Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ζητήματα καὶ ἀποκρίσεις

Βαρσανούφιος ὁ Μέγας

Νουθεσίες για τη συμπεριφορά προς τον πλησίον και την ωφέλεια των πειρασμών

Καθοδήγηση για τη νουθεσία των αδελφών, την αποφυγή της κατάκρισης, τη διακονία των ασθενών και την πνευματική ωφέλεια από τις θλίψεις και τους πειρασμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 8 από 12

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Λέγει μοι ὁ λογισμός· Εἶπας ἅπαξ καὶ δεκάκις τῷ ἀδελφῷ, ἄφες αὐτὸν λοιπὸν ποιῆσαι εἴ τι θέλει καὶ ἀμερίμνησον, ὡς εἶπον οἱ Πατέρες. Ἀπόκρισις Βαρσανουφίου·

Ἀδελφὲ ποθεινότατε καὶ ὁμόψυχε, εἰρήνη σοι ἔστω, ἣν ἔδωκεν ὁ Κύριος τοῖς μαθηταῖς αὐτοῦ. Εἰρήνην γὰρ πρῶτον ἔδωκεν αὐτοῖς ἐξορίζων ἀπ’ αὐτῶν πάντας τοὺς σαρκικοὺς λογισμοὺς καὶ πᾶν νόημα διαβολικόν, ἵνα καθαραὶ εὑρεθῶσιν αἱ καρδίαι αὐτῶν καὶ καθαρῶς καὶ αὐτοὶ δέξωνται τὰ μαθήματα καὶ ἐντάλματα τοῦ αὐτῶν Δεσπότου. Οὕτως καὶ σὺ ἀγαπητέ, δεξάμενος τὴν φοβερὰν εἰρήνην ταύτην, οὐ παρ’ ἐμοῦ, ἀλλὰ παρὰ τοῦ Σωτῆρος Ἰησοῦ Χριστοῦ, συνετῶς καὶ ἀταράχως ἑτοίμασον σεαυτὸν τοῦ ἀκοῦσαι καὶ ποιῆσαι. Οἶδας γὰρ θέλω σε λαβεῖν καὶ ἀναπτερῶσαι εἰς τὸν οὐρανόν. Πανταχόθεν ὁ διάβολος περιέρχεται ταράξαι σε διὰ φθόνου, δι’ ὀργῆς, καὶ οὐχ εὗρε χώραν. Καὶ εἰς τὰ μηδαμινὰ εὗρέ σε χλευαζόμενον, καὶ εἰς αὐτὰ πολεμεῖ σε καὶ ταράττει διὰ σοῦ καὶ τὸν ἀδελφόν. Καὶ τοῦτο ὅτι ἔγραψά σοι εἰς προτέρας ἐπιστολὰς εἰπεῖν τῷ ἀδελφῷ τὰ σφάλματα αὐτοῦ καὶ νουθετῆσαι αὐτόν, ἢ οὐ καλῶς εἶπον καὶ σὺ κατεφρόνησας, ἢ καλῶς καὶ σὺ ἡττήθης τῷ πολέμῳ. Καὶ χαίρει λοιπὸν κατὰ σοῦ ὁ διάβολος καὶ ἔρχεται ἔχων τὰ πικρὰ δικαιώματα καὶ λέγει σοι· Εἶπας ἅπαξ καὶ δεκάκις, ἀλλὰ ἄφες αὐτὸν ποιῆσαι ὃ θέλει καὶ σὺ ἀμερίμνησον, ὡς εἶπον οἱ Πατέρες. Καὶ χλευάζουσί σε καὶ εἰς τοῦτο. Ἀπέχεις γὰρ τοῦ μέτρου τούτου ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς. Καὶ θέλεις μαθεῖν ὃ Κύριος περὶ τῶν δένδρων εἶπεν ὅτι καὶ αὐτὰ γεννῶσι καρπούς;

Μάθε τί γεννᾷ σοι ἡ παρὰ τοῦ διαβόλου σιωπή, ταραχάς, ὀργάς.

Ὅποτε γὰρ ἀφ’ ἑαυτοῦ ὁρμᾷς εἰς τὸ πρᾶγμα ἄνευ ἐρωτήσεως, παγιδεύῃ ταχύ. Οὕτως γὰρ πάσχουσιν οἱ ἀφελεῖς ὡς ἀμαθεῖς. Καὶ δῆλόν σοι ποιήσω ὅτι ἡ μακροθυμία σου οὐκ ἔστι κατὰ Θεόν. Ὅτι θησαυρίζων πολλὰς ἡμέρας, εἰς μίαν κενοῖς τὸ βαλάντιον καὶ εὑρίσκεται κενόν. Ἡ δὲ κατὰ Θεὸν μακροθυμία οὐ λαλεῖ ὅλως ἕως τέλους. Καὶ ὅμοιος εἶ, σὺ καὶ ὁ ἀδελφός, ὡς δεσπότης πρὸς τὸν αὐτοῦ δοῦλον· Ἀντὶ τοῦ δοῦναι αὐτῷ καθ’ ἡμέραν ἕνα κόσσον λέγων αὐτῷ τὰ σφάλματα αὐτοῦ, καὶ ἰδοὺ εἰρήνη, μακροθυμεῖς πολλὰς ἡμέρας. Καὶ ὕστερον παρέχεις αὐτῷ ἓν ἐπινώτιον καὶ λαμβάνεις τὴν ψυχὴν αὐτοῦ.

Ὁ αὐτὸς τὸν ἄλλον Γέροντα ἠρώτησε τὰ αὐτὰ καὶ εἰ ὀφείλει μεταβῆναι ἐκ τοῦ κελλίου, τάχα παύσεται ὁ πόλεμος. Ἀπόκρισις Ἰωάννου· Εἰ προσεῖχες καὶ ἐξηκολούθεις τῇ ἀποκρίσει τοῦ Γέροντος λέγοντός σοι μὴ ψηφίζειν ἑαυτὸν ἔν τινι, μὴ ζητῆσαι τὴν ἰσότητα ἄλλου, ἀναπαῆναι εἶχες καὶ μὴ ἐλθεῖν εἰς ταραχὴν καὶ οὐκ ἦν ἐμοῦ χρεία, οὐδὲ ἄλλου τινός. Βλέπε ἀδελφέ, ὅτι χλευάζῃ ἀπὸ τῶν δαιμόνων· Λέγεις τὰ παραπτώματα τοῦ ἀδελφοῦ εἶναι ἀληθινά, καὶ εἰπέ μοι, ἀκριβῶς οἶδας ὅτι εἰσὶν ἀληθινά; Τὸ γὰρ εἰπεῖν παραπτώματά τινος ἀπὸ ὑποψίας, ἐνίως οὐχ εὑρίσκονται ἀληθινὰ τὰ παραπτώματα. Περὶ ποίων οὖν εἶπεν ὁ Κύριος τοῖς ἀνθρώποις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν.» Περὶ ποίων ἔλεγε; Περὶ τῶν ἀληθινῶν ἢ περὶ τῶν ἀπὸ ὑποψίας;

Πάντως περὶ τῶν ἀληθινῶν. Καὶ πῶς κρίνεις καὶ κατακρίνεις τὸν ἀδελφόν σου περὶ τὰ παραπτώματα τῶν τριῶν ἑβδομάδων; Καὶ οὐκ οἶδας ὅτι εἰς κατάκρισιν μεγάλην βάλλεις σεαυτόν; Καὶ γὰρ ἐὰν ἀπαίτῃς τὸν ἀδελφόν σου ταῦτα, ἔχει ὁ Θεὸς ἀπαιτῆσαί σε τὰ ἐκ νεότητός σου ἕως τοῦ νῦν. Ποῦ ἐστι· «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν;» Ποῦ ἐστιν· «Ἀλλήλων τὰ βάρη βαστάζετε;» Ποῦ ἐστιν ἡ ἐπιστολὴ τοῦ Γέροντος ἡ δυναμένη σε κανονίσαι; Ἀντὶ εὐχαριστίας ταῦτα;

Οὐκ οἶδας τί λέγει· «Ἀνταπεδίδοσάν μοι κακὰ ἀντὶ ἀγαθῶν», καὶ τὰ ἑξῆς; Καὶ πῶς ὑπερετεῖ ὑμῖν ὁ ἀδελφός; Οὐχὶ διὰ τὸν Θεὸν καὶ τὴν ἀγάπην αὐτοῦ; Καὶ πῶς πλήσσετε τὸν λογισμὸν αὐτοῦ; Πρόσχες ὅτι ἐγγύς ἐστιν ἡ ἔξοδός σου, ὡς καὶ ἤκουσας καὶ ὁμολογεῖς, καὶ οὐκ ἀφοῦσί σε οἱ δαίμονες κρατῆσαι τὸ ἀψήφιστον καὶ ἀναπαῆναι. Πολέμησον πρὸς τοὺς φέροντάς σοι ταραχὴν λογισμούς, καθὼς καὶ ὁ καλόγηρος ἐδήλωσε, καὶ εὑρίσκεις βοήθειαν. Λοιπὸν ἐὰν περιστραφῇς εἰς μυρία μάγγανα, ἐὰν εἴ τι δήποτε ποιήσῃς, ἐὰν μεταβῇς ὁπότε πόλεμος καὶ πειρασμός ἐστιν, οὐχ ὑπάγει ἀπὸ σοῦ ἐὰν μὴ πυκτεύσῃς πρὸς τοὺς λογισμούς, ἵνα ἔχῃς ἐκ τῶν ἰδίων κόπων μικρόν τι συμμίξαι μετὰ τῆς δεήσεως τῶν ἁγίων. «Πολλὰ γὰρ ἰσχύει, ὅταν ᾖ ἐνεργουμένη.» Εἰπὲ τῷ λογισμῷ· «Αὔριον ἀποθνῄσκεις.» Κράτει τὸ ἀψήφιστον καὶ ἀναπαύῃ. Ὁ Κύριος δώσει ὑμῖν τὴν εἰρήνην αὐτοῦ. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πάτερ, ἐνουθέτησα ἐν ἀγάπῃ Θεοῦ τὸν ἀδελφὸν καὶ οὐκ ἐδέξατο καὶ ἐταράχθην. Τί οὖν ποιήσω; Καὶ ἐὰν συντύχω οἷς ἐκέλευσας ἀδελφοῖς, εἰπέ μοι εἰ μηδεὶς ἐκ τούτου λαμβάνει λογισμόν;

Ἀπόκρισις Ἰωάννου· Ἐπειδὴ οὐ νοοῦμεν τί λέγομεν, πᾶσα νουθεσία ἐῶσα ταραχὴν εἰσελθεῖν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, αὕτη νουθεσία κατὰ Θεὸν οὐκ ἔστιν, ἀλλ’ ἀπὸ τῆς ἐνεργείας τοῦ διαβόλου μεμιγμένη μετὰ δικαιώματος. Εἰ κατὰ Θεὸν ἐνουθέτησας τὸν πλησίον, πῶς ἐταράχθης; Ἡ γὰρ κατὰ Θεὸν λύπη οὐκ ἀφεῖ ταραχθῆναί τινα. Ἀλλὰ κἂν ἀπέλθῃ ὁ νουθετούμενος καὶ καταλαλήσῃ αὐτοῦ, οὐ ταράσσεται ἀλλὰ βαστάζει τὰ βάρη αὐτοῦ. Ἐφανερώθη δὲ καὶ ὑμῖν τὰ βάρη ὅτι πειρασμὸς ἦν, ἀλλ’ ὁ Θεὸς κατήργησεν αὐτὸν καὶ καταργεῖ. Ὁ Κύριος δώῃ ὑμῖν τὴν ὑγείαν ψυχῆς καὶ σώματος, τοῦ συνιέναι τί εἰσι τὰ μηχανήματα τοῦ πονηροῦ καὶ ἐξειλῆσαι ἀπ’ αὐτῶν. Εὔχεσθε ὑπὲρ ἐμοῦ.

Περὶ δὲ τῆς συντυχίας ὧν εἶπας ἀδελφῶν, ὁπότε κατὰ ἀγάπην Θεοῦ γίνεται, οὐκ ἀφεῖ σκάνδαλον εἶναι εἰς τὸ μέσον, ἀλλ’ εἰς οἰκοδομήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἀββᾶ, πάνυ με θλίβει ὁ ἀδελφός, κἂν δυνατόν, ἡδέως ἔχω αὐτὸν ἀλλάξαι.

Λέγει δέ μοι ὁ λογισμὸς ὅτι εἰ ἤμην κατ’ ἐμαυτόν, οὐκ εἶχον θλιβῆναι, ἀλλὰ μᾶλλον σωθῆναι. Εἰπὲ οὖν μοι εἰ οὕτως συμφέρει. Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, μὴ θλίψῃ σε τὸ δικαίωμα λέγον· Εἰ ἤμην κατ’ ἐμαυτόν, οὐκ εἶχον θλιβῆναι, ἀλλὰ μᾶλλον σωθῆναι. Ἐπεὶ καταργεῖς τὴν Γραφὴν λέγουσαν· «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων», καὶ πάλιν· «Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ.» Εἴτε οὖν δίκαιος ᾖς εἴτε ἁμαρτωλός, βαστάξαι ὀφείλεις τὴν μέμψιν. Οὐ δυνάμεθα γὰρ εἶναι ἄνευ θλίψεως, ἀλλ’ ὑπομονὴν ἡμᾶς διδάσκει. Καὶ ἔχομεν ἄριστον διδάσκαλον, τὸν Ἀπόστολον λέγοντα· «Τῇ θλίψει ὑπομένοντες.» Καὶ γὰρ πρόκεινται αἱ θλίψεις τοῖς θέλουσι σωθῆναι. Ὁ Κύριος γὰρ εἶπεν· «Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε», καὶ πάλιν· «Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Βλέπε ἀδελφέ μου, ὅτι θέλων σε σωθῆναι, ὁ εἰπών· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Ἀφεῖ σε μικρὸν θλιβῆναι ἵνα εὕρῃς ἐκεῖ τὸ ἔλεος παρ’ αὐτοῦ ἀντὶ τῆς ὑπομονῆς ἐν τῇ ὥρᾳ τῇ φοβερᾷ ἐκείνῃ. Ἐὰν γὰρ κατὰ πάντα θέλωμεν τὴν ἀνάπαυσιν, ἀκοῦσαι ἔχομεν· «Ἀπελάβετε τὰ ἀγαθὰ ὑμῶν ἐν τῇ ζωῇ ὑμῶν.» Ὅλα τὰ πάθη δι’ ἡμᾶς ὑπέμεινεν ὁ Δεσπότης ἡμῶν, καὶ πῶς ἡμεῖς μνημονεύοντες αὐτῶν, οὐχ ὑπομένομεν, ἵνα συγκοινωνοὶ αὐτοῦ γενώμεθα; Βλέπε ὅτι ἐντολὴν ἔχομεν «Ἐν πάντι εὐχαριστεῖν.» Μὴ ἑλκύσῃ ἡμᾶς ὁ μισόκαλος εἰς ἀχαριστίαν καὶ ἀπολέσωμεν ὅλα.

Καὶ περὶ τοῦ λαβεῖν ἄλλον ἀδελφόν, τῷ ἀββᾷ οὐκ ἔνι βάρυ τὸ δοῦναί σοι ἄλλον. Τὸ αὐτὸ γάρ ἐστιν αὐτῷ. Ἐὰν οὖν φθάσῃς λαβεῖν ἄλλον καὶ εὑρεθῇ θλίβων σε ἔν τινι, τί πάλιν ἔχεις ποιῆσαι; Εἰ γὰρ καὶ ὁμαλός ἐστιν ὁ ἀδελφός, ἀλλ’ ἔχει ὀλίγην ἀκεραιότητα. Οὐχ ὡς κωλύων σε λαβεῖν ἄλλον ταῦτά σοι λέγω, ἀλλὰ τὸ δοκιμάσαι πάντα καὶ κρατῆσαι τὸ καλὸν συμβουλεύω σοι. Ὡς γὰρ ὑπηρετεῖ σοί τις διὰ τὸν Θεόν, καὶ σὺ ὀφείλεις τὰ βάρη αὐτοῦ βαστάξαι ἵνα ἀνταπληρώσῃς τὸν νόμον τοῦ Χριστοῦ. Ὅτι οὐ θέλω σου τὴν ἀνάπαυσιν; Ὁ Θεὸς οἶδεν εἰ ἠδυνάμην τοῦ ὑπερετῆσαί σοι ὅλας τὰς ἡμέρας μου.

Καὶ τί ποιήσω, ὅτι ὅλως ἀχρήσιμός εἰμι; Μισήσωμεν τὴν ἀνάπαυσιν τῆς σαρκός, βδελυκτὴ γάρ ἐστι τῷ Θεῷ, ἵνα μὴ ἀπαλλοτριώσῃ ἡμᾶς τοῦ Θεοῦ. Ταῦτα ὡς ὁμοψύχῳ ἔγραψά σοι. Ὅτι ἐκ Θεοῦ ἐστιν θλιβῆναι ἡμᾶς μικρόν. Ἄνευ γὰρ θλίψεως οὐκ ἔστι προκοπὴ κατὰ φόβον Θεοῦ. Συγχώρησόν μοι, ὑπομονητικέ, καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα βάλω ἀρχήν. Εἰμὶ γὰρ λοιπὸν περὶ τὰ ἔσχατά μου.

Ἀπόκρισις τοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν· Χαῖρε ἀδελφὲ καὶ εὐθύμει καὶ μὴ ταράξῃ σε ὁ διάβολος εἰς ἀνωφελῆ. Τί νομίζει ἡ ἀγάπη σου; Ὅτι χωρὶς συγχωρήσεως Θεοῦ γίνεται τὸ πειρασθῆναί τινα ἢ θλιβῆναι; Οὐχί, ἀλλὰ πρὸς ὠφέλειαν ψυχῆς συγχωρεῖ ἡμῖν ὁ Θεὸς ταῦτα γενέσθαι.

Καὶ βλέπων ὁ διάβολος ὅτι οὕτως ἐστίν, ἀντέστρεψεν ἡμῖν τὰ πράγματα, καθὼς καὶ ἀπ’ ἀρχῆς, ἕως οὗ ἐξέβαλεν ἡμᾶς ἐκ τοῦ παραδείσου. Τί γὰρ οὐκ ἠλλοίωσεν ἡμῖν; Ἀντὶ τῆς ἁγίας εἰρήνης δεινὴν ἡμῖν οὐκ ἐνέβαλεν ὀργήν; Ἀντὶ μίσους τοῦ παρὰ Θεοῦ τοῦ μισεῖν τὰ κακά, οὐκ ἐνέβαλεν ἡμῖν μῖσος πονηρὸν τοῦ μισεῖν τὰ ἀγαθὰ καὶ αὐτὸν τὸν Θεόν; Ἀλλ’ οὐ συνιῶμεν, καὶ οὐκ οἴδαμεν ὅτι κόπτων ἀφ’ ἡμῶν ὁ Θεὸς πᾶσαν ἐνθύμησιν αἰσχρὰν καὶ πάντα λογισμὸν πονηρὸν καὶ ψυχοφθόρον, εἶπεν ἡμῖν εὔξασθαι ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν καὶ εὐλογεῖν τοὺς καταρωμένους ἡμᾶς, καὶ ἐνετείλατο ἀγαπᾶν τοὺς ἐχθροὺς ἡμῶν. Καὶ εἰ τοὺς ἐχθροὺς ἐνετάλθημεν ἀγαπᾶν, τοὺς μήτε σπουδαίως μήτε ἀμελῶς ποιοῦντας ἡμῖν διακονίαν, ποίαν ἔχομεν συγγνώμην, μὴ ἀγαπῶντες τοὺς εὐεργετοῦντας καὶ διακονοῦντας ἡμῖν, κἂν ἀμελῶς δεικνύωσιν ἡμῖν οἱ δαίμονες τὴν διακονίαν αὐτῶν γινομένην; Ἐὰν σωθῆναι θέλῃς καὶ τῷ Θεῷ καὶ ἡμῖν ἐπίστευσας τὴν ψυχήν σου, μὴ πιστεύσῃς τῷ λογισμῷ σου. Κακὸν γὰρ σπέρμα σπείρουσιν οἱ δαίμονες, ἄλλα ἀντ’ ἄλλων. Ἐξακολούθησον οὖν, καὶ μανθάνεις τὴν ὁδὸν τοῦ Θεοῦ. Αὐτὸς γὰρ εἶπεν· «Ἐὰν θέλητε καὶ εἰσακούσατέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε» καὶ τὰ ἑξῆς. Ὥστε οὖν ἐξ ἡμῶν ἐστι τὸ φαγεῖν καὶ τὸ μὴ φαγεῖν. Καὶ τί μεμφόμεθα τὸν πλησίον;

Μὴ φέρῃς πρόφασιν εἴς τινα εἰς τίποτε ὅλως, ἀλλ’ εἰς πάντα εὐαρέστησον. Καὶ μὴ λογίζου κακὸν εἴς τινα, ἐπεὶ γίνῃ κακός. Ὁ κακὸς γὰρ κακὰ λογίζεται καὶ ὁ καλὸς τὰ καλά. Τὸ δὲ λογίζεσθαι περί τινων ὅτι Κατ’ ἐμοῦ λαλοῦσι, οὗτος ὁ πόλεμος τῶν ἀρχαρίων ἐστίν. Ὥστε οὖν ἀπὸ τούτου, ἐὰν ὦσι δύο εὐχόμενοι εἰς ἓν κελλίον ἢ νουθετοῦντες ἀλλήλους, δύναταί τις εἰπεῖν περὶ αὐτῶν τὰ ἐναντία. Κἂν λογίζεται οὕτως, οὐ παρὰ τοῦτο ἀληθεύει, ἀλλὰ ἁπλῶς ἐν τῇ ἀφροσύνῃ αὑτοῦ ἀπώλειαν ἑαυτῷ περιποιεῖται ὁ τοιοῦτος. Μὴ ἔχε ταῦτα, ἔχει γὰρ ὁ ἀδελφὸς ὅτι δι’ ὑμῶν εὑρίσκει ἔλεος, κἂν θλίβεσθε δι’ αὐτὸν μικρόν, ἵνα κτήσησθε τὴν ὑπομονήν. «Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι μέγας ἐστὶν ὁ μισθός» τῆς ὑπομονῆς. Καὶ ἤδη πρὸ τούτου ἔμαθες παρὰ τοῦ ἀδελφοῦ Ἰωάννου ὅτι ἐκτὸς τοῦ Θεοῦ οὐ συγχωρούμεθα θλιβῆναι πρὸς τὴν ἡμῶν ὠφέλειαν.

Μὴ οὖν πιστεύσῃς τοῖς δαίμοσιν ἔν τινι κατὰ τοῦ ἀδελφοῦ σου, οὐ γὰρ πρᾶγμα ἔχει, ἀλλ’ αὐτοί εἰσιν οἱ θέλοντές σε ταράξαι. Καταργήσει αὐτοὺς ὁ Κύριος. Καὶ ὃ ἐλογίσω, ὅτι δοῦλος ἀνθρώπων ἦλθον γενέσθαι, οὐκ ἔστι ταπεινώσεως. Ὁ Ἀπόστολος ἐκαυχᾶτο ὅτι δοῦλος ἐγένετο πάντων, καὶ σὺ ταῦτα λέγεις; Πότε ἔρχῃ εἰς τὸ μέτρον τοῦτο τῆς ταπεινώσεως;

Οὐκ οἶδας τί εἶπας, ἀδελφέ. Ὁ Κύριος συγχωρήσει σοι. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν· Θαυμάζω τινὰς ὄντας ἔτη πολλὰ ἐν τοῖς σχολείοις, καὶ πάλιν ἀλφαβητίζοντας καὶ συλλαβίζοντας, ὀφείλοντας εἶναι λοιπὸν τελείους διδασκάλους. Οὕτως καὶ τοὺς χρονίζοντας ἐν τῷ σχήματι καὶ ὀφείλοντας διακρῖναι καὶ ἄλλοις λογισμοὺς βαθυτέρους, καὶ πολεμουμένους ὑπὸ τῶν πολέμων τῶν ἀρχαρίων.

Ὑμεῖς ὀφείλετε ὁδηγεῖν τοὺς πεπλανημένους εἰς εὐθεῖαν ὁδὸν ὡς τέλειοι, καὶ μᾶλλον ἀντὶ τοῦ βαστάξαι τὰ βάρη τῶν ἀδυνάτων, βαρεῖτε διὰ τῆς λύπης εἰς καταποντισμόν. Πρόσεχε σεαυτῷ ἀδελφέ. Ἆρα οὐδὲν ἀδικεῖ τὴν ψυχήν σου ἀρτίως τοῦτο ὅτι θλίβεις τὸν λογισμὸν τοῦ πλησίου; Μετὰ τὸ ποιῆσαι γὰρ τὸν κόπον διὰ τὸν Θεόν, ἐπιχορήγεις αὐτῷ λογισμοὺς ὅτι ὡς ἠθέλησας ἐποίησας. Ἄνθρωπος τέλειος ἀρχαρίῳ ταῦτα! Οὐκ ἦν σόν, ἀλλὰ νουθετεῖν, κυβερνᾶν, φοβούμενος τὸν λέγοντα· «Μὴ δοῦναι πρόσκομμα ἢ σκάνδαλον τῷ ἀδελφῷ.» Τί χρεία εἰπεῖν λόγον λυπηρὸν τῷ πλησίον; Τί δὲ λέγω σοι ταῦτα, καὶ οὕτως εἰμί; Ἡ ἀφροσύνη μου οὐκ ἀφεῖ με βαστάξαι λόγον, ἕως οὗ ἐκβάλω αὐτὸν καὶ ταράξω τὴν ψυχὴν τοῦ ἀδελφοῦ μου.

Ὁπότε σπείρει εἰς σὲ ὁ διάβολος κακοὺς λογισμούς, τοῦτο γὰρ ἔργον αὐτοῦ ἐστι ἄλλα σπείρειν ἀντὶ ἄλλων, καὶ μνημονεῦσαι τοῦ θανάτου οὐκ ἀφεῖ, τί χειμάζεσθε ἀπὸ μηδαμινῶν ὡς ἀρχάριοι καὶ ἰδιῶται; Ποῦ ἐστιν «Ὑστερούμενοι, θλιβόμενοι, κακοχούμενοι;» Οἱ Πατέρες ἡμῶν ἐπελέγοντο ἑαυτοῖς τὰς θλίψεις, καὶ ἡμεῖς, οὐκ αἰσχυνόμεθα πᾶσαν ἀνάπαυσιν ζητοῦντες; Μάθωμεν οἱ ταλαίπωροι ὅτι πάντα ταῦτα γέγραπται ἐν τοῖς ἄνω διπτύχοις. Καὶ ἀπαιτούμεθα ταῦτα μετὰ ἀκριβείας.

Ταῦτα γράφω θέλων ἐπάραι πᾶσαν σηπεδόνα. Εἰ δὲ θλίβω ἡμᾶς, συγχωρήσατε καὶ οὐ προσθήσω τοῦ θλῖψαι. Εὔξασθε ὑπὲρ ἐμοῦ ἵνα ἔλθω εἰς ἐπίγνωσιν ζωῆς. Περὶ δὲ τοῦ θανάτου σου, πολλάκις εἶπον καὶ λέγω, οὐ χρονίζεις ἐν τῷ σώματι.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Οἶδας, Πάτερ, ὅτι οὐ τολμῶ εἰς τίποτε ὅλως ἀντιλέξαι τῇ κελεύσει σου, εἴ τι γὰρ λέγεις ζωὴ ἡμῖν ἐστιν· ἀλλ’ εὖξαι ὑπὲρ ἐμοῦ ὅτι πάνυ θλίβει με ὁ ἀδελφός.

Ἀπόκρισις Βαρσανουφίου· Χαίροις ἀγαπητέ μου, χαίροις ἐν Κυρίῳ. Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ἐὰν εἴπω σοι οἰκῆσαι ἐν τῇ φυλακῇ ἐνιαυτὸν ἡμερῶν, οὐκ ἀντιλέγεις, εἰδὼς πῶς καὶ τίνι λαλῶ, συνδούλῳ καὶ ὁμοψύχῳ. Οὐκ οἶδας πῶς λέγει ὁ Ἰώβ· «Ἢ οὐχὶ πειρατήριόν ἐστι τὸ κατοικητήριον τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς;» Γενοῦ τοίνυν ἕτοιμος εἰς πειρασμοὺς καὶ θλίψεις πάντοτε, καὶ ἐπιλανθάνου πάντα τὰ ὀπίσω, κατὰ τὸν Ἀπόστολον, καὶ ἐπὶ τὸ ἔμπροσθεν ἐπεκτείνων σεαυτόν, ἵνα μὴ λέγοντός σου ταῦτα κατὰ τοῦ ἀδελφοῦ σου, γένηταί σοι μνησικακία. Ὁ Κύριος συντρίψει τὸν σατανᾶν ὑπὸ πόδας ἡμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ εἰρήνη καὶ ἀγάπη αὐτοῦ ἔσται μεθ’ ἡμῶν ἕως τέλους. Ἀμήν. Καὶ δώῃ ἡμῖν χαράν, εὐφροσύνην καὶ ἁγιασμόν, πρᾳΰτητα, ταπεινοφροσύνην, ἀγάπην ἣ «οὐδέποτε πίπτει», ἵνα βαστάξημεν ἀλλήλους ἐν φόβῳ Θεοῦ. Ὁ γὰρ θάνατος οὐ χρονιεῖ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Εἰπέ μοι Πάτερ, τί ἐστι ταπείνωσις, καὶ εὖξαι τὴν ἔξοδον τοῦ θανάτου μοι γενέσθαι. Ἀπόκρισις Βαρσανουφίου· Ἡ ταπείνωσίς ἐστι τὸ ἔχειν ἑαυτὸν «γῆν καὶ σποδόν» ἔργοις καὶ οὐ λόγοις μόνον, καὶ τὸ εἰπεῖν· «Ἐγώ, τίς εἰμι;» Τίς ψηφίζει με; Πρᾶγμα οὐκ ἔχω μετά τινος.

Καὶ περὶ τοῦ θανάτου σου, ἔτι ὀλίγον χρόνον ὑπόμεινον τὸν Κύριον, καὶ δοξάζει σου τὴν ἔξοδον ἐν χαρᾷ πολλῇ. Εὖξαι ὑπὲρ ἐμοῦ, ἀδελφέ μου. Ἀσπάζομαί σε ἐν Κυρίῳ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ἀββᾶ, ἰδοὺ ὁ ἀδελφὸς ἠναντιώθη μοι τραχέως καὶ οὐδεμίαν συμπάθειαν ἐνεδείξατο εἰς ἐμέ, τί οὖν κελεύεις ποιήσω;

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ Ἀνδρέα, θαυμάζω σου τὴν ἀφελότητα. Οὕτως ἁπλῶς ἔχεις ὅτι ἡσυχάζει ὁ διάβολος τοῦ μὴ πειράσαι τινά; Μὴ δυνάμεθα αἰτιάσασθαι τοὺς πίπτοντας ἀπὸ δαίμονος καὶ ἀφρίζοντας; Οὕτως οὐδὲ τοὺς ἐνεργουμένους ὑπὸ τοῦ διαβόλου εἰς ἀντιλογίαν καὶ ἀσυμπάθειαν οὐ δυνάμεθα αἰτιάσασθαι, ἀλλὰ τὸ πάθος. Πρόσεχε συνετῶς τοῖς λεγομένοις. Καὶ γὰρ καὶ σὺ συνεργῇ ὑπὸ τοῦ διαβόλου. Καὶ οὐ νοεῖς τὰ σά, ἀλλὰ τὰ τοῦ πλησίον ὀξέως βλέπεις. Ἰδοὺ εἶπας τὰ τοῦ ἀδελφοῦ σου καὶ τὰ σὰ οὐκ εἶπας, ὅτι ὀλίγας ἡμέρας ἔχεις, ἐρωτήσας περὶ ταπεινώσεως καὶ ἀκούσας ἑαυτὸν ἔχειν «γῆν καὶ σποδόν» καὶ μὴ ψηφίζεσθαι. Ἡ γῆ οὖν καὶ ἡ σποδὸς καὶ τὸ ἀψήφιστον, συμπάθειαν θέλει παρά τινος; Μάλιστα παρὰ ἀνθρώπου ἐνεργουμένου παρὰ τοῦ μισοκάλου; Καὶ τοῦτο ὅτι τελειότερος αὐτοῦ εἶ, καὶ ἐν τῇ ἡλικίᾳ καὶ ἐν τῇ σχήματι καὶ ἐν τῷ κλήρῳ.

Καὶ ὁ τελειότερος βαστάξαι ὀφείλει τὸν ἐλάσσονα, λέγων ὅτι Ἐγώ εἰμι ὁ ἀνάξιος. Ἐὰν δὲ λέγῃς καὶ οὐχ ὑπομένῃς, ἀκαίρως λέγεις. Σὺ γὰρ τίς εἶ ὁ ἔχων ὀφθαλμοὺς βλέποντας τὰ ἀλλότρια πάθη; Ἄνθρωπος εὐαγγελισθεὶς ὑπέρμετρα πράγματα! Ἀδολεσχῶν γὰρ εἰς αὐτά, ὀφείλεις ἐπιλανθάνεσθαι φαγεῖν τὸν ἄρτον σου. Ἀλλ’ οὔπω ἐγεύσω αὐτῶν καὶ οὐκ ἐγένοντό σοι ποθητὰ ὡς ἐχρῆν. Μνήσθητι τοῦ Λαζάρου, πόσον χρόνον ὑπέμεινεν εὐχαριστῶν τῷ Θεῷ. Καὶ μὴ ἐπιλάθῃ καὶ τούτων ὧν πολλάκις εἶπόν σοι· Φθόνος διαβολικός ἐστι. Εἰδὼς τί σοι ἀπόκειται, ἐγὼ δὲ πιστεύω εἰς τὸν Θεὸν ὅτι οὐδὲν ἔχει ἰσχύσαι.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Εὖξαι ὑπὲρ ἐμοῦ Πάτερ, ὅτι εἰς φαντασίας ἐνέπεσα. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ Ἀνδρέα, συγκράξωμεν τῷ ἁγίῳ Παύλῳ· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» Πῶς καὶ ἡμᾶς ἀνακόπτει τοῦ μὴ μεγαλαυχεῖν ἐπὶ τῷ τόξῳ ἡμῶν μηδὲ ἔχειν ἐν νῷ ὅτι ἡ ῥομφαία ἡμῶν σῴζει ἡμᾶς, ἀλλ’ ἡ χάρις τῆς αὐτοῦ ἀγαθότητος. Φησὶ γὰρ ὅτι «Χάριτί ἐστε σεσωσμένοι.» Διὰ τοῦτο ἀφεῖ ἡμᾶς ἐμπεσεῖν εἰς φαντασίας καὶ εἰς ἄλλα πάθη, ἵνα γνῶμεν ἡμῶν τὴν ἀσθένειαν καὶ ὅπου ἀκμήν ἐσμεν. Καὶ τοῦτο ἐκ τῆς ἀγαθότητος αὐτοῦ ἐᾷ ἡμᾶς πρὸς ὠφέλειαν ἡμετέραν, ἵνα ἡ πεποίθησις τῆς ἐλπίδος ἡμῶν ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν. Ἀλλὰ βλέπε μὴ νομίσῃς ὅτι θέλημά ἐστι Θεοῦ ἵνα ἐμπέσωμεν εἰς φαντασίας καὶ εἰς ἄλλα πάθη, ἀλλὰ διὰ τὴν ἀμέλειαν ἡμῶν ἐᾷ ἡμᾶς τὰ τοιαῦτα παθεῖν. Καὶ ἐκ τῆς φιλανθρωπίας αὐτοῦ ἀπὸ τῶν κακῶν ἡμῶν προξενεῖ ἡμῖν τὴν ταπείνωσιν εἰς σωτηρίαν. Τί οὖν; Τοῖς κακοῖς πάθεσιν ἐπιγράψομεν τὴν σωτηρίαν ἡμῶν; Μὴ γένοιτο! Ἀλλὰ τῇ αὐτοῦ εὐσπλαγχνίᾳ καὶ παντέχνῳ σοφίᾳ. Κατανόησον οὖν πῶς ἐξεγείρει πάντοθεν τὸν νοῦν ἡμῶν τοῦ μνημονεῦσαι εἰπεῖν· «Εἰ μὴ Κύριος ἐβοήθησέ μοι, παρὰ μικρὸν παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου» καὶ τὰ ἑξῆς.

Εἰδότες οὖν ὅτι διὰ τὴν ἀσθένειαν ἡμῶν καὶ τὴν ἀμέλειαν ταῦτα πάσχομεν, ποιήσωμεν ἡμῶν τὴν δύναμιν, ἵνα μὴ ἐμπέσωμεν εἰς αὐτά, καὶ αὐτοῦ ἐστι τὸ ἔλεος τοῦ ῥύσασθαι ἡμᾶς ἀπ’ αὐτῶν. Καὶ ἐπὶ Πέτρου τοῦτο ἐποίησε καὶ ἐπὶ Παύλου, ἀποστήσας τὴν δύναμιν πρὸς μικρὸν ἀπ’ αὐτῶν, ἵνα γνῶσιν ὅτι ἄνθρωποί εἰσιν. Καὶ ὁ μὲν εἰς ἄρνησιν πέπτωκεν, ὁ δὲ ἐν σαργάνῃ ἐχαλάσθη, ἵνα μάθωσι μὴ ἔχειν τὴν πεποίθησιν ἐφ’ αὐτοῖς, ἀλλ’ ἐπὶ τὸν ἁπάντων Δεσπότην.

Καὶ σὺ οὖν μάθε τί εἶ καὶ ποῦ εἶ. Καὶ συγγνώμων γενοῦ περὶ τὸν σύνδουλον καὶ κατάκρινον ἑαυτόν. Ταπεινώθητι ἀληθινῶς, οὐ μόνον ἐνώπιον τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐνώπιον τῶν ἀνθρώπων καὶ «ῥίψον πᾶσάν σου τὴν μέριμναν ἐπ’ αὐτόν», «τὸν δυνάμενον ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν.» Καὶ αὐτὸς πληρώσει πάντα σοι τὰ ἐπηγγελθέντα. Οὐ μὴ γὰρ ἀθετήσῃ τοὺς αἰτήσαντας αὐτὸν γνησίως, ἰδίους καὶ ἐντίμους αὐτοῦ ἀδελφούς, τοὺς δι’ αὐτοῦ καὶ ἐν αὐτῷ ἐλευθερώσαντας ἑαυτοὺς ἀπὸ ὅλου τοῦ παλαιοῦ ἀνθρώπου, καὶ ἀκούσαντας παρ’ αὐτοῦ μετὰ χαρᾶς ἀνεκλαλήτου ὅτι «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς», καὶ τὰ ἑξῆς. Καὶ ἔδωκεν αὐτοῖς «πᾶσαν ἐξουσίαν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.» Λοιπὸν «δούλευσον τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιῶ αὐτῷ ἐν τρόμῳ.» Καὶ εὐχαρίστησον αὐτῷ ἀκαταπαύστῳ στόματι ὅτι ἠλέησέ σε, καὶ ἄλλους πολλούς, διὰ τῶν δούλων αὐτοῦ. Αὐτῷ ἡ δόξα. Ἀμήν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν αἰτήσαντα εὐχήν· Ὁ Θεὸς ὁ οἰκτίρμων, ὁ ὕψιστος καὶ ἐλεήμων δώῃ ὑμῖν τὴν ἐξ ὕψους δύναμιν τοῦ πάντοτε μελετᾶν τὰ γραφόμενα ὑμῖν λόγια, καὶ ἐργάσασθαι ἔργον ἀληθινὸν πνευματικόν, τοῦτ’ ἔστι πολεμῆσαι πρὸς τοὺς ταράσσοντας ὑμᾶς λογισμούς. Καὶ ἵνα εὑρεθῆτε μετὰ τῶν λαβόντων τὰ τάλαντα καὶ διπλασιασάντων, ἵνα ἀκούσητε ἃ ἤκουσαν, καὶ ἵνα πυκτεύσητε τοῦ βαστάξαι ἀλλήλους. Καὶ ποιήσῃ ἡ γῆ ὑμῶν τῷ Θεῷ καλοὺς καρποὺς καὶ εὐκαίρους ἀνὰ ἑκατὸν ἀνὰ ἑξήκοντα ἀνὰ τριάκοντα.

Αὕτη ἐστὶν ἡ εὐχή μου πρὸς τὸν Θεόν, ἵνα φυλαξάντων ὑμῶν ταῦτα ἴδω ὑμᾶς ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μου γνησίους φίλους ἀγαλλιωμένους ἐν Κυρίῳ. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Εἰπέ μοι Πάτερ, πόθεν ἀνεφύη ἡμῖν ὁ γενόμενος πειρασμός; Καὶ εἰς τί ἐκφαίνει; Καὶ πῶς καταργεῖται; Καὶ εὖξαι ὑπὲρ αὐτοῦ ἵνα λυτρωθῶ ἐξ αὐτοῦ.

Ἀπόκρισις Βαρσανουφίου· Ὁ μισόκαλος διάβολος, εἰδὼς τὴν ὠφέλειαν τῆς ψυχῆς ὑμῶν καὶ ὅτι ἄλλο κάθισμα σωτηρίας οὐκ ἔστιν ἢ τὸ βαστάξαι ἀλλήλων τὰ βάρη, ἐφθόνησε, καὶ πυκτεύει τοῦ σπεῖραι πειράσαι ὑμᾶς. Ἔνθεν οὖν ἀνεφύη ὑμῖν ὁ πειρασμὸς ὃν καταργήσει ὁ Κύριος. Καταργεῖται δὲ τοιοῦτος πειρασμὸς ἐν τῷ βαστάξαι ἀλλήλων τὰ βάρη καὶ τῷ ὑπερεύξασθαι τοῦ ἀνθρώπου, δι’ οὗ ὁ πειρασμὸς γίνεται. Ἄνευ δὲ ἀγῶνος μετὰ συλλογισμοῦ οὐ γίνεται ἔκβασις τῷ πειρασμῷ.

Τὸ δὲ σπεῖραι ἀναχώρησιν ἔνθεν, καὶ τοῦτο πειρασμός ἐστιν ἀπὸ τοῦ φθόνου αὐτοῦ διὰ δικαιώματος, ἵνα διαρρήξῃ τὴν ἀγάπην τῶν ὑπερευχομένων σου ἁγίων καὶ ἀποστερήσῃ σε τῆς αὐτῶν βοηθείας. Ἰδοὺ τὴν εἴσβασιν καὶ τὴν ἔκβασιν τοῦ πειρασμοῦ ἔδειξά σοι. Ὑπόμεινον μικρὸν καὶ λαμβάνεις αὐτῶν κουφισμόν, ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ὀλιγωρήσαντα πρὸς τοὺς ἐπαναστάντας αὐτῷ πειρασμούς· Ἀδελφέ μου Ἀνδρέα καὶ ὁμόψυχε, μὴ ὀλιγωρήσῃς, οὐ γὰρ ἐγκατέλιπέ σε ὁ Θεὸς οὐδὲ ἐγκαταλιμπάνει. Ἀλλ’ ἐπαγγελία ἐστὶ δεσποτικὴ πρὸς τὸν κοινὸν ἡμῶν πατέρα τὸν Ἀδὰμ λέγων καὶ οὐ παρελεύσεται, ὅτι «Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου.» Καὶ καθὼς προσέταξε τῷ ἔξω ἀνθρώπῳ, οὕτως καὶ τῷ ἔσω, τὸ ἐν τῇ ἀσκήσει συνεργῆσαι ταῖς εὐχαῖς τῶν ἁγίων, καὶ τὰ πολλὰ ἀνύουσιν ἵνα μὴ ᾖ ἄκαρπος ὁ ἄνθρωπος. Καθὼς γὰρ ὁ χρυσὸς πυρούμενος ἐν τῷ χωνευτηρίῳ, καὶ διὰ τοῦ λαβιδίου κρατούμενος καὶ τυπτόμενος διὰ τῆς σφύρας, δόκιμος γίνεται καὶ εὐπρόσδεκτος εἰς βασιλικὸν διάδημα, οὕτως ὁ κρατούμενος ἄνθρωπος διὰ τῆς εὐχῆς τῶν ἁγίων, τῆς πολλὰ δυναμένης καὶ ἀνυούσης, πυροῦται διὰ θλίψεων.

Καὶ δέρεται διὰ τοῦ πειρασμοῦ, εἰ ὑπομένει εὐχαριστῶν, καὶ ἀναδείκνυται υἱὸς τῆς βασιλείας. Ὅλα οὖν πρὸς τὸ συμφέρον σοι γίνονται, ἵνα σχῇς καὶ σὺ παρρησίαν μετὰ τῶν ἁγίων ἀπὸ τῶν ἰδίων πόνων, ὧν τὴν ἀπαρχὴν προσφέρειν μὴ αἰσχύνου. Μὴ οὖν ἀντὶ τῆς πνευματικῆς χαρᾶς λύπην ἑαυτῷ προσπορίσῃ, καὶ ἔχε πιστὸν τὸν ἐπαγγειλάμενον ὅτι ποιεῖ.

Ἔρρωσο ἐν Κυρίῳ, ἀγαπητέ. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν εἰς πολλὴν ἀθυμίαν ἐμπεσόντα· Ἀδελφὲ Ἀνδρέα, μὴ δώῃ ὁ φιλάνθρωπος ἡμῶν Θεὸς τῷ μισοκάλῳ ἐχθρῷ σπεῖραι εἰς σὲ τὴν αὑτοῦ λύπην καὶ ἀθυμίαν, ἵνα μὴ καὶ εἰς ἀπόγνωσιν ἐνέγκῃ σε καὶ περὶ τῶν ἐπηγγελμένων διὰ Πνεύματος ἁγίου σοι τῷ ἀγαπητῷ ὑπὸ τοῦ εὐλογημένου Θεοῦ. Ἀλλ’ ἀνοίξει σου τὴν καρδίαν τοῦ συνιέναι τὰς Γραφάς, καθὼς ἤνοιξε τὴν καρδίαν τῶν περὶ Κλεώπαν. Πῶς ὁ Θεὸς μετὰ τὰς πρὸς τὸν ἅγιον καὶ πατριάρχην Ἀβραὰμ ἐπαγγελίας, πάλιν ἐπείραζεν αὐτόν; Φησὶ γάρ· «Καὶ μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεὸς ἐπείραζεν τὸν Ἀβραάμ.» Ποῖα ῥήματα; Τῶν ἐπαγγελιῶν λέγω. Τὸν φίλον αὐτοῦ, τὸν ἱερατεύσαντα αὐτῷ τὴν ἑκούσιον θυσίαν, τὸν ἄξιον παθεῖν δεινὸν οὐδέν, ᾧ τὴν πίστιν εἰς δικαιοσύνην ἐλογίσατο, τὸν τηλικοῦτον εἴασεν εἰς πειρασμὸν ἐμπεσεῖν πρὸς δοκιμὴν αὐτοῦ καὶ ἀναπολογησίαν τῶν δυνάμεων τοῦ σκότους, εἰς τὸ εἶναι ὑπογραμμὸν τοῖς πιστοῖς, ὅτι διὰ θλίψεων πολλῶν μέλλουσιν εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. «Οἳ διὰ τῆς αὐτῶν ὑπομονῆς κτῶνται αὐτῶν τὰς ψυχάς», «ἐν παντὶ εὐχαριστοῦντες.» Σὺν τούτοις λαβὲ ἐν νῷ καὶ τὸν ἐν ἁγίοις Ἰώβ, τὸν γνήσιον φίλον τοῦ Θεοῦ, «τὸν ἀληθινὸν καὶ ἄμεμπτον καὶ δίκαιον, θεοσεβῆ τε καὶ ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος.»

Πῶς τὸν ἀνάξιον τοῦ παθεῖν κακόν, τοῦτον παρέδωκε πειρασθῆναι πρὸς δοκιμὴν ἀρετῆς, ἕως οὗ ἔδειξε τοὺς ἐχθροὺς αὐτοῦ καὶ κατηγόρους κατῃσχυμμένους καὶ ἀναπολογήτους ἐν τῷ ἐλέγχεσθαι παρ’ αὐτοῦ; Λαβὲ δὲ εἰς στηριγμὸν πίστεως, καὶ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν καὶ τελειωτὴν Ἰησοῦν, τὸν λυτρωσάμενον ἡμᾶς ἐκ τῆς δοθείσης κατάρας. Πῶς ἐλθὼν ἐπὶ τὴν ὥραν τοῦ σταυροῦ, δεικνύων ἡμῖν ὁδὸν ὑπομονῆς καὶ σωτηρίας ἔλεγε· «Πάτερ, εἰ δυνατόν, ἀπελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο.

Ἀλλ’ ὅμως οὐχ ὡς θέλω, ἀλλ’ ὡς σὺ θέλεις.» Τοῦτο δὲ δι’ ἡμᾶς ἐποίησεν, ὁ ἐπιτιμήσας τῷ Πέτρῳ εἰπόντι αὐτῷ· «Ἵλεώς σοι, Κύριε! Οὐ μὴ ἔσται σοι τοῦτο», ὡς ὢν ἕτοιμος καὶ εὐπροαίρετος τοῦ παθεῖν. Ἀλλὰ διὰ τὴν ἀσθένειαν ἡμῶν ηὔξατο παρελθεῖν τὸ ποτήριον, ἵνα μὴ ἐκκακήσωμεν προσευχόμενοι, καὶ πρὸς τὸ παρὸν διὰ τὴν δοκιμὴν μὴ εἰσακουόμενοι.

Ψηλαφήσωμεν οὖν τοῦ Σωτῆρος ἡμῶν τὰ πάθη, ἀνθρώπου γενομένου, καὶ συνυπόμεινον αὐτῷ τὰ ὀνείδη, τὰ στίγματα, τὴν ἐξουδένωσιν, τὴν καταφρόνησιν τῶν ἐμπτυσμάτων, τὴν ὕβριν τῆς χλαμύδος, τὴν πομπὴν τοῦ ἀκανθίνου στεφάνου, τὸ ὄξος τὸ μετὰ πικρίας, τὴν ἀλγηδόνα τῆς πήξεως τῶν ἥλων, τὴν νύξιν τῆς λόγχης, καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα. Καὶ λαβὲ ἀνάψυξιν τῶν ἀλγηδόνων σου. Οὐ γὰρ ἀφεῖ εἶναι κενὸν τὸν κόπον σου. Ἵνα δὲ μὴ βλέπων τοὺς ἁγίους ἐν τῇ ὥρᾳ ἐκείνῃ βαστάζοντας τοὺς καρποὺς τῆς ὑπομονῆς τῶν θλίψεων καὶ καυχωμένους, ἄμοιρος αὐτῶν εὑρεθῇς, ἀφεῖ σε μικρὸν ὑπενεγκεῖν κόπον, ἵνα συγκοινωνὸς αὐτῶν καὶ τοῦ Ἰησοῦ γενηθῇς, ἔχων παρρησίαν ἐνώπιον αὐτοῦ μετὰ τῶν ἁγίων. Μὴ οὖν λυπηθῇς, οὐδὲ γὰρ ἐπελάθετό σου ὁ Θεός. Ἀλλὰ φροντίζει σου ὡς γνησίου καὶ οὐχ ὡς νόθου υἱοῦ. Καλῶς ἑστήκεις, ἐὰν προσέχῃς σεαυτῷ ἀσφαλῶς, τοῦ μὴ ἐκπεσεῖν τοῦ φόβου καὶ τῆς εὐχαριστίας τοῦ Θεοῦ. Μακάριος δὲ εἶ, εἰ μετὰ ἀληθείας ἐγένου καὶ ξένος καὶ πτωχός· Τοιοῦτοι γάρ εἰσι οἱ κληρονόμοι τῆς βασιλείας τοῦ Θεοῦ. «Ἀνδρίζου καὶ ἴσχυε» ἐν Κυρίῳ. Τὰ αὐτὰ γὰρ εἰπεῖν σοι οὐκ ὀκνῶ, ἃ παράσχῃ σοι ὁ Κύριος. Εὖξαι ὑπὲρ ἐμοῦ.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα αἴτησις περὶ στηριγμοῦ καρδίας καὶ περὶ ἀφέσεως τῶν ἀπὸ γεννήσεως αὐτοῦ ἁμαρτιῶν. Ἀπόκρισις Βαρσανουφίου· Ὁ Κύριος Ἰησοῦς Χριστὸς ἔσται σοι ἴασις καὶ στήριγμα αἰώνιον ψυχῇ καὶ σώματι, καὶ στηρίζει σου τὴν καρδίαν πρὸς τὸ μὴ κατακυριεῦσαί σου τὸν μισόκαλον καὶ μισάνθρωπον διάβολον.

Περὶ δὲ τῆς ἀφέσεως τῶν ἀπὸ γεννητῆς ἕως τοῦ δεῦρο, τοῦτο χαρίζεταί σοι ὁ Θεὸς μετὰ τεσσαράκοντα ἡμέρας, διὰ τὸ εἶναί σε συγκοινωνὸν τῶν δεήσεών μου, ἐν τῷ τοιούτῳ χαρίσματι, διὰ τῆς μικρᾶς σου ὑπομονῆς. Ἀνδρίζου οὖν ἐν Κυρίῳ καὶ ἴσχυε. Ὁ Κύριος μετὰ σοῦ ὁ μέγας ἰατρὸς ψυχῶν καὶ σωμάτων. Εἰρήνη σοι ἐν Κυρίῳ, ἀδελφέ.

Ἀπόκρισις τοῦ ἄλλου Γέροντος πρὸς τὸν αὐτόν· Εἰ εἰς τὰ κοσμικὰ μακαρίζουσιν ἄνθρωποι τὸν πλουτοῦντα, πολὺ πλέον μακαρίζω σου τὴν ἀγάπην πλουτήσασαν κατὰ Θεόν, διὰ τῶν δεήσεων τοῦ εὐλογημένου Πατρὸς ἡμῶν. Τοίνυν εἰ μὴ ἡ προσευχὴ αὐτοῦ προκατέλαβε καὶ εἶπεν· «Ἐνδυναμώθητι καὶ ἀνδρίζου καὶ ἴσχυε», ἐπεὶ ἐπικίνδυνον εἶχες ἀρρωστίαν ἀρρωστῆσαι, διὰ μικρὰν ἀμέλειαν καὶ μικροψυχίαν τοῦ φυλάξαι τὴν μακροθυμίαν καὶ τὴν ὑπομονὴν μετὰ τῶν λογισμῶν σου καὶ μετὰ τῶν ὑπηρετούντων σοι. Μνημονεύων τοῦ Ἀποστόλου λέγοντος· «Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Ὡς οὖν ἀγαπῶν σε ὁ Κύριος ἐπαίδευσε μετὰ ἐλέους, διὰ τὴν εὐχὴν τοῦ δούλου αὐτοῦ, ἵνα διὰ τῆς μικρᾶς ταύτης παιδείας συνεργήσῃς τῇ δεήσει αὐτοῦ καὶ λογίζεταί σοι εἰς ἐργασίαν, ἵνα φιμωθῇ τὸ στόμα τοῦ ἐχθροῦ, μήποτε εἴπῃ ὅτι εἰ ἐπειράσθη εἰς παιδείαν, αὐτομολῆσαι εἶχε. Μὴ οὖν λυπηθῇς, ὡς γὰρ ἤκουσας παρὰ τοῦ Γέροντος γίνεταί σοι. Ἀνδρίζου οὖν κατὰ τὸν λόγον αὐτοῦ καὶ ἴσχυε.

Ὁ αὐτὸς Γέρων λυτρωθεὶς ἐκ τῶν πειρασμῶν διὰ τῶν εὐχῶν τοῦ ἁγίου Γέροντος καὶ τῆς πνευματικῆς αὐτοῦ διδασκαλίας, ἔπεμψεν εὐχαριστῶν αὐτῷ. Ἀπόκρισις Βαρσανουφίου· Τῷ Θεῷ τῆς δόξης ἀναπέμψωμεν πᾶσαν δοξολογίαν καὶ ὑμνήσωμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἡμῖν γὰρ οὐ πρέπει δόξα, ἀλλ’ αὐτῷ μόνῳ καὶ τῷ Υἱῷ αὐτοῦ καὶ τῷ Πνεύματι αὐτοῦ τῷ ἁγίῳ. Ἤγαγεν ὁ Θεὸς τὴν ἀγάπην σου πρὸς τὴν ἡμῶν ἀσθένειαν, ἵνα βοήθειαν κατὰ Θεὸν σχῶμεν δι’ ἀλλήλων, θέλων καὶ εἰς ἡμᾶς πληρῶσαι τὴν λέγουσαν γραφήν· «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ τετειχισμένη.» Γένοιτο δὲ ἡμῖν πᾶσι βοηθῆναι ὑπὸ τοῦ ἀδελφοῦ τοῦ μεγάλου ἡμῶν, Ἰησοῦ λέγω, εὐδόκησε γὰρ ἵνα ἀδελφοὺς ἡμᾶς ἑαυτῷ ποιήσῃ, καί ἐσμεν, καὶ μακαριζώμεθα ὑπὸ τῶν ἀγγέλων. Οἷον ἔχομεν ἀδελφὸν δυνατὸν ἵνα ἐνδυναμώσῃ ἡμᾶς, ἰσχυρὸν ἵνα μερίσῃ ἡμῖν τὰ σκύλα, ἀρχιστράτηγον ἵνα συντρίψῃ ἐν πολέμῳ τοὺς πολεμοῦντας ἡμᾶς ἐχθρούς, ἰατρὸν ἵνα θεραπεύσῃ ἡμῶν τὰ πάθη, ἀρχηγὸν τῆς εἰρήνης ἵνα εἰρηνεύσῃ ἡμῶν τὸν ἔσω ἄνθρωπον μετὰ τοῦ ἔξω ἀνθρώπου, ὑποταγέντος αὐτῷ, τροφέα τρέφοντα ἡμᾶς τῇ πνευματικῇ τροφῇ, ζῶντα ἵνα ἡμᾶς ζωοποιήσῃ, ἐλεήμονα ἵνα ἡμᾶς ἐλεήσῃ, οἰκτίρμονα ἵνα ἡμᾶς οἰκτειρήσῃ, βασιλέα ἵνα καὶ ἡμᾶς βασιλεῖς ποιήσῃ, Θεὸν ἵνα καὶ ἡμᾶς Θεοὺς ποιήσῃ.

Εἰδὼς οὖν ὅτι τὰ πάντα ἐν αὐτῷ, αὐτοῦ δεήθητι· Οἶδε γὰρ ὧν χρείαν ἔχεις καὶ πρὸ τοῦ αἰτῆσαι αὐτόν, καὶ αὐτὸς παρέχει σοι τὰ αἰτήματα τῆς καρδίας σου, μὴ ἐμποδίζοντός σου. Καὶ αὐτῷ πάντοτε τὴν δοξολογίαν ἀνάπεμψον, ὅτι αὐτῷ ἡ δόξα πρέπει εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ, ἵνα γνῶ τὴν ἀσθένειάν μου καὶ ταπεινωθῶ.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα αἴτησις περὶ τῆς ἀβροχίας καὶ τῆς χρονίας αὐτοῦ σιωπῆς. Ἀπόκρισις Βαρσανουφίου· Οὐδὲν ἀκαίρως ποιεῖ ὁ Θεός, ἀλλ’ ὅλα πρὸς τὸ συμφέρον τοῖς ἀνθρώποις. Καὶ εἰ ἐκώλυσε τὸν ὄμβρον, πρὸς παιδείαν αὐτῶν, καὶ πάλιν ἐλεεῖ καὶ πέμπει αὐτόν. Οὕτως εἰ καὶ πρὸς καιρὸν ἐκωλύθη ὁ λόγος, ἵνα αἰσθανθῶσί τινες, ἀλλὰ μᾶλλον οὐκ ᾐσθάνθησαν, πάλιν ἐπιτρέπει ὁ Θεὸς καὶ λαλεῖται ὁ λόγος, κατὰ τὴν χρείαν εἰς ὠφέλειαν.

Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Παρακαλῶ σε Πάτερ ὅσιε, πληρῶσαι εἰς ἐμὲ τὰς ἁγίας σου ἐπαγγελίας περὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Ἀπόκρισις Βαρσανουφίου· «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις», ὅτι ἐὰν ἑτοιμάσῃς σεαυτὸν πρὸς ὑποδοχὴν τῶν αἰτήσεών σου, λήψῃ διὰ τοῦ πολλοῦ σου κόπου καὶ τῆς ἐμῆς ἀσθενείας. Ἡγοῦμαι γὰρ τὰ κέρδη καὶ ὠφέλειαν παντὸς ἀνθρώπου καὶ πάσης ψυχῆς ἐμὰ εἶναι. Ἡδέως δὲ καὶ καιόμενος σπένδομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς οἶδεν ὁ μόνος γινώσκων τὰς καρδίας ἡμῶν Θεός. Καὶ οἶδα καὶ πέπεισμαι ὅτι μὴ ἀπολέσωμεν τὸν κόπον. Ἔχε οὖν τὸ θάρσος ὅτι λαμβάνεις τὰς αἰτήσεις, ἀλλὰ λαμβάνων φύλαξον τοῦ μεῖναι παρὰ σοὶ τὴν χάριν. Πολλοὶ γὰρ ἔφθασαν λαβεῖν καὶ μετὰ τὸ λαβεῖν ἐξέπεσαν ὅτι οὐκ ἐφύλαξαν εἴ τι ἔλαβον μετὰ φόβου. Γενοῦ οὖν ἐπιθυμητὴς ἀγαθῶν καὶ τηρητής, δοῦλος εὐάρεστος τῷ Δεσπότῃ σου, μαθητὴς ταπεινὸς τοῦ διὰ σὲ ταπεινώσαντος ἑαυτόν.

Ὑπήκοος τοῦ ὑπηκόου, ἀνεξίκακος τοῦ ἀνεξικάκου, μακρόθυμος τοῦ μακροθύμου, ἐλεήμων τοῦ ἐλεήμονος, τὰ βάρη βαστάζων τοῦ πλησίον, ὡς καὶ αὐτός σου τὰ βάρη ἐβάστασεν. Ἀγαπῶν πάντας εἰλικρινῶς ὡς καὶ αὐτὸς ἡμᾶς ἠγάπησεν, ἀκολουθῶν αὐτῷ ἐν πᾶσιν, ἕως ὅτου λάβῃ σε εἰς τὴν μεγάλην αὑτοῦ ἀνάπαυσιν, ὅπου «ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Εὖξαι ὑπὲρ ἐμοῦ, μοναχέ. Ὁ αὐτὸς ᾔτησε τὸν αὐτὸν μέγαν Γέροντα τὰ αὐτά. Ἀπόκρισις· Ἀδελφὲ Ἀνδρέα, δώῃ σοι ἃ εἶπεν Ἰησοῦς «αἰτεῖτε καὶ λαμβάνετε» τὰ αἰτήματά σου ὅλα, μόνον ἑτοίμασόν σου τὸν οἶκον ἐν πολλῇ καθαρειότητι τοῦ δέξασθαι τὰ δωρήματα, ἐν τῷ γὰρ κεκαθαρμένῳ οἴκῳ θησαυρίζονται. Καὶ ὅπου οὐκ ἔνι βόρβορος τὴν εὐωδίαν αὐτῶν παρέχουσι. Καὶ ὅταν γεύηται αὐτῶν τις, ξένος γίνεται τοῦ παλαιοῦ ἀνθρώπου, σταυρούμενος τῷ κόσμῳ καὶ ὁ κόσμος αὐτῷ, ζῶν ἐν Κυρίῳ πάντοτε. Καὶ ὅσον κρούουσι τὰ κύματα τοῦ ἐχθροῦ, οὐ ῥήσσουσιν αὐτοῦ τὸ σκάφος. Καὶ τὸ λοιπὸν φοβερὸς γίνεται τοῖς ὑπεναντίοις ἀπὸ τῆς θεωρίας τῆς ἁγίας σφραγῖδος. Καὶ ὅσον ἐχθρὸς αὐτῶν γίνεται, τοσοῦτον φίλος καὶ ἀγαπητὸς γνήσιος τοῦ μεγάλου βασιλέως γίνεται. Λοιπὸν ἀδελφέ, μίσησον τελείως ἵνα ἀγαπήσῃς τελείως, μάκρυνον τελείως ἵνα ἐγγίσῃς τελείως, βδέλυξαι υἱοθεσίαν ἵνα λάβῃς υἱοθεσίαν. Ἄφες τὸ ποιῆσαι θέλημα καὶ ποίησον θέλημα, κόψον σεαυτὸν καὶ δῆσον σεαυτόν, θανάτωσον σεαυτὸν καὶ ζωοποίησον σεαυτόν, ἐπιλάθου ἑαυτοῦ καὶ γνῶθι ἑαυτόν. Καὶ ἰδοὺ ἔργα μοναχοῦ ἔχεις.

Ὁ αὐτὸς ᾔτησε τὸν αὐτὸν μέγαν Γέροντα τὰ αὐτά. Ἀπόκρισις· Ἀδελφὲ καὶ ἠγαπημένε τῆς ψυχῆς μου, Ἀνδρέα, εἰ ᾔδεις καθὼς χρὴ τὴν δωρεὰν τοῦ Θεοῦ, ὅλαι αἱ τρίχες τῆς κεφαλῆς σου εἰ ἦσαν στόμα, οὐκ ἠδύνου δοξάσαι αὐτὸν ἢ εὐχαριστῆσαι καθὼς ἄξιον ἦν, ἀλλὰ πιστεύω ὅτι μανθάνεις. Καὶ ὡς οἶδεν αὐτὸς ὁ Θεός, οὐκ ἔστι ῥιπὴ ὀφθαλμοῦ ἢ ὥρα, ἐν ᾗ οὐκ ἔχω σε ἐν τῷ νῷ καὶ ἐν τῇ προσευχῇ. Καὶ εἰ ἐγὼ οὕτως σε ἀγαπῶ, ἀλλ’ ὁ Θεὸς ὁ πλάσας σε περισσότερόν σε ἀγαπᾷ.

Καὶ δέομαι αὐτοῦ ὁδηγῆσαί σε καὶ κυβερνᾶν κατὰ τὸ θέλημα αὐτοῦ. Καὶ οὕτως κυβερνᾷ σε πρὸς τὸ συμφέρον τῆς ψυχῆς σου. Κἂν μακροθυμῇ κατὰ σοῦ, ἀλλὰ πλεονάζει τὴν ὠφέλειαν τῆς ψυχῆς σου. Κάθου οὖν οὕτως, εὐχαριστῶν αὐτῷ εἰς πάντα, ἐξουθενῶν ἑαυτὸν εἰς πάντα, πιστεύων εἰς πάντα τὰ ῥηθέντα σοι ὅτι ἔσονται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ἀμήν. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν αἰτήσαντα τὰ αὐτὰ καὶ τὴν παρὰ τοῦ Θεοῦ σύνεσιν· Ἀδελφὲ Ἀνδρέα, εἶπεν ὁ Δεσπότης ἡμῶν Χριστὸς τῇ Μάρθᾳ· «Ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ.» Καὶ σὺ οὖν πίστευσον, καὶ βλέπεις τὸν Λάζαρον ἐγειρόμενον ἐκ τῶν νεκρῶν καὶ συναριστῶντα τῷ Ἰησοῦ. Καὶ βλέπεις τὴν Μαρίαν παρακαθημένην τοῖς ἁγίοις ποσὶν αὐτοῦ καὶ ἀπαλλαγεῖσαν τοῦ τῆς Μάρθας περισπασμοῦ. Καὶ πίστευσον ὅτι πάντα γίνεταί σοι ἃ δι’ ἐμοῦ τοῦ ἀναξίου αἰτήθη ὁ Θεὸς τοῦ παρασχεῖν τῇ ἀγάπῃ σου. Οὐδὲν οὖν ἀπαιτεῖ σε ὁ Θεός, εἰ μὴ ὑπομονὴν καὶ εὐχαριστίαν, καὶ ἀνοίγει σου τοὺς θησαυροὺς τῆς εἰς αὐτὸν σοφίας καὶ συνέσεως. Ἀσπάζομαί σε ἐν Κυρίῳ. Ἐν ᾧ ὑγίαινε ψυχῇ καὶ σώματι, καὶ εὖξαι ὑπὲρ ἐμοῦ.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν· Ἀδελφὲ καὶ ἀγαπητὲ Ἀνδρέα, ἄκουσον. Οἱ τὰ εὔριζα νομίσματα λαμβάνοντες παρὰ τοῦ βασιλέως, ἐὰν μετὰ σπουδῆς καὶ ἐπιεικείας αὐτὰ φυλάξωσι, λαμπρὰ μένουσι καὶ καθαρά, ἐὰν δὲ ἀμελήσωσιν, οὐ μόνον ὅτι ἰοῦνται ἀλλὰ τάχα καὶ ἀπόλλυνται.

Διὰ τοῦτό τις σοφὸς εἶπε· «Τὸ χρύσιόν σου καὶ τὸ ἀργύριόν σου δῆσον.» Ἐγὼ δέ σοι οὐ μόνον δῆσαι λέγω τῇ πίστει τῇ ἀδιστάκτῳ, ἀλλὰ καὶ σφραγίσαι τῇ ταπεινώσει καὶ τῇ μακροθυμίᾳ τῆς ὑπομονῆς, δι’ ἧς σῴζεται ὁ ὑπομένων.

Τολμηρὸν λέγω σοι διὰ τοῦ συγχωροῦντός μοι Θεοῦ· Λέγει σοι, δι’ ἐμοῦ τοῦ ἐλαχίστου, ὁ μέγας μεσίτης Ἰησοῦς, ὁ Υἱὸς τοῦ Εὐλογημένου Πατρός, ὁ χορηγὸς τοῦ ἁγίου καὶ ζωοποίου Πνεύματος· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί», καὶ ἀπὸ γεννητῆς μέχρι τοῦ δεῦρο. Λαβὼν οὖν τὴν μεγάλην χαρὰν ταύτην, τὴν ἀνεκλάλητον, ἀγάπησον αὐτὸν ὅλῃ δυνάμει. Δεικνύων καρπὸν ἄξιον τῆς μετανοίας, κράζων μετὰ τοῦ ἁγίου Παύλου τὰ μελῳδικὰ ἐκεῖνα· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις ἢ στενοχωρία ἢ λιμὸς ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;» Λέγων αὐτῷ ὅτι «Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐξουσίαι οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Ταῦτα μὴ μόνον στόματι δείξῃς μελετῶν ἀλλ’ ἔργοις. Φησὶ γάρ· «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.» Μεγάλου ἀξιώματος ἐγένου, μεγάλα καὶ ἄξια ἔργα δεῖξον ὑπομονῆς καὶ εὐχαριστίας, δι’ ὧν ἐστι προσδοκία τῆς τελειότητος ἧς γενώμεθα ἄξιοι ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Ἀμήν. Μάλαξον ταῦτα συνεχῶς καὶ ἐνεργῶς, καὶ γεύσῃ αὐτῶν τῆς γλυκύτητος, πῶς εὐωδιάζουσί σου τὴν ψυχὴν καὶ τῶν ἐντυχεῖν δυναμένων. Ἀνδρίζου ἐν Κυρίῳ καὶ ἴσχυε, εὐλαβέστατε. Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν·

Ἀδελφὲ Ἀνδρέα εἶπεν ὁ Κύριος ὅτι «Ἠλίας ἤδη ἦλθε.» Κἀγώ σοι λέγω ὅτι ὁ νοητός σου Λάζαρος ἤδη ἠγέρθη καὶ ἐλύθη τῶν δεσμῶν, καὶ ἐπληρώθη ἐπ’ αὐτόν· «Διέρρηξας τοὺς δεσμούς μου.» Λοιπὸν καὶ αὐτὸς ὀφείλεις θῦσαι θυσίαν αἰνέσεως τῷ λύσαντι, ἵνα μὴ πάλιν διὰ ῥᾳθυμίας ἐμπέσῃ εἰς τοὺς πρώτους δεσμούς, κατὰ τὸν λόγον τοῦ Σωτῆρος λέγοντος· «Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε», καὶ τὰ ἑξῆς. Εὐχαρίστησον τῷ Θεῷ. Μέλλει γὰρ αὐτῷ περὶ σοῦ καὶ φροντίζει σου καὶ οἰκονομεῖ ἐν πᾶσιν, ἐὰν καὶ σὺ μείνῃς θέλων. Ὑγίαινε καὶ ψυχῇ καὶ σώματι, καὶ εὖξαι ὑπὲρ ἐμοῦ.

Ὁ αὐτὸς τῆς τοσαύτης τυγχάνων δωρεᾶς ᾔτησε καὶ παράθεσιν αὐτῷ τε καὶ τοῖς σὺν αὐτῷ. Ἀπόκρισις· Δοῦλε τοῦ ὑψίστου τοῦ Θεοῦ, Ἀνδρέα, σύνδουλε δὲ ἐμοῦ τοῦ ἐλαχίστου, εἰρήνη σοι καὶ τοῖς λοιποῖς συνδούλοις ἡμῶν ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Δῆλον ὑμῖν ποιῶ ὅτι πρὸ τῆς αἰτήσεως ὑμῶν, ἤδη ἐγὼ παρεθέμην ὑμᾶς τῇ ἁγίᾳ καὶ προσκυνητῇ, καὶ ὁμοουσίῳ, ζωοποιῷ τε καὶ ἀνάρχῳ Τριάδι, ἐν παραθήκῃ φυλακτηρίου ἀπὸ παντὸς κακοῦ.

Οὐ θέλω δὲ ὑμᾶς ἀγνεῖν καὶ τοῦτο ὅτι ἐστὶν ἄλλη παράθεσις φοβερωτέρα, ἀναγκαιοτέρα καὶ φρικτή, ποθεινοτέρα καὶ ἀγαπητική, ἐντιμοτέρα καὶ ἐνδοξοτέρα. Καὶ ποία ἐστίν; Ἀκούσατε. Ὅταν καταισχύνεται ὁ μισόκαλος, ἡμῶν ἐχθρός, ἀκούων τῆς μακαρίας ἐκείνης καὶ ζωοποιοῦ φωνῆς τοῦ Σωτῆρος ἡμῶν πρὸς ἡμᾶς τῆς πλήρους χαρᾶς καὶ εὐφροσύνης καὶ ἀγαλλιάσεως, φωτιζούσης ἐν ἀνεκλαλήτῳ λαμπρότητι καὶ λεγούσης· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου», τότε γίνεται ἡ μεγάλη αὕτη παράθεσις, «ὅταν παραδοθῇ ἡ βασιλεία τῷ Θεῷ καὶ Πατρί.» Αὕτη ἐστὶ καὶ ἐκτὸς ταύτης ἄλλη οὐκ ἔστι. Καὶ πῶς γίνεται, ἀκούσατε·

Ἕκαστος τῶν ἁγίων προσφέρων οὓς ἔσωσεν υἱοὺς τῷ Θεῷ, λαμπρᾷ τῇ φωνῇ μετὰ πολλῆς καὶ μεγάλης παρρησίας, θαυμαζόντων τῶν ἁγίων ἀγγέλων καὶ ὅλων τῶν ἐπουρανίων δυνάμεων, λέγει· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.» Καὶ οὐ μόνον αὐτοὺς ἀλλὰ ἑαυτὸν παραδίδει τῷ Θεῷ, καὶ τότε γίνεται ὁ Θεὸς «τὰ πάντα ἐν πᾶσιν.» Εὔξασθε οὖν ἵνα φθάσωμεν. Μακάριος γὰρ ὁ προσδοκῶν καὶ φθάνων.

Εὔξασθε ὑπὲρ ἐμοῦ ἀγαπητοί. Ὁ αὐτὸς φαντασίας καὶ πειρασμοὺς ὑπομένων ἐκ τῶν δαιμόνων καὶ θαυμάζων ὅτι μετὰ τὴν τοσαύτην φιλανθρωπίαν καὶ τὰς τῶν μελλόντων ἀγαθῶν ἐπαγγελίας ταῦτα ὑφίσταται, ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα περὶ τούτου καὶ εἰς ἔτι ἵστανται αἱ σφραγίδες τῶν ἐπαγγελιῶν.

Ἀπόκρισις τοῦ Βαρσανουφίου· «Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν Κύριον, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.» Εἰρήνη σοι ἔσται ἐν Θεῷ, τιμιώτατε ἀδελφὲ καὶ ὁμόφρον Ἀνδρέα. Μὴ ἐκλύσῃ σε ὁ τῶν δαιμονικῶν παθῶν καὶ φαντασιῶν ὄχλος, ἀλλὰ πίστευσον ὅτι οὐδὲν ἀνύουσιν ὀχλοῦντες καὶ πειράζοντες, ἀλλὰ μᾶλλον πλεονάζουσι τὴν ἀρετήν, ἐὰν μετὰ ἀκριβείας προσέχωμεν τοῦ κατασχεῖν μικρὰν ὑπομονήν. Φησὶ γὰρ περὶ τοῦ σῳζομένου διὰ πίστεως δικαίου ὅτι «Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.» Μὴ οὖν χαυνώσωμεν τὸ σχοινίον, ἵνα μὴ ἀπολέσωμεν τὰ δοθέντα ἡμῖν παρὰ τοῦ φιλανθρώπου καὶ εὐσπλάγχνου Θεοῦ. Αὐτοῦ γάρ ἐστι τὸ παρασχεῖν καὶ ἡμῶν τὸ φυλάξαι. Καὶ μὴ θαυμάσῃς, εἰ μετὰ τὰς ἁγίας ἐπαγγελίας καὶ τὰ «ἀμεταμέλητα χαρίσματα», πάλιν κινοῦσι πρὸς σὲ τὰ ἄτιμα αὐτῶν πάθη, προσδοκῶντες συλῆσαι τὸν ἄπειρον πλοῦτον. Ἀλλὰ μιμνῄσκου τῆς μετὰ τὴν τοῦ Δεσπότου ἡμῶν Θεοῦ περὶ τοῦ ἐν ἁγίοις καὶ ἐνδόξου Ἰὼβ μαρτυρίαν ἀναιδείας αὐτῶν, πόσους πειρασμοὺς καὶ μηχανήματα ἐκίνησαν καταβαλεῖν τὸν πύργον, καὶ οὐκ ἠδυνήθησαν, οὐδὲ συλῆσαι ἴσχυσαν τὸν θησαυρὸν τῆς λαμπρᾶς αὐτοῦ πίστεως καὶ εὐχαριστίας. Λαμπρότερον γὰρ ἔδειξεν ἡ πρὸς τὸ πῦρ ὁμιλία τὸ χρυσίον, τοῦτ’ ἔστιν ἡ ὑπερβολὴ τῶν πειρασμῶν τὸν δίκαιον.

Ἀφῆκε γὰρ ὁ Θεὸς καὶ συνεχώρησε καὶ μετὰ τὴν ἰδίαν αὑτοῦ περὶ τοῦ δικαίου μαρτυρίαν πειρασθῆναι τὸν δοῦλον πρὸς μείζονα εὐδοκίμησιν καὶ δόξαν τοῦ Δεσπότου, καὶ ἀναπολογησίαν τῶν ἐχθρῶν. Μὴ οὖν ἐκκακήσῃς, στήκουσι γὰρ αἱ σφραγῖδες τῶν ἐπαγγελιῶν. Ἀλλὰ ὑπόμεινον τὸν Κύριον. «Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, σπαρέντος ἐν αὐτῷ λογισμοῦ ὅτι τὸ μὴ ἐγκρατεύσασθαι ἐκ τῶν βρωμάτων, ἐμποδίζει αὐτῷ φθάσαι εἰς τὰ ἐπηγγελμένα αὐτῷ· Οὐχ ὡς ἐξουδενῶν τὴν ἐγκράτειαν καὶ τὴν πολιτείαν, λέγω ἀεὶ τῇ ἀγάπῃ σου ποιῆσαι τὴν χρείαν τοῦ σώματος ὡς χρή.

Μὴ γένοιτο! Ἀλλ’ ὅτι ἐὰν μὴ ἡ ἔσωθεν ἐργασία βοηθήσῃ μετὰ τὸν Θεὸν τῷ ἀνθρώπῳ, μάτην κοπιᾷ εἰς τὴν ἐξωτικήν. Διὰ τοῦτο γὰρ εἶπεν ὁ Κύριος ὅτι «Οὐ τὰ εἰσπορευόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος.» Καὶ γὰρ ἡ ἐσωτέρα ἐργασία μετὰ πόνου καρδίας φέρει τὴν καθαρότητα, καὶ ἡ καθαρότης φέρει τὴν ἀληθινὴν ἡσυχίαν καρδίας, καὶ ἡ τοιαύτη ἡσυχία φέρει τὴν ταπείνωσιν, καὶ ἡ ταπείνωσις ποιεῖ τὸν ἄνθρωπον εἶναι κατοικητήριον Θεοῦ. Καὶ ἀπὸ τῆς κατοικήσεως ταύτης ἐξορίζονται οἱ πονηροὶ δαίμονες καὶ ὁ τούτων ἀρχηγὸς διάβολος, σὺν τοῖς ἀτίμοις αὑτῶν πάθεσι. Καὶ εὑρίσκεται ὁ ἄνθρωπος ναὸς Θεοῦ ἡγιασμένος, πεφωτισμένος, κεκαθαρισμένος, κεχαριτωμένος, πεπληρωμένος πάσης εὐωδίας καὶ ἀγαθωσύνης καὶ ἀγαλλιάσεως.

Καὶ εὑρίσκεται θεοφόρος ὁ ἄνθρωπος, μᾶλλον δὲ καὶ Θεός, διὰ τὸν εἰπόντα· «Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.» Μὴ οὖν θορυβήσῃ σε ὁ λογισμός, μᾶλλον δὲ ὁ Πονηρὸς ὅτι τὰ σωματικὰ βρώματα κωλύουσί σε φθάσαι εἰς τὰς ἐπαγγελίας. Οὐχί! Ἅγια γάρ εἰσι καὶ οὐκ ἔστιν ἀπὸ καλοῦ κακὸν ἀποβαίνειν. Ἀλλ’ ἐκ τῶν ἐξερχομένων ἐκ τοῦ στόματος τὰ ἀπὸ καρδίας πεμπόμενα, αὐτὰ κωλύει καὶ ἐμποδίζει τὸν ἄνθρωπον διὰ τάχους ἐλθεῖν εἰς τὰς προκειμένας αὐτῷ ἐπαγγελίας.

Ποιῶν οὖν τὴν χρείαν τοῦ σώματος, μὴ διακριθῇς, ἀλλὰ ποίησον τὴν δύναμιν τοῦ ἔσω σου ἀνθρώπου τοῦ πονέσαι καὶ ταπεινῶσαι τοὺς λογισμοὺς αὐτοῦ, καὶ τότε ἀνοίγει ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου τοῦ ἰδεῖν «τὸ φῶς ἀληθινόν» καὶ τοῦ συνιέναι εἰπεῖν ὅτι «Χάριτί εἰμι σεσωσμένος» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ἐπειδὴ δέσποτα, ὡς οἶδας, ἀσθενής εἰμι ψυχῇ καὶ σώματι, δέομαί σου, παρακάλεσον τὸν Θεὸν παρασχεῖν μοι δύναμιν καὶ βοήθειαν εἰς τὴν ὑπομονήν, ἵνα εὐχαρίστως βαστάζω τὰ ἐπερχόμενα.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ Ἀνδρέα, μαθεῖν θέλω τὴν ἀγάπην σου ὅτι πάντα τὰ χαρίσματα διὰ τῆς ἐλεύσεως τοῦ ἁγίου Πνεύματος δίδονται, καὶ «πολυμερῶς καὶ πολυτρόπως» δίδονται. Ποτὲ γὰρ ἔδωκεν ὁ Θεὸς τὸ πνεῦμα τοῖς Ἀποστόλοις ἐκβάλλειν δαιμόνια, ποτὲ δὲ καὶ ἐπιτελεῖν ἰάσεις, ποτὲ δὲ τὸ προορᾶν καὶ ποτὲ ἐγείρειν νεκρούς, τὸ δὲ τέλειον τὸ ἀφιέναι ἁμαρτίας καὶ ἐλευθερῶσαι ψυχὰς ἐκ σκότους καὶ ἀγαγεῖν εἰς τὸ φῶς. Ἰδοὺ οὖν δέομαι τοῦ Θεοῦ ἵνα μετὰ τὴν ἐλευθερίαν τῆς ψυχῆς σου δώῃ σοι τὸ Πνεῦμα τὸ ἅγιον εἰς ὑπομονὴν καὶ εὐχαριστίαν, καὶ ἵνα «αἰσχυνθῇ ὁ ἐξ ἐναντίας μὴ ἔχων καθ’ ἡμῶν ἀπολογίαν.» Συνέργησον καὶ σὺ μικρὸν πυκτεύων τοῦ κτήσασθαι καὶ δίδει «ὁ πλούσιος ἐν ἐλέει Θεός.» Εὖξαι ὑπὲρ ἐμοῦ, ἀδελφέ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Παρακαλῶ σε, δέσποτα, μνημονεύειν μου πάντοτε, καὶ δήλωσόν μοι πῶς χρῆ παρελθεῖν μετὰ τοῦ πλησίον οἰκοῦντος ἀδελφοῦ ἡμῶν. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, γραπτόν ἐστιν ὅτι «Ἐὰν ἐπιλάθωμαί σου Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου», καὶ τὰ ἑξῆς. Ταῦτα περὶ τῆς μνήμης. Περὶ δὲ τοῦ πῶς παρελθεῖν μετὰ τοῦ ἀδελφοῦ, ὁ θέλων ἀρέσαι τῷ Θεῷ κόπτει τὸ θέλημα αὐτοῦ τῷ πλησίον βιαζόμενος ἑαυτόν. Φησὶ γάρ· «Βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ κληρονομοῦσιν αὐτήν.» Μάθε οὖν πῶς ἀναπαύεται ὁ ἀδελφός σου, καὶ οὕτως ποίησον καὶ εὑρίσκεις καὶ σὺ ἀνάπαυσιν παρὰ τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Οὗτος ὁ ἀδελφὸς ὁ πλησίον οἰκῶν τούτου τοῦ ἀσθενοῦντος γέροντος, συμπαθήσας τῇ αὐτοῦ ἀσθενείᾳ, ᾔτησε πάνυ τὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ ὀχληρέ, «εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ» διὰ τί ἀπὸ καιροῦ εἰς καιρὸν παιδεύει τὸν δοῦλον αὑτοῦ Ἀνδρέαν ὡς εὔσπλαγχνος πατήρ, ἐδόξασας ἂν τὸν Θεὸν ἵνα ἀποστομίσῃ ἀπ’ αὐτοῦ τὸ μιαρὸν στόμα τοῦ δράκοντος, ἵνα μὴ εὕρῃ κατ’ αὐτοῦ πρόφασιν ἐν ἡμέρᾳ τῆς κρίσεως διὰ μεγάλας ἐπαγγελίας, τὰς αὐτῷ ἐπαγγελθείσας ὑπὸ τοῦ Θεοῦ, δι’ ἐμοῦ τοῦ ἐλαχίστου δούλου καὶ ἀχρείου. Τί δὲ νομίζεις ὅτι οὐ συμπάσχω αὐτῷ περισσότερον παντὸς ἀνθρώπου; Ναί, ἐπεὶ ποῦ ἐστιν ὅτι «Ἐὰν πάσχῃ ἓν μέλος, συμπάσχει ὅλα τὰ μέλη;» Εἰ μετὰ ἀληθείας ᾔδει τὴν λαμπρότητα τῶν προκειμένων αὐτῷ, μελῳδῆσαι εἶχε σὺν τῷ Παύλῳ, εὐχαριστῶν ἀγαλλιώμενος ὅτι «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Ὁ Θεὸς ἐνδυναμώσει αὐτὸν καὶ πέμψει αὐτῷ τὸ μέγα ἔλεος. Ἀσπάζομαι ὑμᾶς ἐν Πνεύματι ἁγίῳ, θεωρῶν σὺν Θεῷ τὴν προκοπὴν ὑμῶν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ὁ αὐτὸς ἀδελφὸς ζητῶν δι’ ἑαυτοῦ ὑπηρετεῖν τῷ Γέροντι κατὰ δύναμιν σὺν τῷ αὐτοῦ ὑπηρέτῃ καὶ τοῦ Γέροντος διακρινομένου καὶ μὴ θέλοντος ὑπηρετεῖσθαι παρ’ αὐτοῦ διὰ τὸν λόγον τοῦ ἀββᾶ Θεοδώρου τοῦ ἐν τῇ Φέρμῃ, μὴ ἀνεχομένου ἐπιτάξαι τῷ ἰδίῳ μαθητῇ, ἠρώτησε τὸν ἄλλον Γέροντα περὶ τούτου.

Ἀπόκρισις Ἰωάννου· Ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς προσθήσει τῇ πίστει σου, ὦ τιμιώτατε καὶ προσφιλέστατε ἀδελφέ, καὶ ἐνδυναμώσει τὴν ἀγάπην σου ἐν τῷ φόβῳ αὐτοῦ, τοῦ πληρῶσαι τὴν προαίρεσίν σου εἰς τὸν πλησίον. Ὥστε ἐὰν κοπιᾷς μικρὸν κατὰ δύναμιν, οὐκ ἀποστερεῖ σε ὁ Θεὸς τὸν μισθὸν τοῦ κόπου. Εἴ τι οὖν δύνασαι, ἀνάπαυσον τὸν Γέροντα, καὶ ἀρέσκει τῷ Θεῷ ὑπὲρ λατρείας. Ἃ δὲ οὐ δύνασαι, ἵνα ποιήσῃ ὁ ἀδελφός. Οὐκ ὀφείλει δὲ ὁ Γέρων διακριθῆναι ὑπηρετούμενος παρ’ ὑμῶν ἀσθενὴς ὤν, ἀλλ’ εὐχαριστεῖν τῷ Θεῷ, καὶ εὔχεσθαι ὑπὲρ ὑμῶν. Ἀσθενὴς γὰρ ὤν, οὐκ ὀφείλει κρατῆσαι τὸν λόγον τοῦ ἀββᾶ Θεοδώρου λέγοντος περὶ τοῦ ἀδελφοῦ ὅτι Οὐκ εἰμὶ κοινοβιάρχης ἵνα ἐπιτάξω αὐτῷ, ἐὰν θέλῃ ποιῆσαι ὃ βλέπει με ποιοῦντα, ποιήσει.

Ταῦτα γὰρ ἔλεγεν ὁ ἀββᾶς Θεόδωρος, ὅτι ἠδύνατο ποιῆσαι τὴν χρείαν αὐτοῦ καὶ ὑπηρετεῖν ἄλλοις. Οὗτος δὲ ἀσθενής. Καὶ ἕκαστος ὀφείλει πρὸς τὸ μέτρον αὑτοῦ καὶ τὴν κατάστασιν διάγειν ἐν φόβῳ Θεοῦ, εὐχαριστῶν αὐτῷ πάντοτε. Ὅτι δι’ αὐτοῦ ἄλλοι λαμβάνουσι τὸν μισθόν. Μὴ οὖν φθονήσῃ τῷ θέλοντι ἀκοῦσαι τοῦ λέγοντος· «Ἠσθένησα καὶ διηκονήσατέ μοι.» Οὐκ ἀπαιτεῖ ὁ Θεὸς τὸν ἀσθενοῦντα, καθὼς πολλάκις ἤκουσεν, εἰ μὴ μόνον τὴν εὐχαριστίαν καὶ τὴν ὑπομονήν. Αὕται γὰρ πρεσβεύουσιν ὑπὲρ τῆς ἀδυναμίας ἐνώπιον τοῦ Θεοῦ. Μὴ διακριθῇ οὖν ὑπηρετούμενος ὑπὸ οἱουδήτινος ἀδελφοῦ θέλοντος διὰ τὸν Κύριον κοπιᾶν, καὶ μὴ εἴπῃ· Βαρῶ τοῦτον ἢ Θλίβω τοῦτον, ἀλλ’ εἴπῃ· Ὁπότε ὁ Θεὸς ἐπληροφόρησεν αὐτὸν ποιῆσαι ἑαυτῷ μισθὸν ἀπ’ ἐμοῦ, ὁ Κύριος ἐνδυναμώσει αὐτὸν κἀμὲ μὴ κατακρίνῃ. Ταῦτα φυλαξάτω καὶ οἰκεῖτε μετ’ εἰρήνης χάριτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Πρὸ πάντων «ἀλλήλων τὰ βάρη βαστάξατε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Καὶ ἐπὶ τούτοις μνημονεύσωμεν ὅτι ὁ θάνατος οὐ χρονίζει τοῦ φθάσαι. «Καὶ δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ» καὶ τῷ πλησίον, ἵνα δι’ αὐτοῦ κληρονομήσητε τὴν ἀθάνατον ζωήν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐν ᾧ ἔχοντες τὴν ἐλπίδα, «μὴ μεριμνήσητε εἰς τὴν αὔριον.» Αὐτῷ γὰρ μέλλει ὑπὲρ ἡμῶν. «Καὶ ἐὰν ἐπιρρίψωμεν τὴν μέριμναν ἡμῶν ἐπ’ αὐτόν», αὐτὸς ἡμῶν φροντίζει ὡς θέλει. Αὐτῷ ἡ δόξα. Ἀμήν.