Δεξάμενος δὲ τὴν ἀπότομον ταύτην φωνὴν, καὶ τὴν φοβερὰν λειτουργίαν, καὶ τὸ τῆς φύσεως ἰσχυρότερον οὐκ ἐπίταγμα μόνον ἀλλὰ καὶ ἄκουσμα, ὅπως πράως ἤνεγκεν, ὅπως οὐκ ἐξέστη τὰς φρένας, ὅπως οὐ κατέπεσε τὴν ψυχὴν, ἀλλ᾽ ὥσπερ ἄρνα τινὰ καταθύειν μέλλων, οὕτως ἠρεμαίῳ καὶ ἀταράχῳ φρονήματι τὸν ζυγὸν τῆς ὑπακοῆς ἐπιθέμενος, ᾔει σὺν τῷ παιδὶ, τὸ προσταχθὲν ἐκπληρώσων, οὐδὲν οὐδὲ ἐν τούτῳ πολυπραγμονῶν τὴν τοῦ Θεοῦ κρίσιν, οὐδὲ μεμφόμενος, ἀλλὰ τὸ οἰκεῖον σκοπῶν, ὅπως ἂν κατὰ μηδὲν τὴν ὑπακοὴν παραλύσειεν. Οὕτω τοι καὶ λαμπρὸν ἤρατο στέφανον, τῇ οἰκουμένῃ στήλη πίστεως καὶ ὑπακοῆς ἱδρυνθείς. Ἐνῆν μὲν οὖν καὶ τῶν λοιπῶν ἁγίων τῶν κατὰ παλαιὰν ἱστορίαν διαλαμψάντων τὴν εὐπείθειαν διελθεῖν, εἰς παίδευμα τῆς τῶν ἀσκητῶν ἀναμφιλέκτου ὑπακοῆς· ἀλλ᾽ ἵνα μὴ μακρὸν τὸν λόγον ἀπεργασώμεθα, ἕκαστον τῶν παιδεύεσθαι βουλομένων τῇ ἀκροάσει τῶν ἁγίων Γραφῶν παραπέμψαντες, αὐτοὶ ἐπὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος τὸν λόγον τρεψόμεθα, δεικνύντες πῶς ὑπήκουον, καὶ πῶς ὑπετάσσοντο. Ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ἔτι τὴν ἀρχὴν τῆς μαθητεύσεως ἔχουσι, καὶ προσδοκῶσιν, ὅσον οὐδέπω βασιλεῦσαι τὸν Δεσπότην, καὶ ὑπολαμβάνουσιν, ὅτι καὶ αὐτοὶ καμοῦνται μὲν οὐδὲν, οὐδὲ κινδυνεύσουσιν, οὐδὲ κοπιάσουσιν, συμβασιλεύσουσι δὲ Χριστῷ, καὶ τῆς βασιλικῆς δόξης καὶ θεραπείας καὶ τιμῆς συμμεθέξουσι.