Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Πνευματική άνοδος, χάρις του Αγίου Πνεύματος και προετοιμασία για την κοίμηση

Οι τελευταίες επιστολές του έργου, που περιγράφουν τη δωρεά του Αγίου Πνεύματος, την τελεία ησυχία, την ασθένεια και την ειρηνική κοίμηση των αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 12 από 12

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Εὖξαι Πάτερ, ὑπὲρ ἐμοῦ ὅτι πάνυ θλίβομαι. Ἀπόκρισις Βαρσανουφίου· Ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς δώῃ ὑμῖν διὰ τῶν εὐχῶν τῶν ἁγίων αὐτοῦ, τὰ αἰτήματα, ἃ αἰτῶ αὐτὸν παρασχεῖν ὑμῖν.

Ἐπειδὴ οὖν ἀκοῦσαι θέλετε καὶ χαρῆναι, ὑμεῖς ἐστε οἱ ἀναγκάζοντές με τοῦ εἰπεῖν, ἵνα καὶ εἰς ἐμὲ πληρωθῇ τὸ «Ἐγενόμην ἄφρων ὑμεῖς με ἠναγκάσατε.» Ἐγὼ καὶ πρὸ τοῦ αἰτήσασθαί με, διὰ τὴν κατακαιομένην ὡς σφοδροτάτου πυρὸς φλόγα ἀγάπην, τοῦ Χριστοῦ ἐν ἐμοί, τοῦ εἰπόντος· «Ζήτησον τὸν πλησίον σου ὡς ἑαυτόν», ἀπὸ τῆς καύσεως καὶ τοῦ ζέειν τῷ πνεύματι, οὐ παύομαι νύκτα καὶ ἡμέραν δεόμενος τοῦ Θεοῦ τοῦ ποιῆσαι ὑμᾶς θεοφόρους, καὶ οἰκῆσαι ἐν ὑμῖν καὶ ἐμπεριπατῆσαι, καὶ τοῦ πέμψαι ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον, «τὸ Πνεῦμα τῆς ἀληθείας», ἵνα ὅταν ἔλθῃ διδάξῃ ὑμᾶς τὰ πάντα καὶ ὑπομνήσῃ ὑμᾶς τὰ πάντα καὶ ὁδηγήσῃ ὑμᾶς ἐν ἀληθείᾳ ὅλῃ, καὶ τοῦ ποιῆσαι ὑμᾶς συγκληρονόμους τῶν μεγάλων ἁγίων, ὅπου «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.» Καὶ ἐγενόμην πρὸς ὑμᾶς ὡς πατὴρ σπουδάζων στρατεῦσαι τὰ τέκνα αὐτοῦ τῷ βασιλεῖ λαμπρὰς στρατείας, αὐτῶν ἀμεριμνούντων ὡς παιδία. Δώῃ ὑμῖν ὁ Θεὸς τὴν καῦσιν τῆς ἀγάπης ταύτης. Πληροφορήσει γὰρ ὑμᾶς ὁ Κύριος ὅτι εἰς τὸν ἕβδομον οὐρανὸν ἀναφέρει τοὺς ἔχοντας αὐτὴν ἀνθρώπους, καθώς τινες νῦν ἤδη μετὰ παρρησίας ἀνέρχονται καὶ εὐλογοῦνται «εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς γάρ ἐστιν ὁ εἰδώς.» Καὶ ἵνα μάθητε τὴν ἀρχὴν τῆς ὁδοῦ τῆς χαρᾶς ταύτης, ἀκούσατε.

Πρῶτον ἔρχεται τῷ ἀνθρώπῳ τὸ Πνεῦμα τὸ ἅγιον, εἶτα διδάσκει αὐτὸν τὰ πάντα, καὶ πῶς δεῖ τὰ ἄνω φρονεῖν, ἃ οὐ δύνασθε ἄρτι φρονεῖν. Εἶτα ὁδηγούμενος τῇ πρώτῃ καύσει ἐκείνῃ, ἀνέρχεται εἰς τὸν πρῶτον οὐρανόν, μετὰ ταῦτα εἰς τὸν δεύτερον καὶ κατὰ πρόσβασιν ἕως εἰς τὸν ἕβδομον. Κἀκεῖ τὸ θεωρῆσαι ἄρρητα πράγματα καὶ φοβερά, ἃ οὐδεὶς δύναται ἀκοῦσαι, εἰ μὴ οἱ ἐρχόμενοι εἰς τὸ μέτρον τοῦτο, οὗ ὁ Κύριος ἀξιώσει ὑμᾶς. Οἱ ἀποθνῄσκοντες τελείως τῷ κόσμῳ δι’ ὑπομονῆς θλίψεων πολλῶν, δύνανται εἰσελθεῖν εἰς αὐτό. Ὦ ἀδελφὲ ἀγαπητέ, ὁ Κύριος σταυρὸν ὑπέμεινε καὶ σὺ οὐ χαίρεις ἐν ταῖς θλίψεσιν, ὧν ἡ ὑπομονὴ εἰσφέρει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Καλῶς δὲ εἶπας ὅτι θλίβῃ. Ἀλλ’ οὐκ οἶδας ὅτι ὅταν τις αἰτῇ τοὺς Πατέρας εὔξασθαι ὑπὲρ αὐτοῦ ἢ τὸν Θεὸν τοῦ δοῦναι αὐτῷ βοήθειαν, τότε πληθύνονται αὐτῷ αἱ θλίψεις καὶ οἱ πειρασμοὶ πρὸς τὴν αὐτοῦ δοκιμήν; Μὴ οὖν ζητήσῃς σωματικὴν ἀνάπαυσιν, ἐὰν μὴ δώσει σοι αὐτὴν ὁ Κύριος, καθὼς καὶ παρὰ τοῦ συνδούλου μου ἤδη ἤκουσας. Βδελυκτὴ γὰρ ἐνώπιον Κυρίου ἐστὶ πᾶσα ἀνάπαυσις σαρκός. Καὶ ὁ Κύριος εἶπεν· «Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε.» Ὁ Κύριος βοηθήσει σοι κατὰ πάντα. Συγχωρήσατέ μοι περὶ ὧν ἐλάλησα, ὡς γὰρ παραφρονῶν ἐλάλησα, καὶ εὔξασθε περὶ ἐμοῦ. Ἃ γὰρ ᾔδειν περὶ ἄλλων, τῶν ἁγίων, ἐλάλησα.

Ὁ αὐτὸς ὑποπτεύσας τὸν θάνατον τοῦ αὐτοῦ μεγάλου Γέροντος ἐγγὺς εἶναι καὶ λυπηθεὶς ἕνεκεν τῆς ἰδίας σωτηρίας καὶ παντὸς τοῦ κοινοβίου, ἐγνώρισε τοῦτο τῷ αὐτῷ Γέροντι· Ἀδελφὲ ποθεινότατε, ἐκινήθῃς κατὰ Θεοῦ ἀγάπην καὶ ἐλάλησας ῥήματα ταπεινώσεως, ἑλκύοντα εἰς συμπάθειαν καὶ τοὺς ἀνελεήμονας ἀνθρώπους πρὸς ἄνθρωπον ἁμαρτωλὸν καὶ ἐλάχιστον. Τί ἔχω σοι εἰπεῖν, ἄνθρωπος μὴ ἔχων συμπάθειαν μηδὲ εὐσπλαγχνίαν; Συνέχομαι ἐκ τῶν λόγων σου καὶ τί δώσω σοι οὐκ ἔχω. Εἰ εἶχον τίποτε, εἶχόν σοι εἰπεῖν· Οὐκ ἀφῶ ὑμᾶς τέως εἰς τὰ ἔτη ταῦτα, οὐδὲ εἰς τὸν καιρὸν τοῦτον ὀρφανούς.

Ἀλλ’ ἰδοὺ μεθ’ ὑμῶν μένω προστάξει τοῦ Θεοῦ, τοῦ πρὸς τὸ συμφέρον ποιοῦντος τὰ πάντα πρὸς τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν τῶν δούλων αὐτοῦ. Ἀλλὰ καὶ εἰ τοῦτο γίνεται, οὐ δι’ ἐμέ, ἀλλὰ δι’ ὑμᾶς τοὺς ταῦτα αἰτήσαντας. Ἡδέως δὲ ἔχω, κἂν οὐδέν εἰμι, ἵνα καρποφορήσητε τῷ Θεῷ ὡς ἔτι ἔχομεν μετ’ ἀλλήλων τὸν καιρόν, ὅπως καταξιωθῶ προσενεγκεῖν ὑμᾶς τῷ Θεῷ μου, τῷ ἀεὶ ἀγαπῶντι τὴν τῶν πάντων ἡμῶν σωτηρίαν, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκας», «φύλαξον αὐτὰ ἐν τῷ ὀνόματί σου», σκέπασον αὐτὰ τῇ δεξιᾷ σου. «Ὁδήγησον αὐτὰ ἐπὶ λιμένα θελήματός σου», καὶ «γράψον τὰ ὀνόματα αὐτῶν ἐν τῇ σῇ βίβλῳ», δὸς αὐτοῖς τὸν ἀρραβῶνα τῆς ζωῆς. Λέγω χαροποιῶν αὐτούς· «Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον, εὐδόκησε γὰρ ὁ Πατὴρ ὑμῶν τοῦ δοῦναι ὑμῖν τὴν βασιλείαν.» Καὶ εὖξαι ἵνα δώῃ μοι εἰπεῖν· «Πάτερ, δός μοι ἵνα ὅπου ἔσομαι, ἔσονται καὶ τὰ ἐμὰ τέκνα, εἰς ζωὴν τὴν ἀνεκλάλητον.» Πείσθητί μοι ἀδελφέ, ὅτι τὸ μὲν πνεῦμα πρόθυμόν ἐστι εἰπεῖν τῷ ἐμῷ Δεσπότῃ χαίροντι ἐπὶ τῇ αἰτήσει τῶν δούλων αὐτοῦ· Δέσποτα, ἢ συνεισένεγκέ μοι τὰ τέκνα μου εἰς τὴν βασιλείαν σου, ἢ ἐξάλειψόν με ἐκ τῆς βίβλου σου. Ἡ δὲ ἀσθένειά μου καὶ ἡ ἀμέλεια κωλύει με ἔχειν τοιαύτην παρρησίαν.

Ἀλλ’ ὅμως τὸ ἔλεος αὐτοῦ μέγα ἐστίν. Ἔχοντες οὖν τοιοῦτον Δεσπότην, παρακληθῶμεν πιστεύοντες ὅτι πάντως ποιεῖ μεθ’ ἡμῶν τὸ ἔλεος. Οὐκ ἔχει ὁ Θεὸς παριδεῖν τὸν κόπον καὶ τὴν ἄσκησιν καὶ τὸ πένθος καὶ στένωσιν τῶν Πατέρων ἡμῶν, τῶν κοιμηθέντων καὶ τῶν νῦν ζώντων, ἀλλ’ εἰπεῖν ἔχει·

Φείσομαι τοῦ τόπου τούτου δι’ ἐμὲ καὶ τοὺς δουλεύσαντας καὶ δουλεύοντάς μοι γνησίως. Ἐγὼ τέως πιστεύω ἀδιστάκτως ὅτι εἰσί τινες ὧδε, ἐν τῷ τόπῳ τούτῳ, δυνάμενοι δυσωπῆσαι τὸν Θεὸν ὑπὲρ μυριάδων ἀνθρώπων, καὶ οὐκ ἀθετοῦνται. Θέλημα γὰρ αὐτῶν ποιεῖ, καὶ αἰτῆσαι ἔχουσιν ἵνα ἔσονται οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τὸν τόπον τοῦτον νύκτα καὶ ἡμέραν. Καὶ γὰρ ἀπῆλθον πρὸς αὐτὸν προσευχαὶ ὑπὲρ αὐτῶν, ὡς ἀστραπαὶ ἀστράπτουσαι καὶ ὡς ἀκτῖνες τοῦ ἡλίου καὶ ἀνέρχονται, ἐν αἷς εὐφραίνεται ὁ Πατὴρ καὶ χαίρει ὁ Υἱὸς καὶ ἀγάλλεται τὸ Πνεῦμα τὸ ἅγιον. Ἑαυτοῖς οὖν προσέχωμεν μόνον ἀδελφέ, τῷ Θεῷ γὰρ μέλει περὶ τοῦ τόπου τούτου, κατάπαυσις γὰρ ἐγένετο τῶν δούλων αὐτοῦ καὶ εἰς αὐτοὺς πληροῦται τὸ «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Λοιπὸν τῆς δεξιᾶς Κυρίου ἐστὶ τοῦ ποιῆσαι δύναμιν, τοῦ δοῦναι ἡμῖν ἰσχύν, τοῦ χαρίσασθαι ἡμῖν ἐξακολουθῆσαι τοῖς ἴχνεσι τῶν Πατέρων ἡμῶν «τῇ διδασκαλίᾳ, τῇ διαγωγῇ, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν», ὅσα ἐγένετο αὐτοῖς ὑπὸ τοῦ ἐχθροῦ καὶ αἰσθητῶς καὶ νοητῶς. Ἐὰν γὰρ μὴ κτησώμεθα τίποτε τοῦ βίου αὐτῶν, πῶς τέκνα αὐτῶν ἐσμεν; Τοῦ Κυρίου λέγοντος· «Εἰ τέκνα ἦτε τοῦ Ἀβραάμ, τὰ ἔργα ἐποιεῖτε τοῦ Ἀβραάμ.» Ἐὰν μὴ συμπάσχωμεν αὐτοῖς κατὰ τὴν δύναμιν τῆς ἀσθενείας ἡμῶν, πῶς συνδοξαζόμεθα αὐτοῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ;

Ἐὰν μὴ συναποθάνωμεν αὐτοῖς κόπτοντες ἡμῶν τὸ θέλημα, κἂν ἐξ ὀλίγου, πῶς συνεγειρώμεθα αὐτοῖς ἐν τῷ δεξιῷ μέρει, προσδοκῶντες ἀκοῦσαι μετὰ χαρᾶς μεγάλης καὶ εὐφροσύνης τῆς εὐλογημένης φωνῆς ἐκείνης· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου» καὶ τὰ ἑξῆς. Ἀδελφέ, εἰ τὰ αἰτήματα ἡμῶν ἔδωκεν ἡμῖν ὁ Θεὸς ἵνα ἔχωμεν τοὺς Πατέρας ἡμῶν ὁδηγοῦντας ἡμᾶς καὶ ἵνα ὦμεν σὺν αὐτοῖς καὶ ὧδε κἀκεῖ ἀχώριστοι, προσέχωμεν μὴ ἡ ὀκνηρία ἡμῶν ἢ ἡ χαυνότης ἢ ἡ ῥᾳθυμία ἢ ἡ ἀπιστία ἡμῶν χωρίσῃ ἡμᾶς. Φησὶ γάρ· «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.» Μνημονεύσωμεν τοῦ εἰπόντος· «Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Εὐξώμεθα τῷ Κυρίῳ νύκτα καὶ ἡμέραν τοῦ μὴ ἀποχωρισθῆναι ἡμᾶς ἀπὸ τῶν ἁγίων Πατέρων ἡμῶν μήτε ἐν τῷ νῦν αἰῶνι μήτε ἐν τῷ μέλλοντι. Ἵνα ποῦ ἀπέλθωμεν; Ἵνα τί πλέον εὕρωμεν; Ἵνα ποῦ δεχθῶμεν; Μὴ ἀφήσωμεν τὸ φῶς καὶ ζητήσωμεν τὸ σκότος, μὴ ἐάσωμεν τὴν γλυκύτητα τοῦ μέλιτος καὶ λάβωμεν τὴν πικρότητα τοῦ ὄφεως.

Μὴ φθονήσωμεν ἑαυτοῖς καὶ ἀγαπήσωμεν τὸν θάνατον, μὴ μισῶμεν δὲ τὴν ζωήν, μὴ ἀντὶ εὐλογιῶν δεξώμεθα τὰς κατάρας, μὴ παροργίσωμεν τὸν Χριστόν, θεραπεύσωμεν δὲ τὸν ἐχθρόν. Νήψωμεν, γρηγορήσωμεν, ὀξυποδήσωμεν, ἕτοιμοι γενώμεθα.

Ἐξυπνισθῶμεν ἐκ τοῦ βαθυτάτου ἡμῶν ὕπνου, νοήσωμεν τί ἡμῖν ἐχαρίσατο ὁ Θεὸς τὸ εἶναι ἡμᾶς ὑπὸ τοὺς πόδας τῶν ἁγίων αὐτοῦ δούλων. Καὶ τί λέγω ὑπὸ τοὺς πόδας αὐτῶν; Ἀλλὰ καὶ τέκνα καὶ συγκληρονόμους. Μακαρία ἡ ψυχὴ ἡ γευσαμένη ταῦτα! Μακαρία ἡ ψυχὴ ἡ φωτιζομένη τοῦ νοῆσαι ταῦτα!

Μακαρία ἡ ψυχὴ ἡ τρωθεῖσα εἰς τὴν τοιαύτην ἀγάπην! Μακαρία ἡ ψυχὴ ἡ αἰχμαλωτιζομένη εἰς ταῦτα! Μακαρία ἡ ψυχὴ ἡ μελετῶσα ταῦτα! Μακαρία ἡ ψυχὴ ἡ κολληθεῖσα αὐτοῖς! Μακαρία ἡ ψυχὴ ἡ καταξιωθεῖσα τούτων! Μακαρία ἡ ψυχὴ ἡ πιστεύσασα εἰς ταῦτα! Μακαρία ἡ ψυχὴ ἡ τελειωθεῖσα ἐν τούτοις!. Ἐκδέχεται γὰρ αὐτὴν ἡ χαρὰ καὶ ἡ ἀγαλλίασις καὶ ἡ μισθαποδοσία ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῷ φωτὶ τῷ αἰωνίῳ, ἐνώπιον ἀγγέλων, ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων πάντων, εἰς δόξαν τοῦ εὐλογημένου Υἱοῦ, εἰς δόξαν τοῦ εὐλογημένου ἁγίου Πνεύματος. Ἀμήν. Ἔρρωσο ἀδελφέ.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν καὶ τοὺς συνόντας αὐτῷ ἀδελφούς, αἰτήσαντας τὴν ἐκ τῆς εὐχῆς βοήθειαν κατὰ τῶν ἐχθρῶν καὶ ὥστε εἰπεῖν αὐτοῖς τὸν βίον τοῦ ἄλλου Γέροντος, ἀββᾶ Ἰωάννου.

Χαίρετε ἐν Κυρίῳ παιδία ποθεινότατα καὶ προσφιλέστατα. Ὁ Κύριος πληρώσει ὑμῶν τὰ αἰτήματα ἐν πολλοῖς ἀγαθοῖς, καὶ ἀσθενήσει ἐν ὑμῖν τὸ τόξον τῶν δυνατῶν, καὶ ὑμεῖς περιζώσεσθε δύναμιν. Θαυμάζω εἰ θέλετε τὴν ὠφέλειαν τῆς ψυχῆς ὑμῶν ὡς ἐγὼ θέλω, καὶ παρακαλῶ τὸν Θεὸν νύκτα καὶ ἡμέραν περὶ τῆς ὑμῶν σωτηρίας. Οὐκ εἶπον εἰ θέλετε, ἀλλ’ ὅτι οὐκ οἴδατε. Ἀπεντεῦθεν γὰρ φανεραί εἰσιν αἱ τάξεις καὶ οἱ βαθμοὶ καὶ τὰ μέτρα, καὶ ποῦ ἔσται ἡ κληρονομία. Καὶ καθὼς ἄνθρωπος λαμπρὸς κατὰ τὸν κόσμον καὶ πεπειραμένος ἐν ταῖς τοῦ βίου τούτου πραγματείαις, καὶ γινώσκων τὴν μεγαλειότητα καὶ ὑπεροχὴν καὶ τὰς τιμὰς τῶν στρατιωτῶν, πυκτεύει στρατεῦσαι ἐν μεγαλειότητι τὰ τέκνα αὑτοῦ, αὐτὰ δὲ ὡς ἄπειρα ἀμεριμνοῦσι, τάχα δὲ μὴ γινώσκοντα τὰς τιμὰς τῶν μεγάλων στρατιωτῶν, ἐπιποθοῦσιν εἶναι τεχνῖται τῶν χειροτεχνῶν, οὕτως εἰμὶ πρὸς ὑμᾶς. Ἀλλὰ συγχωρήσατέ μοι, ὡς γὰρ ἄνθρωπος παραφρονῶν ἐλάλησα. Ἐλθὼν γὰρ εἰς ἐμαυτόν, ἐμνήσθην ὅτι «γῆ εἰμι καὶ σποδός», πάντων τῶν κακῶν θύλαξ. Ἐπένθησα τί ἐλάλησα καὶ εἶπα· Τί ἐκαυχήσατο γῆ καὶ σποδός; Ἀλλ’ ὅμως ἐπειδὴ ἔφθασα εἰπεῖν ὅτι ἐπιποθῶ τὴν σωτηρίαν ὑμῶν καὶ παντὸς ἀγαθοῦ πρόξενος ὑμῖν θέλω γενέσθαι, ἐὰν τοῦτο δυνηθῶ, ποιῶ τὴν δύναμίν μου.

Περὶ δὲ τῆς διαγωγῆς τοῦ ὁμοψύχου τέκνου, εὐλογημένου καὶ ταπεινοῦ ὑπηκόου, τοῦ κατὰ πάντα ἀρνησαμένου ἕως θανάτου τὰ θελήματα αὐτοῦ πάντα, τί ἔχω εἰπεῖν; Εἶπεν ὁ Κύριος· «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα», καὶ περὶ τοῦ μαθητοῦ εἶπεν ὅτι δύναται «κατὰ τὸν διδάσκαλον αὐτοῦ.» «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα αἴτησις περὶ τῆς ὑγείας τοῦ ἀββᾶ χρονίσαντος ἐν τῇ ἀσθενείᾳ, καὶ περὶ τῶν ψυχικῶν παθῶν. Καὶ εἰ δεῖ τὸν πλησίον οἰκοῦντα γέροντα ἐπισκέπτεσθαι.

Καὶ πόθεν τὸ σῶμα κακῶς συγκεκέρασται; Ἀπόκρισις Βαρσανουφίου· Χαίροις ἐν Κυρίῳ ἀδελφέ. Περὶ τῆς ὑγείας τοῦ υἱοῦ μου, ἠδύναντό τινες τῶν ἐνταῦθα ἁγίων δεηθῆναι τοῦ Θεοῦ, καθὼς καὶ αὐτὸν ἐπληροφόρησα, ἵνα ποιήσῃ αὐτὸν μὴ ἀσθενῆσαι μηδεμίαν ἡμέραν καὶ ἐγίνετο οὕτως. Ἀλλ’ οὐκ εἶχεν ἔχειν καρποὺς ὑπομονῆς; Οὐκ οἶδεν αὐτὸς τί ὑπέμεινα ἀρρωστίας, πυρετούς, θλίψεις, ἕως οὗ εἰσῆλθον εἰς τὸν λιμένα τοῦτον τῆς εὐδίας. Πολλὰ ὠφέλησεν αὐτὸν ἡ ἀσθένεια εἰς τὴν ὑπομονὴν καὶ εὐχαριστίαν.

Περὶ δὲ τῶν παθῶν, δουλαγωγῆσαι ὀφείλει τις τὸ σῶμα αὑτοῦ ἐν τῇ ἐνδείᾳ καὶ θλίψει κατὰ τὸ δυνατόν. Τὸ ἐπισκέψασθαι τὸν ἀδελφὸν καλόν ἐστι, τὸ δὲ ἀργολογῆσαι σαπρόν ἐστιν. Εἰς δοκιμὴν οὖν φέρει σε τὸ πρᾶγμα.

Ἐπίσκεψαι τὸν πλησίον, φύλαξον τοῦ μὴ ἀργολογῆσαι, ἀλλὰ κατὰ τὰς συντυχίας τῶν ἁγίων Πατέρων, οἷον· Πῶς ἔχεις ἀββᾶ; Καὶ τὸ λοιπόν· Εἰπὲ ἡμῖν λόγον ζωῆς, πῶς εὑρίσκομεν τὴν ὁδὸν τοῦ Θεοῦ; Εὖξαι ὑπὲρ ἐμοῦ ὅτι πολλὰς ἔχω ἁμαρτίας καὶ τὰ ὅμοια τούτοις καὶ εὐχήν, καὶ ἀναχώρησον ἀπ’ αὐτοῦ μετ’ εἰρήνης.

Τὸ βάρος τοῦ σώματός σου κακῶς συγκεκέρασται ἐκ τῆς χαυνότητός σου καὶ τοῦ βάρους τῶν δαιμόνων. Ἐνδυναμώσει σε ὁ Θεὸς πρὸς αὐτοὺς τοῦ νομίμως ἀθλῆσαι καὶ νικῆσαι καὶ στεφανωθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν· Ὦ ἀδελφέ, σὺ εἶπας ὅτι ἀσθενῶ ψυχῇ καὶ σώματι. Καὶ διὰ τί οὐχ ὡμολόγησας ὅτι ὑγιαίνεις τῷ θελήματί σου; Περὶ ψυχῆς καὶ σώματος οὐκ οἶδας τί σοι συμφέρει. Περὶ δὲ τοῦ θελήματος, οὐδὲ μύριοι μηχανικοὶ οἴδασι κατὰ σέ. Οὐκ οἶδας ὅτι ἀεὶ δάκνω σε ἅπαξ καὶ ἅπαξ; Εἰ δύνασαι βαστάξαι, βάσταξον.

Ἐγὼ γὰρ ὡς ἄφρων λαλῶ, ἐπειδὴ οὖν ἄφρων εἰμί, καὶ αὐτὸς αὐτὸ λέγεις. Τὸ γὰρ εἰπεῖν οὐκ οἶδα τί συμφέρει μοι, τοῦτ’ ἔστιν. Ὁ Κύριος δώσει ὑμῖν σύνεσιν ἐν πᾶσι. Συγχώρησόν μοι καὶ εὖξαι ὑπὲρ ἐμοῦ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα καὶ αἴτησις περὶ εὐχῆς· Δέομαί σου τίμιε Πάτερ, φανέρωσόν μοι περὶ τοῦ θελήματος τοῦ καλοῦ καὶ τοῦ κακοῦ τί ἐστι, ἵνα μὴ ὡς ἔτυχε παρέλθω τοὺς ἁγίους σου λόγους. Καὶ συγχώρησόν μοι καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα ῥυσθῶ ἐκ τοῦ διαβόλου καὶ τῆς αὐτοῦ ταραχῆς.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, «πᾶσα ἀνάπαυσις σαρκὸς βδέλυγμα τῷ Θεῷ ἡμῶν ἐστιν». Αὐτὸς γὰρ εἶπε· «Στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὅδος ἡ ἀπάγουσα εἰς τὴν ζωήν.» Ὁ οὖν ἐπιλεγόμενος αὐτήν, τοῦτο καλὸν θέλημά ἐστιν. Καὶ ὁ κρατῶν αὐτήν, ἐπιλέγεται εἰς πᾶν πρᾶγμα ἑαυτῷ θλῖψιν ἑκουσίως κατὰ τὴν δύναμιν. Οὐκ οἶδας τί λέγει ὁ Ἀπόστολος· «Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ;» Βλέπεις ὅτι καὶ μὴ θέλοντος τοῦ σώματος ὁ θεῖος ἀνὴρ ἑκουσίως ἐδουλαγώγει. Ὁ ἔχων τὸ καλὸν τοῦτο θέλημα τῆς σωτηρίας, εἰς οἱονδήποτε πρᾶγμα τῶν χρειῶν αὐτοῦ συμμίσγει μικρὰν θλῖψιν. Οἷόν τι λέγω, εὑρίσκω κοιμηθῆναι ἐπάνω πλουμακίων, θλίψω ἐμαυτὸν μικρόν, εἴ γε θλῖψίς ἐστιν, καὶ κοιμηθῶ ἐπάνω κροκυδίων διὰ τὴν ἀσθένειαν τοῦ σώματος, αἰσχυνόμενος ὅτι ἄλλοι χαμευνοῦσιν, ἄλλοι ἐπάνω προσκεφαλαδίων ἀχύρων, καθὼς καὶ ὁ ἐν ἁγίοις Ἀρσένιος καὶ ἄλλοι πολλοί. Καὶ ἄλλοι δὲ ἀκάνθας ἔβαλλον ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐπιλεγόμενοι τὴν θλῖψιν. Εὑρίσκω ἐγγὺς τὰ ὕδατα, τὰ μαγειρεῖα ἔχοντα ἀνάπαυσιν, ὡς ἐργάτης, ὀφείλω ἐπιλέξασθαι μακρότερα, ἵνα κινήσω μου τὸ σῶμα εἰς μικρὰν θλῖψιν. Εὑρίσκω φαγεῖν καλῶς καὶ καθαρὸν ἄρτον; Ὀφείλω τὸ δευτερεῖον ἐπιλέξασθαι διὰ τὸ θλιβῆναι μικρόν, μνημονεύων τῶν μὴ παντελῶς γευσαμένων τῶν ὄψων, μάλιστα τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ γευσαμένου πικρίας καὶ ὄξους δι’ ἐμέ. Τοῦτ’ ἔστι τὸ κατὰ Θεὸν θέλημα.

Τὸ δὲ κατὰ σάρκα, θέλει ὀλίγην ἀνάπαυσιν εἰς πάντα ὅσα εἶπον. Οὐκ οἶδας τί λέγομεν· Κλεῖσον ταχέως τὴν θύραν, ἵνα μὴ ἀνεμισθῶ ἢ βροχῶ, Βλέψον ἀδελφέ, ἐκάπνισας τὸ ἑψητὸν καὶ οὐ δύναμαι αὐτὸ φαγεῖν, καὶ τὰ λοιπά ... Τοῦτ’ ἔστι τὸ κακὸν θέλημα. Κόψον αὐτὸ καὶ σῴζῃ.

Εἰ δὲ ἡττᾶσαι, κατάμεμψον σεαυτὸν καὶ δικαίωσον τὸν πλησίον. Ἀδελφὲ ὀκνηρέ, πληροφορήθητι ἐν Κυρίῳ ὅτι «ἐτάκη ὡς ἀράχνη ἡ ψυχή μου.» Κόπος ἐστὶ τὸ σωθῆναι, καὶ πῶς πλανᾶταί τις νομίζων ἀναπαυόμενος κατὰ πάντα σωθῆναι!

Ἐὰν συγκοπιάσῃς μικρόν, δέομαι τοῦ Θεοῦ τοῦ δοῦναί σοι τὴν αἴτησίν σου, καὶ ὅταν μνημονεύῃς αὐτοῦ καὶ τῶν ἁγίων αὐτοῦ, ἀφίσταται ἀπὸ σοῦ ὁ διάβολος καὶ ἡ ταραχὴ αὐτοῦ. Ἐὰν εἴπω ὅτι οὐκ εὔχομαι, ἵνα ἐνισχύσῃ ὑμᾶς ὁ Κύριος καὶ ἐνδυναμώσῃ εἰς πᾶν ἔργον ἀγαθόν, ψεύδομαι. Ἀλλὰ βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐὰν μὴ βιασώμεθα ἑαυτοὺς μικρόν, πῶς ἔχομεν σωθῆναι; Ἢ πῶς δύναται ἡ δέησις τῶν ἁγίων πολλὰ ἰσχύειν, ἐὰν μὴ ᾖ ἐνεργουμένη; Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ.

Ἀπόκρισις τοῦ ἄλλου Γέροντος πρὸς τὸν αὐτὸν καὶ τοὺς συνοικοῦντας αὐτῷ ἀδελφούς· Ὁ Κύριος Ἰησοῦς Χριστός, ὁ Θεὸς ἡμῶν εὐλογήσαι ὑμᾶς «ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ» καὶ πάσῃ χάριτι δικαιοσύνης. Αὐτὸς μαρτυρεῖ πῶς θέλω τὴν ἀνάπαυσιν παντὸς ἀνθρώπου, μάλιστα ὑμῶν! Καὶ ὡς ὁμοψύχοις λαλῶ ὑμῖν θέλουσι τὴν ὁδόν, ἣν ἐβαδίσαμεν στενούμενοι καὶ θλιβόμενοι ἑκουσίως ὁδεῦσαι διὰ τὸ ὄνομα αὐτοῦ. Ἀδελφοί, οὐ μνημονεύω ὅτι εὑρόντες τελείαν ἀνάπαυσιν ἡρπάσαμεν αὐτήν, ἀλλὰ πάντως συνεμίσταμεν πάντοθεν μικρὰν στένωσιν καὶ θλῖψιν φοβούμενοι τὸν λέγοντα· «Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου», καὶ ὅτι «διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Καὶ τοῦτο ὅτι πολλὰ χρήματα ἦλθεν εἰς τὰς χεῖρας ἡμῶν. Καὶ αὐτὸς οἶδε πῶς μετὰ πτωχείας ἐζήσαμεν διὰ τὸν πτωχεύσαντα δι’ ἡμᾶς. Οὐ καλὸν τὸ ἀναπαῆναι ἐν πᾶσι· Ὁ γὰρ θέλων τοῦτο, ἑαυτῷ ζῇ καὶ οὐ τῷ Θεῷ. Θέλημα γὰρ οὐ δύναται κόψαι ὁ τοιοῦτος. Εὔχεσθε ὑπὲρ ἐμοῦ ἀδελφοὶ τιμιώτατοι.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα, τὸν μέγαν· Εἰπέ μοι ἀββᾶ μου, περὶ τὴν πρωΐαν ἕως ὥρας περίπου δευτέρας αἰσθάνομαι λογισμῶν καὶ οὐκ οἶδα πόθεν πάσχω τοῦτο. Πάλιν εἰπέ μοι τοῦτο· Πῶς δύναται δαίμων τὸ πρόσωπον τῆς γυναικὸς ἤ τινος ἄλλου ζωγραφῆσαι ἐν τῇ διανοίᾳ μου; Ἐν αὐτῷ γὰρ τῷ λογισμῷ ἐστι καὶ τὸ πρόσωπον, καὶ οὐ διῃρημένως ὁ λογισμὸς γίνεται καὶ τὸ πρόσωπον ἀλλ’ ἅμα ὁ λογισμὸς ἅμα τὸ πρόσωπον. Καὶ τί ποιήσω εἰς τὸ ἐλευθερωθῆναι; Εὔχου ὑπὲρ ἐμοῦ.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, ὅταν ἀργῇ τις, σχολάζει τοῖς ἐρχομένοις πρὸς αὐτὸν λογισμοῖς, ὅταν δὲ ἐργάζηται, οὐ σχολάζει τοῦ δέξασθαι αὐτούς. Ὄρθρισον οὖν καὶ κράτει τὸ μυλάριον καὶ ἀλήθεις τὸ σιτάριόν σου ἄρτους τροφῆς. Ἐὰν δὲ ὁ ἀντίδικός σου προλάβῃ, ζιζάνια ἀντὶ σίτου ἀλήθεις ἐν αὐτῷ.

Περὶ δὲ τοῦ ἄλλου, ἀδελφέ, ἐν τοῖς ζωγράφοις τὰ ζωγραφούμενα πρόσωπα σὺν τοῖς βάμμασιν ἐγγίνονται. Ἐὰν δὲ προγραφῇ τὸ σανίδιον οὐκέτι δέχεται βάμματα οὐδὲ πρόσωπα, τὰ ἐπιτελούμενα εἰς ἕν. Τὸ δὲ ἐλευθερωθῆναί ἐστι τὸ προγράψαι σου τὴν σανίδα. Πυκτεύσωμεν τοῦ ποιῆσαι τὴν δύναμιν ἡμῶν καὶ συναντιλαμβάνεται ἡμῖν ὁ Θεός. Αὐτῷ ἡ δόξα. Ἀμήν.

Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ, καὶ συγχώρησόν μοι διὰ τὸν Κύριον. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα αἴτησις εὐχῆς περί τε ἑαυτοῦ καὶ τῶν σὺν αὐτῷ. Ἀπόκρισις Βαρσανουφίου· Παιδία ἀγαπητά, ἀσπάζομαι ὑμᾶς ἐν Κυρίῳ, δεομένου μου φυλάξαι ὑμᾶς ἀπὸ παντὸς κακοῦ καὶ δοῦναι ὑμῖν ὑπομονὴν ὡς τῷ Ἰὼβ καὶ χάριν ὡς τῷ Ἰωσήφ, καὶ τὴν πρᾳΰτητα ὡς τῷ Μωϋσῆ, καὶ τὴν στρατείαν, τὴν εἰς τοὺς πολέμους ὡς τῷ Ἰησοῦ, τοῦ Ναυῆ, καὶ τὴν ἡγεμονίαν τῶν λογισμῶν ὡς τοῖς κριταῖς καὶ τὴν ὑποταγὴν τῶν ἐχθρῶν ὡς τῷ Δαβὶδ καὶ Σολομῶντι τοῖς βασιλεῦσι, καὶ τὴν ἡσυχίαν τῆς γῆς ὡς τοῖς Ἰσραηλίταις, ἐν τῇ καταλλαγῇ αὑτοῦ τῇ πρὸς αὐτούς. Καὶ δοῦναι ὑμῖν τὴν τῶν ἁμαρτιῶν ἄφεσιν καὶ τὴν ὑγείαν τοῦ σώματος ὡς τῷ παραλυτικῷ, καὶ σώσει ὑμᾶς ἀπὸ κλύδωνος ὡς τὸν Πέτρον. Καὶ ῥύσεται ὑμᾶς ἀπὸ θλίψεως ὡς τὸν Παῦλον καὶ τοὺς λοιποὺς ἀποστόλους. Καὶ σκεπάσει ὑμᾶς ἀπὸ παντὸς κακοῦ, ὡς τέκνα αὐτοῦ γνήσια καὶ δώῃ ὑμῖν τὰ αἰτήματα τῆς καρδίας ὑμῶν πρὸς τὸ συμφέρον τῆς ψυχῆς καὶ τοῦ σώματος ἐν τῷ ὀνόματι αὐτοῦ. Ἀμήν. Εὔξασθε ὑπὲρ ἐμοῦ.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα ὁμοίως, δέησις καὶ ἱκεσία περὶ ἁρμοζόντων τῇ ψυχῇ ἀγαθῶν. Ἀπόκρισις Βαρσανουφίου· Χαίρω ἐν Κυρίῳ καὶ χαίρει ἐν ἐμοὶ ὁ Κύριος, ὅταν αἰτῶμαι ὑπὸ τῶν τέκνων μου αἰτήσεις ἀγαθάς, τοῦτ’ ἔστι περὶ σωτηρίας ψυχῆς καὶ ζωῆς αἰωνίου. Ἀγαλλιάσθω οὖν καὶ τὸ πνεῦμά σου ἀδελφέ, καὶ γὰρ ἐστράτευσά σε ὑπεροχῆς στρατείαν, τοῦ εἶναί σε ἀδιαλείπτως ἐν τῷ ταμείῳ τῶν ἀνεκλαλήτων εὐλογιῶν. Καὶ εἶ ἐν ταύτῃ. Λοιπὸν βλέπε τοῦ κτήσασθαι λαμπρὰ ἱμάτια κατὰ τὸ ἀξίωμα τῆς στρατείας, ἵνα μὴ ἐκπέσῃς ἀπ’ αὐτῆς, καὶ σοφὴν καρδίαν τεταπεινωμένην, καὶ πρόσωπον εὐκατάστατον, ἀπεχόμενον πάσης κινήσεως ὀργῆς καὶ ταραχῆς. Τοιούτων γὰρ χρῄζει ὁ τόπος ὑπηρετῶν, ἀπεχομένων τῶν παθῶν καὶ ἐνδεδυμένων ἐνδύματα γάμου, ἵνα μὴ ἐκβληθῶσιν ἔξω μετ’ αἰσχύνης μεγάλης. Ἰδοὺ οὖν ἐστρατεύθης, μὴ ἀποβάλῃς αὐτήν. Ἐκ σοῦ γάρ ἐστιν. Εἰσήνεγκά σε, μὴ ἐξέλθῃς. Ἀφώρισά σε ἀπὸ τῶν ἀριστερῶν, μὴ συναναμίγνυσο αὐτοῖς, ηὐλόγησα, μὴ ζητήσῃς τὴν κατάραν. Ἐζήτησα δὲ στρατεῦσαί σε καὶ ἐν ἄλλοις ἀνεκλαλήτοις καὶ καθαροῖς ταμείοις τοῦ Πνεύματος, καὶ εἶπε μὴ εἶναι τέως καιρόν.

Ἀλλ’ ὅταν σπουδάσῃ ποιῆσαι ὡς τὴν ἀριστερὰν καὶ τὴν δεξιὰν καὶ τὸν παλαιὸν καινὸν ἄνθρωπον πρὸς ὑποδοχὴν τοῦ προσκυνητοῦ καὶ ἁγίου Πνεύματος, τότε λαμβάνει τὸ Πνεῦμα καὶ διδάσκει αὐτὸν πάντα, καὶ ὁδηγεῖ καὶ εἰσφέρει αὐτὸν εἰς τὰς τοιαύτας σκηνάς, εἰς ἃς ὀλίγοι εἰσέρχονται διὰ τὴν ταπείνωσιν αὐτῶν καὶ ὑπακοήν, πρᾳΰτητά τε καὶ ὑπομονήν. Μὴ οὖν ἀργήσῃς, ἀλλ’ ἔργασαι «μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ἐν ᾧ ἔρρωσο διὰ παντὸς εὐλογημένε.

Ὁ αὐτὸς παρεκάλεσε τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ καὶ δηλωθῆναι αὐτῷ πῶς τις ἀξιοῦται καθαρᾶς καὶ πνευματικῆς ζωῆς. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ ἀγαπητὲ ἐν Κυρίῳ, ἔδωκεν ἡμῖν ὁ Θεὸς βαδίσαι εὐκόλως εἰς τὴν ὁδὸν τῶν θελημάτων αὐτοῦ, τὴν ἀπάγουσαν εἰς ζωὴν αἰώνιον. Καὶ λέγω τί ἐστι καὶ πῶς δυνάμεθα καταλαβεῖν αὐτήν, ἵνα οὕτως ἐπιτύχωμεν ὅλων τῶν αἰωνίων ἀγαθῶν.

Ἐπειδὴ ὁ Κύριος ἡμῶν Ἰησοῦς εἶπεν· «Αἰτεῖτε καὶ λαμβάνετε, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν», δεήθητι αὐτοῦ τοῦ ἀγαθοῦ Θεοῦ ἵνα πέμψῃ ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Παράκλητον. Καὶ ἐλθὸν διδάσκει ἡμᾶς περὶ πάντων καὶ τὰ μυστήρια ὅλα ἀποκαλύπτει ἡμῖν. Ὑπὸ τούτου ζήτησον ὁδηγηθῆναι. Οὐκ ἀφῇ πλάνην ἢ ῥεμβασμὸν ἐν τῇ καρδίᾳ. Οὐκ ἀφῇ ἀκηδίαν οὐδὲ στυγνασμὸν ἐν τῇ διανοίᾳ. Φωτίζει ὀφθαλμούς, στηρίζει καρδίαν, ὑψοῖ τὸν νοῦν. Τούτῳ κολλήθητι, τούτῳ πίστευσον, τοῦτον ἀγάπησον. Σοφίζει γὰρ τοὺς ἄφρονας, γλυκαίνει διάνοιαν, δύναμιν παρέχει, σεμνότητα καὶ χαρὰν καὶ δικαιοσύνην, μακροθυμίαν τε καὶ πρᾳότητα, ἀγάπην καὶ εἰρήνην διδάσκει καὶ χαρίζεται. Ἔχεις οὖν τὴν στερεὰν πέτραν. Μὴ ὀλιγωρήσῃς, οἱ ἄνεμοι γὰρ καὶ οἱ ὄμβροι καὶ ποταμοὶ οὐκ ἰσχύουσι καταβαλεῖν τὴν ἐπ’ αὐτῆς οἰκοδομηθεῖσαν οἰκοδομήν. Ἔχεις τὸν μέγαν κυβερνήτην, τὸν ἐπιτιμῶντα τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ ἡσυχάζουσι καὶ φυλάττεται μὴ ναυαγοῦσα ἡ ναῦς. Ἔχεις τὸν διδάσκαλον τὸν ἀγαθόν, νομοθετοῦντα ἐπιλαθέσθαι τῶν εἰς τὰ ὀπίσω καὶ ἐπεκτείνεσθαι εἰς τὰ ἔμπροσθεν. Ἰδοὺ θησαυρὸς ἄσυλος, ἰδοὺ ἀκατάβλητος πύργος. Τί οὖν ψηφίζεις με; Καὶ οὐ δύναμαι ἐλθεῖν εἰς ταῦτα, ἐὰν μὴ νικήσω τὴν ὀργὴν καὶ πνίξω τὸν θυμὸν καὶ κτήσωμαι κατάστασιν γαληνότητος, ἐν ᾗ ἀναπαύεται τὸ θεῖον.

Ἀφήσωμεν οὖν τὴν πανουργίαν, καὶ ἀναλάβωμεν ἀκεραιότητα. Βαθουργήσωμεν καὶ φυτεύσωμεν ἐν τῷ ἀγρῷ ἡμῶν ἄμπελον καρποφόρον, ἵνα τρυγήσωμεν καὶ ποιήσωμεν οἶνον εὐφροσύνης, ἵνα μεθυσθέντες ἐπιλαθώμεθα τῶν θλίψεων καὶ ὀδυνῶν τῶν κατεχουσῶν ἡμᾶς εἰς ἀπώλειαν ψυχῆς.

Ἀδελφέ, θέλημά ἐστι τοῦ Δεσπότου ἡμῶν ἵνα σωθῶμεν. Διὰ τί ἡμεῖς οὐ θέλομεν; Εὖξαι οὖν πάντοτε ἐκτενῶς ἵνα ἔλθῃ ἡμῖν ἡ χαρὰ τοῦ Πνεύματος. Ἐμπλησθέντες γὰρ οἱ Πατέρες, ἐκολλήθησαν αὐτῷ ἐν τελείᾳ ἀγάπῃ κράζοντες· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ;» Καὶ εἶπον· «Οὐδέν». Ἀγαπήσωμεν οὖν, ἵνα ἀγαπηθῶμεν. Προσέλθωμεν ἐν ὅλῃ καρδίᾳ, ἵνα προσδεχθῶμεν. Λίαν ταπεινωθῶμεν, ἵνα ὑψώσῃ ἡμᾶς.

Κλαύσωμεν, ἵνα γελάσωμεν. Λυπηθῶμεν, ἵνα χαρῶμεν. Πενθήσωμεν, ἵνα παρακληθῶμεν. Παρακαλέσωμεν ἡμῖν ἐλθεῖν τὸ Πνεῦμα, ἵνα ὁδηγήσῃ ἡμᾶς ἐν ἀληθείᾳ ὅλῃ. Οὐ ψεύδεται γὰρ ὁ λέγων· «Ζητεῖτε καὶ λαμβάνετε.» Ὁ Κύριος συνέλθῃ ἡμῖν ἐπὶ πᾶσι κατὰ τὸ ἔλεος αὐτοῦ, εἰς τὸ μαθεῖν ἡμᾶς τίνες ἐσμὲν καὶ τί χρῄζομεν ἢ τί θέλομεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Ὁ αὐτὸς παρεκάλεσε τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ, ἵνα χαρίσηται αὐτῷ ὁ Θεὸς προκοπήν. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, παρακάλεσον τὴν ἀγαθότητα «τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν», τοῦ δοῦναί σοι γρήγορσιν πνευματικήν, τὴν ἀνάπτουσαν τὸ πνευματικὸν πῦρ, ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Δεσπότης οὐρανοῦ καὶ γῆς. Καὶ συμπαρακαλῶ κἀγὼ κατὰ τὴν δύναμίν μου, ἵνα χαρίσηται αὐτὴν ὁ Θεός, ὁ παρέχων πᾶσι τοῖς ἐν πόνῳ καὶ πόθῳ αἰτοῦσι χαίρων. Κἂν ἔλθῃ, ὁδηγήσει σε ἐν ἀληθείᾳ ὅλῃ. Φωτίζει ὀφθαλμούς, ἀνορθοῖ τὸν νοῦν, ἐξορίζει τὸν ὕπνον τῆς χαυνότητος καὶ τῆς ἀμελείας. Στίλβει τὰ ἰωμένα ἐν τῷ χώματι τῆς ῥᾳθυμίας ὅπλα. Λαμπρύνει τὰ ῥυπωθέντα ἱμάτια ἐν τῇ αἰχμαλωσίᾳ τῶν βαρβάρων. Καὶ ποιεῖ τοῦ μισῆσαι τὰ βδελύγματα τῶν θνησιμαίων αὐτῶν καὶ ποθῆσαι τοῦ ἐμφορηθῆναι τῆς πνευματικῆς θυσίας, τῆς τυθείσης διὰ τοῦ μεγάλου ἡμῶν ἀρχιερέως, περὶ ἧς ἤκουσεν ὁ Προφήτης ὅτι καθαίρει ἁμαρτίας καὶ ἀφαιρεῖ ἀνομίας, τοῖς πενθοῦσι χαρίζεται, τοῖς ταπεινοῖς δωρεῖται, ἐν τοῖς ἀξίοις ἀποτίθεται. Καὶ ζωὴν αἰώνιον δι’ αὐτῆς κληρονομοῦσιν, ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Ἀμήν. Ὁ αὐτὸς ᾔτησεν ἐκτενῶς τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ, ὅπως καταξιωθῇ «τῆς νεκρώσεως τοῦ Ἰησοῦ.» Ἀπόκρισις Βαρσανουφίου· Πᾶν αἴτημα ἀγαθόν, χαίρω αἰτῶν τὸν Θεὸν παρασχεῖν ὑμῖν, καὶ πιστεύω ὅτι παρέχει, οὐ ψεύδεται γὰρ ὁ λέγων· «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν.» Ὁ Θεὸς οὖν παράσχῃ τὰ αἰτήματα ὑμῶν. Ἀμήν. Ὅμως μὴ ἀμεριμνήσῃς εἰς τὸ καὶ αὐτὸς κοπιάσαι μικρόν. Καὶ γὰρ οἱ θέλοντες σάκρας παρὰ τοῦ βασιλέως, κἂν ἔχωσι πολλοὺς προϊσταμένους, ὑπομένουσι καὶ αὐτοὶ θλίψεις καὶ κινδύνους θαλασσῶν ἢ ὁδῶν καὶ κόπους, ἕως ἂν ἐπιτύχωσιν.

Οὕτως οὖν καὶ αὐτὸς συνεισένεγκε μικρὸν κόπον, ἵνα εὕρῃς τὸ μέγα ἔλεος. «Πολλὰ γὰρ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» Εἰπὲ δὲ τῷ ἀδελφῷ τῷ μετὰ σοῦ, τῷ ἀγαπητῷ μου ἐν Κυρίῳ· «Ὑπόμεινον ὀλίγον, καὶ εὐχαρίστησον τῷ Κυρίῳ, τῷ ἀεὶ παιδεύοντι ὃν ἀγαπᾷ», καὶ παρέχει σοι ἐκεῖ τὸ μέγα ἔλεος ὅπου ζητεῖς σταγόνα ὕδατος. Ἀλλ’ ὅμως, καὶ ὧδε, οὐ μετὰ ὀργῆς παιδεύει σε καὶ ἡμᾶς ὁ Θεός. Ἀσπάζομαι πάντας ὑμᾶς ἐν Κυρίῳ καὶ παρακαλῶ εὔξασθε ὑπὲρ ἐμοῦ διὰ τὴν ἀγάπην.

Τοῦ αὐτοῦ αἴτησις εὐχῆς πρὸς τὸν αὐτὸν μέγαν Γέροντα περὶ τοῦ ἐξελθεῖν ἀπὸ τοῦ παλαίου ἀνθρώπου. Ἀπόκρισις Βαρσανουφίου· Ἄκουσον ἀδελφὲ ἀγαπητέ, καὶ δὸς τὴν καρδίαν σου τοῦ φυλάξαι τὰ λαλούμενά σοι θεῖα ῥήματα, οὐκ ἐξ ἀνθρώπου ἀλλ’ ἐκ Πνεύματος ἁγίου. Ὁ Ἰησοῦς ἰατρός ἐστι τῶν ψυχῶν καὶ τῶν σωμάτων. Εἰ τραῦμα ἔχεις, εἰσάγω σε πρὸς αὐτὸν καὶ δέομαι αὐτοῦ τοῦ θεραπεῦσαί σε ἄμφω, ἐὰν καὶ σὺ θελήσῃς.

Ὁ Κύριος ἡμῶν, ὁ Υἱὸς τοῦ Θεοῦ δοτήρ ἐστι πάντων τῶν ἀγαθῶν χαρισμάτων καὶ παρακαλῶ αὐτὸν παρασχεῖν σοι, οὐ μόνον τὰ αἰτήματά σου, ἀλλ’ ὑπερεκπερισσοῦ ὧν αἰτεῖς ἢ νοεῖς, καὶ λέγει μοι· Θελήσει καὶ αὐτός, καὶ δίδωμι. Υἱὸς Θεοῦ καὶ φῶς καὶ δύναμίς ἐστιν ὁ Ἰησοῦς, ὁ ἐκ τῆς ἁγίας Παρθένου Μαρίας σαρκωθείς. Ὃς καὶ «ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», καὶ ἑαυτὸν προσήνεγκε «θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ» καὶ Πατρὶ ὑπὲρ ἡμῶν τοῦ παρασκευάσαι ἡμᾶς «ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων», «βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον.» Ὁ ταῦτα δι’ ἡμᾶς ὑπομείνας, ὑπογραμμὸν ἡμῖν ἐγκατάλειψεν ὑπομονῆς, καὶ χαίρει ὅταν αἰτῶμεν αὐτόν. Αἰτῶ αὐτὸν φωτίσαι σου τὴν καρδίαν τοῦ νοῆσαι πῶς θέλει συνετίσαι καὶ σέ, τῇ ἐμῇ εὐτελείᾳ.

Αἰτῶ σοι δύναμιν καὶ σὺ αἴτησον. Αἰτῶ τὸ εἶναί σε υἱὸν Θεοῦ, συγκοπίασον καὶ σύ, καὶ ἵδρωσον. Λέγει γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ὑμᾶς ἀναπαύσω.» Προσέρχομαι οὖν αὐτῷ ὑπὲρ σοῦ μετὰ ἀναιδείας πολλῆς, ἐὰν μὴ καὶ σὺ προσέρχῃ, αἰσχύνη ἐστὶ μεγάλη. Καὶ τὸν ζυγὸν αὐτοῦ καὶ τὸ φορτίον ὑπὲρ σοῦ βαστάζω.

Καὶ πῶς καιρῷ ἔχεις ἀκοῦσαι; Ἰησοῦς οὐδένα ἀποβάλλει. Καὶ γὰρ τῇ ἑνδεκάτῃ ὥρᾳ ἐμισθώσατο ἐργάτας εἰς τὸν ἑαυτοῦ ἀμπελῶνα. Κολλήθητι αὐτῷ καὶ ποίησον μικρὸν κόπον ἵνα πληρωθῇς τὸν μισθὸν ἶσον πάντων, ὡς κἀγὼ εὔχομαι.

Ἄνθρωπος γέγονε διὰ σὲ ὁ Υἱὸς τοῦ Θεοῦ, γενοῦ καὶ σύ, δι’ αὐτοῦ Θεός. Θέλει γάρ, ὅταν σὺ θέλῃς. Καὶ εὔχομαι ἵνα ἐλευθερωθῇς τοῦ παλαιοῦ ἀνθρώπου. Ἀλλὰ εὑρεθῇς εἰς τὸ χωρίον τοῦτο. Ἐὰν οὖν πυκτεύσῃς, νοῦν σοι ἔδωκεν ὁ Υἱὸς τοῦ Θεοῦ, αὐτὸν αὐτῷ δὸς εἰς τὸν οὐρανόν, «τὰ ἄνω ζητῶν, τὰ ἄνω φρονῶν», ὅπου αὐτὸς τυγχάνει, «ἐκ δεξιᾶς τοῦ Θεοῦ», ὅπου ἀξιῶ ἵνα φθάσῃς, σὺν πᾶσι «τοῖς ἀγαπῶσι τὸ ὄνομα αὐτοῦ.» Τούτῳ γὰρ τῷ τρόπῳ ἐλευθεροῦταί τις τοῦ παλαιοῦ ἀνθρώπου.

Ὁ Ἰησοῦς εἶπε τοῖς ἀποστόλοις· «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Γῆ ἐστι τὸ σῶμά σου. Φησὶ γάρ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Γενοῦ ἑαυτῷ ἅλας, ἁλίζον καὶ ἀναξηραῖνον τὰς σηπεδόνας καὶ τοὺς σκώληκας, τοῦτ’ ἔστι τοὺς κακοὺς λογισμούς. Καὶ τοῦτο ποιήσῃς, συγκοπιῶ καὶ συναλίζω σοι, ἵνα μὴ ὀζέσωσι καὶ ἀηδίσωσι ἀλλήλους. Σωθῆναι ἡμᾶς θέλει ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν. Ἀλλ’ ἐξ ἡμῶν ἐστι τὸ βοᾶν ἀδιαλείπτως· «Σῶσόν με Κύριε, καὶ σῴζομαι.» Καὶ γὰρ ἐβόησάν τινες· «Καὶ ἰδοὺ εἰσῆλθα εἰς τὸν λιμένα τοῦ θελήματός σου», εἰς ὃν ἐλπίζω ὅτι εἰσέρχῃ, ἐὰν δώσῃς μοι χεῖρα κατὰ τὸ δυνατόν. Νόησον τὰ ῥηθέντα καὶ ἀκολούθησον καὶ φθάνεις κατὰ τὸν εἰπόντα· «Οὕτως τρέχετε ἵνα καταλάβητε.» Εὔχου ὑπὲρ ἐμοῦ ἀδελφέ, ἵνα μὴ κατακριθῶ λαλῶν καὶ μὴ ποιῶν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα περὶ διαφόρων λογισμῶν καὶ περὶ τῆς ἀκριβείας τῆς ὁδοῦ τοῦ Θεοῦ. Ἀπόκρισις Βαρσανουφίου· Ὅλα ἃ ἔγραψας αἰτῶν τὸν Θεὸν διὰ τῆς ἐμῆς εὐτελείας, ἀδελφὲ λήθαργε, εἰς ἓν συντείνει, τὸ ἐλευθερωθῆναι ἀπὸ τοῦ παλαιοῦ ἀνθρώπου καὶ σωθῆναι εἰς τὴν τοῦ Θεοῦ βασιλείαν καὶ εἰς τὴν ἀνεκλάλητον χαρὰν τῶν ἁγίων. Καὶ τοῦτ’ ἔστι τὸ χωρίον ὃ εἶπόν σοι, τὸ μέτρον τοῦ ἀπαλλαγῆναι καὶ καθαρισθῆναι ἀπὸ τοῦ παλαιοῦ ἀνθρώπου καὶ εὑρεθῆναι ἐν τῷ ἁγιασμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. Ὑπερεκπερισσοῦ δὲ ὧν αἰτεῖς ἢ νοεῖς, ἐγὼ αἰτῶ τὸν Θεόν, συνεχόμενος ἀπὸ τῆς ἀγάπης, παρασχεῖν σοι. Καὶ ἐὰν μὴ ἐμποδίσῃς διὰ τὴν χαυνότητα καὶ ἀμέλειαν, θαυμάσαι ἔχεις καὶ δοξάσαι τὸν Θεόν, πῶς καταλλάσσει σε ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναί σε. Νόησον ὃ λέγω σοι. Ὁ Θεὸς συγχωρήσει σοι ἃ ἥμαρτες καὶ ταῖς μετὰ ταῦτα ἑτοιμάσει σοι συγχώρησιν.

Περὶ δὲ τῶν νυκτερινῶν φαντασιῶν, κατὰ φθόνον πειράζει σε ὁ διάβολος, ὅτι μετανοεῖς τῷ Θεῷ, θέλων σε χλευάσαι ὅτι οὐδὲν ὠφελεῖ ἡ πολλὰ ἰσχύουσα μετάνοια τοῦ χαυνῶσαί σε ἀπὸ τῆς μετανοίας. Ἀλλὰ μὴ ἐνδώσῃς. Καὶ γὰρ πολλὴν ἔχεις βοήθειαν διὰ τῶν εὐχῶν τῶν ἁγίων, ἐὰν καὶ σὺ θέλῃς. Σπουδὴ δέ ἐστιν ἵνα, ἐὰν συναρπαγῇς ἐν λόγῳ ἢ ἐν ἔργῳ καὶ μνησθῇς ὅτι ἥμαρτες εἴς τινα, ἵνα παραχρῆμα ἀπέλθῃς καὶ βάλῃς αὐτῷ μετάνοιαν, καὶ βλέπων ὁ Θεὸς σκεπάζει σε ἀπὸ τῶν ἐχθρῶν σου.

Περὶ δὲ τῶν βρωμάτων, μὴ πάνυ φροντίσωμεν τοῦ σώματος, συμβαίνει γὰρ τοῦ εἶναι πόλεμον ἀπὸ τῶν δαιμόνων, ἵνα βάλωσιν ἡμᾶς εἰς μέριμναν καὶ ἵνα ἀδολεσχοῦντες εἰς αὐτά, ἀφήσωμεν τὰ ἡμῖν προκείμενα ἀγαθά.

Περὶ δὲ τῆς ἀκριβείας τῆς ὁδοῦ τοῦ Θεοῦ, οὐ χρὴ εἰπεῖν ἄρτι ἵνα μὴ εἰς ἀπόγνωσιν φέρω σε. Ἀλλὰ πίστευσον ὅτι δωρεὰν σῴζει σε ὁ Θεὸς διὰ τῶν εὐχῶν τῶν ἁγίων. Δύνανται γὰρ αὐτὸν δυσωπῆσαι. Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα περὶ ἀκηδίας καὶ ἄλλων τινῶν λογισμῶν. Ἀπόκρισις Βαρσανουφίου· Ὁ Θεὸς ὁ μόνος ἀναμάρτητος, «ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν», ἐνδυναμώσει σου τὴν ἀγάπην «τοῦ λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου» μέχρις ἐσχάτης ἀναπνοῆς, ἐν τῷ ναῷ τοῦ θυσιαστηρίου τοῦ ἔσω ἀνθρώπου, ἐν ᾧ νοηταὶ θυσίαι προσφέρονται τῷ Θεῷ, ἐν ᾧ προσφέρεται τὸ δόκιμον χρυσίον καὶ λίβανος καὶ σμύρνα, ἐν ᾧ θύεται ὁ μόσχος ὁ σιτευτός, καὶ ῥαντίζεται τὸ τίμιον αἷμα τοῦ ἀμώμου Ἀμνοῦ, ἐν ᾧ κραυγαὶ τῶν ἁγίων ἀγγέλων μετὰ συμφωνίας γίνονται. «Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.» Τότε δέ, πότε; Ὅταν παραγίνηται ὁ μέγας ἀρχιερεὺς ὁ τὴν ἀναίμακτον θυσίαν προσφέρων καὶ προδεχόμενος, ὅταν ἐν τῷ ὀνόματι αὐτοῦ ἀκουστὴ γένηται ἐν τοῖς ὠσὶ τοῦ παρὰ τὴν ὡραίαν πύλην τοῦ ἱεροῦ καθημένου παραλυτικοῦ ἡ φωνὴ τῆς χαρᾶς· «Ἔγειρε καὶ περιπάτει». Ὅτε εἰσέρχεται «εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν» τότε παύεται ὁ ὕπνος τῆς ἀκηδίας καὶ τῆς ἀμαθίας, τότε καταργεῖται ἡ νύσταξις τῆς ῥᾳθυμίας ἀπὸ τῶν βλεφάρων.

Τότε ἅπτουσιν αἱ φρόνιμοι πέντε παρθένοι τὰς λαμπάδας αὐτῶν καὶ συγχορεύουσι τῷ νυμφίῳ ἐν τῇ ἁγίᾳ παστάδι, συνᾴδουσαι ἀλλήλαις ἀθορύβως· «Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ’ αὐτόν». Καὶ τότε καταργοῦνται οἱ πόλεμοι καὶ οἱ μολυσμοὶ καὶ αἱ κινήσεις, καὶ βραβεύει ἡ ἁγία εἰρήνη τῆς ἁγίας Τριάδος. Καὶ σφραγίζεται ὁ θησαυρὸς καὶ ἄσυλος μένει. Εὖξαι ἵνα νοήσῃς καὶ φθάσῃς καὶ χαρῇς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα περὶ πειρασμοῦ κρυπτοῦ καὶ περὶ προκοπῆς. Ἀπόκρισις Βαρσανουφίου· Θαυμάζω σου τὴν ἀγάπην ἀδελφέ, πῶς ἀγνοεῖς τὰς τέχνας τῶν δαιμόνων. Ὅτι ὡς ἐμαρτύρησεν ὁ Θεὸς τῷ Ἰώβ, παρωξύνθησαν κατ’ αὐτοῦ. Καὶ ὡς ἔμαθον ὅτι ἐγγὺς ἦν τοῦ καθαρισθῆναι ὁ παῖς, ἐσπάραξαν αὐτόν. Οὕτως καὶ ὅταν βλέπωσί τινα εἰς προκοπὴν ἐλθόντα, πειράζουσιν αὐτὸν φθόνῳ. Οὐ πειράζουσι δὲ τὸν ἐλθόντα εἰς προκοπὴν ἀπὸ τῶν ἰδίων αὐτοῦ ἔργων, οὗτος γὰρ ἐνίκησεν αὐτούς, ἀλλὰ τὸν ἐλθόντα διὰ τῶν εὐχῶν τῶν ἁγίων χάριτι, κατὰ συγχώρησιν Θεοῦ, ἵνα γνῷ τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ταπεινωθῇ καὶ μὴ ἐπαρθῇ ἐπὶ τῷ χαρίσματι. Καθὼς στρατιαὶ πολλαί εἰσιν ὑπερέχουσαι ἀλλήλων, οὕτως εἰσὶ μοναὶ πολλαὶ παρὰ τῷ Πατρὶ τῶν φώτων ὑπερέχουσαι ἀλλήλων. Εἰ μὴ γὰρ οὕτως, καὶ διὰ τί πολλαί;

Ἐπειδὴ οὖν ἔταξά σε, μᾶλλον δὲ ὁ Θεὸς δι’ ἐμοῦ τοῦ δούλου αὐτοῦ, ὅπου αὐτὸν παρεκάλεσα, εἶπον ὅτι ἐστράτευσά σε. Ἀληθῶς γὰρ πνευματική ἐστι ἡ στρατεία. Ὁ Θεὸς ἐνισχύσει σε ἐν τῷ φόβῳ αὑτοῦ. Εὖξαι ὑπὲρ ἐμοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα περὶ προκοπῆς ψυχῆς καὶ νουθεσίας πρὸς ἀδελφὸν καὶ περὶ πίστεως πρὸς τὸν αὐτὸν κοινὸν Πατέρα. Ἀπόκρισις Βαρσανουφίου· Πίστευσόν μοι ποθεινότατε, ὅτι σὺν Θεῷ οὐκ ἔξω στήκεις τῶν πυλῶν τῆς τῶν οὐρανῶν βασιλείας. Ἀλλὰ στῆθι καλῶς προσέχων ἑαυτῷ μετὰ ἀκριβείας τοῦ μὴ ἐκεῖθεν ἐξεωθῆναι.

Τοῦ γὰρ Θεοῦ ἐστι τὸ εἰσενεγκεῖν τὸν ἄνθρωπον διὰ τῶν δεομένων αὑτοῦ ἁγίων, τοῦ δὲ ἀνθρώπου ἐστὶ τὸ μεῖναι ἢ ἐξεωθῆναι. Καὶ κατὰ πρόσβασιν θελήματι Θεοῦ εἰς ὑπεροχάς σε ἄγω. Εὐθύμει οὖν ἐν Κυρίῳ καὶ προθύμως βάδιζε ἐν τῇ ὁδῷ αὐτοῦ καὶ λαμβάνεις παρ’ αὐτοῦ βοήθειαν ἐν τῷ θελήματι αὐτοῦ.

Περὶ δὲ τοῦ ἀδελφοῦ, ταπεινῇ καρδίᾳ δέξαι αὐτὸν καὶ λάλησον αὐτῷ, εἴ τι βάλῃ ὁ Θεὸς εἰς τὴν καρδίαν σου εἰπεῖν, προσέχων ὅτι χρείας γενομένης καὶ τὸ στόμα τῆς ὄνου ἤνοιξε. Καὶ εἰ ἐξ αὐτοῦ ἐστι τὸ πᾶν, εἰς ὠφέλειαν πάντων αὐτῷ ἐπίγραψον καὶ τὴν διὰ σοῦ τῷ ἀδελφῷ γινομένην ὠφέλειαν. Καὶ ἐὰν ἴδῃ σου τὴν ταπείνωσιν ὁ Θεός, σοὶ ἐπιγράφει τὸν μισθὸν τῆς νουθεσίας, ὁ δώσας ἐν τῷ στόματί σου τὸν λόγον καὶ πληροῦται εἰς ὑμᾶς τὸ γεγραμμένον· «Ἀδελφὸς ὑπ’ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ τετειχισμένη.» Ὁ Κύριος Ἰησοῦς συνεργήσει ὑμῖν πάντα εἰς ἀγαθόν.

Περὶ δὲ τοῦ ἐλαχίστου δούλου, εἰ ὁ Θεὸς ἐδωρήσατό σοι τὴν πίστιν, αὐτός ἐστιν ὁ αὐξάνων καὶ φυλάσσων. Οὐ γὰρ δύναται ἀποκαλύψαι μεγάλα μυστήρια μεγάλοις ἀνθρώποις δι’ ἐλαχίστων. Αὐτὸς γὰρ γίνεται «τὰ πάντα ἐν πᾶσιν.» Συγχώρησον πάτερ, καὶ εὖξαι ὑπὲρ ἐμοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Τί ποιήσει ὁ θέλων ἡσυχάζειν διὰ τὸ ὄνομα τὸ γινόμενον αὐτῷ, μήποτε ὑπὲρ αὐτὸν βλάψῃ αὐτόν, καθὼς καὶ οἱ Πατέρες εἶπον· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ οὗ τὸ ὄνομα μεῖζόν ἐστι τοῦ ἔργου αὐτοῦ;

Καὶ εἰ ὀφείλει τισὶ συντυγχάνειν ἢ παντελῶς οὐδενί. Ἀπόκρισις Ἰωάννου· Τὸ ἔχειν τινὰ ὄνομα ἢ δόξαν μείζονα τῆς ἐργασίας αὐτοῦ οὐδὲν βλάπτει τὸν μὴ συνηδόμενον ἢ συγκατατιθέμενον τοῖς λεγομένοις. Ὥσπερ καὶ ἐπὶ τοῦ συκοφαντουμένου εἰς φόνον, μηδὲν δὲ τοιοῦτον πεπραχότος, ὀφείλει δὲ ὁ τοιοῦτος λογίζεσθαι ὅτι τί ἔχουσι περὶ ἐμοῦ οἱ ἄνθρωποι; Καὶ τί εἰμι καὶ οὐκ οἴδασιν.

Τὸ δέ τισι συντυγχάνει, τισὶ δὲ οὔ, ὑποβάλλειν τινὰς καί τινας ἀποδέξασθαι ποιεῖ καὶ φέρει τοῦτό τινα εἰς τὸ διακρῖναι τοὺς ἀνθρώπους. Κατὰ ποῖον οὖν τρόπον λέγει· Φέρε τοῦτον καὶ μὴ ἐκεῖνον; Ὁ οὖν δυνάμενος ἀπὸ πάντων ἀμεριμνῆσαι, κατὰ τὴν ἀφροσύνην μου λέγω, καλῶς ποιεῖ, ἐπιγνοὺς τὴν ἰδίαν ἀσθένειαν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Παρακαλῶ σε τίμιε Πάτερ, συγκαταβῆναί μου τῇ ἀσθενείᾳ καὶ ἐπιτρέψαι μοι, ἐὰν θελήσῃ τις τῶν Πατέρων ἐλθεῖν εἰς τὸ κελλίον καὶ ποιῆσαί μοι εὐχήν, ἵνα δέξωμαι αὐτόν, εἶδον γὰρ ἐμαυτὸν βαρηθέντα ἐκ τῆς ἀκηδίας, ἕως οὗ ὁ Θεὸς διὰ τῶν εὐχῶν ὑμῶν στερεώσῃ μου τὴν ψυχήν.

Ἀπόκρισις Ἰωάννου· Παρακαλῶ τὴν ἀγάπην σου ἀδελφέ μου, μὴ βάλῃς με ἄνω, ἄφρων γάρ εἰμι καὶ ἐπαίρομαι. Καὶ ὀφείλω γνῶναι ὅτι κάτω εἰμί. Τὸ γὰρ εἰπεῖν συγκατάβηθι σημαίνει ὅτι ἄνω, ἐν τῷ ὕψει, κάθημαι. Καὶ οὐκ οἶδας ὅτι ἀπαιτοῦμαι εἶναι ὑπὸ κάτω παντὸς ἀνθρώπου; Ὁ ὑποκάτω οὖν ὤν, οὐκέτι ἔχει ποῦ κατελθεῖν. Τὴν νουθεσίαν ἔχεις τοῦ ἁγίου Ἀποστόλου λέγοντος· «Πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε.» Πᾶν πρᾶγμα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος κατὰ φόβον Θεοῦ, τοῦτο ὠφελεῖ τὴν ἑαυτοῦ ψυχήν.

Εἰ οὖν ὠφελεῖ σε ἡ συντυχία, οὐκ ἐγώ εἰμι ὁ κωλύων σε συντυχεῖν, κακῶς ποιῶ κωλύων ἀπὸ σοῦ τὴν ὠφέλειαν. Ἐγὼ οὖν οὐ μόνον ὅτι οὐ κωλύω, ἀλλὰ καὶ περίψημά εἰμι τῶν ἐρχομένων ὑπερεύξασθαί σου καὶ ὠφελῆσαι. Εἴτε οὖν συντυγχάνεις εἴτε μή, ὁ Κύριος ἐνδυναμώσει τὴν σὴν ἐν Χριστῷ γνησίαν ἀγάπην. Τί γὰρ ψηφίζομαι ἐν τοῖς ἀνθρώποις, ἵνα καὶ τοῦτο ἐμαυτῷ ἀπαιτήσω; Τὸ κέρδος σου ἐμοὶ χαρά ἐστιν. Τοῦτο δὲ λογίζομαι ὅτι τὸ συντυγχάνειν διὰ τὸν Θεὸν καλόν ἐστι, καὶ τὸ μὴ συντυγχάνειν διὰ τὸν Θεὸν καλόν ἐστι. Συντυγχάνων οὖν τοῖς ἐρχομένοις ἁγίοις καὶ ὠφελούμενος, παρακάλεσον αὐτοὺς εὔξασθαι ὑπὲρ ἐμοῦ ἵνα μὴ καταισχυνθῶ. Ποιῶν καὶ αὐτὸς τὸ αὐτὸ ὑπὲρ ἐμοῦ διὰ τὴν ἀγάπην.

Ὁ αὐτὸς κόψας τὴν τῶν πολλῶν συντυχίαν, ἐζήτησε συντυχεῖν τινι. Καὶ ἠρώτησε τὸν αὐτὸν Γέροντα λέγων· Ἐπειδὴ ἔχω σχέσιν ἀγάπης μετά τινος ἀδελφοῦ καὶ θέλει μοι συντυχεῖν, συντύχω αὐτῷ ἢ οὔ; Ἀπόκρισις Ἰωάννου·

Εἰ ὅλως σχέσιν ἀγάπης ἔχεις πρός τινα, τί ἔχεις τὸν λογισμὸν περὶ τῶν ἄλλων; Ὅτι μέσον οὐ συντυγχάνεις αὐτοῖς; Ἢ τί; Μάθε ποῦ εἶ τέως, καὶ ἐὰν θέλῃς, μεμφόμενος ἑαυτὸν σύντυχε. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ. Τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα αἴτησις εὐχῆς καὶ ἐρώτησις περὶ τελείας ἡσυχίας.

Ἀπόκρισις Βαρσανουφίου· Ὁ Κύριος Ἰησοῦς, ὁ Υἱὸς τοῦ εὐλογημένου καὶ ὑψίστου Θεοῦ, ἐνδυναμώσει καὶ ἐνισχύσει ὑμᾶς εἰς ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος αὐτοῦ, ἵνα ἔλθῃ καὶ τῇ ἀγαθῇ αὐτοῦ παρουσίᾳ διδάξῃ ὑμᾶς περὶ πάντων, καὶ φωτίσῃ ὑμῶν τὰς καρδίας καὶ ὁδηγήσῃ ὑμᾶς ἐν ἀληθείᾳ ὅλῃ, ἵνα ἴδω ὑμᾶς ὡς ὁ φοῖνιξ θάλλοντας ἐν τῷ παραδείσῳ τοῦ Πατρός μου καὶ Θεοῦ, καὶ εὑρεθῆτε ὡς «ἐλαία κατάκαρπος» ἐν μέσῳ τῶν ἁγίων, καὶ ὡς «ἄμπελος καρποφόρος ἐν τῷ θείῳ χωρίῳ ὅλη ἀληθινή.» Καταξιώσει δὲ ὑμᾶς ὁ Κύριος πιεῖν «ἐκ τῆς πηγῆς τῆς σοφίας.» Ἤδη γὰρ ὅσοι ἔπιον ἐξ αὐτῆς ἐπελάθοντο ἑαυτῶν, ὅλοι ἔξωθεν γενόμενοι τοῦ παλαιοῦ ἀνθρώπου. Καὶ ἀπὸ τῆς πηγῆς τῆς σοφίας, ὡδηγήθησαν εἰς ἄλλην πηγήν, τῆς ἀγάπης τῆς οὐδέποτε πιπτούσης. Καὶ ἐν ταύτῃ γενόμενοι τῇ τάξει, κατέλαβον τὸ ἀρέμβαστον καὶ ἀμετεώριστον μέτρον, ὅλοι νοῦς γενόμενοι, ὅλοι ὀφθαλμός, ὅλοι ζῶντες, ὅλοι φῶς, ὅλοι τέλειοι, ὅλοι θεοί. Ἐπόνεσαν, ἐμεγαλύνθησαν, ἐδοξάσθησαν, ἐλαμπρύνθησαν, ἐτελειώθησαν, ἔζησαν, ἐπειδὴ πρῶτον ἀπέθανον.

Εὐφραίνονται καὶ εὐφραίνουσιν. Εὐφραίνονται ἐν τῇ ἀχωρίστῳ Τριάδι, καὶ εὐφραίνουσι τὰς ἄνω δυνάμεις. Ποθήσατε τὴν αὐτῶν τάξιν, δράμετε τὸν αὐτῶν δρόμον, ζηλώσατε τὴν αὐτῶν πίστιν, κτήσατε αὐτῶν τὴν ταπείνωσιν, τὴν ὑπομονὴν ἐν πᾶσιν, ἵνα καταλάβητε αὐτῶν τὴν κληρονομίαν. Τὴν ἄπτωτον ἀγάπην αὐτῶν κρατήσατε, ἵνα μετ’ αὐτῶν εὑρεθῆτε ἐν τοῖς ἀνεκλαλήτοις ἀγαθοῖς, ὅπου «ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Περὶ δὲ τῆς ἡσυχίας, τέως γύμνασον ἔτι μικρὸν καὶ ὁ Θεὸς ποιεῖ τὸ ἔλεος αὑτοῦ.

Ὁ Θεὸς φωτίσει τὰς καρδίας ὑμῶν πρὸς τὸ νοῆσαι τὰ ἐγκείμενα νοήματα· Εἰσὶ γὰρ δυσνόητα τῷ μὴ ἐλθόντι εἰς τὸ αὐτῶν μέτρον. Συγχωρήσατέ μοι καὶ εὔξασθε ὑπὲρ ἐμοῦ ἵνα μὴ ὑστερηθῶ τοῦ ἁγίου μέτρου τούτου, κἂν ἀνάξιός εἰμι αὐτῶν.

Ἐρώτησις πάλιν τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα, εἰ ἐπιτρέπει αὐτῷ τὴν τελείαν ἡσυχίαν. Ἀπόκρισις Βαρσανουφίου· Εἶπα τῇ ἀγάπῃ ἀδελφὲ ἀγαπητέ, περὶ τῆς ἡσυχίας, τῷ τέως ἐκδέξασθαι, οὐχ ὡς μὴ θέλων σε εἰσελθεῖν εἰς τὴν κατάστασιν τοῦ τοιούτου μέτρου, μὴ γένοιτο, ἀλλὰ θέλων καὶ εὐχόμενος, ἵνα χαρίσηταί σοι αὐτὴν ὁ Κύριος καὶ ἐπὶ πλεῖον. Καὶ γὰρ ἡ χαρά μου ἡ μεγάλη ἐστίν, ἡ ὑμῶν πάντων προκοπή. Χαρίσματα δέ εἰσι πνευματικά, ὑπὸ τοῦ Θεοῦ διδόμενα καιροῖς ἰδίοις, καὶ αὐτὸς καλεῖ καὶ βοηθεῖ καὶ φυλάττει. Φησὶ γὰρ ὅτι «Οὐχ ὁ συνιστάνων ἑαυτόν, οὗτος δόκιμός ἐστιν, ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν.» Εἰ οὖν τὸν οἶκόν σου θέλεις οἰκοδομῆσαι, πρῶτον ἑτοίμασον τὰς ὕλας καὶ ὅλα τὰ ἐπιτήδεια. Καὶ τοῦ τεχνίτου λοιπόν ἐστι τὸ ἐλθεῖν καὶ οἰκοδομῆσαι. Εἰσὶ δὲ τὰ ἐπιτήδεια τῆς τοιαύτης οἰκοδομῆς ἡ στερεὰ πίστις εἰς οἰκοδομὴν τῶν τοίχων, ξύλιναι θυρίδες φωτοειδεῖς εἰσφέρουσαι τὸ φῶς τοῦ ἡλίου τὸ καταυγάσαι τὸν οἶκον, ἵνα μηδεμία σκοτία εὑρεθῇ ἐν αὐτῷ. Αἱ δὲ ξύλιναι θυρίδες εἰσὶ τὰ πέντε αἰσθήρια, ἠσφαλισμένα ἐν τῷ τιμίῳ σταυρῷ τοῦ Χριστοῦ, εἰσφέροντα τὸ φῶς τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης, καὶ μὴ συγχωροῦντα μηδεμίαν φαίνεσθαι σκοτίαν ἐν τῷ οἴκῳ, τοῦ ἐχθροῦ καὶ μισοκάλου λέγω. Λοιπὸν θέλεις στέγην σκέπουσαν τὸν οἶκον, «ἵνα μὴ ἡμέρας ὁ ἥλιος κατακαύσῃ σε, μηδὲ ἡ σελήνη τὴν νύκτα.»

Ἑρμηνεύεται δὲ ἡ στέγη ἡ εἰς τὸν Θεὸν ἀγάπη, «ἥτις οὐδέποτε πίπτει», ἡ σκέπουσα τὸν οἶκον καὶ μὴ ἐῶσα τὸν ἥλιον δύνειν ἐπὶ τῷ παροργισμῷ ἡμῶν, ἵνα μὴ εὕρωμεν αὐτὸν κατήγορον ἐν ἡμέρᾳ κρίσεως, καίοντα ἡμᾶς ἐν πυρὶ τῆς γεέννης, μηδὲ τὴν σελήνην μαρτυρῆσαι τῇ τῆς νυκτὸς ἡμῶν χαυνότητι καὶ ῥᾳθυμίᾳ καὶ καίουσαν ἡμᾶς εἰς τὴν αἰώνιον κόλασιν. Χρῄζει λοιπὸν θύρας ὁ οἶκος εἰσφερούσης καὶ φυλαττούσης τὸν ἔσω μένοντα. Ὅταν δὲ εἴπω θύραν, νόησον σὺ ἀδελφέ, τὴν νοητὴν θύραν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν λέγοντα· «Ἐγώ εἰμι ἡ θύρα.» Ἐὰν οὖν οὕτως ἑτοιμάσῃς τὸν οἶκόν σου, μὴ ἔχοντά τι τῶν μισουμένων ὑπ’ αὐτοῦ, ἔρχεται μετὰ τοῦ εὐλογημένου Πατρὸς καὶ τοῦ Πνεύματος τοῦ ἁγίου, καὶ μόνην παρὰ σοὶ ποιήσει καὶ διδάσκει σε τί ἐστιν ἡσυχία καὶ φωτίζει σου τὴν καρδίαν ἐν χαρᾷ ἀνεκλαλήτῳ.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα αἴτησις εὐχῆς καὶ διδασκαλίας πρὸς τὸν ἐνάρετον βίον. Ἀπόκρισις Βαρσανουφίου· Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Θεὸς φωτίσει σου τοὺς ὀφθαλμοὺς τῆς καρδίας, υἱὲ ποθεινότατε καὶ ἀγαπητέ, πρὸς τὸ καταυγάσαι ἐν αὐτοῖς τὸν φωτισμὸν τῆς ἁγίας καὶ μονάρχου καὶ ἀνάρχου καὶ ὁμοουσίου καὶ ζωοποιοῦ Τριάδος, πρὸς τὸ ὁδηγηθῆναι τοῦ νοῆσαι τὰ ἄρρητα αὐτοῦ μυστήρια καὶ χαρῆναι αἰωνίως καὶ ἐξελθεῖν τῆς Αἰγύπτου καὶ σχίσαι ῥάβδῳ τὴν θάλασσαν καὶ ἐξειλῆσαι τῶν χειρῶν τοῦ βαρβάρου Φαραώ, καὶ πανηγυρίζειν Θεῷ θύοντα καὶ ἐσθίοντα ἐν ἁγιασμῷ τὸ Πάσχα, φοινικίζοντά σου τὰ χείλη, ἐν τῷ ἁγίῳ καὶ τιμίῳ αὐτοῦ αἵματι, περιεζωσμένον τὰς ὀσφύας καὶ τὴν ῥάβδον κατέχοντα χερσὶ καθαραῖς καὶ ὑποδήματα ἐν ποσὶν ἀπροσκόποις. Καὶ μαννοτροφηθῇς ἐκ τοῦ οὐρανοῦ διὰ τῶν συνδούλων σου νεφελῶν, καὶ μηκέτι παλαιωθῇ σου τὸ ἔνδυμα, μηδὲ μεγαλυνθῇ σου ἡ θρὶξ τῆς κεφαλῆς. Καθαρισθῇ δὲ ἡ καρδία σου πρὸς ὑποδοχὴν τοῦ δεσποτικοῦ νόμου, καὶ συντρίψεις τὸν χωνευτὸν μόσχον ἐκ μέσου τοῦ λαοῦ σου, καὶ καταπίει ἡ γῆ τοὺς ἐχθρούς σου τοὺς ἀντιλέγοντάς σοι. Καὶ κατακυριεύσεις τῶν βασιλέων τῶν Ἀμορραίων, καὶ ἐξαλείψει ὁ Θεὸς τὰ ἕπτα ἔθνη ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις τὴν γῆν αὐτῶν εἰς τὸν αἰῶνα χρόνον. Καὶ παρέλθῃς τὸν Ἰορδάνην δυνάμει θείας θαυματουργίας.

Καὶ κρατήσεις τὴν τῶν φοινίκων πόλιν καὶ σώσεις Ῥαὰβ τὴν πιστεύσασαν εἰς τὸν Θεόν σου πόρνην. Καὶ σπείρεις καὶ φυτεύσεις καὶ φάγεις καὶ ἐμπλησθῇς καὶ δοξάσεις τὸν δεδωκότα σοι Θεόν.

Καὶ μὴ εὑρεθῇ ἐν σοὶ Θεὸς ἕτερος, ὅτι λοιπὸν ἅγιος ἔσῃ τῷ Θεῷ, καὶ οὐ λυμανοῦσι τὴν χώραν σου ἀλλόφυλοι ὅτι φοβερὸς γίνῃ αὐτοῖς. Καὶ φονεύσεις τὸν Γολιὰθ ἵνα τῷ Δαβὶδ συμβασιλεύσῃς, καὶ ἐκβῇς ἐκ παλαιότητος ἵνα εὕρῃς τὴν καινότητα.

Καὶ πιστεύσεις τῷ Χριστῷ ἵνα συσταυρωθῇς καὶ συναποθάνῃς καὶ συνταφῇς αὐτῷ καὶ συνεγερθῇς λαμπρῶς καὶ συναναληφθῇς ἀπὸ τῆς γῆς ἐνδόξως καὶ συζήσῃς αἰωνίως. Μάλαξον λοιπὸν τὸ κηρίον καὶ ἁπαλύνεται. Ὅσον γὰρ μαλάξεις αὐτά, εὑρίσκεις τὰ ἐν αὐτοῖς νοήματα εἰς ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν. Καὶ περὶ τοῦ ἀδελφοῦ τοῦ μετὰ σοῦ, βάσταξον αὐτὸν κατὰ τὴν δύναμίν σου. Ὁ γὰρ ὑγιαίνων βαστάζει τὸν ἀσθενοῦντα ἕως οὗ ποιήσῃ αὐτῷ ὁ Θεὸς τὸ συμφέρον αὐτῷ. «Χαίρετε ἐν Κυρίῳ.» Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Πάτερ ἅγιε, εὐλόγησόν με πνευματικὴν εὐλογίαν καὶ ἁγίασόν μοι τὸ ἀποσταλέν σοι κουκούλλιον καὶ ἀνάλαβον, ἵνα ἔχω αὐτὰ σκέπην ἐν Χριστῷ ἀπὸ παντὸς πειρασμοῦ.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ ἀγαπητέ, εἰ ὁ Δεσπότης Χριστός, ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὁ πάντα δυνάμενος ἔλεγε τῷ προσελθόντι αὐτῷ· «Κατὰ τὴν πίστιν σου γενηθήτω σοι», ἐγὼ ὁ πτωχὸς καὶ πένης, τί ἔχω σοι εἰπεῖν; Ἀλλ’ ὁ Θεὸς τῶν εὐλογιῶν εὐλογήσει σε ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, καὶ πάσῃ χάριτι δικαιοσύνης. Καὶ ποιήσει σε συμμέτοχον τῆς λαμπρότητος τῶν ἁγίων, κληρονόμον τῆς βασιλείας, ἐλευθερούμενον ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας, εὐχαῖς καὶ πρεσβείας πάντων τῶν ἁγίων.

Περὶ δὲ ὧν ᾔτησας, ὁπότε οὕτως πληροφορῇ, φορῶ αὐτὰ τρεῖς ἡμέρας καὶ πέμπω σοι αὐτά, ὅταν ἁγιάζωνται διὰ τῆς πρὸς Θεὸν συντυχίας τῆς διὰ τῶν ἁγίων προσευχῶν. Δι’ ἧς καὶ σὺ εὖξαι ὑπὲρ ἐμοῦ, παρακαλούμενος.

Τίς ποτε τῶν Πατέων πρεσβύτερος, πολλὰ καμὼν ἐν ταῖς ἐρήμοις καὶ λοιπὸν ζητῶν ἡσυχάσαι ἐν τῷ κοινοβίῳ, ἠρώτησε τὸν ἄλλον Γέροντα πῶς δεῖ ἄρξασθαι τῆς ἡσυχίας. Ἀπόκρισις Ἰωάννου· Ἰωάννης ὁ Βαπτιστὴς εἶπε τῷ Δεσπότῃ ἡμῶν Χριστῷ τῷ Θεῷ· «Ἐγὼ χρείαν ἔξω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;» Ὅμως καλῶς ἐποίησεν ἡ ἀγάπη σου διὰ ταπεινώσεως παιδεύουσα ἡμᾶς, ἵνα κἂν οὕτως αἰσχυνθῶμεν καὶ εἴπωμεν ἡμῶν τὰ πάθη. «Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» Σὺ οὖν ὀφείλεις με θεραπεῦσαι. Σὺ γὰρ καὶ πρεσβύτερος εἶ, ἱερεὺς τοῦ Θεοῦ καὶ ἰατρὸς πνευματικός, ὅστις καλούμενος ἀλεῖψαι ἐλαίῳ τοὺς κακουμένους καὶ θεραπεύων αὐτοὺς ἀπὸ τῆς σωματικῆς ἀσθενείας, συμμίσγεις τῇ ἀλείψει καὶ ἄφεσιν ἁμαρτιῶν. Ἐγὼ οὖν ὁ μὴ ψηφισθεὶς εἰς κλῆρον διὰ τὴν ἀναξιότητά μου καὶ ὅτι τὸ ἄνθος τῶν λευκῶν μου τριχῶν οὐκ ἐκώλυσε τὰ νεωτερικά μου ἐνθυμήματα, πῶς δύναμαι τῷ μείζονί μου συμβουλεῦσαι;

Εἰ γὰρ ἦν κατ’ ἐμὲ ὁ ἐρωτῶν με ἄνθρωπος, οὐκ ἤφιέ με ἡσυχάσαι ἡ φλυαρία μου τοῦ μὴ ἀποκρίνασθαι αὐτῷ, ἀκατάσχετον γὰρ ἔχω τὴν γλῶτταν. Καὶ εἶχον εἰπεῖν αὐτῷ ὅτι παῖς ἀπὸ τῶν μικρῶν μαθημάτων προκόπτει ἐπὶ τὰ μείζονα.

Μὴ οὐκ εἶχεν εἰπεῖν· Πάντως ναί; Καὶ ἐπειδὴ ἀντιλογίζομαι εἶχον αὐτῷ εἰπεῖν, ἔλεγον αὐτῷ. Οὐκοῦν καὶ σύ, ἡσύχασον τὰς πέντε ἡμέρας καὶ συντύγχανε τὰς δύο. Καὶ ἐὰν ᾖ κατὰ Θεὸν τὸ κάθισμά σου, τοῦτ’ ἔστι ἐὰν γινώσκῃς τί ἐστιν ὃ θέλεις καθήμενος, οὐκ ἐμπίπτεις εἰς τὰς χεῖρας τοῦ δαίμονος τῆς κενοδοξίας. Ὁ γινώσκων γὰρ τί εἰσῆλθε ποιῆσαι εἰς τὴν πόλιν, αὐτὸ θέλει καὶ οὐκ ἐκκλίνει ἄλλῃ τὴν καρδίαν αὐτοῦ, ἐπεὶ ἐκπίπτει τοῦ ζητουμένου πράγματος. Συγχώρησόν μοι Ἀββᾶ, ὅτι πρὸς σὲ οὐκ ἔχω τι ἄλλο εἰπεῖν, ἀλλ’ εὖξαι ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον, οὔτε γὰρ ἔργον ἔχω οὔτε λόγον.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ διδόντος μου τῷ σώματι καὶ ὑπὲρ τὴν χρείαν, οὐχ ὑπουργεῖ εἰς τὴν λειτουργίαν, καὶ πάλιν ἐλάττω δοῦναι, φοβοῦμαι ἵνα μὴ τέλεον καταπέσῃ. Τί ὀφείλω ποιῆσαι περὶ τούτου; Καὶ περὶ τῆς ἁγίας κοινωνίας, ἐπειδὴ καθ’ ἡμέραν θέλω κοινωνεῖν, εἰς βάρος μοί ἐστι τὸ ἀνέρχεσθαι πρός με τὸν ἁμαρτωλὸν τὴν ἁγίαν κοινωνίαν ἢ ὀφείλω κατέρχεσθαι καὶ κοινωνεῖν; Καὶ πῶς πάλιν σῴζεταί μοι τὸ τῆς ἡσυχίας;

Ἀπόκρισις Ἰωάννου· Προεῖπον τῇ ἀγάπῃ σου ἀββᾶ, τοὺς λόγους Ἰωάννου πρὸς τὸν Σωτῆρα, καὶ πάλιν προσέθηκας τοῦ γράψαι μοι τῷ ἄφρονι καὶ ἰδιώτῃ; Εἰ οὖν Ἰωάννης ὕστερον οὐκ ἀντέλεξε, τί εἰμι ὁ ἐξουδενωμένος τοῦ ἀντιλέξαι; Λέγω σοι οὖν τὴν ἀλήθειαν ὅτι οὐδέν εἰμι καὶ οὐδὲν οἶδα, ἀλλὰ διὰ τὴν ὑπακοήν, εἴ τι ἔχω ἐν τῇ καρδίᾳ μου, λέγω. Οὐ λέγω δὲ ὅτι πάντως οὕτως ἐστίν, ἀλλ’ ὡς ἔχω, λέγω. Οὐκ ἀπαιτεῖ ὁ Θεὸς παρὰ τοῦ ἀσθενοῦντος λειτουργίαν σωματικήν, ἀλλὰ πνευματικήν, τοῦτ’ ἔστι τὴν εὐχήν. Φησὶ γάρ· «Ἀδιαλείπτως προσεύχεσθε.» Περὶ δὲ τῆς διαίτης τοῦ σώματος, εἰ ὅταν λάβῃ τὴν ἱκανὴν τροφὴν οὐ δύναται λειτουργῆσαι, ἐὰν δὲ μὴ λάβῃ, φοβούμεθα τὴν ἀσθένειαν, κράτει τὴν μεσότητα μήτε ἄνω ἄνω μήτε κάτω κάτω, καὶ πληροῦται ἡ γραφὴ ἡ λέγουσα· «Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά.» Ἀλλὰ δὸς τῷ σώματι τὴν χρείαν αὐτοῦ παρὰ μικρόν. Αὕτη γὰρ ἡ ὁδός ἐστι τῶν Πατέρων· τὸ μήτε σπαταλᾶν μήτε βαρηθῆναι ἐν τῇ πολιτείᾳ.

Περὶ δὲ τοῦ ἔρχεσθαι τὴν ἁγίαν κοινωνίαν, ὁπότε κατὰ καταφρόνησιν οὐ γίνεται ἀλλὰ κατὰ ἀσθένειαν, οὐκ ἔστι κατάκρισις. Καὶ γὰρ ὁ ἀρχιατρὸς πρὸς τοὺς πάνυ κάμνοντας καὶ κακῶς ἔχοντας δι’ ἑαυτοῦ ὑπάγει, ὡς ἤδη πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ κακῶς ἔχοντας, ἀφ’ ἑαυτοῦ ἦλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς. Συγχώρησον Πάτερ, ὅτι ὑποτασσόμενος ἐλάλησα ὁ ἀνάξιος.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐπειδὴ χήρα ἀδικουμένη ἀπέστειλε παρακαλοῦσα, ἵνα γράψω τῷ δομεστικῷ βοηθῆσαι αὐτῇ, ἔχω δὲ περὶ αὐτοῦ δύο λογισμούς. Ὁ εἷς λέγει ὅτι εἰς νέκρωσιν ἦλθα ὧδε, καὶ ἐὰν γράψω αὐτῇ, παραβαίνω τὴν σύνταξιν τῆς νεκρώσεως. Ἐὰν δὲ μὴ γράψω αὐτῇ, παραβαίνω τὴν ἐντολὴν τὴν λέγουσαν βοηθῆσαι τοῖς δεομένοις.

Ποίησον ἀγάπην Πάτερ, καὶ εἰπέ μοι τί ποιήσω. Ἀπόκρισις Ἰωάννου· Εἰ ᾖς νεκρὸς καὶ ἦλθε χήρα ἀδικουμένη, ἠδύνου αὐτῇ βοηθῆσαι; Ἐὰν δὲ ταύτῃ βοηθήσῃς, καὶ ἄλλη ἔλθῃ πάλιν αἰτοῦσά σε περὶ τούτου, παριδεῖν ἔχεις αὐτὴν καὶ παραβῆναι τότε τὴν ἐντολήν; Ὁ νεκρὸς οὐ φροντίζει τινὸς τοιούτου. Κἂν γογγύσωσι κατὰ σοῦ, οὐδέν σε τοῦτο ἀδικεῖ.

Ἀδελφὸς οἰκῶν ἐν τῷ κοινοβίῳ καὶ ὑπηρετῶν γέροντι ἀρρωστοῦντι, ἠρώτησε τὸν μέγαν Γέροντα περὶ τῶν ἰδίων λογισμῶν. Ἀπόκρισις Βαρσανουφίου· Ἀνόητος εἶ, διὰ τοῦτο κατακυριεύουσί σου οἱ λογισμοί, μάλιστα δὲ τὸ δικαίωμα. Ὁ Κύριος θέλει ἵνα ἔχῃς πάντα ἄνθρωπον διαφέροντά σου, καὶ ἡ σκληροκαρδία σου οὐκ ἀφεῖ σε οὐδὲ τὸν Γέροντα τὸν προβεβηκότα σήμερον ἔχειν διαφέροντά σου. Λοιπὸν δεῖξον αὐτῷ ὑπακοὴν ἐν πᾶσι καὶ ποίησον εἴ τι λέγει σοι, εἴτε περὶ τοῦ φαγεῖν καὶ πιεῖν καὶ οἱουδήποτε πράγματος, καὶ ὑποτάγηθι αὐτῷ. Ἐὰν δὲ ᾖ πρᾶγμα βαρύ, γενοῦ γνώμης τοῦ ἀββᾶ καὶ εἴ τι λέγει σοι, ποίησον. Καὶ περὶ ψαλμῳδίας καὶ ἀγρυπνίας, εἴ τι λέγει σοι, ποίησον καὶ ὅλα γίνεταί σοι εἰς σωτηρίαν ψυχῆς. Καὶ ἐὰν συκοφαντήσῃ σε, χαῖρε, συμφέρει σοι γὰρ πάνυ. Καὶ ἐὰν θλίψῃ σε, ὑπόμεινον. «Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Ἐπὶ πᾶσι δὲ εὐχαρίστησον τῷ Θεῷ, Ἡ γὰρ εὐχαριστία πρεσβεύει ὑπὲρ τῆς ἀδυναμίας πρὸς τὸν Θεόν. Ἐν πᾶσι δὲ ἀεὶ κατάκρινε ἑαυτὸν ἁμαρτάνοντα καὶ σφαλλόμενον, καὶ οὐ κατακρίνει σε ὁ Θεός.

Καὶ ταπεινώθητι ἐν πᾶσι καὶ εὑρίσκεις τὴν παρὰ τοῦ Θεοῦ χάριν. Ἐὰν μάθῃς ταῦτα, βοηθεῖ σοι ὁ Θεὸς τοῦ εὑρεῖν δύναμιν. Τοῦτο γὰρ θέλημα αὐτοῦ ἐστιν ἵνα «πᾶς ἄνθρωπος σωθῇ καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἔλθῃ.» Ἀπόκρισις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν·

Ἀδελφέ, μὴ βάλῃς ἑαυτὸν διακρῖναι τοὺς ἐπερχομένους σοι λογισμούς, καὶ γὰρ οὐκ ἔστι τῶν μέτρων σου. Καὶ ταράσσουσί σε ὡς θέλουσι, τὸν μὴ γινώσκοντα τὴν μεθοδείαν αὐτῶν. Ἀλλ’ ἐὰν ταράσσωσί σε, εἰπὲ αὐτοῖς· Ἐγὼ οὐκ οἶδα τίνες ἐστέ, ὁ γινώσκων Θεός, μὴ ἐάσῃ ὑμᾶς πλανῆσαί με. Καὶ ῥίψον ἐνώπιον τοῦ Θεοῦ τὴν ἀδυναμίαν σου λέγων· Κύριε, εἰς τὰς χεῖράς σού εἰμι, βοήθει μοι καὶ ἐξελοῦ με ἐκ τῶν χειρῶν αὐτῶν. Τὸν δὲ βραδύνοντα λογισμὸν καὶ πολεμοῦντά σε, εἰπὲ τῷ ἀββᾶ σου, καὶ διὰ τοῦ Θεοῦ θεραπεύει σε. Καὶ περὶ ἐργοχείρου, εἴ τι ἀκούεις ποίησον καὶ σῴζῃ ἐν ὀνόματι Θεοῦ. Περὶ τῶν Ψαλμῶν, μὴ ἀφῇς τὸ μάθημα, ἐνέργεια γάρ ἐστι, καὶ πύκτευσον τοῦ ἀποστηθίζειν, ὠφελεῖ σε γὰρ πάνυ. Περὶ δὲ τοῦ ἀκοῦσαι τὰ ὑπὲρ τὴν δύναμίν σου, μὴ ζητήσῃς. Ἔχεις γὰρ μαθήματα τέως κατὰ τὰ μέτρα σου τὰ ὠφελοῦντά σε.

Ἀπόκρισις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Μὴ χλευασθῇς ἀφελῇ, οὐκ ἔνι πιστεῦσαι τοῖς ἐχθροῖς σου. Ἐὰν γὰρ ἀμεριμνήσῃς καὶ ἀμελήσῃς, ἔρχονται πάλιν. Ὁ στρατιώτης γὰρ καὶ ἐν καιρῷ τῆς εἰρήνης μελετᾷ τὰ τοῦ πολέμου.

Βλέπε ὅτι ὁ Κύριος εἶπε τῷ ὄφει· «Αὐτός σου τηρήσει τὴν κεφαλὴν καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.» Ἕως οὖν ἐσχάτης ἀναπνοῆς, οὐκ ὀφείλει ἀμεριμνῆσαι ὁ ἄνθρωπος. Πρόσεχε οὖν σεαυτῷ ἀδελφέ, ἀπὸ τῆς ὀργῆς καὶ τῆς κενοδοξίας καὶ τοῦ ὕπνου καὶ τῶν λοιπῶν παθῶν, εἰδὼς ὅτι ὁ ἐχθρὸς οὐ κοιμᾶται οὐδ’ ἀμελεῖ.

Ἀπόκρισις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἀδελφέ, εἰ θέλεις σωθῆναι, κτῆσαι ταπείνωσιν, ὑπακοὴν καὶ ὑποταγὴν ἑκούσιον, καὶ ὅταν ἀκούῃς τίποτε παρὰ τοῦ Γέροντος εἴ τι ἂν ᾖ, εἰπὲ αὐτῷ μετὰ ταπεινώσεως· Εὖξαι ὑπὲρ ἐμοῦ Πάτερ, ὅπως δώῃ μοι ὁ Θεὸς σύνεσιν καὶ γρήγορσιν ἵνα μὴ θλίψω σε. Ταῦτα φύλαξον καὶ σῴζῃ.

Ὁ αὐτὸς ἀδελφὸς ἐν ἀσθενείᾳ περιπεσὼν καὶ ὑποπτεύων ἀποθανεῖν, ᾔτησε μετὰ ταπεινώσεως πολλῆς τὸν αὐτὸν μέγαν Γέροντα περὶ ἀφέσεως ἁμαρτιῶν καὶ περὶ ὑπομονῆς τῆς ἐν τῇ νόσῳ ἕως τέλους. Καὶ ἀπεκρίνατο αὐτῷ οὕτως·

Μὴ λυπηθῇς ἀδελφέ, ὁ γὰρ ἐκτὸς ἁμαρτιῶν θάνατος οὐκ ἔστι θάνατος, ἀλλὰ μετάβασις ἀπὸ θλίψεως εἰς ἀνάπαυσιν, ἀπὸ τοῦ σκότους εἰς τὸ ἀνεκλάλητον φῶς καὶ εἰς τὴν ζωὴν τὴν αἰώνιον. Λέγει δέ σοι ὁ Θεός, ὁ μέγας Βασιλεύς· «Ἀφέωνταί σοι πᾶσαι αἱ ἁμαρτίαι σου», προηγουμένως διὰ τῶν εὐχῶν καὶ δεήσεων τῶν ἁγίων καὶ διὰ τὴν σὴν εἰς αὐτὸν πίστιν. Δώῃ σοι τὴν ὑπομονὴν ἕως τέλους.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Δέσποτά μου Πάτερ, ἐν ταῖς χερσίν σού εἰμι, τοῦ Θεοῦ καὶ ταῖς σαῖς. Ποίησον οὖν εἰς τέλος τὸ ἔλεός σου μετ’ ἐμοῦ καὶ τάχυνον τοῦ ἀπολῦσαί με, παρατιθέμενός με τῷ Δεσπότῃ σου Χριστῷ, καὶ ὁδηγῶν με ταῖς ἁγίαις σου εὐχαῖς καὶ παραπέμπων τὸν ἀέρα καὶ τὴν ὁδὸν ταύτην ἣν οὐ γινώσκω.

Ἀπόκρισις Βαρσανουφίου· Χριστῷ τῷ καταξιώσαντι ὑπεραποθανεῖν ἡμῶν, τῷ Δεσπότῃ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ πάσης πνοῆς, παρατίθημί σε ἀδελφέ, τοῦ καταπραΰναι ἔμπροσθέν σου τὸν φόβον τοῦ θανάτου καὶ τοῦ ἀνεμπόδιστον ποιῆσαι τὴν ἀνάβασιν τῆς ψυχῆς σου καὶ μέτα παρρησίας προσκυνῆσαι τὴν ἁγίαν Τριάδα, τοῦτ’ ἔστιν ἠλευθερωμένον, φοβούμενον δὲ καὶ τρέμοντα κατὰ τοὺς ἀγγέλους, καὶ τοῦ ἀναπαῦσαί σε μετὰ τῶν ἁγίων. Ὕπα οὖν εὐχόμενος ὑπὲρ ἐμοῦ.

Ἄλλος ἀδελφὸς ἀσθενήσας καὶ φθίσει περιπεσὼν καὶ πάνυ κινδυνεύων, παρεκάλεσε τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ καὶ αἰτῆσαι αὐτῷ ἄφεσιν ἁμαρτιῶν. Ἀπόκρισις· Μὴ φοβηθῇς ἀδελφέ, ἀλλὰ μᾶλλον χαρῇ ἡ ψυχή σου καὶ εὐφρανθῇ ἐν Κυρίῳ. Καὶ πίστευσον μετὰ ἀληθείας ὅτι ἰδοὺ συνεχώρησεν ὁ Θεὸς ὅλας σου τὰς ἁμαρτίας, κατὰ τὴν αἴτησίν σου, ἀπὸ παιδὸς μέχρι τοῦ δεῦρο. Εὐλογητὸς ὁ θελήσας Θεὸς ὅτι συνεχώρησέ σοι ὅλας. Μὴ οὖν λυπηθῇς, οὐδὲν γὰρ κακοῦ ἔχεις. Πόνος ἐστὶ καὶ παύεται.

Πάλιν αὐτοῦ βαρηθέντος ἐπὶ πλεῖον, παρεκάλεσάν τινες ἀδελφοὶ τὸν ἄλλον Γέροντα ἑρμηνεῦσαι αὐτοῖς τὴν πρὸ ταύτης ἀπόκρισιν, εἰ περὶ ζωῆς εἶπεν ὁ Γέρων ἢ περὶ θανάτου. Ἀπόκρισις Ἰωάννου· Περὶ θανάτου ἐστί. Δύναται δὲ αὐτῷ αἰτῆσαι ζωήν, ἐὰν πληροφορηθῇ ὑπὸ τοῦ Θεοῦ.

Ταῦτα ἀκούσαντες παρεκάλεσαν τὸν μέγαν Γέροντα αἰτῆσαι αὐτῷ ζωήν. Ἀπόκρισις Βαρσανουφίου· Ὁ Θεός μου ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος ἔτι καὶ ἔτι ἐμπλήσει ὑμᾶς τῆς χαρᾶς τοῦ ἁγίου Πνεύματος. Ἀμήν. Περὶ δὲ τοῦ ἀδελφοῦ, ἀρκεῖ αὐτῷ εἴ τι κατηξιώθη λαβεῖν, ὅτι ἄφνω πλούσιος ἐγένετο καὶ ἐκ δούλου ἐλεύθερος. Ἀλλ’ εὐλογητὸς ὁ εὐδοκήσας καὶ προσδεξάμενος τὴν παράκλησιν Θεός. Μηδὲν οὖν εἴπητε τῷ ἀδελφῷ, ἵνα μὴ λυπηθῇ, ἀλλ’ ὑμεῖς φυλάξετε τὸ μυστήριον. Οὐ γάρ ἐστιν αὐτῷ θάνατος, ἀλλὰ μετάβασις ἀπὸ θανάτου εἰς ζωὴν τὴν αἰώνιον καὶ ἐκ θλίψεως εἰς ἀνάπαυσιν.

Χαίρετε τέκνα ἀγαπητά, ἐν Κυρίῳ. Πάλιν τοῦ ἀδελφοῦ βαρηθέντος καὶ πάνυ κάμνοντος, παρεκάλεσαν τὸν αὐτὸν μέγαν Γέροντα αἰτῆσαι τὸν Θεὸν ποιῆσαι μετ’ αὐτοῦ τάχιον τὸ ἔλεος. Ἀπόκρισις Βαρσανουφίου· Διὰ τοῦτο ἔμεινεν ἐν τῷ κόπῳ, ἵνα μὴ μείνῃ καθ’ ἑαυτὴν ἡ γενομένη περὶ αὐτοῦ δέησις. Καὶ ὁ Θεὸς τὸ συμφέρον αὐτῷ καὶ ἐποίησε καὶ ποιεῖ, εὐχαῖς ἁγίων. Ἀμήν.

Καὶ μετὰ τὴν ἀπόκρισιν ταύτην, ἐτελειώθη ἐν εἰρήνῃ ὁ ἀδελφός.