Ἀλλὰ, φησὶ, καὶ ὁ Κύριος ἀσιτίαν ἐπιτεταμένην διήνεγκε, καὶ Μωϋσῆς δὲ οὐδὲν ἧττον, καὶ Ἠλίας ὁ προφήτης. Ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ὁ Κύριος ἡμῶν ἅπαξ τοῦτο μόνον ἐποίησε, καὶ Μωϋσῆς δὲ καὶ Ἠλίας ὁμοίως· τὸν δὲ λοιπὸν χρόνον ἅπαντα ἐν τάξει τῇ προσηκούσῃ διακυβερνῶντες τὸ σῶμα, καὶ ἐνεργὸν τοῦτο παρέχοντες, κόποις τε καὶ πόνοις προσομιλοῦντες ἀεὶ, οὕτω τὰς ἀρετὰς τῆς ψυχῆς τῇ συνεργίᾳ τοῦ σώματος ἀπελάμπρυναν, τὸν πρακτικὸν βίον σφραγῖδα καὶ τελείωσιν τῆς πνευματικῆς πολιτείας πεποιημένοι. Τοῦτο μὲν Μωϋσῆς, τοῦτο δὲ Ἠλίας, τοῦτο δὲ καὶ Ἰωάννης αὐτὸς, οἰκονομίᾳ μὲν ἀποῤῥήτῳ τὴν χρονίαν ἐν τῇ ἐρήμῳ διατριβὴν ποιησάμενος· μετὰ δὲ τὴν πλήρωσιν τῆς οἰκονομίας, ἐπὶ τὴν κεκοσμημένην χώραν ἐλθὼν, κηρύσσων τε καὶ βαπτίζων, ἃ τοῦ πράττειν ἐστὶ, καὶ ἐκ τῆς πρὸς τὸν Ἡρώδην παῤῥησίας τὴν ἄθλησιν τελειούμενος. Τοῦτο καὶ πᾶς ὁ τῶν ἁγίων κατάλογος, καὶ Ἰησοῦς αὐτὸς ἐν τῷ πράττειν διατελῶν· ὡς εἶναι πάντοθεν δῆλον ἔκ τε τῶν νόμων τῆς φύσεως καὶ τῆς διδασκαλίας τῶν θείων Γραφῶν, ἔκ τε τῶν τοῖς ἁγίοις ἅπασι πεπραγμένων, ἔκ τε τῆς πολιτείας τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῦ κανόνος τῆς τῶν εὐσεβούντων ζωῆς, ὅτι καλὸν καὶ συμφέρον συνεστάναι μᾶλλον, ἢ παρεῖσθαι τῷ σώματι· καὶ ἐνεργὸν τοῦτο παρέχειν ταῖς ἀγαθαῖς πράξεσιν, ἢ ἀργὸν ἑκουσίως ἀποτελεῖν.