Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικαὶ διατάξεις

Μέγας Βασίλειος

Επιστασία των λογισμών, αγνεία και μέτρο εγκράτειας

Κανόνες για τη νήψη και τον έλεγχο των παθών, την προστασία από τις συναναστροφές με γυναίκες, καθώς και την ορθή άσκηση της σωματικής εγκράτειας σε συνδυασμό με την εργασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 9

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Περὶ τῆς τῶν λογισμῶν ἐπιστάσεως, καὶ ὅτι οὐ κακὸν τὸ σῶμα, ὥς τινες ὑπειλήφασιν. Πρῶτον μὲν οὖν κρατητέον ἐκ παντὸς τρόπου τὸν λογισμὸν, νηφάλιον ἐφιστῶντας τὴν τῆς διανοίας ἐπισκοπὴν, ὡς ἂν μὴ συγχωρεῖν τῇ ψυχῇ ταῖς ἀπερισκέπτοις ὁρμαῖς ῥᾳδίως πρὸς τὰς τοῦ σώματος ἀνθολκὰς ἐνδιδόναι. Βλέψις μὲν γὰρ τοῦ σώματος ὁ ὀφθαλμὸς, ὅρασις δὲ τῆς ψυχῆς ὁ συμφυὴς αὐτῇ νοῦς· ἀλλ᾽ οὐχ ὡς ἕτερον ἐν ἑτέρῳ, ἀλλὰ ταὐτὸν ψυχή τε καὶ νοῦς· δύναμις ὑπάρχων φυσική τις καὶ οὐκ ἐπείσακτος τοῦ λογιστικοῦ τῆς ψυχῆς. Ἡνίκα μὲν γὰρ ἡ ψυχὴ, τὸ ἑαυτῆς ἀνακινοῦσα νοερὸν, τὸ φυσικῶς ἐγκατεσπαρμένον αὐτῇ παρὰ τῆς πεποιηκυίας αὐτὴν ἁγίας Τριάδος, βουλεύεται τὰ δέοντά τε καὶ προσήκοντα, τηνικαῦτα διαφεύγει τὰς τοῦ σώματος ἐπηρείας· τάς τε ἀτάκτους αὐτοῦ κινήσεις προορωμένη καὶ ἐπιστομίζουσα, γαλήνην τε ἄγει τὴν αὐτῇ πρέπουσαν, καὶ ἐν ἀπερικτυπήτῳ σχολῇ ἐν τοῖς κατὰ φύσιν θεωρήμασι γίνεται· τοῦτο μὲν εἰς τὴν ἁγίαν καὶ προσκυνητὴν Τριάδα, κατὰ τὸ ἐνὸν, ἀτενὲς ἐνορῶσα, καὶ ἀναλογιζομένη τὸ τῆς θείας δόξης ἀπρόσιτον διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος, τὸ τῆς μακαριότητος διαυγὲς, τὸ τῆς σοφίας ἀπέραντον, τὸ τῆς ἀταραξίας πεπηγὸς καὶ ἀκύμαντον, τὴν ἀπαθῆ καὶ ἀκίνητον φύσιν.

ᾯ γὰρ μηδὲν ἐξ ἀδοκήτου συμπίπτειν δύναιτ᾽ ἂν, οἷα δὴ τεθησαυρισμένῳ τὴν γνῶσιν τῶν τε ὄντων τῶν τε ἐσομένων ἁπάντων, καὶ περιδεδραγμένῳ τῶν ὅλων, καὶ ὑπὸ χεῖρα τὰ σύμπαντα ἔχοντι, καὶ οὐδὲν ἀντιπεσεῖν καὶ ἀντιβλέψαι γοῦν ὅλως δυνάμενον· τούτῳ ἀκόλουθον παρεῖναι γαλήνην καὶ ἀταραξίαν διηνεκῆ. Αἱ γὰρ τῶν ἀνελπίστων πραγμάτων αἰφνίδιοι περιστάσεις τὰς ταραχὰς ταῖς τῶν ἀνθρώπων διανοίαις ἐμποιεῖν πεφύκασιν. Ὥστε ᾧ μηδεμία κακία παρενοχλεῖ, πᾶσα δὲ ἀρετὴ καὶ πᾶν ὅ τι καλὸν ἕπεται, οὗτος εὐφραίνοιτο ἂν κατὰ λόγον εὐφροσύνην ἀκίνητόν τε καὶ ἀτελεύτητον. Ἀρετῆς γὰρ καὶ ἀγαθότητος ὀπαδὸς ἡ εὐφροσύνη, καθὼς ὁ Προφήτης φησίν· Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

Ψυχὴ τοίνυν ἡ τὸ νοερὸν αὐτῆς ἐν νήψει καὶ ταῖς προσηκούσαις ἐνεργείαις διαφυλάττουσα ἔν τε τοῖς προειρημένοις θεωρήμασι καταστήσεται, καὶ τὸ ἑαυτῆς ἦθος πρὸς τὸ ὀρθὸν καὶ δίκαιον, κόσμιόν τε καὶ εἰρηνικὸν ἐξασκήσει. Ἡνίκα δ᾽ ἂν τοῦ διανοεῖσθαι καὶ ἐντρανίζειν τοῖς καθήκουσι θεωρήμασιν ἀπολήξῃ, τηνικαῦτα, ὥσπερ σκύλακες ἄτακτοι καὶ θρασεῖς τὸν ἐπιστάτην ἀποβαλόντες, διαναστάντα τὰ τοῦ σώματος πάθη, πολλὰ καθυλακτεῖ τῆς ψυχῆς· καὶ ποικίλως αὐτὴν διασπᾷν ἐπιχειρεῖ ἕκαστον τῶν παθῶν, τὴν ζωτικὴν αὐτῆς δύναμιν πρὸς ἑαυτὸ μεριζόμενον.

Διττὴν γὰρ εἶναι τῆς ψυχῆς ἔγωγε οἶμαι τὴν δύναμιν, μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης· τὴν μέν τινα τοῦ σώματος ζωτικὴν, τὴν δὲ ἑτέραν τῶν ὄντων θεωρητικήν, ἣν δὴ καὶ λογιστικὴν ὀνομάζομεν. Ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν, ἐπεὶ συγκέκραται τῷ σώματι ἡ ψυχὴ, φυσικῶς διὰ τὴν σύγκρασιν, καὶ οὐκ ἐκ προαιρέσεως χορηγεῖ· ὥσπερ γὰρ ἥλιον οὐχ οἷόν τε ἐπιλάμψαντα μὴ φωτίσαι τοῦτο, καθ᾽ οὗ τὰς αὐγὰς ἤνεγκεν· οὕτω ψυχὴν ἀμήχανον μὴ ζωοποιεῖν σῶμα, ᾧ ἂν ἐγγένηται· ἡ δὲ θεωρητικὴ δύναμις ἐν προαιρέσει ἔχει τὴν κίνησιν. Ἂν μὲν οὖν διὰ παντὸς τὸ θεωρητικόν τε καὶ λογιστικὸν ἑαυτῆς ἐγρηγορέναι παρασκευάζῃ, καθὼς ὁ Προφήτης φησί· Μηδὲ νυστάξῃ ὁ φυλάσσων σε· διπλῇ κατευνάζει τὰ πάθη τοῦ σώματος, τῇ τε περὶ τῶν κρειττόνων καὶ προσφυῶν θεωρίᾳ ᾗ ἀπασχολεῖται, καὶ τῇ ἀταραξίᾳ τοῦ σώματος ἐπισκοποῦσα, σωφρονίζει ταῦτα καὶ καταστέλλει· ἂν δὲ, τὴν ἀργίαν ἀσπασαμένη, τὸ θεωρητικὸν ἀκίνητον ἔχῃ, σχολαῖον τὸ ζωτικὸν τὰ πάθη τοῦ σώματος εὑρόντα, καὶ μερισάμενα, μηδενὸς ἐπιστατοῦντος καὶ ἀνακόπτοντος, ἐπὶ τὰς οἰκείας ὁρμάς τε καὶ ἐνεργείας τὴν ψυχὴν συγκαθείλκυσαν. Ὥστε εἶναι τὰ πάθη τοῦ σώματος βίαια μὲν, ἀργοῦντος τοῦ ἐν ἡμῖν λόγου· εὐπειθῆ δὲ, τούτου τάττοντος καὶ διέποντος. Οὐ μεμπτὸν τοίνυν τὸ σῶμα τοῖς ὀρθῶς περὶ αὐτοῦ γινώσκειν ἐθέλουσι.

Πρέπει γὰρ τῇ τῆς συμβουλῆς ἐκθέσει καὶ τὰς κακοδοξίας τῶν πονηρῶς ὑπειληφότων περὶ τοῦ σώματος ἀναιρεῖν. Ὥσπερ γὰρ, ἀγαπητὲ, καλὸν ὁ ἵππος, καὶ ὅσῳπερ ἂν τὴν φύσιν ὀξύτερος καὶ θερμότερος ᾖ, τοσούτῳ ἀμείνων· δεῖται δὲ τοῦ ἡνιοχήσοντός τε καὶ κυβερνήσοντος, οἷα δὴ λογισμῶν ἄμοιρος ὤν. Ἐπιβάντος δὲ τοῦ ἡνιόχου, αὐτὸς μὲν τῇ φύσει χρῆσθαι πειράσεται.

Ἐὰν μὲν οὖν ὁ ἡνίοχος τὰς ὁρμὰς τοῦ ὑποζυγίου δεόντως οἰκονομήσῃ, ἑαυτῷ τε πρὸς τὸ συμφέρον ἐχρήσατο, καὶ τοῦ σκοποῦ τοῦ προκειμένου τετύχηκε, καὶ αὐτὸς δὲ σέσωσται, καὶ τὸ ὑποζύγιον ὤφθη τὴν χρῆσιν ἄριστον· ἐπειδὰν δὲ ὁ ἡνίοχος κακῶς ἀγάγῃ τὸν πῶλον, ὅ τε πῶλος πολλάκις παρετράπη τῆς λεωφόρου, καὶ εἰς ἀνοδίαν ἐξέπεσε· κατενεχθεὶς δὲ καὶ αὐτὸν ἔστιν ὅτε τὸν ἐπιβάτην κατήνεγκε, καὶ κίνδυνος ἑκατέρων ἡ τοῦ ἡνιόχου ῥᾳθυμία γίνεται. Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑπολάμβανε. Τὸ μὲν γὰρ σῶμα τὰς φυσικὰς ὁρμὰς ἔλαβεν οὐκ ἀτόπους, ἀλλὰ πρός τι πάντως καλὰς καὶ χρησίμους· λογισμοῦ δὲ τοῦτο ἄμοιρον ὑπάρχει, ἵνα τιμηθείη τοῖς τοῦ λόγου προτερήμασιν ἣ ψυχή. Ἐὰν μὲν γὰρ αὐτὴ τὰς τοῦ σώματος ὁρμὰς δεόντως οἰκονομῇ, αὐτό τε περιεσώσατο, καὶ αὐτὴ ἔξω κινδύνων· ἐὰν δὲ τοῦ ἐπιστατικοῦ ἀμελήσῃ, καὶ ὕπνῳ κρατηθεῖσα τῆς ῥᾳθυμίας, παρείη τὴν τοῦ σώματος ἡνιόχησιν, αὐτό τε, οἷα λογισμῶν ἔρημον, τῆς εὐθείας ἐκτρέπεται, καὶ τὴν ψυχὴν τοῖς ἴσοις περιέβαλε πταίσμασιν, οὐκ ἐξ οἰκείας κακίας, ἀλλὰ διὰ τὴν ἐκείνης ὀλιγωρίαν.

Εἰ μὲν γὰρ ἦν τὰ πάθη τοῦ σώματος, οἷα μὴ δαμασθῆναι ψυχῇ, εἶχεν ἂν τὰς αἰτίας εὐλόγως τὸ σῶμα· εἰ δὲ πολλοῖς ὑποχείρια γέγονε τοῖς κρατῆσαι ἐσπουδακόσιν, ἀνεύθυνον μὲν τὸ σῶμα τοῖς διαβάλλειν ὡς ἀρχηγὸν κακίας ἐπιχειροῦσι, μεμπτὴ δὲ τῆς ὀλιγωρίας, ἡ τὸ κῦρος ἀνειμένη τοῦ σώματος, οὔτε αὐτὴ φύσει τὸ κακὸν ἐν ἑαυτῇ ἔχουσα, ἀλλὰ τῇ ἀπολείψει τοῦ καλοῦ ἐν τούτῳ καθισταμένη. Κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπόλειψις ἀρετῆς.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ὅτι οὐ δεῖ τὰς τῶν γυναικῶν συντυχίας ἀφυλάκτως ποιεῖσθαι. Περὶ μὲν τῆς ἐπιστάσεως τῶν λογισμῶν, καὶ τῆς ἡνιοχήσεως τῶν τοῦ σώματος παθημάτων, καὶ τῆς εὐρυχωρίας καὶ γαλήνης τοῦ ἔνδον ἀνθρώπου, καὶ τῆς τῶν καθηκόντων αὐτῷ θεωρίας τε καὶ σπουδῆς, ἀρκούντως, ὡς ἐνῆν, προειρήκαμεν. Χρὴ δὲ μὴ μόνον τοῖς λογισμοῖς ἐπιστατεῖν, ἀλλὰ καὶ τούτων τῆς ὁμιλίας, ὡς οἷόν τε, χωρίζεσθαι, μάλιστα ὅσα πλησιάζοντα ἡμῖν εἰς ὑπόμνησίν τε τῶν παθῶν ἡμᾶς ἄγοντα, ταράττει καὶ συγχέει τὸν λογισμὸν, καὶ πολέμους καὶ ἀγῶνας ἐμποιεῖ τῇ ψυχῇ. Τὸν μὲν γὰρ ἀκουσίως ἡμῖν προσπίπτοντα καταδέχεσθαι πόλεμον ἀναγκαῖον ἂν εἴη ἑκούσιον δὲ δημιουργεῖν ἑαυτοῖς ἀλογώτατον. Ἐν μὲν γὰρ τῷ προτέρῳ καὶ ἡ ἧττα τυχὸν συγγνώμης τεύξεται, ἀπείη δὲ τῶν κατὰ Χριστὸν ἀθλητῶν· ἐν δὲ τούτῳ τὸ ἁλῶναι, πρὸς τὸ καταγέλαστον εἶναι, καὶ συγγνώμης ἐστέρηται.

Χρὴ τοίνυν καὶ τὰς τῶν γυναικῶν ὁμιλίας καὶ συντυχίας ὡς τὰ μάλιστα φεύγειν, εἰ μή τις ἀπαραίτητος ἀνάγκη τὴν συντυχίαν βιάζοιτο. Καὶ ἀνάγκης δὲ καταλαβούσης, ὡς ἀπὸ πυρὸς προσήκει φυλάττεσθαι, καὶ ὀξυτάτας καὶ ταχίστας ἀπαλλαγὰς ποιουμένους. Σκόπησον δὲ τί περὶ τούτου φησὶν ἡ Σοφία· Ἀποδέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ᾽ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει;

Εἰ δέ τις λέγει, ἐκ τοῦ γυναιξὶ συντυγχάνειν, συνδιαιτᾶσθαί τε ἐπὶ πλέον, μὴ παραβλάπτεσθαι, οὗτος ἢ οὐ μετέσχηκε τῆς τοῦ ἄῤῥενος φύσεως, καὶ ἔστι τι κτῆμα παραδοξότατον, ἐν μεταιχμίῳ τῆς φύσεως ἑκατέρας ἑστὼς (οἷον τοὺς ἀπὸ γεννήσεως εὐνούχους φασὶν, εἴγε κἀκείνοις δοίημεν τὸ πρὸς τὴν θήλειαν ἀπαθὲς καὶ ἀκίνητον· Ἐπιθυμία γὰρ εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν, φησὶν ὁ Σοφός)· ἢ, εἰ μετέσχε, βαπτιζόμενος ὑπὸ τῶν παθῶν, οὐκ αἰσθάνεται, τοὺς μεθύοντας ἢ φρενιτιῶντας μιμούμενος, οἳ, τὰ δεινότατα πεπονθότες, ἔξω πάθους εἶναι νομίζουσι. Συγχωρήσωμεν δὲ τῷ λόγῳ τὸ ἔξω λόγου, τὸ εἶναί τινα μὴ νυττόμενον ὑπὸ τοῦ ἄῤῥενος πάθους. Ἀλλὰ κἂν αὐτὸς μὴ πάσχῃ, οὐκ ἂν καὶ τοὺς ἄλλους εὐκόλως πείσειεν, ὡς οὐ πάσχοι. Τὸ δὲ, μηδενὸς προκειμένου κατορθώματος, τοὺς πολλοὺς σκανδαλίζειν, οἶμαι οὐκ ἀκίνδυνον τῷ ποιοῦντι.

Ἔπειτα δὲ ἕτερον ἔστιν ἰδεῖν, ὅτι κἂν ὁ ἀνὴρ μὴ δέχεται λύμην τοῖς λογισμοῖς, ἀλλ᾽ οὐκ ἤδη καὶ περὶ τῆς γυναικὸς ἡμῖν ἀμφισβητήσει, ὡς καὶ αὐτὴ ἔξω τῶν τοῦ σώματος ὑπάρχει παθῶν· ἀλλὰ πολλάκις ἐκείνη, ἀσθενὴς οὖσα τὸν λογισμὸν, καὶ τὸ πάθος ὀξύῤῥοπον ἔχουσα, ἔπαθέ τι ἐπὶ τῷ ἀφυλάκτως ποιησαμένῳ τὰς συντυχίας. Καὶ αὐτὸς μὲν οὐ τέτρωται, ἔτρωσε δὲ πολλάκις, ὡς οὐκ ἐπίσταται.

Καὶ ἐν προσποιήσει δῆθεν πνευματικῆς ἀγάπης τὸ γύναιον συνεχῶς πρὸς τὸν ἀσκητὴν ἀφικνούμενον, ἄρχεται δι᾽ ὀφθαλμῶν τῆς ἁμαρτίας ἐμφορηθῆναι, καὶ ἀκολάστοις ὄμμασι τὴν τοῦ πλησίον ἰδέαν ἐπιβόσκεσθαι, καὶ τὴν ἔνδον παρθένον, ἧς μάλιστα ὁ νυμφίος ἐρᾷ, τοῖς ἀκαθάρτοις λογισμοῖς διαφθείρειν.

Ὡς ἂν τοίνυν μηδὲν τῶν εἰρημένων συμβαίη, φυλάττεσθαι προσήκει, εἰ μὲν οἷόν τε, καὶ παντελῶς, εἰ δὲ μὴ, τὰς γοῦν συχνὰς καὶ ἐπιτεταμένας ὁμιλίας τῶν γυναικῶν καὶ συντυχίας, οὐχ ὡς μισοῦντας τὸ γένος. ἄπαγε! οὐδὲ ὡς ἀπαρνουμένους τὴν ἐκείνων συγγένειαν, ἀλλὰ καὶ προσισταμένους καὶ ὠφελοῦντας τὰ δυνατὰ, πᾶσαν μὲν κοινωνοῦσαν τῆς ἀνθρωπίνης φύσεως, ἐξαιρέτως δὲ τὰς τοὺς ὑπὲρ τῆς ἁγνείας ἀγῶνας ἀνελομένας, ὡς τὰ ἀδελφὰ ἡμῖν συναθλούσας· τὴν δὲ συντυχίαν φυλαττομένους, ἵνα μὴ πάθους, οὗ παρῃτήμεθα καὶ ᾧ ἀπηγορεύσαμεν, ὑπόμνημα γένηται.

ΚΕΦΑΛΑΙΟΝ Δʹ. Ὅτι δεῖ τῇ δυνάμει τοῦ σώματος μετρεῖν τὴν ἐγκράτειαν· καὶ ὅτι καλὸν καὶ ἔννομον ἡ τοῦ σώματος ἐργασία. Ἀκόλουθον μέντοι καὶ γαστρὸς ἐπικρατεῖν. Γαστρὸς γὰρ παιδαγωγία παθῶν ἐστι κόλασις· παθῶν δὲ κόλασις ἀταραξία καὶ γαλήνη ψυχῆς· γαλήνη δὲ ψυχῆς ἀρετῶν γονιμωτάτη πηγή. Ἐγκράτεια δὲ γαστρὸς ἀρίστη ἡ ἑκάστῳ μετρουμένη πρὸς τὴν τοῦ σώματος δύναμιν. Ἐνίοις μὲν γὰρ καὶ ἐπιτεταμένη κακοπάθεια ἄλυπος ὤφθη, καὶ ἄνεσις μᾶλλον ἢ πόνος ἔδοξε διὰ τὸ στεῤῥὸν καὶ ἀνένδοτον τῆς τοῦ σώματος κατασκευῆς καὶ δυνάμεως· τὸ δὲ τούτοις ἀνεκτὸν ἑτέροις κινδύνων ὑπόθεσις γέγονε. Σωμάτων γὰρ πρὸς σώματα τοσαύτην ἄν τις εὕροι διαφορὰν, ὅσην χαλκοῦ καὶ σιδήρου πρὸς τὰ φρυγανώδη τῶν ξύλων. Ὥστε ἐγκράτειαν αἱρεῖσθαι προσήκει πρὸς λόγον τῆς ὑπαρχούσης δυνάμεως.

Ἀρεταὶ μὲν γὰρ ἐν μόνῃ τῇ ψυχῇ κατορθούμεναι πᾶσαι πᾶσιν ὁμοίως ταχθήσονται· οἷον πραότης, ἐπιείκεια, ταπεινοφροσύνη, ἀγαθωσύνη, φιλαδελφία, τὸ ἄδολον, τὸ φιλάληθες, τὸ συμπαθὲς, τὸ ἥμερον, τὸ φιλάνθρωπον· ταύτας γὰρ ἐξαιρέτους φαμὲν τῆς ψυχῆς ἀρετὰς, ἐπείπερ εἰς τὴν αὐτῶν κτῆσίν τε καὶ κατόρθωσιν οὐδὲν πλέον τὸ σῶμα τῇ ψυχῇ συνεισφέρει ἢ τὸ βουλευτήριον αὐτῇ γενέσθαι τῆς περὶ αὐτῶν διασκέψεως· ἐγκράτεια δὲ ἑκάστῳ πρὸς τὴν δύναμιν τοῦ σώματος ὁρισθήσεται, ὥστε μήτε ἔλαττον τῆς ὑπαρχούσης δυνάμεως διελθεῖν, μήτε τοῖς ὑπὲρ τὴν δύναμιν ἐπεκτείνεσθαι. Καὶ τοῦτο γὰρ, οἶμαι, προσήκει σκοπεῖν, ὅπως ἂν, μὴ τῇ ἀμετρίᾳ τῆς ἐγκρατείας τὴν δύναμιν τοῦ σώματος καταλύσαντες, ἀργὸν αὐτὸ καὶ ἄπρακτον πρὸς τὰ σπουδαῖα τῶν πράξεων ἀποφήνωμεν. Οὐ γὰρ δὴ ποιῶν ὁ Θεὸς τὸν ἄνθρωπον ἀργὸν καὶ ἀκίνητον αὐτὸν εἶναι βεβούληται, ἀλλ᾽ ἐνεργὸν ὑπάρχειν πρὸς τὰ καθήκοντα, ἐν μὲν τῷ παραδείσῳ κελεύσας τὸν Ἀδὰμ ἐργάζεσθαι, καὶ φυλάττειν αὐτὸν (εἰ γὰρ καὶ θεωρία τῷ ῥητῷ πρόσκειται, ἀλλὰ γοῦν καὶ τὸ ἰδικὸν ζήλου καὶ σπουδῆς ἄξιον), μετὰ δὲ τὴν ἐκεῖθεν ἔκπτωσιν ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν ἀποφηνάμενος.

Τὰ δὲ πρὸς τὸν Ἀδὰμ εἰρημένα, ὅτι πᾶσι τοῖς ἐξ αὐτοῦ γεγεννημένοις εἴρηται, δῆλον ἐντεῦθεν. Καὶ γὰρ τὸν θάνατον ὥρισε μὲν ὁ Θεὸς κατ᾽ ἐκείνου, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, εἰπών· πάντες δὲ οἱ ἐξ αὐτοῦ γεγονότες μετέσχον παραπλησίως ἐκείνῳ τοῦ πάθους. Προσήκει τοίνυν μηδὲν καινοτομεῖν παρὰ τὴν φύσιν καὶ τοὺς ὅρους τοῦ εὐεργέτου τῆς φύσεως, ἀλλ᾽ ἐμμένοντα τούτοις, ἔμπρακτον ἔχειν τὸ σῶμα, μηδαμοῦ ταῖς ἀμετρίαις παραλυόμενον. Τοῦτο γὰρ, οἶμαι, ἀρίστης οἰκονομίας ἐστὶ, τὸ τοῖς κειμένοις κατακολουθεῖν ὅροις.

Ἄλλως τε καὶ ἐκ πλειόνων μαρτυριῶν τῆς θείας Γραφῆς ἔχομεν ἂν συστῆσαι τὸν λόγον. Ἡ γὰρ θεία Γραφὴ ἐργάζεσθαι μὲν κελεύει, καὶ κινεῖσθαι τῷ σώματι, καὶ μᾶλλον ἑτέρων ὑπερείδειν ἀσθένειαν, ἢ τῆς παρ᾽ ἑτέρων δεῖσθαι χειρός· καταμαραίνειν δὲ τοῦτο καὶ παραλύειν ταῖς ἀμέτροις ἐκτήξεσιν οὐδαμῶς. Καὶ τούτου ἀξιοπιστότατόν σοι παρέξομαι μάρτυρα τὸν ἅγιον Παῦλον, πὴ μὲν λέγοντα· Ἀκούομέν τινας ἐν ὑμῖν ἀτάκτως περιπατοῦντας, μηδὲν ἐργαζομένους· καὶ τὴν ἀργίαν ἀταξίαν ἀποφηνάμενον· Οὐκ ἠτακτήσαμεν γὰρ, φησὶν, ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι· καὶ τὸ τούτου πλέον· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται· ἑτέρωθι δὲ πάλιν· Ἵνα ἐργαζόμενοι, φησὶ, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι· καὶ πάλιν ἄλλοθι· Ἡσυχάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν. Τύφου παντὸς ἀπηλλάχθαι προσήκει τὸν ἀσκητὴν, καὶ τὴν μέσην ὄντως καὶ βασιλικὴν ὁδὸν πορευόμενον, ἐπὶ θάτερα μηδαμῶς ἀποκλίνειν· μήτε τὴν ἄνεσιν ἀσπαζόμενον, μήτε τῇ ὑπερβολῇ τῆς ἐγκρατείας ἀχρειοῦντα τὸ σῶμα.

Εἰ μὲν γὰρ καλὸν ἦν παρεῖσθαι τῷ σώματι, καὶ κεῖσθαι νεκρὸν ἔμπνουν, τοιούτους πάντως ἂν ἡμᾶς κατεσκεύασεν ἐξ ἀρχῆς ὁ Θεός· εἰ δὲ οὐ πεποίηκεν οὕτως, πάντως ὅ τι περ ἂν καλὸν ἔγνω, τοῦτο καὶ ἀπετέλεσεν· εἰ δὲ ὅπερ καλὸν ἦν, τοῦτο ἡμᾶς ἀπειργάσατο, ἁμαρτάνουσιν οἱ τὸ καλῶς ποιηθὲν, ὡς ἔνεστιν, οὐ φυλάττοντες.

Ἓν οὖν ὁ ἀσκητὴς τῆς εὐσεβείας σκοπείτω, εἰ μήπου κακία διὰ ῥᾳθυμίας ἐνεφώλευσε τῇ ψυχῇ, εἰ μήπου ἡ νῆψις καὶ ἡ πρὸς Θεὸν ἐκτενὴς τῆς διανοίας ἀπότασις ἐξελύθη, εἰ μήπου ὁ τοῦ Πνεύματος ἁγιασμὸς, καὶ ὁ ἐκεῖθεν ἐγγενόμενος τῇ ψυχῇ φωτισμὸς ἠμαυρώθη. Ὡς, εἴγε τὰ εἰρημένα ἀκμάζοι καλὰ, οὐδαμῶς καιρὸν ἕξει τὰ πάθη τοῦ σώματος κατεξανίστασθαι, τῆς ψυχῆς πρὸς τὰ ἄνω ἀσχολουμένης, καὶ οὐκ ἐνδιδούσης καιρὸν τῷ σώματι τῆς διαναστάσεως τῶν παθῶν. Εἰ γὰρ, διανοουμένων ἡμῶν τι πολλάκις κατὰ τὸν βίον συντόνῳ λογισμῷ, καὶ ἡ ὄψις καὶ ἡ ἀκοὴ ἀνενέργητος ἔμεινε, καὶ ὅλη ἡ ψυχὴ τοῦ ἐνθυμήματος ἔχεται, καταλιποῦσα τὰς αἰσθήσεις ἐρήμους, πολλῷ μᾶλλον εἰ ὁ θεῖος ἔρως ἐνακμάζοι ἡμῶν τῇ ψυχῇ, οὐδὲ καιρὸν τῆς περὶ τὰ πάθη ἐννοίας ἕξομεν. Εἰ δέ που καὶ μικρὸν ταῦτα διανασταίη, ταχέως τῇ τῆς ψυχῆς μεγαλονοίᾳ κατασταλήσεται.

Τί γὰρ βέλτιον, εἰπέ μοι, μιμεῖσθαι τῶν δένδρων τὰ εὔκαρπα, ἃ καὶ αὐτὰ πλουτεῖ, καὶ ἑτέρους ταῖς εὐκαρπίαις εὐφραίνει, ἢ παρεοικέναι τῶν λαχάνων τοῖς ὑπὸ καύσωνος καὶ ἀνυδρίας μαραινομένοις, καὶ εἶναι, κατὰ τὸν προφήτην, ὥσπερ σεύτλιον ἡμίεφθον, οὐδὲ ταῖς οἰκείαις χρείαις ὑπηρετεῖσθαι δυνάμενον (καὶ ταῦτα αὐτοτελῆ τὴν τῆς οἰκείας θεραπείας δύναμιν παρὰ τῆς φύσεως ἔχοντας)· ἐξ ἡμισείας δὲ τὴν φιλοσοφίαν ἐργάζεσθαι ψυχῇ μόνῃ, ἀλλ᾽ οὐχὶ καὶ τῷ σώματι; Εἰ μὲν γὰρ ἔξω τοῦ σώματος καθειστήκειμεν, ἀναγκαῖον τῇ ψυχῇ μόνῃ σπουδάζειν τὰ βέλτιστα· ἐπεὶ δὲ διπλοῦς ὁ ἄνθρωπος, διπλοῦν εἶναι προσήκει καὶ τὸ τῆς ἀρετῆς σπούδασμα, πόνοις τε σώματος καὶ ψυχῆς ἀσκήμασι κατορθούμενον.

Πόνοι δὲ σώματος οὐχ ἡ ἀργία, ἀλλὰ τὸ ἔργον ἐστί. Δεῖ μέντοι καὶ τοῦτο σκοπεῖν, ὅπως ἂν μὴ προφάσει τῆς τοῦ σώματος χρείας εἰς ὑπηρεσίαν τῶν ἡδονῶν ἐξοκείλωμεν. Εἰ μὲν γὰρ ἦν, ἐνδείᾳ διηνεκεῖ προσανέχοντας, τὰς καθηκούσας ἐκτελεῖν ἐργασίας τῷ σώματι, τοῦτο ἂν ἦν ἄριστον· ἐπεὶ δὲ λίαν ὀλίγων σωμάτων ἐστὶ τῇ τοιαύτῃ διαιτήσει μὴ καταπίπτειν, δεῖ καὶ νηστεύειν ἔμμετρα, καὶ τὴν ἀναγκαιοτάτην ἐπικουρίαν εἰσφέρειν τῷ σώματι, μὴ τῆς ἡδονῆς ἡγουμένης περὶ τὰ βρώματα, ἀλλὰ τοῦ λογισμοῦ τὴν χρείαν μετὰ ἀκριβείας ὁρίζοντος· καθάπερ τινὸς ἐπιστήμονος ἰατροῦ τοῖς καθήκουσιν ἀπροσπαθῶς τὴν ἀσθένειαν θεραπεύοντος. Ταύτης γὰρ τῆς διαθέσεως ἐν ψυχῇ γενομένης, οὐδὲν ὁ μετέχων τῆς τροφῆς τοῦ μὴ μετέχοντος δεύτερος εἰς φιλοσοφίαν φανεῖται· ἀλλὰ τῷ μὲν σκοπῷ τὴν διηνεκῆ οὐ νηστείαν μόνον, ἀλλὰ καὶ ἀτροφίαν κατώρθωσε, τῇ δὲ περὶ τὸ σῶμα προμηθείᾳ τῆς ἀρίστης οἰκονομίας τὸ ἐπαινετὸν ἔχει. Οὐ γὰρ οἶδεν ἡ σύμμετρος ἀγωγὴ τοῦ σώματος καὶ ἐγκράτεια τὰς ἐπιθυμίας ἀναφλέγειν, καὶ ἀδάμαστα τὰ πάθη ποιεῖν. Πλεονεξίας γὰρ καὶ τρυφῆς τοῦτό γε. Καὶ ταῦτα μὲν οὖν, ὅσον ἐκ τῶν τῆς φύσεως νόμων καὶ μαρτυριῶν τῆς θείας Γραφῆς, συστῆσαι τὸ νῦν εἰς διάσκεψιν ἡμῖν προκείμενον.