Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικαὶ διατάξεις

Μέγας Βασίλειος

Εισαγωγή και επιλογή του ασκητικού βίου

Προοίμιο με τον σκοπό της συγγραφής των ασκητικών υποθηκών και σύγκριση των μεριμνών της έγγαμης ζωής με την ελευθερία της αφιερώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 9

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΑΣΚΗΤΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ, ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΚΟΙΝΟΒΙῼ ΚΑΙ ΚΑΤΑΜΟΝΑΣ ΑΣΚΟΥΝΤΑΣ. ΠΡΟΟΙΜΙΟΝ. Τὴν κατὰ Χριστὸν φιλοσοφίαν ἐπανελόμενος, καὶ τῶν βιωτικῶν ἐπιθυμιῶν τε καὶ ἡδονῶν καὶ φροντίδων ἀνώτερον ἄρας τὸ φρόνημα, καὶ τῶν σαρκικῶν παθημάτων τὸν λογισμὸν ἐκ παντὸς τρόπου χωρίζειν καὶ ἀποκρίνειν ἐσπουδακὼς, πολλάκις μὲν πρὸς ἡμᾶς πολλοὺς πεποίησαι λόγους, πυνθανόμενος τίνα τρόπον δέοι τὴν τοῦ ἀγῶνος ἔνστασιν τελειῶσαι, μηδαμοῦ ταῖς σαρκικαῖς ἐπιθυμίαις ταῖς διὰ τοῦ σώματος παριούσαις ἐπὶ τὴν ψυχὴν ἁλισκόμενον· καὶ τί μὲν πρῶτον, ὡς μάλιστα παραφυλακτέον, τί δὲ μετὰ τὸ πρῶτον· τίνα δὲ τῶν καλῶν ζηλωτέον, ὥστε τῇ μὲν παραφυλακῇ φυγεῖν τὴν τῶν ἀτόπων ἐνέργειαν· τῷ δὲ ζήλῳ κατορθῶσαι τὴν τῶν καλῶν πρᾶξιν. Ἔπειτα μέντοι ἠξίους καὶ ἔγγραφόν σοι τῆς ἡμετέρας περὶ τούτου συμβουλῆς γενέσθαι τὴν ἔκθεσιν. Τούτου χάριν καὶ αὐτοὶ προήχθημεν τὸν ἀγαθόν σου ζῆλον μὴ παριδεῖν, ἀλλὰ καὶ τὸν ἐνόντα τρόπον ταῖς παρ᾽ ἑαυτῶν ὑποθήκαις ἐπιστηρίξαι καὶ βεβαιώσασθαι· οὐχ ὡς ἀρκοῦντα πρὸς τὴν ὑπόθεσιν παρεχόμενον λόγον, ἀλλ᾽ ὡς τὸν ὄντα μὴ κατακρύπτοντες, ὥσπερ τινὶ χώματι, τῇ σιγῇ, καὶ ταύτῃ φεύγοντες τὴν ἐπὶ τῷ κατακρύψαντι τὸ τάλαντον εἰς τὴν γῆν ἠπειλημένην δίκην.

Πρόφασις μὲν οὖν, ὡς τὰ πολλὰ, τοῖς ἀνθρώποις τῆς περὶ τὰς κοσμικὰς ἐπιθυμίας τε καὶ ἡδονὰς καὶ φροντίδας ὁ γάμος. Οὔτε γὰρ τῆς τοῦ θήλεος ἐπιθυμίας ἀνδράσιν, ἢ γυναιξὶ τῆς τοῦ ἄῤῥενος σφοδροτέραν καὶ βιαιοτέραν εὕροι τις ἂν ἐγκειμένην τῇ φύσει τοῦ σώματος· καὶ μάλα γε εἰκότως, οἷα δὴ περὶ τὴν τῶν ἐκγόνων βλάστησιν συνίστασθαι πεφυκυῖαν· ὃς, καιριωτάτην ἔχων ἐνέργειαν, ἤμελλε καὶ τὴν ῥύμην σφοδροτέραν ἐπάγεσθαι· οὐδὲ φροντίδας βαρυτέρας ἀνθρώποις παρεισπιπτούσας τῶν διὰ τὴν συζυγίαν ἀθρόως ἐφιπταμένων, καθὼς ὁ Παῦλός φησιν· Ὁ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, τὰς φροντίδας ἐπηχθισμένος.

Ὁ μὲν γὰρ μόνος ἑαυτοῦ καὶ τῶν οἰκείων τοῦ σώματος ἀναγκῶν ἀνάσχοιτο ἂν, ἢ ἴσως καὶ περιφρονήσειε ταύτας, ἑαυτὸν εἰς τοῦτο πείθειν εὐκόλως δυνάμενος· ὁ δὲ γαμετῆς καὶ παίδων ἐπιμελούμενος οὐκέτι τῆς οἰκείας γνώμης κύριος γίνεται, ἀλλὰ ἀνάγκην ἔχει ταύτῃ τὰ καθ᾽ ἡδονὰς πράττειν, καὶ περὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀσχολούμενος, πολλὴν ἄβυσσον ἐπαντλεῖσθαι φροντίδων, ἃς καταλέγειν μακρότερον ἢ κατὰ τὸν παρόντα καιρὸν ἂν εἴη.

Ὁ τοίνυν τῶν τοῦ κόσμου δεσμῶν ἐλεύθερος εἶναι γλιχόμενος τὸν γάμον ὥσπερ τινὰς πέδας ἀπέφυγε· τοῦτον δὲ ἀποφυγὼν, τὸν ἑαυτοῦ βίον ἀνέθηκε Θεῷ, καὶ τὴν ἁγνείαν καθωμολόγησεν· ὡς μήτε ἄδειαν ὑπάρχειν αὐτῷ τῆς ἐπὶ τὸν γάμον ἐπιστροφῆς, ἀλλ᾽ ἔχεσθαι αὐτὸν ἐκ παντὸς τρόπου τῶν ὑπὲρ τῆς ἁγνείας ἀγωνισμάτων φύσει προσπαλαίοντα, καὶ ταύτης ταῖς βιαιοτέραις ὁρμαῖς. Ἐραστὴς γὰρ ὁ τοιοῦτος τοῦ Θεοῦ καταστὰς, καὶ τῆς ἐκείνου ἀπαθείας, κατὰ γοῦν τὸ σμικρότατον, κατασχεῖν ἐφιέμενος, καὶ τῆς πνευματικῆς ἁγιότητος, γαλήνης τε καὶ ἀταραξίας, καὶ ἡμερότητος, καὶ τῆς ἐκ τούτων τικτομένης εὐφροσύνης τε καὶ χαρᾶς ἐπιθυμῶν ἀπογεύσασθαι, παντὸς μὲν ὑλικοῦ καὶ σωματικοῦ πάθους τοῦ τὴν ψυχὴν ἐπιθολοῦντος, πόῤῥω τοὺς λογισμοὺς ἀπάγειν ἐσπούδακε· καθαρῷ δὲ καὶ ἀνεπισκιάστῳ ὄμματι τῆς ψυχῆς τὰ θεῖα περιαθρεῖ, ἀπλήστως τοῦ ἐκεῖθεν φωτὸς ἐμφορούμενος. Εἰς τοιαύτην τε ἕξιν καὶ κατάστασιν τὴν ψυχὴν ἐξασκήσας, οἰκειοῦται κατὰ τὴν ἐγχωροῦσαν ὁμοίωσιν τῷ Θεῷ, ἐπέραστός τε καὶ ποθεινότατος αὐτῷ γίνεται· οἷα δὴ μέγα τι ἆθλον καὶ δυσήνυτον ἀνατλὰς, καὶ ἐκ τῆς κατὰ τὴν ὕλην συγκράσεως δυνηθεὶς ἀκραιφνεῖ καὶ κεχωρισμένῃ τῇ διανοίᾳ τῆς τῶν σωματικῶν ἐπιμιξίας παθῶν προσομιλῆσαι Θεῷ.

Οὐκοῦν πρέπον τε καὶ ἀκόλουθον τὸν εἰς τοιαύτην ἕξιν διὰ τῆς προειρημένης ἀσκήσεως ἀνελθόντα μὴ κατασπᾶσθαι πάλιν διὰ τῶν τῆς σαρκὸς ἐρεθισμῶν πρὸς κοινωνίαν τῶν ἐκείνης παθῶν· μηδὲ τοὺς ἐκεῖθεν ἀτμοὺς ἀνιόντας δεχόμενον, ὥσπερ ἀχλύϊ τινὶ βαθυτάτῃ ἀμαυροῦσθαι τὸν τῆς ψυχῆς ὀφθαλμόν· καὶ ἀποπίπτειν τῆς θείας καὶ πνευματικῆς θεωρίας, ὑπὸ τοῦ καπνοῦ τῶν παθημάτων τὸ βλέμμα τοῦ λογισμοῦ δριμυσσόμενον.