Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικαὶ διατάξεις

Μέγας Βασίλειος

Η απάρνηση του κόσμου και η απόλυτη υπακοή

Ανάπτυξη της αναγκαιότητας για αδιάσπαστη πνευματική αδελφότητα, αποκοπή από τους κοσμικούς συγγενείς και πλήρη υποταγή στους πνευματικούς ηγουμένους κατά το πρότυπο των δικαίων και των αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 8 από 9

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Ὅτι χρὴ τὸν ἀσκητὴν βεβαίᾳ κρίσει προσιέναι τῇ ἀσκήσει, καὶ περὶ ὑπακοῆς. Τοῖς μὲν οὖν διορατικοῖς τὸν νοῦν ἐν τῇ προδιηγήσει τῶν τῆς πολιτείας ἰδιωμάτων τὸν κανόνα τῆς πολιτείας ὁ λόγος ὡρίσατο. Ἐπειδὴ δὲ προσήκει διὰ τοὺς ἁπλουστέρους τῶν ἀδελφῶν καὶ σαφέστερον ἐκθέσθαι τὸν τῆς πολιτείας ἐφ᾽ ἑκάστῳ κανόνα, ἐπὶ τοῦτο δὴ καὶ τρεψώμεθα. Χρὴ τοίνυν πρό γε ἁπάντων τὸν προσελθόντα τῇ τοιαύτῃ πολιτείᾳ, ἐστηριγμένον, καὶ ἑδραῖον, καὶ ἀκίνητον ἔχειν τὸ φρόνημα, καὶ κρίσιν τοῖς πνεύμασι τῆς πονηρίας ἀνεπιχείρητον καὶ ἀμετάθετον, καὶ μαρτύρων ἔνστασιν τῇ τῆς ψυχῆς ἐπιδείκνυσθαι βεβαιότητι μέχρι θανάτου, τῶν τε ἐντολῶν τοῦ Θεοῦ ἀντεχόμενον, καὶ τὴν ὑπακοὴν τοῖς καθηγουμένοις ἐπιδεικνύμενον.

Τοῦτο γὰρ τῆς πολιτείας ἐστὶ τὸ κεφάλαιον. Ὥσπερ γὰρ ὁ Θεὸς, Πατὴρ ἁπάντων καὶ ὢν, καὶ καλεῖσθαι καταξιῶν, ἀκριβεστάτην παρὰ τῶν αὐτοῦ θεραπόντων ἀπαιτεῖ τὴν εὐπείθειαν· οὕτω καὶ ὁ πνευματικὸς ἐν ἀνθρώποις πατὴρ πρὸς τοὺς τοῦ Θεοῦ νόμους τὰς ἑαυτοῦ διατάξεις ἁρμόζων, ἀναμφίλεκτον τὴν ὑπακοὴν ἀπαιτεῖ. Εἰ γὰρ ὁ τέχνῃ τινὶ τῶν βαναύσων, τούτων δὴ τῶν πρὸς τὴν παροῦσαν ζωὴν ἡμῖν χρησίμων, ἑαυτὸν ἐκδιδοὺς, παντὶ τρόπῳ πείθεται τῷ τεχνίτῃ, καὶ κατ᾽ οὐδὲν ἐναντιοῦται τοῖς ἐκείνου προστάγμασιν, οὔτε μὴν πρὸς τὸ βραχύτατον τούτου χωρίζεται, ἀλλὰ πάντα καιρὸν ἐν ὀφθαλμοῖς ἐστι τοῦ διδασκάλου, βρῶσίν τε καὶ πόσιν καὶ τὴν ἄλλην δίαιταν ὑπομένει ταύτην, ἣν ἂν ἐκεῖνος ὁρίσειεν· πολλῷ μᾶλλον οἱ πρὸς τὴν μάθησιν τῆς εὐσεβείας καὶ τῆς ἰσότητος ἀφικνούμενοι, ἅπαξ πεπεικότες ἑαυτοὺς, ὅτι δυνήσονται παρὰ τοῦ καθηγουμένου τὴν τοιαύτην ἐπιστήμην λαβεῖν, πᾶσαν εὐπείθειαν καὶ τὴν περὶ πάντα ἀκριβεστάτην ὑπακοὴν τούτοις εἰσοίσονται· καὶ οὐχὶ τὸν λόγον τῶν ἐπιτεταγμένων ἀπαιτήσουσιν· ἀλλὰ τὸ ἔργον τὸ ἐπιτεταγμένον ἐπιτελέσουσιν, εἰ μὴ τοσοῦτον, ὅσον ἀγνοοῦντάς τι τῶν συντεινόντων πρὸς σωτηρίαν, κοσμίως καὶ μετὰ τῆς πρεπούσης αἰδοῦς ἐρωτᾷν καὶ παιδεύεσθαι. Πᾶσα δὲ σπουδὴ τοῦ ἀνθρώπου ἔστω, ὅπως μὴ τὸ ὑψηλὸν τῆς ψυχῆς διὰ τῆς ἐπαναστάσεως τῶν ἡδονῶν ταπεινωθείη.

Πῶς γὰρ ἂν ἔτι δύναται πρὸς τὸ συγγενὲς καὶ νοητὸν φῶς ἐλευθέρῳ ἀναβλέψαι τῷ ὄμματι ἡ προσηλωθεῖσα κάτω ψυχὴ τῇ ἡδονῇ τῆς σαρκός; Διὸ χρὴ πρό γε πάντων τὴν ἐγκράτειαν ἀσκεῖν, ἀσφαλῆ φρουρὸν τῆς σωφροσύνης τυγχάνουσαν, καὶ τὸν ἡγεμόνα νοῦν μὴ συγχωροῦσαν ὧδε κἀκεῖσε ῥέμβεσθαι.

Καθάπερ γὰρ τὸ περιεστεγασμένον διὰ σωλήνων ὕδωρ ὄρθιον ὑπὸ τῆς ἀναθλιβούσης βίας ἐπὶ τὸ ἄνω φέρεται, οὐκ ἔχων ὅπου διαχυθείη· οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, καθάπερ σωλῆνος στεγανοῦ τῆς ἐγκρατείας αὐτῶν πανταχόθεν περισφιγγούσης, ἀναληφθήσεταί πως ὑπὸ τῆς τοῦ κινεῖσθαι φύσεως πρὸς τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν, οὐκ ἔχων ὅπου διαῤῥυῇ. Οὐδὲ γὰρ στῆναί ποτε δυνατόν ἐστι τὸν ἀεικίνητον ὑπὸ τοῦ πεποιηκότος εἰληφότα τὴν φύσιν· καὶ εἰς τὰ μάταια κινεῖσθαι κωλυόμενον, ἀμήχανον μὴ πρὸς τὴν ἀλήθειαν πάντως εὐθυπορῆσαι. Ἐγκράτειαν δὲ ἡγούμεθα ὁρίζεσθαι οὐ μόνον τὴν τῶν βρωμάτων ἀποχὴν (τοῦτο γὰρ πολλοὶ καὶ τῶν παρ᾽ Ἕλλησι φιλοσόφων κατώρθωσαν), ἀλλὰ πρό γε πάντων τὸν τῶν ὀφθαλμῶν ῥεμβασμόν. Τί γὰρ ὄφελος, εἰ, σιτίων ἀπεχόμενος, μοιχείας ἀκολασίαν διὰ τῶν ὀφθαλμῶν ἐσθίεις, ἢ τοῖς ὠσὶν ἑκὼν ἀκροᾶσαι ματαίας καὶ διαβολικὰς φωνάς; Οὐδὲν ὄφελος βρωμάτων ἀπέχεσθαι, τύφον δὲ ὑψηλοφροσύνης καὶ κενῆς δόξης καὶ παντὸς πάθους μὴ ἀπέχεσθαι. Ἢ τί γε ὄφελος ἐγκρατεύεσθαι ἀπὸ βρωμάτων, καὶ ἀπὸ λογισμῶν πονηρῶν καὶ ματαίων μὴ ἀπέχεσθαι; Διὸ καὶ ὁ Ἀπόστολος ἔλεγεν· Φοβοῦμαι μή πως φθαρῇ τὰ νοήματα ἡμῶν. Ἐγκρατεῖς οὖν γενώμεθα ἀπὸ τούτων ἁπάντων, μήποτε εἰκότως καὶ ἐφ᾽ ἡμᾶς ἡ τοῦ Κυρίου μέμψις ἔλθοι, ὡς τὸν κώνωπα διυλιζόντων, τὴν δὲ κάμηλον καταπινόντων.

ΚΕΦΑΛΑΙΟΝ Κʹ. Ὅτι οὐ χρὴ τὰς πρὸς τοὺς βιωτικοὺς συγγενεῖς μεταδιώκειν ὁμιλίας, ἢ τὰ ἐκείνων φροντίζειν. Συγγενῶν μέντοι καὶ φίλων καὶ γονέων κεχωρίσθαι τοσοῦτον τῇ διαθέσει προσήκει, ὅσον τοὺς τεθνεῶτας ὁρῶμεν τῶν ζώντων ἀφεστηκότας.

Καὶ γὰρ ὁ κατὰ ἀλήθειαν πρὸς τοὺς κατ᾽ ἀρετὴν ἀγῶνας ἀποδυσάμενος, καὶ τῷ κόσμῳ παντὶ μετὰ τῶν ἐν τῷ κόσμῳ πάντων ἀποταξάμενος, καὶ σταυρώσας ἑαυτὸν, ἵνα τὸ πλῆρες εἴπω, τῷ κόσμῳ, τέθνηκε τῷ κόσμῳ, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ, κἂν γονεῖς ὦσι, κἂν ἀδελφοὶ, κἂν τρίτον ἢ τέταρτον ἢ πολλοστὸν βαθμὸν τῆς συγγενείας ἐπέχοντες. Εἰ μὲν οὖν μετασταῖεν οἱ γεγεννηκότες τοῦ βίου, καὶ πρὸς τὴν πολιτείαν τοῦ παιδὸς μετατάξαιντο, ἀληθῶς εἰσι συγγενεῖς· οὐ τὴν γονέων, ἀλλὰ τὴν ἀδελφῶν τάξιν ἐπέχοντες. Πατὴρ γάρ ἐστιν ἀληθέστατος, πρῶτος μὲν ὁ τῶν ἁπάντων Πατήρ· ὁ δεύτερος δὲ μετ᾽ ἐκεῖνον ὁ τῆς πνευματικῆς καθηγούμενος πολιτείας.

Εἰ δὲ μένοιεν οἱ συγγενεῖς τὸν πρότερον ἀσπασάμενοι βίον, μέρος εἰσὶ τοῦ κόσμου, οὗ ἡμεῖς κεχωρίσμεθα, καὶ κατ᾽ οὐδὲν προσήκοντες τὸν κατὰ σάρκα ἄνθρωπον ἀποθεμένοις, καὶ ἀποδυσαμένοις τὴν πρὸς ἐκείνους οἰκείωσιν. Ὁ δὲ τὴν τῶν βιωτικῶν φιλίαν μετὰ ἀκριβείας κατασπαζόμενος, καὶ τούτοις διαπαντὸς προσομιλεῖν ἐφιέμενος, τὰς ἐκείνων διαθέσεις διὰ τῆς συνεχοῦς ὁμιλίας εἰς τὴν ψυχὴν εἰσῳκίσατο.

Πάλιν τε τοῦ κοσμικοῦ φρονήματος ἀναπλησθεὶς τὴν διάνοιαν, τῆς ἀγαθῆς ἐνστάσεως ἀποπέπτωκε, καὶ τοῦ πνευματικοῦ φρονήματος ἐχωρίσθη, καὶ τὸν πρότερον ἔμετον ἀνεμάξατο τῇ ψυχῇ, καὶ παρὰ τοῦ ἐχθροῦ τέτρωται, διὰ τῆς σαρκικῆς συγγενείας τὴν πνευματικὴν πολιτείαν ἐπιθολώσαντος.

Τοῖς μὲν οὖν συγγενέσιν εὐχώμεθα τὰ βέλτιστα, δικαιοσύνην, φημὶ, καὶ εὐσέβειαν, καὶ ταῦτα, ἅπερ ἡμεῖς τίμια πεποιήμεθα. Ταῦτα γὰρ ἡμῖν πρέπον εὔχεσθαι, κἀκείνοις παρ᾽ ἡμῶν καρποῦσθαι συμφέρον. Αὐτοὶ δὲ τῆς περὶ ἐκείνων φροντίδος τε καὶ μερίμνης τοὺς λογισμοὺς ἀπολύσωμεν. Ὁ γὰρ διάβολος, θεασάμενος ἀποδυσαμένους ἡμᾶς πᾶσαν φροντίδα βιωτικὴν, καὶ εὐσταλεῖς ἐπὶ τὸν οὐρανὸν τρέχοντας, τὴν περὶ τοὺς συγγενεῖς ἡμῖν ἐνεργασάμενος ἔννοιαν, τά τε ἐκείνων φροντίζειν παρασκευάσας, καὶ εἰς τὰς βιωτικὰς φροντίδας τὸν λογισμὸν μεριμνᾷν παρασκευάζει· τίς μὲν ἡ τῶν οἰκείων περιουσία, καὶ εἰ αὐτάρκης, ἢ ἐνδεὴς, τίνα δὲ τὰ ἐκ τῶν συναλλαγμάτων αὐτοῖς προσγενόμενα κέρδη, καὶ ἐπὶ πόσον τὸν πλοῦτον αὐξάνοντα· τίνες δὲ ἐκ τῶν τοῦ βίου περιστάσεων ζημίαι προσπίπτουσαι, καὶ πόσον τὴν ὑπάρχουσαν ἐλαττοῦσαι περιουσίαν.

Καὶ συνήδεσθαι μὲν ποιεῖ ταῖς εὐπορίαις αὐτῶν, συναθυμεῖν τε ταῖς ἀστοχίαις, συνεχθραίνειν δὲ τοῖς ἐχθροῖς (καὶ τοῦτο, κελευομένους μηδένα ἔχειν ἐχθρὸν), καὶ συγχαίρειν τοῖς φίλοις οὐκ ἀξίοις οὖσι πολλάκις τῆς πνευματικῆς οἰκειώσεως, χαίρειν δὲ καὶ ἐπὶ τοῖς ἀδίκοις αὐτῶν καὶ παραλόγοις κέρδεσι, καὶ πάσας τὰς πονηρὰς τῶν βιωτικῶν ὑποθέσεων διαθέσεις, ἃς ἀποδυσάμενοι, τὰς πνευματικὰς ἐννοίας εἰσῳκισάμεθα, πάλιν ἐπεισάγει τοῖς λογισμοῖς, καὶ τὸ ὑλικὸν καὶ κοσμικὸν φρόνημα τῇ ψυχῇ πάλιν ἐνεργασάμενος, τὸν ἔνδον ἀσκητὴν καταλύει, καὶ ἀνδριάντα μόνον ἀσκητοῦ τὸ σχῆμα περιφέρειν παρασκευάζει, μηδαμοῦ ἐψυχωμένον ταῖς ἀρεταῖς. Πολλάκις δὲ διὰ τὰς περὶ τοὺς συγγενεῖς ἐπιταθείσας εὐνοίας ἐτόλμησεν ὁ ἀσκητὴς καὶ ἱεροσυλίαν ἐργάσασθαι, ὥστε τὴν τῶν συγγενῶν ἔνδειαν θεραπεῦσαι. Τὰ γὰρ εἰς τοὺς ἁγίους, τοὺς ἀναθέντας ἑαυτοὺς τῷ Θεῷ, ταμιευόμενα ἱερὰ καὶ ἀληθῶς ἀναθήματα νοεῖται καὶ ἐκλαμβάνεται.

Ὁ τοίνυν τούτων τι νοσφιζόμενος εἷς ἐστι τῶν ἱεροσυλίας κατατολμώντων. Γνόντες οὖν τῆς περὶ τοὺς οἰκείους διαθέσεως τὴν ἀφόρητον βλάβην, φύγωμεν τὴν περὶ ἐκείνων φροντίδα, ὡς διαβολικὸν ὅπλον ὑπάρχουσαν. Καὶ γὰρ αὐτὸς ὁ Κύριος τὴν τοιαύτην σχέσιν καὶ συνήθειαν ἀπηγόρευσεν, ἑνὶ μὲν τῶν μαθητῶν οὐκ ἐπιτρέψας, οὐδὲ αὐτὸ μόνον τοῖς οἰκείοις συντάξασθαι· ἑτέρῳ δὲ οὐδὲ τῷ σώματι τοῦ πατρὸς τεθνεῶτος γῆν ἐπαμήσασθαι.

Τῷ μὲν γὰρ συντάξασθαι βουλομένῳ τοῖς οἰκείοις φησίν· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τῷ δὲ θάψαι τὸν πατέρα παρακαλοῦντι, Ἀκολούθει μοι, φησὶ, καὶ, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καίτοι ἐδόκουν εὐλογωτάτας καὶ δικαιοτάτας ποιεῖσθαι τὰς δεήσεις ἑκάτεροι· ἀλλ᾽ οὐκ ἐπένευσεν ὁ Σωτὴρ, οὐδὲ πρὸς τὸ ἀκαρὲς γοῦν ἀφῆκεν αὐτοῦ χωρίζεσθαι τοὺς τροφίμους τῆς τῶν οὐρανῶν βασιλείας, ἵνα μή τι τοῦ ὑψηλοῦ καὶ οὐρανίου φρονήματος ταπεινότερον ἢ πράξαιεν, ἢ λογίσαιντο τῇ περὶ τὰς γηίνας καὶ σαρκικὰς διαθέσεις ῥοπῇ, ὡς οὐκ ἐξὸν, τοὺς τὰ οὐράνια φρονοῦντας τῶν ἐπὶ γῆς ἔχειν λόγον τινὰ, ὡς ἤδη μεταστάντας καὶ ὑπερκοσμίους τῇ διανοίᾳ γεγενημένους. Εἰ δὲ λέγοι τις, ὅτι Πῶς οὖν ὁ νόμος κελεύει τῶν οἰκείων φροντίζειν, λέγων· Καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει· ὁμοίως δὲ καὶ ὁ Ἀπόστολος· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων, σύντομον τὴν ἀπόκρισιν παρεξόμεθα· ὅτι ὁ θεῖος Ἀπόστολος πρὸς τοὺς βιωτικοὺς, πρὸς τοὺς τὸν ὑλικὸν πλοῦτον ἔχοντας, καὶ δυναμένους παραμυθεῖσθαι τὴν τῶν συγγενῶν ἔνδειαν, τοῦτο εἴρηκεν.

Ὁμοίως δὲ καὶ ὁ νόμος ταῦτά φησι, καὶ ἵνα συντομώτερον εἴπω, πρὸς τοὺς ζῶντας, οὐ πρὸς τοὺς τεθνεῶτας· ἀνεύθυνοι γὰρ παντὸς τοιούτου ὀφλήματος οὗτοί γε.

Σὺ δὲ τέθνηκας μὲν, καὶ ἐσταύρωσαι τῷ κόσμῳ παντί. Ἀποταξάμενος γὰρ τῷ ὑλικῷ πλούτῳ, τὴν ἀκτησίαν ἠγάπησας· σεαυτὸν δὲ ἀναθεὶς τῷ Θεῷ, κειμήλιον γέγονας τοῦ Θεοῦ. Ὡς τεθνεὼς, ἐλεύθερος εἶ πάσης τῆς περὶ τοὺς συγγενεῖς εἰσφορᾶς· ὡς ἀκτήμων, οὐδὲν ἔχεις ὃ χορηγήσῃς. Καὶ αὐτὸ δὲ τὸ σῶμα καρποφορήσας, καὶ οὐδὲ ἐκείνου λοιπὸν ἔχων τὴν ἐξουσίαν ὡς ἀναθήματος, οὐ θέμις σοι εἰς ἀνθρώπων χρῆσιν εἶναι· μόνοις δὲ τοῖς ὁμοτρόποις ὡς καὶ αὐτοῖς Θεῷ τὸ πᾶν ἀνακειμένοις συμπολιτεύεσθαι.

Πόθεν οὖν σοι ἁρμόσει τὰ μνημονευθέντα ῥήματα τῆς ἁγίας Γραφῆς; ἢ πῶς οὐχ ἁμαρτήσεις τὰς ἑαυτοῦ ὁμολογίας περὶ τὴν ἄσκησιν ἀθετῶν;

ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Ὅτι οὐ δεῖ τῆς πνευματικῆς ἀδελφότητος ἀποκόπτεσθαι. Χρὴ μέντοι καὶ τοῦτο πεπεῖσθαι σαφῶς, ὅτι ὁ ἅπαξ εἰς σύνδεσμον καὶ συνάφειαν ἐλθὼν πνευματικῆς ἀδελφότητος οὐχ οἷός τ᾽ ἂν ᾖ ἀποκόπτεσθαι καὶ χωρίζεσθαι τούτων, οἷς συνηρμόσθη. Εἰ γὰρ ἄνθρωποι πολλάκις εἰς κοινωνίαν βίου τούτου τοῦ ὑλικοῦ συνερχόμενοι οὐκ ἂν δύναιντο παρὰ τὰ συμβαθέντα χωρίζεσθαι, ἢ ὁ τοῦτο ποιῶν ἔνοχος ἔσται τοῖς ὡρισμένοις ἐπιτιμίοις· πολλῷ μᾶλλον ὁ εἰς σύμβασιν ἐλθὼν πνευματικῆς συμβιώσεως τῆς ἄλυτον καὶ αἰώνιον τὴν συνάφειαν κεκτημένης οὐχ οἷός τ᾽ ἂν εἴη μερίζειν καὶ ἀποκόπτειν ἑαυτὸν τούτων, οἷς συνεκράθη. Ἢ τοῦτο ποιῶν, βαρυτάτοις ἑαυτὸν τοῖς ἄνωθεν ἐπιτιμίοις ὑποβάλλει. Εἰ γὰρ γυνὴ, ἡ εἰς κοινωνίαν ἀνδρὸς ἀφιγμένη, καὶ σαρκικὴν ἔχουσα τὴν συνάφειαν αὐτοῦ, εἰ τούτῳ ἐπιβουλεύουσα φωραθείη, θανάτῳ καταδικάζεται· πόσῳ μᾶλλον ὁ πνευματικῇ κοινωνίᾳ συναρμοσθεὶς ὑπ᾽ αὐτῷ μάρτυρι καὶ μεσίτῃ τῷ Πνεύματι ὑπόδικος ἐπὶ τῷ χωρισμῷ γίνεται;

Ὥσπερ οὖν τὰ μέλη τοῦ σώματος, φύσεως συνηρτημένα δεσμῷ, οὐκ ἂν τοῦ σώματος ἀποῤῥήγνυσθαι δύναιτο, ἢ, εἰ ἀποῤῥαγείη, νεκρὸν τὸ ἀποῤῥηγνύμενον γένοιτ᾽ ἄν· οὕτω καὶ ἀσκητὴς ἀδελφότητι συναπτόμενος, καὶ φύσεως ἰσχυροτέρῳ δεσμῷ τῇ τοῦ Πνεύματος ἁρμολογίᾳ κρατούμενος, οὐκ ἂν ἐξουσίαν ἔχοι τέμνεσθαι τούτων, οἷς συνηρμόσθη. Ἢ ποιῶν τοῦτο, νεκρός ἐστι τῇ ψυχῇ, καὶ ἐστερημένος τῆς τοῦ Πνεύματος χάριτος, οἷα δὴ τὴν ἐπ᾽ αὐτοῦ σύμβασιν ἀθετήσας. Εἰ δὲ λέγοι τις, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν· οὐ γὰρ ἅπαντας αἰτιάσεται· οὐ γὰρ ἐπὶ κακίᾳ τὴν κοινωνίαν πεποίηνται, ὥστε πάντας συμφώνως εἶναι κακούς· εἰ οὖν λέγοι, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν, καὶ ἀφυλάκτως τὸ ἀγαθὸν παραλύοντες, καὶ τῆς κοσμιότητος ἀμελοῦντες, καὶ τὴν πρέπουσαν ἀσκηταῖς ἀκρίβειαν παρορῶντες, καὶ διὰ τοῦτο προσήκει τῶν τοιούτων χωρίζεσθαι, οὐκ ἀρκοῦσαν ἀπολογίαν τοῦ χωρισμοῦ ταύτην ἐπινενόηκεν. Οὐδὲ γὰρ Πέτρος, ἢ Ἀνδρέας, ἢ Ἰωάννης διὰ τὴν τοῦ Ἰούδα πονηρίαν ἀπεῤῥάγησαν τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ, οὐδὲ ἕτερός τις τῶν ἀποστόλων ταύτην ἀφορμὴν ἀποστάσεως ἐποιήσατο, οὐδέ τι πρὸς τὸ πείθεσθαι τῷ Χριστῷ ὑπὸ τῆς ἐκείνου μοχθηρίας ἐνεποδίσθῃ· ἀλλὰ τοῖς τοῦ Κυρίου πειθαρχοῦντες διδάγμασι, τὴν εὐσέβειαν καὶ τὴν ἀρετὴν ἐζήλουν, οὐ μὴν πρὸς τὴν ἐκείνου πονηρίαν ἐπιστρεφόμενοι.

Οὕτως ὁ λέγων, ὅτι Διὰ τοὺς φαύλους χωρίζεσθαι πνευματικῆς ἀναγκάζομαι συναφείας, οὐκ εὔλογον πρόφασιν ἐξεῦρε τῆς οἰκείας ἀβεβαιότητος· ἀλλὰ ἔστι μὲν αὐτὸς γῆ πετρώδης, τὸν τῆς ἀληθείας λόγον ἐκθρέψαι διὰ γνώμης ἀβεβαιότητα μὴ δυνάμενος, ἀλλὰ διὰ μικροῦ πειρασμοῦ προσβολὴν, ἢ ἀκρασίαν παθῶν, τὴν σώφρονα πολιτείαν οὐχ ὑπομένων, εὐθύς τε ἀποξηραίνεται τῷ καύσωνι τῶν παθῶν τὸ τῆς διδασκαλίας ἀρτιφυὲς βλάστημα· προφάσεις δὲ εἰκαίας καὶ οὐκ ἀρκούσας πρὸς ἀπολογίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ κατὰ πληροφορίαν οἰκείαν ἐπινοῶν, καὶ ἑαυτὸν εὐκόλως παρακρουόμενος. Οὐδὲν γὰρ τοῦ ἑαυτὸν ἀπατᾷν εὐκολώτερον, ἐπειδὴ κριτὴς ἕκαστος ἑαυτῷ κεχαρισμένος γίνεται, τὰ ἡδέα κρίνων εἶναι συμφέροντα.

Ἔστω τοίνυν ὁ τοιοῦτος κατακεκριμένος παρὰ ἀληθείᾳ δικαζούσῃ, ὡς σκανδάλων ὑπόθεσις πλείοσι καθιστάμενος, ἤτοι πονηρῷ ὑποδείγματι πρὸς ζῆλον τῶν ἴσων ἀτοπημάτων διερεθίζων ἀεὶ, καὶ τοῦ οὐαὶ κληρονόμος γενόμενος. Καὶ συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.

Ἐπὰν γὰρ ψυχὴ ἀπόστασιν ἐθισθείη, πολλῆς ἐμπίπλαται ἀκρασίας, πλεονεξίας τε καὶ γαστριμαργίας, ψεύδους τε καὶ πάσης κακοηθείας· καὶ τὸ τελευταῖον εἰς τὸν πυθμένα καταστρέφει τῆς πονηρίας τοῖς ἐσχάτοις ἐμπειρομένη κακοῖς. Ὁ τοίνυν τῶν τοιούτων ὁδηγὸς καθιστάμενος, σκοπείτω πόσων ψυχῶν ἀπωλείας ἔνοχος γίνεται· ὅ γε μηδὲ πρὸς τὰς εὐθύνας τῆς ἑαυτοῦ ψυχῆς ἀρκέσαι δυνάμενος. Τί γὰρ οὐχὶ μᾶλλον ὁ τοιοῦτος μιμεῖται τὸν μέγαν Πέτρον, καὶ ὑπόδειγμα βεβαίας πίστεως, καὶ τῆς περὶ τῶν καλῶν ἐνστάσεως τοῖς λοιποῖς γίνεται, ἵνα, λάμποντος τοῦ φωτὸς τῶν ἐκείνου κατορθωμάτων, καὶ οἱ ἐν σκότει τῆς πονηρίας διάγοντες ἐπὶ τὸ κρεῖττον ὁδηγηθῶσιν; Ἔπειτα δὲ Νῶε μὲν ὁ δίκαιος οὐκ εἶπε πρὸς τὸν Θεὸν, ὅτι Δεῖ με ἐκβῆναι τοῦ κόσμου, ἐπειδὴ πάντες εἰσὶ πονηροὶ, ἀλλ᾽ ἐκαρτέρησε μᾶλλον ἀθλητικῶς καὶ γενναίως, καὶ μεταξὺ ἀβύσσου πονηρίας τὴν εὐσέβειαν ἀχείμαστον διετήρησε, καὶ πρὸς τὸν Δεσπότην οὐδαμῶς ἐστασίασεν, ἀλλὰ ὑπομονῇ καὶ καρτερίᾳ μεταξὺ τῶν κυμάτων τῆς ἀσεβείας τὴν φορτίδα τῆς εὐσεβείας περιεσώσατο.

Καὶ Λὼτ ἐν Σοδόμοις, μεταξὺ τοσαύτης ἀσεβείας καὶ παρανομίας καὶ ἀθεσμίας στρεφόμενος, τὴν ἀρετὴν ἀπαράφθορον διεφύλαξεν, οὐδαμοῦ κακαῖς ἑαλωκυῖαν ἐπιβουλαῖς· ἀλλὰ μεταξὺ ξενοκτόνων, καὶ ὕβρει πολλῇ καὶ ἀκολασίᾳ κατὰ τῶν τῆς φύσεως φερομένων θεσμῶν, τὴν ἁγιωσύνην ἀμίαντον αὐτός τε διέσωσε, καὶ τοῖς λοιποῖς, ὡς ἐνῆν, εἰσηγήσατο, πράξεσι πρὸ τῶν λόγων τὸ καλὸν ἐκπαιδεύων. Σὺ δὲ προφασίζῃ τὰς τῶν ἀδελφῶν ὀλιγωρίας ἢ οὔσας, ἢ παρὰ σοῦ πλαττομένας, τὴν ἀποστασίαν ἐννοῶν, καὶ τὴν ἀθέτησιν τοῦ ἁγίου Πνεύματος μηχανώμενος, καὶ τῆς ἑαυτοῦ πονηρίας καὶ τῶν πόνων τῶν ὑπὲρ ἀρετῆς ὀκνηρίας παραπέτασμα τὴν τῶν ἀδελφῶν ἐργάζῃ διαβολήν.

Ὥστε σωφρονισθεὶς ὁ τοιοῦτος τοῖς ὑποδείγμασι, στεργέτω τὴν ἁρμονίαν τοῦ Πνεύματος, ἣν ἑαυτῷ περὶ τὰς πρώτας σπαργανώσεις τῆς οὐρανίου κυήσεως συνηρμόσατο. Οὔτε γὰρ, εἰ συμβαίη ἐπὶ τῆς χειρὸς ἕνα τῶν δακτύλων παθεῖν τι τῶν ἀνιαρῶν, ἤδη καὶ ὁ ἕτερος ἐκτμηθῆναι φιλονεικήσει· ἀλλὰ φεύξεται μὲν πρῶτον τὸ ἀλγεινὸν τῆς τομῆς, ἔπειτα δὲ καὶ στεῤῥῶς παραμενεῖ, ὥστε καὶ τὴν τοῦ κινδυνεύοντος ἀντεισφέρειν χρείαν τῷ σώματι, καὶ μὴ πάντη τὴν χεῖρα τῶν φυσικῶν κλάδων ἀφαιρεθεῖσαν ἀποσυληθῆναι τοῦ οἰκείου κόσμου καὶ προσφυοῦς. Μετένεγκε τοίνυν ἐπὶ τὸν ἀσκητὴν τὸ ὑπόδειγμα, καὶ σκόπησον ὅσον ἄλγος καὶ ἀκοσμίαν ταῖς αἰσθητικαῖς ψυχαῖς τῇ ἀποκοπῇ κατεργάζεται, καὶ ὅπως ἑαυτὸν νεκρὸν καὶ ζωῆς ἀμέτοχον ἀποφαίνει. Ὅτι δὲ ὁ ἀφηγούμενος οὐκ ἂν ἕλοιτο τὸν αὐτῷ μαθητευόμενον πρὸς πονηρίαν ἐνάγειν, ὥστε τὴν πονηρὰν ἀγωγὴν τοῦ διδασκάλου πρόφασιν τῷ μαθητῇ χωρισμοῦ γενέσθαι καὶ ἀποστάσεως, οὕτως, εἰ δοκεῖ, σκεψώμεθα. Τί μὲν πατήρ; τί δὲ διδάσκαλος; Παιδοτρίβης ἑκάτερος. Ὁ μὲν γὰρ τῷ παιδὶ, ὁ δὲ τῷ μαθητῇ εὔχεσθαί τε τὰ κρείττονα καὶ βουλεύεσθαι διεσπούδακε.

Φύσις μὲν γὰρ πατράσιν εὔχεσθαι τοὺς παῖδας ὡς βελτίστους καὶ φρονιμωτάτους γενέσθαι, κοσμιωτάτους τε καὶ μετριωτάτους, ἵνα οἱ μὲν παῖδες εὐδοκιμοῖεν, οἱ δὲ πατέρες εὐκλεέστεροι γένοιντο τῇ ἐπ᾽ αὐτοὺς ἀναφορᾷ τῶν καλῶν τοῦ παιδός· σπουδὴ δὲ καὶ παιδοτρίβαις ἀλκιμωτάτους τε καὶ τεχνικωτάτους τοὺς ὑπ᾽ αὐτῶν ἀσκουμένους γενέσθαι, ἵνα, ῥώμῃ καὶ ἐμπειρίᾳ περιδέξιον τὸ ἀγώνισμα ποιησάμενοι, λαμπροὶ νικηταὶ τῶν ἀντιπάλων ἀποδειχθῶσι, καὶ ἡ τούτων ἔννομος ἄθλησις τῶν καθηγουμένων σαφὴς ἔπαινος γένηται.

Φύσις δὲ παντὶ τῷ διδάσκειν προῃρημένῳ τὸ θέλειν εἰς ἀκριβεστάτην κατάληψιν ἀφικέσθαι τῶν διδαγμάτων τοὺς μαθητάς. Τῆς τοίνυν τῶν πατέρων φύσεως τοῦτον ἐπεχούσης τὸν λόγον, πῶς οὐκ ἂν καὶ ὁ τῆς ὁσιότητος παιδευτὴς τὸν παρ᾽ αὐτοῦ παιδευόμενον εὔξαιτο ἀκακώτατόν τε καὶ σωφρονέστατον τὴν πνευματικὴν σοφίαν ἀποδειχθῆναι; καίπερ σαφῶς ἐπιστάμενος, ὅτι, τοιούτου γενομένου τοῦ μαθητοῦ, καὶ παρὰ ἀνθρώποις εὐκλεὴς ἔσται, καὶ παρὰ τοῦ Χριστοῦ λαμπροὺς ὑποδέξεται τοὺς στεφάνους, ὡς τοὺς οἰκέτας αὐτοῦ, μᾶλλον δὲ εἰπεῖν, ἀδελφοὺς, ἐπειδὴ καὶ τοῦτο Χριστὸς εἵλετο, ἀξίους τῆς πρὸς αὐτὸν οἰκειώσεως διὰ τῆς αὐτοῦ ἐπιμελείας ἀπεργασάμενος Καὶ ἕτερον δὲ σκοπῶμεν, ὡς, εἰ φαῦλος ὁ μαθητὴς γένοιτο παρὰ τὴν αὐτοῦ ἀγωγὴν, αἰσχύνην ἀπαρηγόρητον ἕξει ἐπὶ τῆς οἰκουμενικῆς κατὰ τὸν τῆς κρίσεως καιρὸν πανηγύρεως ὁ ὑφηγούμενος, καὶ ἐπὶ τοῦ πανδήμου τῶν οὐρανίων ἀθροίσματος οὐκ αἰσχυνεῖται μόνον, ἀλλὰ καὶ κολασθήσεται. Πόθεν οὖν ἐγγενήσεται τὸ μὴ οὐχὶ θελῆσαι τὸν καθηγούμενον κόσμιόν τε καὶ ἐπιεικῆ γενέσθαι τὸν οἰκεῖον ὁμιλητήν; Καὶ ἄλλως δὲ ἀλυσιτελὴς τῷ διδασκάλῳ ἡ τοῦ μαθητοῦ πονηρία.

Ἐπειδὴ γὰρ τὴν πρὸς ἀλλήλους ἑκάτερος συμβίωσιν εἵλοντο, ἧς ἂν μετάσχῃ πονηρίας ὁ μαθητὴς, τῶν ταύτης καρπῶν πρῶτον μεταδίδωσι τῷ διδασκάλῳ· ὥσπερ τὰ ἰοβόλα τῶν ἑρπετῶν τοῖς θάλπουσι πρῶτον ἐνίησι τὸν ἰόν· ὡς εἶναι πάντοθεν δῆλον, ἔκ τε τῆς φύσεως τῶν πραγμάτων, ἔκ τε τοῦ λυσιτελοῦντος τῷ ἄγοντι, ὅτι εὔξεται, καὶ πάντα τρόπον σπουδάσει, ἐπιεικῆ τε καὶ κόσμιον τὸν ὑπ᾽ αὐτῷ παιδευόμενον καταστῆναι.

Εἰ μὲν γὰρ ἦν κακίας καὶ πονηρίας ἀλείπτης, πρὸς τοῦτο πάντως ἄγειν ἂν τὸ πέρας τοὺς παρ᾽ αὐτοῦ ἀσκουμένους ἐσπούδακεν· εἰ δὲ ἀρετῆς καὶ δικαιοσύνης ἐστὶ παιδευτὴς, οὐκ ἂν ἐναντίον οἶμαι τοῖς οἰκείοις σπουδάσμασι τὸ πέρας ἐπὶ τὸν μαθητευόμενον ἐκβῆναι ἕλοιτο. Ἅπασα τοίνυν πρόφασις εὔλογος τῷ βουλομένῳ χωρίζεσθαι πνευματικοῦ συστήματος περιῄρηται. Αἰτία δὲ αὐτῷ ἀπεδείχθη τῆς τοιαύτης γνώμης ἡ τῶν παθῶν ἀκρασία, καὶ ἡ περὶ τοὺς πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρὸν καὶ ἀβέβαιον. Οὐ γὰρ ἤκουσεν οὗτος παρὰ τοῦ προφήτου Δαβὶδ, ὅτι Μακάριοι οἱ φυλάσσοντες κρίσιν· οἱ φυλάσσοντες, οὐχὶ οἱ καταλύοντες. Οὗτοί εἰσιν οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς ψάμμου, τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θεμέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν, καὶ βραχὺς χείμαῤῥος τῶν τοῦ πονηροῦ ἐφόδων, ὑφελκύσας τὴν ὑποβάθραν, διέλυσέ τε καὶ διεσκόρπισεν.

ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Περὶ ὑπακοῆς πληρέστερον. Ὅπως μὲν οὖν προσήκει τὸν ἅπαξ ἑνωθέντα πνευματικῷ συστήματι φυλάττειν τὴν ἕνωσιν ἀδιάλυτον, κατὰ τὸ ἐνὸν ὑπεθέμεθα. Νῦν δ᾽ αὖ πάλιν τὸν περὶ τῆς ὑπακοῆς λόγον γυμνάσωμεν· καὶ πρότερον μὲν διὰ βραχέων ἐπελθόντες, νῦν δὲ τελεώτερον ἐκτιθέμενοι· καὶ δείξωμεν, ὁπόσην ὁ ἀκριβὴς ἀπαιτεῖ λόγος παρὰ τῶν ἀσκητῶν τῷ προεστῶτι τὴν εὐπείθειαν.

Ἐξ αὐτῆς γὰρ τῆς ἁγίας Γραφῆς πειράσομαι ταύτης τὸ μέτρον διασαφῆσαι. Παῦλος ὁ ἀπόστολος, Ῥωμαίοις ἐπιστέλλων, προστάσσει πάσαις ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, ἐξουσίαις ταῖς τοῦ κόσμου, οὐ ταῖς πνευματικαῖς· καὶ τοῦτο ἐκ τῶν ἐπαγομένων ἐδήλωσεν, εἰπὼν περὶ φόρων καὶ τέλους, καὶ τὸν ἀντιτασσόμενον κατά γε τὸ σμικρότατον τῇ ἐξουσίᾳ τῷ Θεῷ ἀντιτάσσεσθαι ἀποφαίνεται. Εἰ τοίνυν τοῖς τοῦ κόσμου τούτου ἄρχουσι, τοῖς κατὰ νόμον ἀνθρώπινον τὴν ἀρχὴν εἰληφόσι, τοσαύτην ὑποταγὴν παρὰ τῶν εὐσεβούντων ὁ θεῖος νόμος ἀπένειμε, καὶ ταῦτα τηνικαῦτα ἐν ἀσεβείᾳ διαζῶσι· πόσην εὐπείθειαν ὀφείλει ὁ ἀσκητὴς τῷ παρὰ Θεοῦ καταστάντι ἄρχοντι, καὶ παρὰ τῶν νόμων ἐκείνου λαβόντι τὴν ἐξουσίαν, εἰσφέρειν; Πῶς δὲ οὐκ ἂν ἀντιτάξαιτο τῇ τοῦ Θεοῦ διαταγῇ ὁ τῷ καθηγουμένῳ ἀντιτασσόμενος; ἄλλως τε καὶ διαῤῥήδην τοῦ Ἀποστόλου κελεύοντος τοῖς πνευματικοῖς ἡγουμένοις ὑπείκειν ἐν πᾶσι. Πείθεσθε γὰρ, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε.

Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Εἰ οὖν τὸ μὴ πρὸς ἀκρίβειαν πείθεσθαι ἀλυσιτελὲς, προσήκει μεταδιώκειν ἡμᾶς τὸ λυσιτελέστερον. Τὸ γὰρ ἀλυσιτελὲς, οἶμαι, μεγάλης ζημίας καὶ μεταμελείας καὶ διορθώσεως ἔμφασιν ἐπιφέρεται.

Ζηλοῦν δὲ προσήκει μάλιστα τὴν τῶν ἁγίων εὐπείθειαν, ἣν περὶ τὸν Θεὸν ἐπεδείξαντο, εἴ γε μέλλοιμεν ἀρκοῦντι ὑποδείγματι περὶ τὴν ὑπόθεσιν χρώμενοι, καλῶς τὴν ὑπακοὴν ἀπεργάζεσθαι. Καὶ μηδεὶς οἰέσθω με κρατύνειν ἐθέλοντα τὴν περὶ τοὺς ἡγουμένους εὐπείθειαν, ὑπέρογκα παράγειν τὰ ὑποδείγματα, καὶ τῇ πρὸς τὸν Θεὸν ὑπακοῇ τολμᾷν αὐθαδῶς παρεικάζειν τὴν πρὸς τοὺς ἀνθρώπους εὐπείθειαν.

Οὐ γὰρ οἴκοθεν ὁρμηθεὶς, ἀλλ᾽ ἀπ᾽ αὐτῶν τῶν θείων Γραφῶν, ταύτην τὴν εἰκασίαν πεποίημαι. Σκόπησον γὰρ τί ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ, τὴν περὶ τοὺς ἑαυτοῦ δούλους θεσπίζων ὑπακοήν· Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ πάλιν ἑτέρωθι· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. Ὅτι δὲ ὃ τοῖς ἀποστόλοις εἴρηκε, περὶ πάντων τῶν μετ᾽ αὐτοὺς καθηγησομένων ἐνομοθέτησεν, ἐκ πολλῶν καὶ ἀναμφιλέκτων μαρτυριῶν τῆς θείας Γραφῆς καὶ τεκμηρίων ἐναργεστάτων ἔστι παραστῆσαι. Ὥστε ἀκολούθως καὶ ἡμεῖς τοῖς θείοις θεσπίσμασι τοὺς λόγους ἐποιησάμεθα, φήσαντες δεῖν τὴν τῶν ἁγίων περὶ τὸν Θεὸν εὐπείθειαν ὑπόδειγμα τῆς περὶ τοὺς προεστῶτας ὑπακοῆς ἑαυτοῖς προτιθέναι. Πῶς οὖν οἱ ἅγιοι τῷ Δεσπότῃ τὴν εὐπείθειαν ἐπεδείξαντο; Σκόπησόν μοι τὸν Ἀβραὰμ κελευόμενον καταλιμπάνειν οἶκον, πατρίδα, περιουσίαν, κτήματα, συγγενεῖς, φίλους καὶ ἐπὶ τούτοις διώκειν τὰ ἐναντία, τὴν ξένην, τὸ ἀνεπίγνωστον, τὴν πλάνην, τὴν πενίαν, τοὺς φόβους, τοὺς κινδύνους, καὶ ὅσα τοῖς ξενιτεύουσιν ἕπεται δυσχερῆ· καὶ ἀμελητὶ ὑπακούοντα, καὶ καταλιμπάνοντα μὲν τὴν οἴκοι εὐπραγίαν καὶ ἀνάπαυσιν, ἀνθαιρούμενον δὲ ταύτης τὴν ἐπὶ τῆς ἀλλοδαπῆς ταλαιπωρίαν καὶ ἄλην.

Ὁρᾷς ἀσκητὴν ἀκριβέστατον, καὶ τῆς κοσμικῆς ἁπάσης εὐημερίας διὰ τὸν Θεὸν ὑπερόπτην; Ἀλλ᾽ ἐπίωμεν τὰ ἑξῆς. Καταλαμβάνει μὲν τὴν Παλαιστίνην, τὸν παρὰ Θεοῦ ὑποδειχθέντα τόπον εἰς παροικίαν· λιμοῦ δὲ καταλαβόντος τὴν χώραν, εἰς Αἴγυπτον μετανίσταται, κἀκεῖ τῆς γυναικὸς ἀφαιρεθείσης, οὐ μικροψυχεῖ, οὐδὲ ταῖς οἰκονομίαις τοῦ Θεοῦ καταμέμφεται, ὡς τῆς εὐπειθείας τοιαύτας ἀντιδεχόμενος ἀμοιβάς· ἀλλὰ πράως καὶ τοῦτο ἤνεγκε τὸ πάντων βαρύτατον ἀδικημάτων ἀδίκημα, οὐχ ἅπαξ, ἀλλὰ γὰρ καὶ αὖθις ὑπὸ τοῦ Γεράρων βασιλέως γενόμενον. Κρίνας γὰρ ἅπαξ ὑπακούειν Θεῷ, οὐκ ἐσκόπει τί ἐπ᾽ αὐτῷ οἰκονομεῖ ὁ Θεὸς, ἀλλ᾽ ὅπως αὐτὸς ἀκριβεστάτην καὶ ἀνεπίληπτον τὴν ὑπακοὴν εἰσενέγκηται. Διά τοι τοῦτο καὶ τὸ τελευταῖον λαμβάνει μὲν τὸν παῖδα τὸν Ἰσαὰκ, μακρᾶς εὐχῆς καὶ πίστεως ἆθλον καὶ δώρημα· ἐπειδὴ δὲ ἑώρα αὐτὸν εἰς ὥραν ἡλικίας προβαίνοντα, καὶ ἐλπίδας ἀγαθὰς τοῖς γεγεννηκόσι παρέχοντα διαδοχῆς, καὶ τῆς μετέπειτα τοῦ γένους συστάσεως, τὸ τηνικαῦτα μετὰ τοσαύτας ἐλπίδας κελεύεται παρὰ τοῦ Θεοῦ ἀναγαγεῖν αὐτὸν εἰς ὄρος ὑψηλὸν, καὶ καταθύειν τῷ δεδωκότι.

Δεξάμενος δὲ τὴν ἀπότομον ταύτην φωνὴν, καὶ τὴν φοβερὰν λειτουργίαν, καὶ τὸ τῆς φύσεως ἰσχυρότερον οὐκ ἐπίταγμα μόνον ἀλλὰ καὶ ἄκουσμα, ὅπως πράως ἤνεγκεν, ὅπως οὐκ ἐξέστη τὰς φρένας, ὅπως οὐ κατέπεσε τὴν ψυχὴν, ἀλλ᾽ ὥσπερ ἄρνα τινὰ καταθύειν μέλλων, οὕτως ἠρεμαίῳ καὶ ἀταράχῳ φρονήματι τὸν ζυγὸν τῆς ὑπακοῆς ἐπιθέμενος, ᾔει σὺν τῷ παιδὶ, τὸ προσταχθὲν ἐκπληρώσων, οὐδὲν οὐδὲ ἐν τούτῳ πολυπραγμονῶν τὴν τοῦ Θεοῦ κρίσιν, οὐδὲ μεμφόμενος, ἀλλὰ τὸ οἰκεῖον σκοπῶν, ὅπως ἂν κατὰ μηδὲν τὴν ὑπακοὴν παραλύσειεν. Οὕτω τοι καὶ λαμπρὸν ἤρατο στέφανον, τῇ οἰκουμένῃ στήλη πίστεως καὶ ὑπακοῆς ἱδρυνθείς. Ἐνῆν μὲν οὖν καὶ τῶν λοιπῶν ἁγίων τῶν κατὰ παλαιὰν ἱστορίαν διαλαμψάντων τὴν εὐπείθειαν διελθεῖν, εἰς παίδευμα τῆς τῶν ἀσκητῶν ἀναμφιλέκτου ὑπακοῆς· ἀλλ᾽ ἵνα μὴ μακρὸν τὸν λόγον ἀπεργασώμεθα, ἕκαστον τῶν παιδεύεσθαι βουλομένων τῇ ἀκροάσει τῶν ἁγίων Γραφῶν παραπέμψαντες, αὐτοὶ ἐπὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος τὸν λόγον τρεψόμεθα, δεικνύντες πῶς ὑπήκουον, καὶ πῶς ὑπετάσσοντο. Ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ἔτι τὴν ἀρχὴν τῆς μαθητεύσεως ἔχουσι, καὶ προσδοκῶσιν, ὅσον οὐδέπω βασιλεῦσαι τὸν Δεσπότην, καὶ ὑπολαμβάνουσιν, ὅτι καὶ αὐτοὶ καμοῦνται μὲν οὐδὲν, οὐδὲ κινδυνεύσουσιν, οὐδὲ κοπιάσουσιν, συμβασιλεύσουσι δὲ Χριστῷ, καὶ τῆς βασιλικῆς δόξης καὶ θεραπείας καὶ τιμῆς συμμεθέξουσι.

Καὶ τοῦτο δηλοῖ μὲν Πέτρος ἐπιτιμῶν τῷ Ἰησοῦ, ἡνίκα περὶ τοῦ οἰκείου πάθους ἐποιεῖτο τοὺς λόγους· Προσλαβόμενος γὰρ αὐτὸν, φησὶν, ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ δεικνὺς ταύτῃ, ὅτι οὐδ᾽ ὁπωστιοῦν προσεδόκα δυσχερές· δηλοῦσι δὲ καὶ οἱ υἱοὶ Ζεβεδαίου τὴν μητέρα παρακαλοῦσαν ὑπὲρ αὐτῶν τῷ Κυρίῳ προσαγαγόντες, ὥστε τῇ ἐκ δεξιῶν καὶ τῇ ἐξ εὐωνύμων τιμηθῆναι καθέδρᾳ. Εἰ γὰρ μὴ αὐτίκα μάλα βασιλεύειν αὐτὸν ὑπελάμβανον, οὐκ ἂν τοῦτο ἐτόλμησαν αἰτῆσαι, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς ἐν οὐρανοῖς καθέδραν τοῦ Σωτῆρος διανοούμενοι.

Τί οὖν ταῦτα προσδοκῶσιν αὐτοῖς καὶ ἐλπίζουσιν ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Καὶ οὕτω πρᾶγμα ἐναντιώτατον τῆς οἰκείας ἐλπίδος ἀκούσαντες, οὐκ εἶπον, ὅτι Ἐφ᾽ ἑτέραις ἐλπίσι προσήλθομεν, καὶ ἐναντία τῶν ἐλπισθέντων προστάσσεις ἡμῖν; Ἄνεσιν προσεδοκήσαμεν, καὶ πρὸς κινδύνους ἐκπέμπεις; Τιμὰς ἠλπίσαμεν, καὶ ἀτιμίας παρεισβάλλεις; Βασιλείαν προσεδοκήσαμεν, καὶ τὸ ἐλαύνεσθαι καὶ πάντων δούλους εἶναι διακελεύῃ; Οὐδὲν τούτων οὐκ εἶπον, καίπερ ἕτερα τῶν εἰρημένων ἀκούσαντες πλείονα καὶ βαρύτερα, οἷον τὸ, Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις, καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ. Ταῦτα τοίνυν πάντα παρὰ τὴν προσδοκίαν ἀκούσαντες, κλίναντες τὸν αὐχένα τῆς διανοίας, τὸν ζυγὸν ὑπῆλθον, καὶ προχείρως ἐπὶ τοὺς κινδύνους, ἐπὶ τὰς ἀγορὰς, ἐπὶ τὰς ὕβρεις, ἐπὶ τοὺς λιθασμοὺς, ἐπὶ τοὺς ῥαβδισμοὺς, ἐπὶ τὰς ἀτιμίας, ἐπὶ τοὺς σταυροὺς, ἐπὶ τοὺς ποικίλους θανάτους ἐχώρησαν· καὶ μετὰ τοσαύτης προθυμίας ταῦτα ὑπέμενον, ὥστε χαίρειν αὐτοὺς καὶ ἑορτάζειν λαμπρῶς, ἡνίκα ἂν τοῖς τοῦ Χριστοῦ παθήμασι κοινωνῆσαι κατηξιώθησαν.

Ἔχαιρον γὰρ, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ταύτην τὴν εὐπείθειαν ἀπαιτεῖται ὁ κατὰ Θεὸν ἀσκητὴς τῷ ἡγουμένῳ εἰσφέρεσθαι. Χριστὸς γὰρ μαθητὰς εἵλετο, τοῦτον τὸν βίον, ὡς ἤδη προείπομεν, τοῖς ἀνθρώποις τυπῶν. Ὁ γὰρ καθηγούμενος οὐδὲν ἕτερόν ἐστιν ἢ ὁ τοῦ Σωτῆρος ἐπέχων πρόσωπον, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, καὶ ἱερουργῶν τῷ Θεῷ τὴν τῶν πειθομένων αὐτῷ σωτηρίαν.

Καὶ τοῦτο παρ᾽ αὐτοῦ τοῦ Χριστοῦ παιδευόμεθα, Πέτρον ποιμένα μεθ᾽ ἑαυτὸν τῆς Ἐκκλησίας ἑαυτοῦ καθιστῶντος· Πέτρε γὰρ, φησὶ, φιλεῖς με πλέον τούτων; Ποίμαινε τὰ πρόβατά μου· πᾶσι δὲ τοῖς ἐφεξῆς ποιμέσι καὶ διδασκάλοις τὴν ἴσην παρέχοντος ἐξουσίαν. Καὶ τούτου σημεῖον τὸ δεσμεῖν ἅπαντας ὁμοίως, καὶ λύειν ὥσπερ ἐκεῖνος. Ὥσπερ οὖν τὰ πρόβατα τῷ ποιμένι πείθεται, ταύτῃ τρεπόμενα, ᾗπερ ἂν ὁ ποιμὴν ἄγῃ· οὕτω προσήκει τοὺς κατὰ Θεὸν ἀσκητὰς τοῖς καθηγουμένοις πείθεσθαι, μὴ πολυπραγμονοῦντας τὰ ἐπιτάγματα, ὅταν ἁμαρτίας ᾖ καθαρὰ, ἀλλὰ τὰ ἐπιταχθέντα μετὰ προθυμίας πάσης καὶ σπουδῆς ἐκπληροῦντας. Ὥσπερ γὰρ ὁ τέκτων, ἢ ὁ οἰκοδόμος ἑκάστῳ τῶν τῆς τέχνης ὀργάνων κέχρηται πρὸς τὴν οἰκείαν βούλησιν, καὶ οὐκ ἂν εἴποι τὸ ὄργανον, ὡς οὐ πληρώσει τὴν χρείαν, πρὸς ἣν ὁ τεχνίτης αὐτὸ μεταχειρίζεται, ἀλλὰ εἴκει τῇ χειρὶ τοῦ ἄγοντος· οὕτω προσήκει τὸν ἀσκητὴν, ὡς ὄργανον τεχνίτῃ πρὸς συμπλήρωσιν τοῦ πνευματικοῦ οἰκοδομήματος συντελοῦν, ἐν πᾶσι πείθεσθαι, οἷς ἂν μὴ ὁ ἡγούμενος κρίνῃ καλῶς ἔχειν αὐτὸν ὑπουργεῖν, ὅπως ἂν μὴ τῇ τοῦ πνευματικοῦ ἔργου τελειώσει λυμήνηται, τὴν οἰκείαν οὐ συνεισφέρων χρείαν.

Καὶ ὥσπερ τὸ ὄργανον οὐχ ἑαυτῷ ἐκλέγεται ὅπερ ἐνεργεῖν δέοι εἰς τὴν τῆς τέχνης συνεισφορὰν, οὕτω καὶ τὸν ἀσκητὴν προσήκει μὴ ἑαυτῷ τὰ ἔργα αἱρεῖσθαι, ἀλλὰ παραχωρεῖν τῇ συνέσει καὶ τῇ οἰκονομίᾳ τοῦ τεχνίτου τὴν ἐφ᾽ ἑαυτῷ διατύπωσιν. Οἶδε γὰρ ὅ γε συνετῶς ἀφηγούμενος ἑκάστου καὶ ἤθη καὶ πάθη καὶ ψυχικὰς ὁρμὰς ἀκριβῶς ἐξετάζειν, καὶ πρὸς ταῦτα καὶ τὴν παρ᾽ ἑαυτοῦ ἐφ᾽ ἑκάστῳ οἰκονομίαν ἁρμόζειν. Διά τοι τοῦτο προσήκει μηδαμῶς ἐναντιοῦσθαι ταῖς αὐτοῦ διατάξεσιν, ἀλλὰ πεπεῖσθαι, ὡς ἁπάντων χαλεπώτατον ἑαυτὸν γινώσκειν καὶ θεραπεύειν, διὰ τὸ προσπεφυκέναι τοῖς ἀνθρώποις τὸ φίλαυτον, καὶ κλέπτειν τὴν τοῦ ἀληθοῦς κρίσιν ἕκαστον τῇ περὶ ἑαυτὸν προσπαθείᾳ.

Τὸ δὲ παρ᾽ ἄλλου γινώσκεσθαί τε καὶ θεραπεύεσθαι ῥᾴδιον, τοῦ τῆς φιλαυτίας πάθους ἐπὶ τῶν ἄλλους κρινόντων οὐκ ἐνοχλοῦντος τῇ ἀληθεῖ διαγνώσει. Ταύτης γὰρ τῆς συμφωνίας ἐν ἀσκητικῷ συστήματι καθεστώσης, ῥᾳδίως ἥ τε εἰρήνη ἐν αὐτοῖς πολιτεύσεται, καὶ ἡ σωτηρία μετὰ ἀγάπης καὶ ὁμονοίας τῶν ἁπάντων κατορθωθήσεται.