτων οὔτε ᾔδειν οὔτε ἐποίησα, ἀλλ’ ὅτι ἐκ τῆς ἀσθενείας τῶν παθῶν μου ἐσκανδάλιζον πάντας, ἀνεχώρησα ἀπὸ τῶν ἀνθρώπων. Τάχα οὖν ὀφείλω πάλιν εἰσελθεῖν εἰς τὸ μέσον τῶν ἀνθρώπων καὶ βοηθοῦντος τοῦ Θεοῦ ποιῆσαι ὡς εἶπαν οἱ Γέροντες, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὴν ἡσυχίαν, ἵνα μὴ εἰς κενὸν γένηται ὁ κόπος μου. Καὶ ἀνήγγειλε ταῦτα τῷ αὐτῷ Γέροντι.

Ἀπόκρισις Ἰωάννου· Καλῶς εἶπαν οἱ Πατέρες καὶ ἄλλως οὐκ ἔστιν. Ἀλλ’ ἐπειδὴ πολλαὶ γίνονται προφάσεις ἐν αἷς νομίζει ὁ ἄνθρωπος καλῶς ποιεῖν, καὶ εὑρίσκεται βλαπτόμενος δι’ ἄλλης προφάσεως, χρὴ ἀσφαλίζεσθαι ἑαυτόν. Ἔφθασας γὰρ καθίσαι, καὶ ἐὰν ἔλθῃς εἰς τὸ μέσον, γεννᾷ σοι κενοδοξίαν. Καὶ τάχα οὐδὲ στήκει μετὰ σοῦ τὸ εἶναι εἰς τὸ μέσον καὶ δύο κακὰ γίνεται. Ἀλλ’ ἐὰν μέμφῃ σεαυτὸν ὡς μὴ ποιήσαντα τὰ ὀφειλόμενα τῇ ἀνόδῳ τοῦ σταυροῦ, λέγων· Ἐν ἀγνωσίᾳ ἐκάθισα, οἶδεν ἡ μέμψις ὑβρίσαι καὶ ἀτιμάσαι ἑαυτήν, καὶ εἶθ’ οὕτως ἐνεγκεῖν τὸν αὐτὴν δεχόμενον μετὰ ἀληθείας εἰς τὸ μέτρον τοῦ σταυροῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.