Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικαὶ διατάξεις

Μέγας Βασίλειος

Ο βίος του Σωτήρος ως αρχέτυπο ασκητικής πολιτείας

Προβολή του επίγειου βίου του Χριστού, της μακροθυμίας, της ταπεινοφροσύνης και των σωματικών του κόπων ως του τέλειου προτύπου για την πρακτική αρετή των ασκητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 9

Ἐπειδὴ δὲ δεῖ μὴ μόνον ταῖς τῶν λόγων ὑποθήκαις κρατῦναι τὰ εἰρημένα, ἀλλὰ καὶ πρακτικοῖς ὑποδείγμασι τὴν συμβουλὴν βεβαιώσασθαι, ἐπ᾽ αὐτὴν ἤδη βαδιοῦμαι τοῦ Σωτῆρος τὴν πολιτείαν, ἣν κατὰ σάρκα πολιτευσάμενος πᾶσι τοῖς εὐσεβῶς βιώσασθαι θέλουσι τύπον ἀρετῆς καὶ πρόγραμμα τέθεικεν· ὥστε τοὺς λοιποὺς, ὁρῶντας εἰς ἐκείνους τοὺς χαρακτῆρας, τὴν ὁμοίαν τοῖς ἑαυτῶν βίοις ἐναποτυποῦν ἰδέαν, οὐδαμοῦ τὸ ἀρχέτυπον τῇ παραλλαγῇ τῆς μιμήσεως διαστρέφοντας. Ὅτι γὰρ τὸν οἰκεῖον βίον ὁ Σωτὴρ εἰκόνα πολιτείας ἀρίστης πᾶσι τοῖς αὐτῷ πείθεσθαι θέλουσιν ἔθηκεν, ἄκουσον αὐτοῦ διαῤῥήδην τοῦτο διδάσκοντος· Ἐάν τις γὰρ, φησὶν, ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω, οὐ τὴν κατὰ σάρκα δηλῶν ἀκολούθησιν (ἦν γὰρ πᾶσιν ἄπορος, τοῦ Κυρίου τανῦν ἐν οὐρανοῖς εἶναι κατὰ τὸ σῶμα γινωσκομένου), ἀλλὰ τὴν ἀκριβῆ τῆς πολιτείας κατὰ τὸ ἐγχωροῦν μίμησιν.

Πῶς οὖν ὁ Σωτὴρ ἡμῶν βεβίωκε, καὶ πῶς πεπολίτευται; Ἁμαρτίαν μὲν οὐκ ἐποίησε. Πῶς γὰρ ἂν ἡ δικαιοσύνη τῇ ἁμαρτίᾳ ἡττήθη; πῶς δ᾽ ἂν τὸ ψεῦδος τῆς ἀληθείας ἐκράτησεν; πῶς δὲ ἡ δύναμις ὑπὸ τῆς ἀσθενείας κατεπαλαίσθη; ἢ πῶς τὸ μὴ ὂν τοῦ ὄντος περιεγένετο; Ὁ μὲν γὰρ Θεὸς ἀεὶ ὢν, καὶ τῆς ὑπάρξεως ὅρον οὐκ ἔχων, πέρας οὐ προσιέμενος· ἡ δὲ ἁμαρτία ἔστι μὲν οὐδέποτε, οὐδὲ ἐν ἰδίᾳ ὑποστάσει καταλαμβάνεται· ἐν δὲ τοῖς δρῶσιν αὐτὴν μᾶλλον ἢ ἐν τοῖς δρωμένοις κακῶς ἀπολείψει τοῦ καλοῦ τὴν ὕπαρξιν ἔχουσα, σκότος τυποῦται τοῖς ἀδικήμασι νοερὸν, τῷ δὲ φωτὶ τῆς δικαιοσύνης διαλυόμενον· τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ τῷ πέρατι τῶν ἀτοπημάτων συνδιατρέχον. Πεπαυμένων γὰρ τῶν πονηρῶν πράξεων, καὶ ἡ ὕπαρξις τῆς ἁμαρτίας συναφανίζεται. Ζητηθήσεται γὰρ, φησὶν, ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ· κἂν ἡ ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρία τεταμιευμένη τύχοι τοῖς ἁμαρτάνουσι, καὶ ἄλυτος ἡ ἐπὶ τοῖς ἀδικήμασι κόλασις.

Ἁμαρτίαν τοίνυν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Μακροθυμίας δὲ, καὶ ἀνεξικακίας, καὶ χρηστότητος, πραότητός τε καὶ φιλανθρωπίας, καὶ ἡμερότητος, ταπεινοφροσύνης τε καὶ φρονήσεως, καὶ πάσης ἁπαξαπλῶς ἀρετῆς πολλὰ παρέσχε τὰ ὑποδείγματα, ἅπερ ἐν τοῖς Εὐαγγελίοις σαφῶς διηγόρευται. Μακροθυμίας μὲν καὶ ἀνεξικακίας, τῷ φέρειν τὰς τῶν Ἰουδαίων ἐπιβουλὰς, ἀεὶ ταῖς ἑξῆς ὑπερβολαῖς τὰ πρότερα πονηρεύματα καλυπτούσας· καὶ διελέγχειν μὲν αὐτοὺς ἠρέμα, ὅσον στῆσαι τῆς πονηρίας, ἀμύνασθαι δὲ καὶ ἐπεξιέναι οὐδὲ κατὰ μικρὸν, ἀλλὰ φιλονεικεῖν ταῖς εὐεργεσίαις τὴν ἐκείνων ἀπανθρωπίαν νικᾷν, καὶ ταῖς τῶν ἀγαθῶν χορηγίαις τὴν τῆς πονηρίας ἐπίτασιν· καὶ τὸ τελευταῖον σταυρὸν ὑπὲρ τῶν σταυρωσάντων αὐτὸν ἀναδέχεσθαι· πραότητος δὲ καὶ ἡμερότητος, τῷ πάντας προσίεσθαι μετὰ τῆς αὐτῷ πρεπούσης χρηστότητος, καὶ θάρσος ὁμιλίας παρέχειν οὐ τοῖς σπουδαίοις τῶν ἀνθρώπων μόνον, ἀλλ᾽ ἤδη καὶ οἷς τὰ αἴσχιστα ἐπιτηδεύειν φίλον καὶ σύνηθες.

Οὕτω γοῦν πόρναι καὶ τελῶναι προσίεσαν, οὐχ ἵνα τὸ νόσημα τῆς λαγνείας ἢ τῆς φιλαργυρίας αὐξήσωσιν, ἀλλ᾽ ἵνα τὸ νόσημα τῆς ψυχῆς ἀποτρίψωνται. Καὶ οὐ κατεδύοντο μᾶλλον τῷ συνειδότι τῆς πονηρίας, ἢ ἐθάῤῥουν τῇ ἐλπίδι τῆς θεραπείας. Εὕρισκον γὰρ καὶ τὴν πεῖραν τῆς ἐλπίδος ὑψηλοτέραν.

Τῆς δὲ φιλανθρωπίας καὶ τῆς εὐσπλαγχνίας αὐτοῦ τίνα τὰ ὑποδείγματα; Ἄρτι μὲν ἐν τῇ ἐρήμῳ τοῖς ὑπὸ ἐνδείας ἐκλυομένοις τράπεζαν αὐτὸν σχεδιάζειν ἀμφιλαφῆ, διπλῇ δεξιούμενον, τῷ τε ἀφθόνῳ τῆς χρείας καὶ τῷ παραδόξῳ τοῦ πορισμοῦ· ἄρτι δὲ ἐπὶ τοῖς κειμένοις σπλαγχνίζεσθαι, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἰᾶσθαι μὲν σωματικὰς ἀσθενείας, λώβας τε μελῶν καὶ πηρώσεις ἐπανορθοῦσθαι· λύειν δὲ καὶ ψυχικὰς ἀῤῥωστίας, καὶ ἁμαρτημάτων ἀλύτους δεσμοὺς, καὶ στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἃς πρὸς τὸν πατέρα τῆς ἁμαρτίας τὸν διάβολον πεποιήμεθα. Ταπεινοφροσύνης δὲ ἡλίκα τὰ ὑποδείγματα;

Τὸ μὴ μόνον ἑλέσθαι σάρκα περιβαλέσθαι, ἀλλὰ γὰρ καὶ ταπεινῶν, κατὰ τὸ παρὸν σχῆμα, γονέων παῖς τὸ μὲν γενέσθαι, τὸ δὲ νομισθῆναι· γενέσθαι μὲν τῆς μητρὸς, νομισθῆναι δὲ τοῦ λεχθέντος πατρός. Φρονήσεως δὲ τὸ ἄρτι μὲν διελέγχειν τοὺς Σαδδουκαίους διαγελᾷν τὴν ἀνάστασιν πειρωμένους τῷ πλάσματι τῶν ἑπτὰ ἀδελφῶν ἐπὶ μιᾷ γαμετῇ τεθνεώτων· ἄρτι δὲ τοὺς μαθητὰς τῶν Φαρισαίων μετὰ τῶν Ἡρωδιανῶν καταισχύνειν, ἡνίκα, τὸ ἀμφίκρημνον ἐρώτημα προβαλλόμενοι, Εἰ δέοι κῆνσον Καίσαρι δοῦναι, ἢ οὒ, ἀπόκρισιν ἐδέχοντο περιδέξιον, ἐφ᾽ ἑκάτερα ἑλεῖν τὴν ἐκείνων ἄνοιαν δυναμένην, οὐχὶ δοῦναι, ἀλλὰ ἀποδοῦναι προστάσσουσαν.

Ἀπόδοτε γὰρ, φησὶ, τὰ τοῦ Καίσαρος τῷ Καίσαρι· ἐπειδὴ τὸ νόμισμα Καίσαρος ἦν, οὗ τὴν εἰκόνα καὶ τὴν ἐπιγραφὴν ἔφερε. Καὶ τὰ μὲν προηγούμενα τῶν κατορθωμάτων ταῦτα, καὶ τούτων ἀπείρῳ τῷ ἀριθμῷ πλείονα· τὰ δὲ τοῦ σώματος ἡλίκα, καὶ ὅσα; Ὧν ἕνεκα μάλιστα προῆκται καὶ τὸ ὑπόδειγμα. Κατὰ μὲν τὴν πρώτην ἡλικίαν τοῖς γονεῦσιν ὑποτασσόμενος, ἅπαντα πόνον σωματικὸν πράως καὶ εὐπειθῶς συνδιέφερεν. Ἄνδρες γὰρ ὄντες δίκαιοι μὲν καὶ εὐσεβεῖς, πένητες δὲ καὶ τῶν ἀναγκαίων οὐκ εὔποροι (καὶ μάρτυς ἡ φάτνη τῶν τιμίων τόκων ἡ θεραπεία), εἰκότως πόνοις σώματος προσωμίλουν διηνεκέσι, τὴν ἀναγκαίαν χρείαν ταύτῃ ἑαυτοῖς συμπορίζοντες. Ἰησοῦς δὲ τούτοις ὑποτασσόμενος, ὥς φησιν ἡ Γραφὴ, πάντως καὶ τῷ συνδιαφέρειν τοὺς πόνους τὴν εὐπείθειαν ἐπεδείκνυτο.

Προϊὼν δὲ καὶ τὰς δεσποτικὰς καὶ θείας εὐεργεσίας ἀπογυμνῶν, καὶ μαθητὰς λοιπὸν αἱρούμενος, καὶ βασιλείαν οὐρανῶν κηρύσσειν διανοούμενος, οὐκ ἐπὶ μιᾶς γωνίας κείμενος, ἐκλυόμενός τε τὸ σῶμα, τῆς παρ᾽ ἑτέρων ἐδεῖτο διακονίας, ἀλλὰ ἄρτι μὲν ὁδοιπορῶν, καὶ πεζεύων διηνεκῶς, τοῖς μαθηταῖς ἅμα διακονούμενος, ὡς αὐτὸς ἔφησεν· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν· καὶ, Καθὼς ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι· ἄρτι δὲ νίπτων τοὺς πόδας τῶν μαθητῶν· αὖθις δὲ τῇ διδασκαλίᾳ προσδιατρίβων ἐπὶ μακρὸν, τόπον τε ἐκ τόπου μεταμείβων ἀόκνως, διὰ τὴν σωτηρίαν ἡμῶν διετέλει. Ἅπαξ δὲ ὑποζυγίῳ, καὶ τούτῳ μόνον ἐπὶ ὀλίγον χρησάμενος φαίνεται, οὐχ ἵνα τὸ σῶμα διαναπαύσῃ, ἀλλ᾽ ἵνα τοῖς ἔργοις τὴν προφητείαν σφραγίσηται. Τί δὲ οἱ ἀπόστολοι; Οὐχὶ τὸν Δεσπότην μεμίμηνται; οὐχὶ πόνοις ὡμίλουν διηνεκῶς;

Σκόπησον Παῦλον ἐργαζόμενον ἀπαύστως, ὁδοιποροῦντα συντόνως, πλέοντα, κινδυνεύοντα, χειμαζόμενον, ἐλαυνόμενον, μαστιζόμενον, λιθαζόμενον, πᾶσιν ἀρκοῦντα τοῖς πειρασμοῖς τῇ προθυμίᾳ τῆς ψυχῆς, καὶ τῷ σθένει τοῦ σώματος. Εἰ δὲ ἦν τῇ ἀμετρίᾳ παραλύων τὴν τοῦ σώματος δύναμιν, οὐκ ἂν ἐπὶ τούτοις ἐστεφανώθη. Καλὸν οὖν, τὸν τοῦ Δεσπότου βίον καὶ τῶν τούτου μαθητῶν καὶ ἀποστόλων διά τε τῶν ψυχικῶν ἀρετῶν διά τε τῶν σωματικῶν ἀσκημάτων μιμούμενον, ἐνεργὸν παρέχειν τὸ σῶμα ταῖς ἀρίσταις ὑπηρετούμενον πράξεσι. Ψυχῆς μὲν γὰρ τὸ προελέσθαι τῶν καλῶν ὅσα καὶ τῇ συνεργίᾳ τοῦ σώματος τελειοῦνται· σώματος δὲ τὸ ἐνεργεῖν ἅπερ ἡ ψυχὴ προείλετο. Ἀτονοῦντος δὲ τούτου πρὸς τὴν ἐνέργειαν, ἡμιτελὲς τὸ κατόρθωμα ἐν προαιρέσει κρυπτόμενον, καθάπερ τι βλάστημα τοῖς τῆς γῆς κόλποις ἐμμαραινόμενον, καὶ οὐ προβαῖνον εἰς χρῆσιν τούτων, δι᾽ οὓς καὶ ἔφυ.

Ἀλλὰ, φησὶ, καὶ ὁ Κύριος ἀσιτίαν ἐπιτεταμένην διήνεγκε, καὶ Μωϋσῆς δὲ οὐδὲν ἧττον, καὶ Ἠλίας ὁ προφήτης. Ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ὁ Κύριος ἡμῶν ἅπαξ τοῦτο μόνον ἐποίησε, καὶ Μωϋσῆς δὲ καὶ Ἠλίας ὁμοίως· τὸν δὲ λοιπὸν χρόνον ἅπαντα ἐν τάξει τῇ προσηκούσῃ διακυβερνῶντες τὸ σῶμα, καὶ ἐνεργὸν τοῦτο παρέχοντες, κόποις τε καὶ πόνοις προσομιλοῦντες ἀεὶ, οὕτω τὰς ἀρετὰς τῆς ψυχῆς τῇ συνεργίᾳ τοῦ σώματος ἀπελάμπρυναν, τὸν πρακτικὸν βίον σφραγῖδα καὶ τελείωσιν τῆς πνευματικῆς πολιτείας πεποιημένοι. Τοῦτο μὲν Μωϋσῆς, τοῦτο δὲ Ἠλίας, τοῦτο δὲ καὶ Ἰωάννης αὐτὸς, οἰκονομίᾳ μὲν ἀποῤῥήτῳ τὴν χρονίαν ἐν τῇ ἐρήμῳ διατριβὴν ποιησάμενος· μετὰ δὲ τὴν πλήρωσιν τῆς οἰκονομίας, ἐπὶ τὴν κεκοσμημένην χώραν ἐλθὼν, κηρύσσων τε καὶ βαπτίζων, ἃ τοῦ πράττειν ἐστὶ, καὶ ἐκ τῆς πρὸς τὸν Ἡρώδην παῤῥησίας τὴν ἄθλησιν τελειούμενος. Τοῦτο καὶ πᾶς ὁ τῶν ἁγίων κατάλογος, καὶ Ἰησοῦς αὐτὸς ἐν τῷ πράττειν διατελῶν· ὡς εἶναι πάντοθεν δῆλον ἔκ τε τῶν νόμων τῆς φύσεως καὶ τῆς διδασκαλίας τῶν θείων Γραφῶν, ἔκ τε τῶν τοῖς ἁγίοις ἅπασι πεπραγμένων, ἔκ τε τῆς πολιτείας τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῦ κανόνος τῆς τῶν εὐσεβούντων ζωῆς, ὅτι καλὸν καὶ συμφέρον συνεστάναι μᾶλλον, ἢ παρεῖσθαι τῷ σώματι· καὶ ἐνεργὸν τοῦτο παρέχειν ταῖς ἀγαθαῖς πράξεσιν, ἢ ἀργὸν ἑκουσίως ἀποτελεῖν.