Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Πρόλογος

Εισαγωγή στο έργο, αναφορά στο αναγνωστικό κοινό, τον τρόπο των αποκρίσεων και την ανάγκη πνευματικής διάκρισης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 1 από 12

Γερόντων δύο πνευματικῶν ἡσυχαζόντων ἐν κοινοβίῳ ὄντι ἐν τῇ περιχώρῳ Γάζης καὶ λεγομένῳ τοῦ ἀββᾶ Σερίδου ἐπιστολαὶ καὶ ἀποκρίσεις διὰ τοῦ ἡγουμένου ἤγουν αὐτοῦ τοῦ ἀββᾶ Σερίδου τοῦ καὶ διακονοῦντος αὐτοῖς, ὧν τὰ ὀνόματα Βαρσανούφιος καὶ Ἰωάννης. Τοῦ ἁγίου Βαρσανουφίου καὶ Ἰωάννου τοῦ μαθητοῦ καὶ συνασκητοῦ αὐτοῦ διδασκαλίαι ψυχωφελεῖς ἃς διὰ γραμμάτων ἐποιήσαντο πρὸς τοὺς ἐρωτῶντας ἀδελφοὺς διὰ τοῦ ἀββᾶ Σερίδου τοῦ καὶ διακονοῦντος αὐτοῖς καὶ ἡγουμένου τοῦ κοινοβίου ὃ ἦν ἐν τῇ χώρᾳ Γάζης, ἐν ᾧ ἡσύχαζον οἱ ἅγιοι οὗτοι γέροντες. ΠΡΟΛΟΓΟΣ Παρακαλοῦμεν τοὺς ἐντυγχάνοντας ταύτῃ τῇ βίβλῳ μετ’ εὐλαβείας καὶ πίστεως τὰ ἐν αὐτῇ γεγραμμένα καταδέχεσθαι, καὶ μᾶλλον εἰς μίμησιν βίου καὶ πράξεων ἀγαθῶν τῶν ταῦτα εἰρηκότων χάριτι Χριστοῦ σπουδάζειν ἐλθεῖν. Τὸν γὰρ ἑαυτῶν βίον ἐν πολλῷ τῷ χρόνῳ κατὰ Θεὸν δι’ ὑπομονῆς καὶ πίστεως ἐξασκήσαντες, καὶ κατὰ τὸν ἅγιον Ἀπόστολον «νομίμως» ἀγωνισάμενοι, καὶ πάντα τῇ ὁδῷ τῶν ἁγίων πατέρων ἀκολουθήσαντες, ἄξιοι γεγόνασι τῶν τηλικούτων παρὰ Θεοῦ χαρισμάτων.

Μέλλοντες δὲ ἐντυγχάνειν τοῖς γεγραμμένοις ἐν ταύτῃ τῇ βίβλῳ, εἰδέναι ὀφείλομεν ὅτι τὰ μὲν πρὸς ἀναχωρητὰς ἐρρέθη, τὰ δὲ τοῖς ἐν κοινοβίοις, ἄλλα δὲ τοῖς ἐν συμφωνίᾳ, ἕτερα δὲ ἱερεῦσι καὶ φιλοχρίστοις λαϊκοῖς· καὶ τὰ μὲν νεωτέροις ἤτοι ἀρχαρίοις, τὰ δὲ προβεβηκόσιν ἤδη καὶ γεγυμνασμένοις εἰς τὴν ἕξιν, καὶ ἄλλα τοῖς εἰς τελείωσιν τῆς ἀρετῆς ἐγγίζουσι, καθὼς ἑκάστῳ ἥρμοττεν ἀκοῦσαι. Οὐ γὰρ τὰ αὐτὰ τοῖς πᾶσιν ἁρμόττει διδάγματα. Ὥσπερ γὰρ ἐπὶ τῆς σωματικῆς ἡλικίας ἄλλα βρώματα τοῦ γαλακτοτροφουμένου, καὶ ἄλλα τοῦ ἡβῶντος, καὶ τοῦ προβεβηκότος ἕτερα, οὕτως καὶ ἐπὶ τῆς πνευματικῆς ἡλικίας. Πολλάκις δὲ καὶ πρὸς τὴν ἀσθένειαν τοῦ λογισμοῦ τοῦ ἐρωτῶντος ἀπεκρίναντο, οἰκονομικῶς συγκαταβαίνοντες, ἵνα μὴ εἰς ἀπόγνωσιν καταπέσῃ ὁ ἐρωτήσας, καθὼς καὶ ἐν τοῖς βίοις τῶν γερόντων εὑρίσκομεν. Καὶ οὐ χρὴ ὡς κανόνα καθολικὸν δέχεσθαι τὰ οὕτως εἰρημένα συγκαταβατικῶς πρός τινας διὰ τὴν ἀσθένειαν αὐτῶν, ἀλλ’ εὐθέως διακρίνειν ὅτι πρὸς ἐρωτήσαντα πάντως καὶ ἡ ἀπόκρισις παρὰ τῶν ἁγίων ἁρμοδίως ἐρρέθη. Συμβαίνει γὰρ καὶ τὸν τοιοῦτον ἀνανήψαντά ποτε εὐχαῖς ἁγίων ἐλθεῖν εἰς κατάστασιν πρέπουσαν μοναχοῖς, καὶ τότε ἀκοῦσαι πάλιν τὰ αὐτῷ συμφέροντα.

Παρακαλῶ δὲ ὑμᾶς ἐν Κυρίῳ ἵνα καὶ τῆς ἐμῆς ταπεινώσεως μνημονεύητε ἐν ταῖς ὁσίαις ὑμῶν προσευχαῖς, ταύτας τὰς ἀποκρίσεις διὰ τῆς τοῦ Θεοῦ βοηθείας αὐτῇ τῇ γραφῇ παραδεδωκότος εἰς ὠφέλειαν τῶν ταύτας ἐν φόβῳ Θεοῦ ἀναγινωσκόντων, ὅπως μὴ εἰς κρῖμά μοι γένωνται οἱ λόγοι τῶν ἁγίων, ἀλλὰ σκεπασθῶ διὰ τῶν εὐχῶν αὐτῶν τε καὶ ὑμῶν, νῦν καὶ εἰς ἡμέραν κρίσεως. Ἀμήν.