Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικαὶ διατάξεις

Μέγας Βασίλειος

Πρακτικές διατάξεις και λειτουργία του κοινοβίου

Κανονιστικές υποθήκες για την προθυμία στα ευτελή διακονήματα, τη λιτότητα, την ακτημοσύνη, την αποφυγή φατριών, την πατρική μέριμνα του προεστώτος και την κατακλείδα του ασκητικού πολιτεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 9 από 9

ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Ὅτι καὶ τὰ εὐτελῆ τῶν ἔργων μετὰ πολλῆς προθυμίας αἱρεῖσθαι προσήκει τὸν ἀσκητήν. Προσήκει μέντοι τὸν ἀσκητὴν καὶ τὰ εὐτελέστερα τῶν ἔργων μετὰ πολλῆς αἱρεῖσθαι τῆς σπουδῆς καὶ προθυμίας, εἰδότα, ὅτι πᾶν ὃ διὰ τὸν Θεὸν γίνεται, οὐκ ἔστι μικρὸν, ἀλλὰ μέγα, καὶ πνευματικὸν, καὶ τῶν οὐρανῶν ἄξιον, καὶ τοὺς ἐκεῖθεν ἡμῖν ἕλκον μισθούς.

Κἂν τοίνυν ὑποζυγίοις ἀχθοφοροῦσι ταῖς κοιναῖς χρείαις ἀκολουθεῖν δεήσῃ, ἀντιβαίνειν οὐ χρὴ, ἐννοοῦντα τοὺς ἀποστόλους, ὅπως προθύμως ὑπήκουσαν τῷ Κυρίῳ παραγαγεῖν τὸν πῶλον κελεύσαντι, καὶ λογιζόμενον, ὡς καὶ δι᾽ οὓς ἡμεῖς τὴν ἐπιμέλειαν τῶν ὑποζυγίων αἱρούμεθα, ἀδελφοὶ τοῦ Σωτῆρός εἰσι· καὶ ἡ περὶ τούτους εὔνοια καὶ σπουδὴ τὴν ἀναφορὰν ἐπὶ τὸν Κύριον ἔχει τὸν φήσαντα· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰ δὲ τὰ τῶν ἐλαχίστων οἰκειοῦται, πολλῷ μᾶλλον τὰ τῶν ἐκλεκτῶν οἰκειώσεται, μόνον μὴ τὴν διακονίαν ἀφορμὴν ἀδιαφορίας λογίσηται, ἀλλ᾽ ἐν πάσῃ νήψει ἑαυτὸν ἀσφαλιζέσθω, ἵνα καὶ ἑαυτῷ καὶ τοῖς συντυγχάνουσιν ὠφέλεια γένηται. Ἂν δέ τι τῶν εὐτελεστέρων ἔργων δέῃ ἐργάζεσθαι, χρὴ εἰδέναι, ὅτι καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς διηκόνησε, καὶ τὰ εὐτελῆ τῶν ἔργων ποιῆσαι οὐκ ἀπηξίωσε, καὶ μέγα ἀνθρώπῳ Θεοῦ γενέσθαι μιμητὴν, διὰ τῶν ταπεινῶν τούτων εἰς τὸ ὕψος τῆς μιμήσεως ἐκείνης ἀναγομένῳ. Τίς δ᾽ ἂν καὶ λέγοι λοιπὸν ταπεινὸς, ὧν Θεὸς τῆς ἐνεργείας ἐφήψατο.

ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Ὅτι οὐ χρὴ τιμὰς καὶ πρεσβείας ἐπιζητεῖν τὸν ἀσκητήν. Τιμὰς δὲ κατὰ μηδὲν ἐπιζητεῖν προσήκει τὸν ἀσκητήν. Εἰ μὲν γὰρ ἐνταῦθα τῶν πόνων καὶ τῶν κατορθωμάτων ἐπιζητεῖ τὰς ἀμοιβὰς, ἄθλιος τῆς ἀντιμισθίας ἐστὶ, τοῖς προσκαίροις τὰ αἰώνια ζημιούμενος· εἰ δὲ προείλετο ἐνταῦθα μὲν ἀγωνίσασθαι, ἐν οὐρανῷ δὲ τοὺς στεφάνους κομίσασθαι, ὀφείλει μὴ μόνον μὴ ἐπιζητεῖν τιμὰς, ἀλλὰ καὶ διδομένας παραιτεῖσθαι καὶ ἀποκρούεσθαι, ἵνα μὴ ἡ ἐνταῦθα τιμὴ τῆς ἐκεῖ δόξης ἐλάττωσις γένηται. Ὁ γὰρ παρὼν βίος ὅλος ἔργων καὶ ἀγώνων ἐστίν· ὁ δὲ μέλλων, στεφάνων καὶ ἀμοιβῶν, καθὼς ὁ μέγας Παῦλος μέλλων τελειοῦσθαι τὴν ἐνταῦθα ζωὴν, καὶ πρὸς τὰ ἐκεῖθεν μεθίστασθαι, φησί· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος, οὐκ ἐνταῦθα, ἀλλ᾽ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής.

Καὶ πάλιν ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ τούτῳ θλίψιν ἕξετε. Καὶ πάλιν ὁ αὐτὸς Ἀπόστολος· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ τοίνυν βούλει βασιλεῦσαι εἰς τὸ μέλλον, ἐνταῦθα μὴ ἄνεσιν, μὴ τιμὴν ἐπιζήτει, ἀλλὰ κἂν θλίβῃ πρὸς τὸ παρὸν ὑπὲρ τοῦ λόγου, δηλονότι τῆς ἀληθείας, γίνωσκε, ὅτι βασιλεύσεις ὕστερον. Τῆς γὰρ ἐνταῦθα ὑπὲρ τοῦ καλοῦ θλίψεως οὗτος ὁ μισθὸς ὥρισται. Ἐὰν δὲ μὴ θλίβῃ, μὴ προσδοκήσῃς τοὺς ἐκεῖθεν στεφάνους, ὡς ἐνταῦθα τοὺς ὡρισμένους ἐπὶ τοῖς στεφάνοις οὐ προκαταβαλόμενος ἀγῶνας καὶ πόνους.

Τιμὰς οὖν μηδαμῶς ἐπιζητείτω ὁ ἀσκητὴς, μήτε τῶν λοιπῶν προῆχθαι. Πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ἐὰν ἑαυτὸν ὑψώσῃ ὁ ἀσκητὴς, βαρὺν καὶ δυνατὸν ἔχει τὸν ταπεινοῦντα, καὶ μέχρις ᾅδου κατάγειν δυνάμενον· ἐὰν δὲ ἑαυτὸν ταπεινώσῃ, λαμπρὸν καὶ ὑπερμέγεθες ὑψωθήσεται, Θεοῦ πρὸς τὴν οἰκείαν δύναμιν ὑψοῦντος τὸν ταπεινούμενον. Περίμενε τοίνυν τὸν καλῶς ὑψοῦντα, ὦ ἀσκητὰ, καὶ μηδαμῶς μικροψύχει πρὸς τὰ παρόντα. Ἀθλητὴς γὰρ εἶ καὶ ἐργάτης τοῦ Χριστοῦ, ὅλην τὴν ἡμέραν ἀθλῆσαι συνθέμενος, καὶ ὅλης τῆς ἡμέρας ὑπομεῖναι τὸν καύσωνα.

Τί, μηδέπω πληρώσας τῆς ἡμέρας τὸ μέτρον, μεταδιώκεις τὴν ἄνεσιν; Ἔκδεξαι τὴν ἑσπέραν, τὸ πέρας τῆς ἐνταῦθα ζωῆς, ἵνα, ἐλθὼν ὁ οἰκοδεσπότης, τοὺς μισθούς σοι ἀπαριθμήσηται. Ὀψίας γὰρ γενομένης, εἶπεν ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν· οὐ μεσούσης ἡμέρας, οὐδὲ ἐν ἀρχῇ τῆς μισθώσεως. Περίμεινον οὖν τὸ πέρας τοῦ βίου, καὶ τότε κομίσῃ τοὺς μισθοὺς ἐπαξίως.

Ἄρτι δὲ στέγε τὴν ἐσχάτην χώραν, ἵνα τότε λάβῃς τὴν πρώτην.

ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Περὶ τῆς κατὰ τὰ βρώματα ἀτυφίας καὶ ἁπλότητος. Βρωμάτων μέντοι διαφορὰν οὐδαμῶς ἐπιζητεῖν ὀφείλει ὁ ἀσκητὴς, καὶ προσποιήσει δῆθεν ἐγκρατείας ἐξαλλαγὴν ἐδεσμάτων. Τοῦτο γὰρ ἀνατροπὴ τῆς κοινῆς εὐταξίας ἐστὶ καὶ σκανδάλων ὑπόθεσις, καὶ τοῦ οὐαὶ κληρονόμος γίνεται ὁ ἐν συστήματι ἀσκητικῷ τοιαύτας αἰτίας ταραχῆς ἐνδιδούς. Ἀλλὰ κἂν τὸ προσέψημα τοῦτο τὸ ταριχευτὸν, τὸ παρὰ τῶν ἁγίων Πατέρων ἐγκριθὲν ἀντ᾽ ἄλλου τινὸς ἀρτύματος, ἐλάχιστον τοῖς βρώμασιν ἐπιβάλλεσθαι συμπεπλεγμένον τῷ λοιπῷ ἐδέσματι τοῦ ὕδατος ἢ τῶν λαχάνων ὑπάρχῃ, μὴ προφάσει δῆθεν κενοδόξου ἐθελοευλαβείας, ὡς κρέα παραιτούμενος, ἐπιζητείτω τῶν ἐδεσμάτων τὰ τιμιώτερα καὶ χρηστότερα, ἀλλὰ τῷ ἀποζέματι τοῦ ἐλαχίστου τεμάχους τὸν ψωμὸν ἀπαρατηρήτως ἀποβρέχων, προσφερέσθω μετὰ πάσης εὐχαριστίας. Τὸ γὰρ ἐλάχιστον ἐκεῖνο τμῆμα, εἰς τοσοῦτον πλῆθος ὕδατος ἢ σπερματώδους εἰ τύχοι, βρώματος ἐμβληθὲν, οὐ τρυφῆς ἐστι κατηγόρημα, ἀλλὰ ἀκριβεστάτη τῶν ἀσκητῶν καὶ ταλαίπωρος ὄντως ἐγκράτεια. Χρὴ τοίνυν τὰ τοιαῦτα μὴ παρατηρεῖν τὸν τῆς ὁσιότητος ἀσκητήν. Οὐ γὰρ τῶν τοιούτων ἀπεχόμεθα Ἰουδαΐζοντες, ἀλλὰ τῆς τρυφῆς τὴν πλησμονὴν φεύγοντες.

ΚΕΦΑΛΑΙΟΝ Κϛʹ. Ὅτι τὸν πρὸς τὸ τέλειον βλέποντα οὐδὲν ἡ πρόοδος παραβλάψαι δυνήσεται. Εἰ δὲ λέγοι βλάπτεσθαι ταῖς προόδοις, ἢ ταῖς ὁδοιπορίαις ταῖς διὰ τὰς ἀναγκαίας χρείας τοῦ κοινοῦ γενομέναις ὁ ἀσκητὴς, καὶ διὰ τοῦτο παραιτοῖτο τὴν πρόοδον, οὔπω τῆς ὑπακοῆς τὴν ἀκρίβειαν κατενόησεν, οὐδὲ συνεῖδεν, ὡς τουτὶ τὸ κατόρθωμα ταῖς τοιαύταις βλακείαις οὐ τελειοῦται. Βλεπέτω τοίνυν τὰ ὑποδείγματα τῶν ἁγίων, πῶς τὴν ὑπακοὴν ἐτελείωσαν, πρὸς οὐδὲν τῶν οὕτω δυσηνύτων ἐπιταγμάτων οὐδὲ καταμικρὸν ἀντειπόντες ἢ ἀντιτείναντες· καὶ παιδευέσθω τὸ τῆς ὑπακοῆς τέλειον. Εἰ δέ τις καὶ ἀληθῶς παραβλάπτοιτο, παρακαλείτω τὴν ἀδελφότητα ὑπὲρ αὐτοῦ τὸν Θεὸν ἱκετεῦσαι, καὶ αὐτὸς δὲ αἰτείτω παρὰ τοῦ Θεοῦ μετ᾽ ἐλπίδος ἀνενδοιάστου γενέσθαι σκεῦος ἐν πᾶσι τοῖς τε πνευματικοῖς κατορθώμασι, τοῖς τε σωματικοῖς πρὸς τὰ καλὰ τῶν ἔργων διακονήμασι, ἐνεργόν τε καὶ εὔχρηστον· καὶ πάντως ὁ τὰς προθυμίας τῶν τὸ καλὸν ζητούντων ἀποδεχόμενος δώσει τὴν δύναμιν, αὐτὸς ἐπὶ τὴν αἴτησιν προτρέψας, καὶ εἰρηκώς· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται· καὶ πάλιν ἑτέρωθι· Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ· αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος.

Καὶ ἐπὶ πᾶσιν ἁπαξαπλῶς, οἷς ἂν ὁ νοῦς ὀκλάσῃ περὶ τὴν τελείαν ὑπακοὴν, ἢ ὁ Σατανᾶς ἐμποδίζῃ, τὴν προθυμίαν ἀμβλύνων καὶ ἀνακόπτων, τούτῳ τῷ βοηθήματι χρώμενοι, τὸν Θεὸν ἱκετεύωμεν, καὶ αἰτώμεθα δοθῆναι ἡμῖν τῶν κατορθωμάτων εὐμάρειαν, καθηλωθῆναί τε τὰς σάρκας ἡμῶν τῷ φόβῳ τοῦ Θεοῦ, καὶ ἀμετεώριστον γενέσθαι ἡμῖν τὴν διάνοιαν, μηδαμῶς ἁλισκομένην ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς. Ἐν γὰρ μετεωρισμῷ διανοίας αἱ κοσμικαὶ ἐπιθυμίαι τῇ ψυχῇ ἐμφυόμεναι ποικίλας ἀνωμαλίας τοῖς λογισμοῖς ἐνεργάζονται, καὶ ὀκνηροὺς ἡμᾶς περὶ τὰ καλὰ τῶν ἔργων ἀποτελοῦσι.

Μὴ παραιτώμεθα τοίνυν ταῖς κοιναῖς καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις συνεισφέρειν τὴν οἰκείαν συνεργίαν ἕκαστος, ἀλλ᾽ ἱκετεύωμεν τὸν Θεὸν λαβεῖν τῆς συνεργίας τὴν δύναμιν. Ἐπεὶ, εἰ πάντες παραιτοῖντο κατὰ μίμησιν τῶν φθασάντων, τίς ἀναπληρώσει τὰ τῶν χρειῶν; Ἄλλως δὲ καὶ ἐξ ὑποδείγματος τοῦτο παιδεύεσθαι ἄξιον. Ὁ γὰρ ἐγκαταλεγόμενος ἄρτι τάγματί τινι στρατιώτης οὐχὶ τοὺς ἐν τῷ τάγματι πρὸς τὴν οἰκείαν ἕξιν μεταστῆσαι πειρᾶται, ἀλλ᾽ αὐτὸς πρὸς τὴν τοῦ τάγματος ἀγωγὴν καὶ συνήθειαν μεθαρμόζεται. Προσήκει τοίνυν καὶ τὸν ἐγκαταλεγόμενον πνευματικῷ συστήματι μὴ ἐκείνους πρὸς τὸν ἑαυτοῦ τρόπον μεθαρμόζειν ἐθέλειν, ἀλλὰ τὸν οἰκεῖον τρόπον τοῖς ἐν τῷ συστήματι ἔθεσί τε καὶ τύποις ἐξομοιοῦν.

ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Ὅτι οὐ χρὴ ἰδίας ἀσχολίας ἔχειν τὸν ἀσκητήν. Ἐξουσίαν δὲ ἑαυτοῦ οὐδὲ πρὸς τὸ ἀκαριαῖον ἔχοι ἂν ὁ ἀσκητὴς, ὥστε οἰκείαις ἀσχολίαις ἐνδιατρίβειν. Οὐδὲ γὰρ ὄργανον δίχα τοῦ τεχνίτου κινηθείη ἂν, οὐδὲ μέλος τοῦ παντὸς σώματος ἐν βραχεῖ γοῦν χωρίζεσθαι δύναιτ᾽ ἂν, ἢ κινεῖσθαι παρὰ τὸ δοκοῦν τῷ ἔνδον τεχνίτῃ καὶ ἐπιστάτῃ τοῦ παντὸς σώματος· οὐδὲ ἀσκητὴς παρὰ τὸ δοκοῦν τῷ προεστῶτι πράττειν τι ἢ ἐνεργεῖν χώραν ἔχει. Εἰ δὲ λέγοι δι᾽ ἀσθένειαν σώματος ἀτονεῖν πρὸς τὰ ἐπιτάγματα, τῷ καθηγουμένῳ ἐπιτρέψει τὴν δοκιμασίαν τῆς ἑαυτοῦ ἀσθενείας. Ἄλλως δὲ καὶ τὸ τῆς Γραφῆς λογισάμενος, ἑαυτὸν παρορμήσει πρὸς τὴν τῶν ἐπιτασσομένων ἐκπλήρωσιν, ἀκούων τῆς Γραφῆς λεγούσης· Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ πάλιν ἑτέρωθι· Διὰ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε.

ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Ὅτι χρὴ τὸν προεστῶτα πατρικῇ εὐνοίᾳ τὰ κατὰ τοὺς ὑπηκόους οἰκονομεῖν. Καὶ αὐτὸς δὲ ὁ καθηγούμενος, ὡς πατὴρ παίδων γνησίων ἐπιμελούμενος, ἐπισκέψεται τὴν χρείαν ἑκάστου, καὶ τὴν προσήκουσαν, κατὰ τὸ ἐνὸν, εἰσοίσει θεραπείαν καὶ ἐπιμέλειαν· καὶ τὸ κατὰ ἀλήθειαν ἀσθενοῦν μέλος εἴτε ψυχικῶς εἴτε σωματικῶς μετὰ ἀγάπης καὶ τῆς πατρὶ πρεπούσης εὐνοίας διαβαστάσει.

ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Ὅτι οὐ χρὴ ἑταιρίας δύο ἢ τριῶν ἀδελφῶν ἐν συστήματι ἀσκητικῷ γενέσθαι. Ἀγάπην δὲ τὴν πρὸς ἀλλήλους ἔχειν μὲν προσήκει τοὺς ἀδελφοὺς, μὴ μέντοι τινὰς ἑταιρίας δύο κατὰ ταυτὸ ἢ τρεῖς γενομένους συνίστασθαι. Οὐ γὰρ ἀγάπη τοῦτο, ἀλλὰ στάσις ἐστὶ, καὶ διαίρεσις, καὶ κακίας τῶν συνιόντων κατηγορία. Εἰ γὰρ τὸ κοινὸν τῆς εὐταξίας ἠγάπων οἱ τοιοῦτοι, κοινὴν ἂν ἔσχον πρὸς πάντας καὶ ἰσότιμον τὴν ἀγάπην· εἰ δὲ, ἀποτεμόντες καὶ διορίσαντες ἑαυτοὺς, σύστημα ἐν συστήματι γίνονται, πονηρὰ ἡ τῆς τοιαύτης φιλίας συναγωγὴ, καὶ παρηλλαγμένον τι παρὰ τὸ κοινὸν πρᾶγμα τοὺς τοιούτους συνάγει, ὅπερ ἐστὶ καινοτομία παρὰ τὴν κρατοῦσαν εὐστάθειαν. Προσήκει τοίνυν μήτε τὰς τοιαύτας ἑταιρίας συγχωρεῖσθαι, μήτε διὰ τὴν τῆς ἀγάπης τήρησιν εἰς κοινωνίαν ἔρχεσθαί τινα ἀδελφοῦ πονηρεύεσθαι βουλομένου, καὶ τοὺς τῆς κοινῆς εὐταξίας παραχαράττειν θεσμούς· ἀλλὰ μέχρι μὲν ἂν ἅπαντες ἐν τῷ καλῷ μένωσιν, εἶναι ἑκάστου τὴν πρὸς ἅπαντας κοινωνίαν καὶ ἕνωσιν.

Εἰ δέ τις, ἐναντιοῦσθαι τῇ κρατούσῃ καταστάσει βουλόμενος, τὸν ἀδελφὸν συνεφέλκεται, τοῦτον τὰ μὲν πρῶτα παρὰ τοῦ ὑγιαίνοντος, ὡς νοσοῦντα τοὺς λογισμοὺς, ἐν ἀποῤῥήτῳ νουθετεῖσθαι· εἰ δὲ μὴ βούλοιτο κατ᾽ ἰδίαν θεραπεύεσθαι, καὶ ἑτέρους ἀδελφοὺς τοὺς συνετωτέρους εἰς θεραπείαν αὐτοῦ συμπαραλαμβάνεσθαι, κατὰ τὸ ἱερὸν Εὐαγγέλιον· Ἐὰν δὲ μή σου ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο. Εἰ δὲ μήτε αὐτοῖς πείθοιτο, τῷ προεστῶτι τὸ νόσημα τῆς ψυχῆς αὐτοῦ γνώριμον γενέσθαι· εἰ δὲ μήτε τοῦ προεστῶτος ἀνάσχοιτο, ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην λελογίσθαι αὐτὸν, καὶ ὡς πρόβατον λοιμῷ κεκρατημένον τῆς ποίμνης εἴργεσθαι, ὡς ἂν μὴ καὶ τοὺς λοιποὺς τοῦ νοσήματος ἀναπλήσειεν. Εἰ δὲ μηδεὶς εἴη ὁ τῷ πονηρῷ βλαπτόμενος ὑποδείγματι, τότε μόνον ἡ ἐπ᾽ αὐτῷ καὶ μετὰ τὰ εἰρημένα μακροθυμία χώραν ἕξει ἐλπίδι τῆς διορθώσεως. Μακροθυμία δὲ, ἡ ἐπὶ τῷ μὴ ἀποκόπτειν, οὐκ ἐπὶ τῷ μὴ νουθετεῖν καὶ παιδεύειν τοῖς ἐννόμοις ἐπιτιμίοις.

ΚΕΦΑΛΑΙΟΝ Λʹ. Ὅτι οὐ χρὴ ἐνδυμάτων ἢ ὑποδημάτων ἐκλογὴν ἐπιζητεῖν τὸν ἀσκητήν. Ἐνδυμάτων μέντοι ἢ ὑποδημάτων μὴ τὰ ἐκλεκτὰ ἐπιζητεῖν, ἀλλ᾽ αἱρεῖσθαι τὰ εὐτελέστερα, ἵνα καὶ κατὰ τοῦτο τὴν ταπεινοφροσύνην ἐπιδειξώμεθα, καὶ μὴ καλλωπιστῶν, καὶ φιλαύτων, καὶ ἀφιλαδέλφων δόξαν ἀπενεγκώμεθα. Ὁ γὰρ τῶν πρωτείων ἐφιέμενος ἀγάπης καὶ ταπεινοφροσύνης κεχώρισται.

ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ. Ὅτι δεῖ τὸν προεστῶτα ἀνάλογα τῆς τοῦ σώματος δυνάμεως ὁρίζειν τὰ ἐπιτεταγμένα· καὶ περὶ τῶν ἀποκρυβόντων τὴν ἑαυτῶν δύναμιν. Τὸν μέντοι προεστῶτα προσέχειν χρὴ, ὅπως ἂν μὴ, τῆς τοῦ σώματος δυνάμεως μείζονα τὰ ἐπιτάγματα ποιησάμενος, πρὸς ἀντιλογίαν τὸν ἀτονοῦντα διερεθίσῃ· ἀλλ᾽ ὡς πατὴρ ἅπασιν ὁμοίως εὔνους καὶ γνήσιος, ἑκάστου τὰς δυνάμεις ἐπισκοπεῖσθαι τοῦ σώματος, καὶ οὕτως ἐπινέμειν καὶ διακληροῦσθαι τὰ ἐπιτάγματα. Κρῖμα μέντοι μέγιστον ἕξουσιν οἱ τὴν ὑπάρχουσαν τοῦ σώματος δύναμιν καὶ παρὰ Θεοῦ δεδομένην ἀρνούμενοι, καὶ καταναισχυντοῦντες τῶν προεστώτων, καὶ τοῖς ἐπιτασσομένοις οὐκ εἴκοντες.

Εἰ γὰρ τῷ προεστῶτι κίνδυνον μέγαν καὶ ἀνυπόστατον φέρει τὸ ἀποκρύψαι τοῦ λόγου τὸ τάλαντον, καὶ μὴ ἑκάστῳ προμηνῦσαι τὴν ἐρχομένην ἐπὶ τῇ ἁμαρτίᾳ ῥομφαίαν, πολλῷ μᾶλλον οἴσει κίνδυνον τῷ λαμβάνοντι παρὰ τοῦ Θεοῦ δύναμιν σώματος εἰς λυσιτέλειαν τοῦ κοινοῦ, καὶ ταύτην καταργοῦντι καὶ ἀποκρύπτοντι.

ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ. Ὅτι οὐ δεῖ τοὺς ἀδελφοὺς λυπεῖσθαι, τῶν ἀσθενεστέρων φειδοῦς ἀξιουμένων. Μὴ μέντοι τοὺς ἀδελφοὺς λυπεῖσθαι καὶ ἀγανακτεῖν, ἐπειδὰν τοῖς ἀσθενεστέροις ὁ προεστὼς τὰς ἁρμοζούσας ἐγχειρίζοι διακονίας, καὶ φειδοῦς ἀξιώσῃ τούτους, οὕτω τῆς χρείας εἰσηγουμένης· ἀλλὰ τοὺς δυνατωτέρους ὡς μελῶν ἀσθενεστέρων φείδεσθαι τῶν δεομένων φειδοῦς, καὶ ταύτῃ τὴν πνευματικὴν ἀγάπην πληροῦν. Οὐδὲ γὰρ ὁ ποῦς ἐν τῷ σώματι τῆς χειρὸς κατεξανασταίη, ἢ καὶ ταύτην εἰς τὴν οἰκείαν διακονίαν βιάσοιτο, οὐδὲ ἡ χεὶρ σύμπασα τῷ μικροτάτῳ δακτύλῳ τῆς οἰκείας ἐνεργείας ἐπιθήσει τὸ ἄχθος· ἀλλ᾽ ἕκαστον τῶν μελῶν ἣν ἔλαχε παρὰ τῆς φύσεως δύναμιν, ταύτην ἐνεργεῖ διαβαστάζων τὰ ἀσθενέστερα. Ταύτης τῆς τάξεως ἐν πνευματικῷ συστήματι φυλασσομένης, δειχθήσεται, ὅτι ὄντως ἐσμὲν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους, τὴν ἁρμονίαν τῆς συναφείας καὶ τὴν πρὸς ἀλλήλους ἀστασίαστον ἕνωσιν διαπαντὸς φυλάττοντες.

ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ. Ὅτι οὐ χρὴ τοὺς προεστῶτας τοῖς ἀποστατοῦσι τοῦ οἰκείου ἀθροίσματος ἀσκηταῖς παῤῥησίας μεταδιδόναι, ἢ τούτους εἰς κοινωνίαν βίου δέχεσθαι. Χρὴ μέντοι καὶ τοὺς τῶν πνευματικῶν συστημάτων ἀφηγουμένους, τὴν πρὸς ἀλλήλους ἀσκοῦντας εὔνοιαν, καὶ τὴν ἀλλήλων οἰκειουμένους φροντίδα, μὴ καταλύειν τὰ ἀλλήλων σπουδάσματα, μηδὲ ἁπλῶς καὶ ἀβασανίστως τοὺς ἀποστατοῦντας τῶν ἀδελφῶν ἀλλήλων ἀνθυποδέχεσθαι. Τοῦτο γάρ ἐστι σύγχυσις παντελὴς, καὶ διάλυσις, καὶ τοῦ πνευματικοῦ ἔργου καθαίρεσις. Οἱ μὲν γὰρ συνετώτεροι τῶν ἀδελφῶν τῷ τοῦ Θεοῦ φόβῳ κρατούμενοι, βεβαίως τῷ καλῷ περιμένουσιν· οἱ δὲ νωθέστεροι καὶ ῥᾳθυμότεροι καὶ ὑπὸ τῆς περὶ ἀνθρώπους αἰδοῦς, καὶ τῆς ἐπηρτημένης ἐξ ἀνθρώπων ἀνάγκης πρὸς τὸ καλὸν παιδαγωγοῦνται καὶ διευθύνονται. Ἂν τοίνυν ὁ ῥᾳθυμότερος ἴδῃ ἐξὸν αὐτῷ μετὰ ἀδείας ἀποφεύγειν τοὺς ἐν τῷ ἅπαξ αἱρεθέντι συστήματι πόνους, καὶ μεθίστασθαι πρὸς ἑτέραν καταγωγὴν, καὶ βιοῦν ἀφυλάκτως καὶ ἀκρατῶς, εὐκόλως ἀποῤῥαγήσεται, καὶ τῆς αὐτοῦ ἀπωλείας ἔνοχος ὁ προχείρως ὑποδεχόμενος ἔσται. Καὶ τὸ κακὸν τοῦτο προβαῖνον πολλάκις καὶ τοὺς καλῶς ὁδεύοντας τῆς ὀρθῆς ὁδοῦ καὶ δικαίας ἐξίστησι· καὶ ἡ τῶν πάντων ἀπώλεια ἐπὶ τὸν διδόντα τὰς ἀφορμὰς τοῖς ὀλισθήμασι σωρευθήσεται.

Ἵνα οὖν μὴ τοῦτο γένηται, τοὺς ἀποστατοῦντας τῶν ἀδελφῶν ἢ νουθετῶμεν καὶ ἐπανάγωμεν ὅθεν ἐξέβησαν, ἢ μὴ πειθομένους ἡμῖν φυλαττώμεθα, καὶ τὴν συντυχίαν αὐτῶν παραιτώμεθα, καὶ τοῖς ἀδελφοῖς πᾶσι τοῦτο παρεγγυῶμεν· ὥστε ἢ αὐτοὺς γοῦν ἐκείνους σωφρονισθέντας τῇ τοιαύτῃ ἀποστροφῇ ἐπανελθεῖν ἐπὶ τὴν οἰκείαν μάνδραν, καὶ ὑπὸ τῷ ἀποκληρωθέντι ποιμένι ποιμαίνεσθαι, ἢ εἰ ἐκεῖνοι ἐμμένοιεν τῇ ἀθετήσει τῆς πνευματικῆς κοινωνίας, τοὺς γοῦν λοιποὺς θεασαμένους ὅπως βδελυκτοὶ γεγόνασι, σωφρονισθῆναι τῷ ὑποδείγματι, καὶ φεύγειν τὴν μίμησιν τὴν αἰσχύνην ἀποδιδράσκοντας.

Ὅτι δὲ οὐκ ἐμοὶ ταῦτα λόγοι, ἀλλ᾽ ἐναργεῖς λόγοι τοῦ Πνεύματος, αὐτὰ τὰ Παύλου ῥήματα παραθήσομαι, δι᾽ ὧν τοὺς ἀκρατῶς βιοῦντας ἐκόλασε μετὰ τῶν ἄλλων καὶ τοὺς μεθύοντας καὶ τοὺς λοιδόρους ἐπιτιμίοις ὑποβάλλων. Ἐὰν γάρ τις ἀδελφὸς ᾖ πόρνος, φησὶν, ἢ λοίδορος, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Καὶ πάλιν ἑτέρωθι περὶ τῶν μηδὲν ἐργαζομένων, ἀλλὰ περιεργαζομένων, ἔλεγε· Τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ. Ὅτι δὲ ὁ τὰς ἐπὶ τοῦ Πνεύματος συμβάσεις παρασπῶν τὰ χείρονα τῶν λοιδόρων, καὶ τῶν μεθυόντων, καὶ τῶν ἐν ἀργίᾳ διατελούντων τολμᾷ, παντί που δῆλόν ἐστιν. Ὥστε ἀκολούθως ὁ λόγος τοὺς καταλύοντας τὴν πνευματικὴν εὐταξίαν τῆς ὁμιλίας τῶν φυλαττόντων αὐτὴν εἶρξαι καὶ ἀποκωλῦσαι παρεγγυᾷ. Τότε δὲ μόνον ἀνεπιτίμητον προσήκει μένειν ἀδελφοῦ χωρισμὸν, ἡνίκα ἂν κρίσει τοῦ προεστῶτος ἐπ᾽ οἰκονομίᾳ τινὶ γένηται.

ΚΕΦΑΛΑΙΟΝ ΛΔʹ. Ὅτι οὐ χρὴ τὸν ἐν συστήματι πολιτευόμενον ἀσκητὴν ἰδίᾳ τι κεκτῆσθαι τῶν ὑλικῶν. Προσήκει μέντοι τὸν ἀσκητὴν, τὸν τὴν προεκτεθεῖσαν κοινωνίαν ἑλόμενον, πάσης ἰδιαζούσης τῶν ὑλικῶν κτήσεως ἐλεύθερον εἶναι. Εἰ γὰρ μὴ τοῦτο ποιεῖ, πρῶτον μὲν τὴν ἀκριβῆ κοινωνίαν διέφθειρε τῷ τῆς κτήσεως ἰδιάζοντι· ἔπειτα δὲ καὶ ἀπιστίας καθ᾽ ἑαυτοῦ μεγάλα ἐξήνεγκε δείγματα, ὡς ἀπιστῶν τῷ Θεῷ, ὅτι τοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ συνηγμένους οὐ διαθρέψει· καὶ οὐκ ἀκούσας παρὰ τοῦ προφήτου Δαβὶδ λέγοντος· Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους, ἢ τοὺς νοητοὺς τῆς φρονήσεως, ἢ τοὺς αἰσθητοὺς, οἷς τὸ σῶμα τρέφεται. Εἰ γὰρ ἔνθα δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, ἐν μέσῳ αὐτῶν ἐστι, πολλῷ μᾶλλον ἔνθα πολὺ πλέον καὶ πολυανθρωπότερον ἄθροισμα. Ἢ τοίνυν οὐδὲν ἐλλείψει τῶν ἀναγκαίων, Χριστοῦ παρόντος ἡμῖν, εἴπερ μηδὲ τοῖς Ἰσραηλίταις ἐν τῇ ἐρήμῳ τῶν χρησίμων ἔνδεια γέγονεν· ἢ εἰ καὶ λείψειε πρὸς δοκιμασίαν ἡμῶν, βέλτιον ἐνδεῶς ἔχειν καὶ εἶναι μετὰ Χριστοῦ, ἢ δίχα τῆς ἐκείνου κοινωνίας πᾶσι τοῖς κατὰ τὸν βίον πλουτεῖν. Οὐ μέχρι τούτου δὲ τὴν βλάβην ἡ τοιαύτη κτῆσις ἵστησιν, ἀλλὰ ποῤῥωτέρω προάγει. Ὁ γὰρ ἴδιόν τι ἔχειν ἐσπουδακὼς οὐδὲν ἕτερον ἢ χωρισμὸν καὶ ἀποστασίαν μελετᾷ.

Ὁ γὰρ μὴ πρὸς τοῦτο βλέπων τί ἂν καὶ κτήσαιτο; εἰδὼς, ὅτι τῇ τοῦ Χριστοῦ χάριτι οἱ αὐτοῦ δοῦλοι ἐν ἀφθονίᾳ πάντων τῶν ἀναγκαίων διατελοῦσιν ἀεί. Πρόδηλος οὖν ἐστιν ὁ τοιοῦτος ἀποκοπὴν καὶ νέκρωσιν τῆς οἰκείας ψυχῆς μελετῶν, καὶ τοῖς βραχέσιν ὀβολοῖς τὴν οἰκείαν σωτηρίαν ἀποδιδόμενος, καὶ (δότε μοι τολμῆσαι μικρὸν) δεύτερός τις Ἰούδας γενόμενος, ἀπὸ κλοπῆς ἀρχόμενος (κλοπὴ γὰρ ἡ ἰδιάζουσα κτῆσις), καὶ καταστρέφων εἰς προδοσίαν· προδίδωσι γὰρ καὶ αὐτὸς τὸν τῆς ἀληθείας λόγον, ὥσπερ ἐκεῖνος τὸν Κύριον. Ὅταν γὰρ ὁ μὲν κανὼν τοῦ βίου ἔχῃ μηδὲ χωρίζεσθαι τοῦ συστήματος ᾧ συνήφθημεν, μηδὲ ἰδιάζουσάν τινα κτῆσιν περιποιεῖσθαι, μηδὲ ὅλως λαθραῖόν τι διαπράττεσθαι, ἢ ἐπὶ βλάβῃ τῶν ἀδελφῶν πονηρὸν ὑπόδειγμα τοῖς σωζομένοις γενόμενον· εἶτα, παριδών τις τὸν φόβον τοῦ Θεοῦ, καὶ τοὺς θεσμοὺς τοῦ ἁγίου Πνεύματος, πρῶτον μὲν νοσφισμὸν (νοσφισμὸς γάρ ἐστιν ἡ ὁπωσοῦν καὶ ὁθενοῦν ἰδιάζουσα κτῆσις), ἔπειτα δὲ καὶ ἀπόστασιν ἐννοήσας καὶ χωρισμόν· πῶς οὐχὶ τὸν λόγον τῆς ἀληθείας προδέδωκε, καὶ δεύτερος Ἰούδας γεγένηται, κατὰ τὸ ἐγχωροῦν προδιδοὺς τὴν ἀλήθειαν;

Χρὴ τοίνυν παντὶ τρόπῳ φεύγειν ἰδίᾳ τι κεκτῆσθαι παρὰ τὰ κοινῇ πᾶσιν ὁμοῦ ποριζόμενα· καὶ οὐ ταύτῃ μόνον ἀκηλίδωτον τηρεῖν τὴν διάνοιαν, ἀλλὰ καὶ τὸν ἔνδον ἄνθρωπον πάντων μολυσμῶν ἐκκαθαίρειν· τοῦτο μὲν λογισμῶν ἀκαθάρτων καὶ πονηρῶν, τῶν ἐπιθολούντων τὸ ἔνδον τοῦ Πνεύματος καταγώγιον· τοῦτο δὲ δόλου, καὶ ὑποκρίσεως, καὶ βασκανίας, καὶ ἔριδος, τῶν τὴν ἀγάπην πρόῤῥιζον ἀνασπώντων, καὶ τὸν Θεὸν τῆς τῶν τοιούτων ψυχῆς ἐλαυνόντων. Εἰ γὰρ ὁ Θεὸς ἀγάπη ἐστὶν, ὁ τὴν ἀγάπην οὐκ ἔχων τῆς θείας ἐστέρηται χάριτος.

Ἐν ταπεινοφροσύνῃ δὲ πάσῃ, καὶ ἁγιασμῷ, καὶ ἑτοιμότητι τῇ περὶ τὰς ἀγαθὰς πράξεις τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον συντηροῦντα, πρὸς τὰ παρόντα συγκλείειν τὸν λογισμὸν, σκοπούμενον, ὅπως ἂν μὴ, κατὰ τὸν παρόντα καιρὸν, τινὸς τῶν τοῦ Θεοῦ θελημάτων διαμαρτήσῃ, καὶ τὴν ἔνστασιν τῆς πολιτείας σπαράξῃ. Ἡ γὰρ τοιαύτη κατάστασις τῆς ψυχῆς παντὸς μὲν μετεωρισμοῦ ἀπαλλάξει ἡμᾶς, ἐν εὐλαβείᾳ δὲ καὶ ἑδραίῳ φρονήματι πᾶσι τοῖς καλοῖς παρασκευάσει συνέπεσθαι, τοῦτο καὶ πρὸ πάντων ἐν τῇ ψυχῇ καθιδρύοντας, ὅτι ὁ Θεὸς ἀγαθὸς, καὶ πάντων ἀγαθῶν αἴτιος, κακοῦ δὲ οὐδ᾽ ὁπωστιοῦν οὐδενὸς, κἂν ἡμεῖς πρὸς τὴν χρείαν τῆς διορθώσεως δριμυτέρας τῆς θεραπείας γευσώμεθα. Ἰατρὸς γὰρ ὢν ὁ Θεὸς τῶν ἀνθρωπίνων ψυχῶν, πρὸς τὴν φύσιν τῶν νοσημάτων τὴν τῶν φαρμάκων κίρνησι δύναμιν ἱκανὴν, ἐκκαθάρας βαθυτάτην κακίαν, ὅταν τούτου δεήσειε. Τοῦτο γοῦν εἰδότες σαφῶς, εὐχαριστῶμεν ἀεὶ, κἂν σφοδροτέρας τῆς θεραπείας ἐπαισθανόμεθα, τὰς ὀλιγωρίας καθαιρόμενοι. Τὸ δὲ διὰ πειρασμῶν καὶ δοκιμασίαν ὑπομένειν ὀλίγων σφόδρα καὶ Ἀβραμιαίων ἀνθρώπων. Ταῦτα μὲν οὖν ὅσα ἡ τοῦ Θεοῦ χάρις τῇ ταπεινότητι τῆς ἡμετέρας διανοίας ἐπεχορήγησεν εἰς παράκλησιν ὑμῶν τῶν τὸν κοινωνικὸν βίον ἀσπασαμένων.

Οὗπερ, ὡς ὁ λόγος ἐδήλωσε, καὶ ἡ ἡμετέρα κατεῖδε διάνοια, οὐδὲν οὔτε λαμπρότερον, οὐδὲ χαριέστερον, οὔτε ὑψηλότερον εὑρεθείη ἂν ἐν ἀνθρώποις πολίτευμα. Ἐπειδὴ δὲ καὶ τοῖς τῷ μοναδικῷ βίῳ προσέχουσι τὴν ἐνοῦσαν παράκλησιν εἰσηνέγκαμεν, εἷς δὲ καὶ ὁ αὐτὸς ἑκατέροις σκοπὸς, τὸ εὐαρεστῆσαι τῷ Χριστῷ, καὶ συγγενῆ τὰ περὶ τούτων παιδεύματα, κἀκείνων τὸν λόγον ἐπίωμεν. Ἴσως γάρ τι κἀκεῖθεν τούτῳ τῷ λόγῳ συνεισενεχθήσεται χρήσιμον, λαμπρύνειν ἐπιπλέον καὶ διακοσμεῖν τὴν πολιτείαν δυνάμενον.