Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Αμεριμνησία, αποταγή του κόσμου και κανόνες του μοναχικού βίου

Ερωταποκρίσεις σχετικά με τη θεία κοινωνία, την κατ' ιδίαν εστίαση, την έναρξη της ησυχίας, την απόθεση των μεριμνών και τη νέκρωση του ιδίου θελήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 4 από 12

Εἰ μὲν δίκαιοί ἐσμεν, δοκιμασθῶμεν ἐν ταῖς θλίψεσιν, εἰ δὲ πάλιν ἁμαρτωλοί, ὡς ἄξιοι αὐτῶν ὑπομείνωμεν. «Ἡ γὰρ ὑπομονὴ δοκιμὴν ἐργάζεται.» Λάβωμεν κατὰ νοῦν τοὺς ἐξ ἀρχῆς ἁγίους πάντας, βλέπωμεν τί ὑπέμειναν. Καὶ ἀγαθοποιοῦντες καὶ ἀγαθολαλοῦντες καὶ ἐν ἀληθείᾳ ὅλῃ στήκοντες, μισούμενοι καὶ θλιβόμενοι ἦσαν ἀπὸ τῶν ἀνθρώπων ἕως τῆς τελευτῆς αὐτῶν, καὶ ὑπερηύχοντο τῶν ἐχθρῶν καὶ τῶν ἐπηρεαζόντων αὐτούς, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Μὴ οὖν καὶ σὺ κατὰ τὸν σεμνὸν Ἰωσὴφ ἐπράθῃς καὶ «αἱ χεῖρές σου ἐν τῷ κοφίνῳ ἐδούλευσαν;» Καὶ εἰς λάκκους δύο καταβέβηκας;

Ἢ κατὰ τὸν Μωϋσέα, ἀπὸ παιδὸς μέχρι γήρως ἐκακουχήθης; Τί ὑπέμεινας νωθρέ; Ἢ ὡς Δαβὶδ διωκόμενος καὶ φθονούμενος ἀπὸ Σαοὺλ καὶ τοῦ ἰδίου υἱοῦ εἰς θάνατον, ἐπένθει ὑπὲρ αὐτοῦ θάνοντος; Ἢ κατὰ τὸν Ἰωνᾶν ἐρρίφης εἰς θάλασσαν; Λήθαργε καὶ ἀγαπητέ, τί ἐκλύεταί σου ὁ λογισμός; Μὴ φοβηθῇς καὶ δειλανθῇς ὡς ἄνανδρος, μήποτε ὑστερηθῇς ἀπὸ τῶν τοῦ Θεοῦ ἐπαγγελιῶν. Μὴ πτοηθῇς ὡς ἄπιστος, ἀλλὰ θαρσοποίησον τοὺς ὀλιγοπίστους σου λογισμούς. Ἀγάπησον τὰς θλίψεις ἐν πᾶσι, ἵνα γένῃ υἱὸς δόκιμος τῶν ἁγίων. Μνῄσκου τῆς ὑπομονῆς Ἰὼβ καὶ τῶν καθεξῆς καὶ ζήλωσον ἐλθεῖν εἰς τὰ ἴχνη αὐτῶν. Μνῄσκου ὧν ὑπέμεινε Παῦλος κινδύνων καὶ θλίψεων καὶ δεσμῶν καὶ λιμῶν καὶ ἄλλων κακῶν πλῆθος, εἰπὲ τῇ μικροψυχίᾳ· Ἀλλότριός σού εἰμι. Μνῄσκου γράψαντός σοι, ἐὰν κατευοδωθῇ τὸ πρᾶγμα ἔμπροσθέν σου, ἐὰν μή, εὐχαρίστησον τῷ Θεῷ. Κατανόησον τὰ πράγματα ὅτι φθαρτὰ καὶ παρερχόμενά εἰσιν, ἡ δὲ κατὰ Θεὸν ὑπομονὴ σῴζει τὸν κτησάμενον αὐτήν.

Ἰδοὺ πυκτεύεις τοῦ ἐνεγκεῖν ἐργόχειρον καὶ ἐργάσασθαι. Ἵνα οὖν δείξω σοι τὸν ἀποστολικὸν λόγον ὅτι «Οὔτε τοῦ θέλοντος, οὔτε τοῦ τρέχοντος, ἀλλὰ ἐλεοῦντος Θεοῦ», ἰδοὺ πέμπει ὑμῖν ὁ Θεὸς ἀνθρώπους ἔχοντας τὴν χρείαν τοῦ κόσμου, οὓς δεξάμενοι μὴ εἴπητε ὅτι ἐλάλησα δι’ αὐτοὺς τίποτε, μήποτε λάβωσι κενοδοξίαν. Ἀγαπήσατε αὐτοὺς ὡς ἀδελφοὺς γνησίους καὶ ποιήσατε τὸν λογισμὸν ὑμῶν ἀναπαῦσαι τὸν λογισμὸν αὐτῶν, τοῦ κόσμου γὰρ καταφρονοῦσι, σῶσαι τὰς ψυχὰς αὐτῶν θέλοντες. Καὶ ὁ Θεὸς δι’ ἐμοῦ, κατὰ πρόγνωσιν γράφων, ἄγει αὐτοὺς ὧδε πρὸς ὑμᾶς, ἵνα μάθητε ὅτι πάνυ κατεφρόνησαν.

Σὺ οὖν ἀδελφὲ κρατούμενος τῇ ἐμῇ χειρί, περιπάτει «εἰς τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τὴν ἀπάγουσαν εἰς ζωὴν αἰώνιον», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, ἐρωτήσαντα εἰ ὀφείλει καθ’ ἑαυτὸν τρώγειν, καὶ εἰ δεῖ τετράδα καὶ παρασκευὴν μὴ κατιέναι εἰς τὴν ἁγίαν κοινωνίαν. Καὶ εἰ χρὴ αὐτὸν ἀποστῆναι τῆς φροντίδος τῶν ἔργων καὶ ἐὰν συμβῇ αὐτὸν ἐν τῷ ἡσυχάζειν ἀσθενῆσαι, εἰ δεῖ χρήσασθαι θεραπείᾳ τινί. Καὶ ὥστε δοθῆναι αὐτῷ ἐντολὰς εἰς σωτηρίαν.

Οὐ θέλω τὴν ἀγάπην σου ἀγνοεῖν περὶ τῆς γινομένης μετὰ σοῦ εὐεργεσίας παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ γὰρ ἰδοὺ αἱ ὠδῖνες ἔφθασαν. Καὶ ἤρξατο ὁ Ἰησοῦς ποιῆσαι μετὰ σοῦ καὶ εἰσενεγκεῖν σε κατὰ τάξιν εἰς τὴν εὐλογημένην αὐτοῦ ἡσυχίαν καὶ εἰς τὴν ἀνεπαίσχυντον ὑπομονήν. Κἂν οὖν ἀτονία ἢ ἄλλη ἀσθένεια παρακολουθήσῃ σοι, ὅλην τὴν ἐλπίδα σου βάλε ἐπὶ τὸν σὸν δεσπότην καὶ ἀναπαύῃ. Καὶ γὰρ ἐλπίζω εἰς τὸν Θεόν μου, ὅτι οὐ μακρὰν εἶ τῆς ὁδοῦ τοῦ Θεοῦ.

Περὶ δὲ τοῦ καθ’ ἑαυτὸν φαγεῖν ἐν τῷ κελλίῳ σου, συμφέρει σοι καὶ ὠφελεῖ. Προφάσεως δὲ γενομένης τοῦ καὶ μετὰ τῶν ἀδελφῶν φαγεῖν, μὴ διστάσῃς μηδὲ δυσχεράνῃς. Καὶ κατὰ μικρὸν σύστειλον σεαυτόν. Τὴν δὲ κοινωνίαν ὅσον εἰσέρχῃ καὶ ἐξέρχῃ, μὴ κωλύσῃς, σκάνδαλον γὰρ ἔχει ἄλλοις τὸ πρᾶγμα. Καὶ πρόσεχε πῶς ποιεῖν σου τὸ κάθισμα κατὰ ταπείνωσιν καὶ φόβον Θεοῦ καὶ ἀγάπην πρὸς πάντας ἀνυποκρίτως καὶ οἰκοδομεῖς τὴν οἰκίαν σου ἐπὶ τὴν στερεὰν καὶ ἀσάλευτον πέτραν. Φησὶ γάρ· «Ἡ δὲ πέτρα ἐστὶν ὁ Χριστός.» Περὶ δὲ ἄλλων ἐντολῶν τινων ἄρτι οὐ χρεία. Ἀρκούντως ἐγράφη σοι ἐξ ἐμοῦ· ἔχουσι γὰρ ἱκανότητα ἀγαγεῖν ἀπὸ ἀρχαρίου ἄνθρωπον εἰς τέλειον. Μελέτησον αὐτὰ καὶ μνῄσκου καὶ μὴ ἐπιλάθῃ, ὅλην γὰρ ἔχουσι τὴν βιβλιοθήκην. Ἔρρωσο ἐν Κυρίῳ διὰ παντὸς ταπεινοφρονῶν ἐν λόγοις καὶ ἔργοις καὶ κινήμασι.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, ὅτε ὁ κατὰ σάρκα αὐτοῦ ἀδελφὸς διασκεπτόμενος εἰς τὸν μονήρη βίον ἀναχωρῆσαι, ἠρώτησε δι’ αὐτοῦ τὸν Γέροντα περὶ τούτου· Εἶπεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Οὐδεὶς ἔρχεται πρός με, εἰ μὴ ὁ Πατὴρ ὁ οὐράνιος ἑλκύσει αὐτόν, κἀγὼ ἐγείρω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ», «καὶ ἐμφανίζω αὐτὸν ἐμαυτῷ.» «Βλέπετε ὅτι αἱ χῶραι λευκαί εἰσι πρὸς θερισμόν, καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ θερίζων χαίρῃ καὶ ὁ σπείρων». Ἐν τούτῳ γὰρ ὁ λόγος ἀληθινός ἐστιν ὅτι «Ἄλλος ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.» Ἀδελφὲ οὐδεὶς θέλων εἰσελθεῖν εἰς πόλιν κοιμᾶται, καὶ οὐδεὶς θέλων ἐργάσασθαι, βλέπων τὸν ἥλιον ῥᾳθυμεῖ, καὶ οὐδεὶς θέλων φιλοκαλῆσαι τὸν ἀγρὸν αὐτοῦ ἀμελεῖ. Ὁ γὰρ θέλων εἰς πόλιν εἰσελθεῖν ὀξυποδίσει πρὸ τοῦ ὀψίσαι καὶ ὁ βλέπων τὸν ἥλιον ἐξέλθῃ εἰς ἐργασίαν μετὰ γοργότητος, μήποτε ἐμποδισθῇ. Καὶ ὁ θέλων τὸν ἀγρὸν αὐτοῦ φιλοκαλῆσαι, σπουδάσει πρὸ τοῦ διαφθαρῆναι ἀπὸ ἐρυσίβης. «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Πάλιν ἐκ δευτέρου ἐλθόντος τοῦ ἀδελφοῦ πρὸς αὐτόν, ἐθλίβετο διὰ τὴν αὐτοῦ σωτηρίαν, καὶ ὑπεμίμνῃσκεν αὐτὸν τῆς προτέρας αὐτοῦ ὑποσχέσεως. Αὐτὸς δὲ ᾔτησε σημεῖον αὐτῷ δοθῆναι περὶ τούτου παρὰ τοῦ Γέροντος. Καὶ ἐδήλωσεν ὁ Γέρων ταῦτα·

Περὶ δὲ τοῦ ἀδελφοῦ οὗ εἶπας· Ἡ ἀπιστία πολεμεῖ αὐτῷ, καὶ αὕτη ἐστὶν ἡ φαρισαϊκὴ αἵρεσις, πρὸς οὓς εἶπεν ὁ Κύριος ὅτι «Ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ.» Οὐκ ἔχω εἰπεῖν αὐτῷ, ἀλλὰ καθὼς λέγει ὁ Ἀπόστολος· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Καὶ τὸ «Νῦν Ἰσραήλ», καὶ «Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου», καὶ τὸ «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.» «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Εὖξαι ὑπὲρ ἐμοῦ.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα περὶ ἀδελφῶν ἀσθενούντων τῷ σώματι καὶ περὶ ἄλλων ἀσθενούντων τῷ λογισμῷ, εἰ ὀφείλει αὐτοὺς παρ’ ἑαυτῷ προσλαβέσθαι καὶ εἰ δεῖ εἰπεῖν τῷ ἀββᾷ κουφίσαι μικρὸν τοὺς ἀρχαρίους ἐκ τῆς ἀγρυπνίας, καὶ περὶ τῆς χρονίας αὐτοῦ σιωπῆς.

Ἀδελφέ, ἡ ἀπόκρισις τῶν τριῶν λογισμῶν μία ἐστί· Μὴ ἀναγκάσῃς τὴν προαίρεσιν, ἀλλ’ ἐπ’ ἐλπίδι σπεῖρον. Καὶ γὰρ ὁ Κύριος ἡμῶν οὐδέποτε ἠνάγκασέ τινα, ἀλλ’ εὐηγγελίσατο, καὶ εἴ τις ἤθελεν, ἤκουεν. Οἶδα ὅτι οἶδας ὡς οὐκ ἀμελῶ, οὐδὲ καταφρονῶ τῆς σῆς ἀγάπης, ἀλλὰ ἡ ἀνοχὴ πρὸς τὸ συμφέρον γίνεται, καὶ γὰρ ὅταν εὐχώμεθα καὶ μακροθυμεῖ ὁ Θεὸς τοῦ ἀκοῦσαι, πρὸς τὸ συμφέρον ποιεῖ, ἵνα μάθωμεν τὴν μακροθυμίαν καὶ μὴ ἐκκακῶμεν, λέγοντες ὅτι ηὐξάμεθα καὶ οὐκ εἰσηκούσθημεν.

Ὁ Θεὸς γὰρ οἶδε τί συμφέρει τῷ ἀνθρώπῳ. Χαίροις ἐν Κυρίῳ, ἀδελφέ μου, καὶ ἀμερίμνησον ἀπὸ παντός, καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἀγαπητέ μου καὶ ὁμόψυχε. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐπιτρέπουσα αὐτῷ ἄρξασθαι τῆς ἡσυχίας ἐν πάσῃ ἀμεριμνίᾳ, καὶ πρὸς τὸν ἐπελθόντα αὐτῷ λογισμὸν ὅτι ἐσχάτη ὥρα ἐστί, καὶ ὅτι συντυχών τινι τῶν Πατέρων ἐπὶ πολλὴν ὥραν, ἐλογίζετο εἰ ἄρα καλῶς ἐποίησεν ἢ οὔ·

Ἀδελφέ, ἄκουσον παρ’ ἐμοῦ τοῦ ἀγαπῶντός σε ἐν Χριστῷ Ἰησοῦ. Περὶ μὲν τοῦ κελλίου, εἶπεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Ἔρχεται ὥρα, καὶ νῦν ἐστι, ὅταν ἀκούσωσιν οἱ νεκροὶ τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσωσιν, ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Κἀγώ σοι λέγω ὁ καιρὸς τοῦ εἰσελθεῖν σε σὺν Θεῷ πάρεστι. Κατάστησόν σου τὸ νέον κελλίον καὶ εἴσελθε ἔχων τὸν Θεὸν ὁδηγόν. Καὶ ὅτε καθέζῃ. μὴ μεριμνήσῃς τίποτε. Καὶ γὰρ ἡ χρεία τῶν πραγμάτων καὶ ἡ δοκιμασία καλεῖ ἑαυτήν.

Περὶ δὲ τοῦ σπαρέντος λογισμοῦ ἀργός ἐστι, παρεισφέρων κενοδοξίαν. Τίς γὰρ οὐκ ἔγνω ὅτι ἐν ἐσχάτῃ ὥρᾳ ἐσμέν; Περὶ δὲ τῆς λαλιᾶς ὅταν βλέπῃς ἑαυτὸν σχεδὸν θεολογοῦντα, μάθε ὅτι ἡ σιωπὴ θαυμαστοτέρα καὶ ἐνδοξοτέρα ἐστὶν αὐτῆς. Τίποτε οὖν περισσὸν οὐ χρῄζεις ἵνα γράψω, ἀπὸ γὰρ ἄλφα ἕως ὠμέγα σοι ἔγραψα, καθὼς ἐπίσταται ἡ σὴ ἀγάπη. Παρατίθεμαί σε οὖν τῷ Θεῷ, αὐτοῦ γάρ ἐστιν ἡ βοήθεια καὶ τὸ ἔλεος. Ἀμήν.

Κοσμικός τις φιλόχριστος ἔπεμψεν ἐρωτῶν τὸν αὐτὸν ἀββᾶν Ἰωάννην περὶ πράγματος. Καὶ ἔδωκεν αὐτῷ ἀπόκρισιν, καὶ μεταμεληθεὶς ἐδήλωσε τῷ αὐτῷ μεγάλῳ Γέροντι, λέγων· Συγχώρησόν μοι ὅτι μεθύω καὶ οὐκ οἶδα τί ποιῶ.

Ἀπόκρισις· Πολλάκις λέγω σοι· «Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς», καὶ μᾶλλον οὐκ ἀηδίζῃ ἀκμὴν τῆς αὐτῶν δυσωδίας. Βλέπε τί λέγεις, οὐ γὰρ οἶδας τί λέγεις. Ὁ γὰρ μεθύων ἐκμυκτηρίζεται ἀπὸ τῶν ἀνθρώπων, δέρεται, καταφρονεῖται, οὐ ψηφίζει ἑαυτόν, οὐ παρέχει γνώμας, οὐ διδάσκει ἄλλους, οὐ συμβουλεύει περί τινος, οὐ διακρίνει ὅτι τοῦτο καλὸν ἢ τοῦτο κακόν. Εἴτε στόματι λέγεις καὶ ἄλλα δεικνύεις ἐν τοῖς ἔργοις, ἐν ἀγνωσίᾳ λαλεῖς. Μὴ ὑπνώσῃς, μήποτε ἐξαίφνης ἔλθῃ εἰς τὰ ὦτά σου «Ἰδοὺ ὁ νυμφίος, ἐξέλθατε εἰς ἀπάντησιν αὐτοῦ.» Καὶ ποῦ λέγεις τότε· Ἀσχολοῦμαι; Ἐποίησέ σε ἀμέριμνον, καὶ οὐ θέλεις. Ἦιρέ σου τὴν φροντίδα καὶ ἑαυτὸν περιπλέκεις;

Ἀνέπαυσέ σε καὶ θέλεις μοχθῆσαι; Οὐ μένει σε χρόνος τοῦ πενθῆσαί σου καὶ κλαῦσαί σου τὰς ἁμαρτίας. Μνῄσκου ὅτι εἶπέ σοι περὶ τῆς θύρας ὅτι κλείεται. Γόργευσαι ἵνα μὴ ἔξω μείνῃς μετὰ τῶν μωρῶν παρθένων. Μετάβηθι τῷ λογισμῷ ἀπὸ τοῦ ματαίου κόσμου τούτου εἰς ἄλλον αἰῶνα. Ἄφες τὰ γήϊνα καὶ ζήτησον τὰ οὐράνια. Ἐγκατάλειψον τὰ φθαρτὰ καὶ εὑρίσκεις τὰ ἄφθαρτα. Φεῦγε τῇ διανοίᾳ ἀπὸ τῶν προσκαίρων, καὶ ἀπαντᾷς εἰς τὰ αἰώνια. Ἀπόθανε τελείως, ἵνα ζήσῃς αἰωνίως ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐπιθυμοῦντα συχνῶς δέχεσθαι παρ’ αὐτοῦ ἀπόκρισιν εἰς βοήθειαν καὶ σωτηρίαν ψυχῆς, καὶ ζητοῦντα μαθεῖν εἰ δεῖ συντυγχάνειν τινὶ τῶν ἀδελφῶν ἢ περὶ λογισμῶν παρ’ αὐτῶν ἐρωτᾶσθαι·

Ἐπειδὴ οἶδά τινι παρεθέμην σε, καὶ οἵαν τροφὴν παρέθηκά σοι, ἐὰν συνιῇς, οὐ πυκνάζω τοῦ γράφειν σοι, ᾧ γὰρ παρεθέμην σε καὶ πρὸ τοῦ αἰτῆσαι αὐτὸν οἶδεν ὧν χρείαν ἔχεις. Ὡς οὖν ἤκουσας, ἀμερίμνει. Τὸ γὰρ ἀμεριμνῆσαι ἀπὸ παντὸς πράγματος ποιεῖ σε προσεγγίσαι τῇ πόλει, καὶ τὸ μὴ ψηφισθῆναι ἐν ἀνθρώποις ποιεῖ σε οἰκῆσαι τὴν πόλιν. Καὶ τὸ ἀποθανεῖν ἀπὸ παντὸς ἀνθρώπου ποιεῖ σε κληρονομῆσαι τὴν πόλιν καὶ τοὺς θησαυρούς. Καὶ ἐπειδὴ πολλάκις ἀεὶ θέλεις τὸν αὐτὸν λόγον ἀκούειν περὶ συντυχίας ἢ λογισμοῦ ἀδελφῶν, χρείας γινομένης, ἐγώ σοι λέγω τί ποιῆσαι. Σὺ οὖν μηδὲν φροντίσῃς, εἰ μὴ τὸ ἀνῦσαι τὴν ὁδοιπορίαν. Ἀσπάζομαί σου τὴν ἀγάπην ἀδιαλείπτως. Καὶ ἀπὸ τοῦ σβεσθῆναι κατὰ μικρὸν ἀπὸ σοῦ τὴν τῆς δεινοτάτης ὀργῆς κίνησίν ἐστί σοι μαθεῖν. Εἰρήνη σοι ἔσται, ἀδελφέ μου καὶ ἀγαπητὲ Ἰωάννη.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν βουληθέντα κόψαι τὴν συντυχίαν καὶ τοῦ ἰδίου ὑπηρέτου, διὰ τὸ ῥηθὲν αὐτῷ ὅτι τὸ ἀμεριμνῆσαι ποιεῖ σε προσεγγίσαι τῇ πόλει, καὶ πρὸς τὸν αὐτοῦ λογισμὸν ἀναζητοῦντα τὰς αἰτίας τῶν διαφόρως ἐπανισταμένων αὐτῷ πειρασμῶν·

Εἰπὲ τῷ ἀδελφῷ· Ἔκδεξαι ἄλλο μικρόν, καὶ γὰρ οὐκ ἔστι καιρός. Καὶ γὰρ ἐγὼ φροντίζω σου περισσότερόν σου, μᾶλλον δὲ ὁ Θεός. Ἀδελφὲ Ἰωάννη, μηδὲν φοβηθῇς ἀπὸ τῶν ἐπαναστάντων πειρασμῶν πρὸς δοκιμασίαν σήν, οὐ γὰρ παραδίδει σε ὁ Κύριος. Ὅταν οὖν ἔλθῃ σοι τίποτε τοιοῦτον, μὴ κοπιάσῃς ἐρευνῶν πράγματα, ἀλλὰ κράζε τὸ ὄνομα Ἰησοῦ, λέγων· «Ἰησοῦ βοήθει μοι» καὶ ἐπακούει, «Ἐγγὺς γάρ ἐστι τῶν ἐπικαλουμένων αὐτόν.» Μὴ ὀλιγοψυχήσῃς, ἀλλὰ δράμε προθύμως καὶ καταλαμβάνει σε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Εἰ ὀφείλει διδάξαι τὸν ἴδιον ὑπηρέτην τὴν σειρὰν καὶ περί τινος ἀδελφοῦ ἐρωτήσαντος περὶ τῶν ἰδίων λογισμῶν οὐ σαφῶς, ἀλλὰ δι’ αἰνιγμάτων, εἰ καλῶς ἐποίησεν.

Ἀπόκρισις Ἡ λαμπροτάτη διδασκαλία τοῦ Σωτῆρος ἡμῶν αὕτη ἐστί· «Γενηθήτω τὸ θέλημά σου.» Εἴ τις οὖν λέγει τὴν προσευχὴν ταύτην μετὰ εἰλικρινείας, τὸ ἴδιον αὐτοῦ θέλημα ἀπολύει, καὶ εἰς τὸ θέλημα τοῦ Θεοῦ κρεμνᾷ τὰ πάντα. Τὸ οὖν διδάξαι τὸν ἀδελφὸν συμφέρει μέν, ἔχει δὲ τὸ πρᾶγμα φθόνον, ἀλλὰ δύναται ἀραιῶς ἅπαξ ἅπαξ, καὶ σκεπάζεται τὸ πρᾶγμα διὰ τὴν συνείδησιν τῶν ἀδελφῶν.

Περὶ δὲ τῆς δι’ αἰνιγμάτων ἐρωτήσεως, ἰδιοσκοπία ἐστὶ μὴ ἔχουσα διάκρισιν, καὶ χρῄζει ὁ τοιοῦτος πολλῶν εὐχῶν. Τὰ γὰρ σημεῖα οὐ «τοῖς πιστοῖς, ἀλλὰ τοῖς ἀπίστοις γίνεται.» Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν εἰς πολλοὺς ἐμπεσόντα λογισμοὺς καὶ φροντίδας περὶ τῆς τοῦ μοναστηρίου συστάσεως·

Πολλὰ τὰ βλύζοντα ἐν τῇ καρδίᾳ σου. Καί φησιν· «Ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται.» Ἀδελφέ, οὐδεὶς οἶδε ποῦ μέλλει ὁ τόπος οὗτος ἐλθεῖν, εἰ μὴ ὁ «καρδιογνώστης» Θεὸς μόνος κἀμὲ ἐπληροφόρησεν. Ἔχε οὖν ὅτι οὐκ ἐγκαταλιμπάνει αὐτὸν ὁ Κύριος, ἀλλὰ φυλάττει καὶ δοξάζει αὐτὸν εἰς δόξαν τοῦ ὀνόματος τῆς δόξης αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Λοιπὸν ἀμεριμνήσας ἡσύχασον.

Πάντα γὰρ κατὰ καιρὸν καὶ κατὰ τάξιν γίνεται. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα περὶ τῆς συμβάσης αὐτῷ ἀσθενείας πόθεν ἐστί, καὶ εἰ χρὴ εἰπεῖν τοῖς ἀπερχομένοις ἀδελφοῖς εἰς τὴν Αἴγυπτον πῶς χρήσασθαι, καὶ μεριμνῶντα περὶ αὐτῶν, μήπως θλιβῶσι διὰ τὴν αὐτῶν περὶ τοὺς τόπους ἀπειρίαν.

Εἰπὲ τῷ ἀδελφῷ· Μεμιγμένοι εἰσὶν οἱ παρὰ σοὶ Αἰγύπτιοι καὶ Ἰεροσολυμῖται, ἀλλὰ μὴ φροντίσῃς. Μέλλει γὰρ τῷ Θεῷ περὶ σοῦ. Τὸ δὲ ἐνθύμημά σου, ποίησον κατὰ φόβον Θεοῦ καὶ μὴ θλίβῃς κατὰ τῶν ἀδελφῶν. Ἀλλὰ μόνον εὖξαι καὶ ὁδηγεῖ αὐτοὺς Κύριος κατὰ τὸ θέλημα αὐτοῦ περὶ παντὸς πράγματος.

Πάρεξ γὰρ τοῦ Θεοῦ οὐδὲν γίνεται, μάλιστα ἐν τῷ τόπῳ τούτῳ, εἰ κατὰ φόβον ἐστὶ Θεοῦ πρὸς ἀνάπαυσιν καὶ ὠφέλειαν ψυχῶν. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ὥστε πάντα τὰ καθ’ ἑαυτὸν ἀναθεῖναι τῷ Θεῷ·

Εἴ τις πίνει ἐκ τοῦ ὕδατος, οὗ ἔπεμψά σοι δι’ ἐπιστολῶν, οὐ διψᾷ εἰς τὸν αἰῶνα. Σὺ δὲ ὤφειλες προσδοκᾶν καὶ ἐλπίζειν ἀνάπαυσιν διὰ πίστεως Χριστοῦ. Λαβὲ τὸν ἄρτον τοῦτον ἀπὸ τῆς ἐμῆς τροφῆς, καὶ ἀμερίμνει. Μηδὲν φοβηθῇς, ἀλλὰ λαβὲ δύναμιν διὰ τοῦ ἁγίου Πνεύματος καὶ ἐλπίδα. Πίστευσον ὅτι ἡ χεὶρ τοῦ Θεοῦ μετὰ σοῦ ἐστιν.

Ἐκ τῆς πεμφθείσης αὐτῷ εὐλογίας ἔδωκε τῷ αὐτοῦ ὑπηρέτῃ, οὐκ ἀπὸ χειρός, ὡς μὴ ὢν κληρικός, ἀλλ’ ἔθηκε κἀκεῖνος ἑαυτῷ ἔλαβε. Καὶ δεξάμενος ἐκ δευτέρου καὶ ἐκ τρίτου εὐλογίαν, τὸ αὐτὸ ἐποίησε, καὶ ποιῶν τοῦτο δίχα ἐπιτροπῆς, οὐκ ἐνόει τὸ ἁμάρτημα. Καὶ πάλιν ὅτε εἶδε ταῖς εὐχαῖς τοῦ Γέροντος ἑαυτὸν κουφισθέντα ἐκ τῶν παθῶν, εἶπεν ὅτι Ἠτόνησαν ἐξ ἐμοῦ τὰ πάθη. Καὶ μετὰ ταῦτα ἔπεμψεν ἐρωτῶν περὶ λογισμοῦ βλασφημίας καὶ οὐκ ἔλαβεν ἀπόκρισιν. Καὶ ἐν τῷ θαυμάζειν αὐτὸν τὴν αἰτίαν, ἐξαίφνης κατὰ συγχώρησιν Θεοῦ πρὸς παιδείαν ὤφθη αὐτῷ φάντασμα φοβερόν, καὶ ἅπαξ καὶ δίς, καὶ παραχρῆμα ἀπῆλθε. Καὶ πολλοῦ πληρωθεὶς θορύβου καὶ ταραχῆς, ἐμνήσθη τὸ σφάλμα μόνου τοῦ ἄρτου, ἐπιλαθόμενος τὸ παρ’ αὐτοῦ ῥηθὲν ἐπὶ τῆς ἀτονίας τῶν παθῶν. Καὶ φορέσας τὸ πεμφθὲν αὐτῷ ποτε παρὰ τοῦ Γέροντος κουκούλιον, πολλὰ προσέπιπτε καὶ παρεκάλει τυχεῖν ἐλέους. Καὶ γράφει αὐτῷ ὁ Γέρων περὶ τῶν δύο πταισμάτων, ἔτι δὲ καὶ περὶ τοῦ λογισμοῦ τῆς βλασφημίας. Καὶ ὅτι τὸ θεῖναι τὰς εὐλογίας τῷ ὑπηρέτῃ ὥστε αὐτὸν λαβεῖν οὐκ ἦν ταπείνωσις, ἀλλὰ μᾶλλον φυσίωσις καὶ παιδικῆς διανοίας·

Εἴ τις οἶδεν ὅτι παραβαίνει τὴν ἐντολήν, τεκμήριον ἓν δεικνύει γνώσεως· καὶ ὁ γινώσκων διορθοῦται. Ἀλλ’ ἁπλῶς λαλοῦμεν ὡς δήποτε· ἐν τῇ χειρὶ τοῦ Θεοῦ παρέθηκά σε, καὶ ἐκκλίνεις ἀπ’ αὐτῆς καὶ ἡ Γραφὴ λέγει ἐκ τοῦ στόματος τοῦ Θεοῦ ὅτι οἱ δίκαιοι οὐκ ἐκκλίνουσι. Τί δοκιμάζεις, εἴπω;

Καὶ πάλιν λέγει· «Μηδὲ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν.» Καὶ ἐτόλμησας ἀνοῖξαι τὸ στόμα ἐνώπιον τοῦ Θεοῦ καὶ εἰπεῖν ὅτι Ἠτόνησαν ἀπ’ ἐμοῦ τὰ πάθη. Καὶ οὐχὶ μᾶλλον εἶπας ὅτι ὡς ἐν θησαυρῷ κεῖνται ἐν ἐμοὶ ὅλα;

Διὰ τοῦτο μικρὸν ἐγκατελείφθης καὶ ἐφάνη σου ὅλη ἡ ταλαιπωρία. Καὶ εἰ μὴ ἦν ὃ ἔχεις σκέπασμα, κοπιάσαι εἶχες. Ἀλλὰ «Πιστὸς ὁ Θεός, φησιν, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν πρὸς τὸ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.» Καὶ τὸ ἀκαίρως ποιῆσαι πρᾶγμα, ἐκ θελήματός ἐστιν ἰδίου τοῦ φυσιοῦσθαι. Μὴ ἔχειν χειροτονίαν καὶ τὸ δοῦναι ἄλλοις εὐλογίαν ὡς ἀρχιεπίσκοπος, οὐκ οἶδα ἐγὼ πῶς ταῦτα φράσω.

Τί οὖν; Ἐγὼ οὐκ ᾔδειν τοῦ πᾶσι πέμψαι εὐλογίας, ἢ σοὶ πάντως ἔπεμψα; Ἰδοὺ οὖν μικρὸν ὑπὲρ πολλῶν καὶ μεγάλων ἐπαιδεύθης. Νῆψαι λοιπὸν τοῦ ἐξολοθρεῦσαι τὰ ὀκτὼ ἔθνη τὰ ἀλλόφυλα στερεῶς. Καὶ μὴ καθίσῃς παιδικοῖς συρόμενος πράγμασι, καὶ κτῆσαι στυφότητα ἢ γὰρ ἁπλότητα, καὶ γὰρ πολλάκις ἤκουσας ὅτι «Μετὰ βουλῆς πάντα ποιεῖ.» Καὶ περὶ παντὸς πάθους καὶ βλασφημίας, δεήθητι τοῦ Θεοῦ καὶ συναντιλαμβάνεταί σου καὶ διώκει αὐτὰ ἀπὸ σοῦ κατὰ μικρόν. Καὶ νῆψον τοῦ λοιποῦ καὶ τήρησον αὐτὰ ἐν τῇ καρδίᾳ σοῦ. Καὶ οὐ χρεία ἵνα τις μάθῃ, ἀλλ’ ὃ γέγονε, γέγονεν. Ἔσται οὖν Ἰησοῦς μετὰ σοῦ. Συγχώρησόν μοι τὰ παρελθόντα καὶ διορθοῦμαι τὰ μέλλοντα εἰς τοὺς αἰῶνας. Ἀμήν.