Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικαὶ διατάξεις

Μέγας Βασίλειος

Οι θεμελιώδεις αρετές και η αντιμετώπιση των πονηρών λογισμών

Διδασκαλία για την πραότητα, τη φρόνηση, την πίστη, την ταπεινοφροσύνη και την αποφυγή της ευτραπελίας, με ειδική αναφορά στην απόκρουση των δαιμονικών φαντασιών κατά την προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 9

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Περὶ εὐκαιρίας λόγων. Ταῦτα μὲν οὖν τὰ κεφαλαιώδη τῶν κατορθωμάτων, ἅπερ οὐ πρὸς τὸ μέγεθος τῆς οἰκείας ἀρετῆς διηγόρευται, πρὸς δὲ τὸ μέτρον τῆς ἡμετέρας δυνάμεως· τὰς μέντοιγε καθεξῆς ἀρετὰς, ὅσαι τὸ πρόχειρον ἦθος ἐπικοσμοῦσι, ῥᾴδιον οἶμαι κατιδεῖν ἅπασιν, οἷον λόγων εὐκαιρίαν καὶ πρὸς τὸ χρήσιμον προφοράν.

Χρήσιμον δ᾽ ἂν εἴη ἢ τὸ περὶ ἀρετῆς ἐν καιρῷ διαλέγεσθαι, ἢ τὸ πρὸς τὴν ἐνεστῶσαν καὶ κατεπείγουσαν χρείαν τοὺς λόγους ποιεῖσθαι, ἢ καὶ ὅλως πρὸς τὴν τῶν ἀκουόντων οἰκοδομήν· τοὺς δὲ λοιποὺς ὡς περιττοὺς καὶ ἀνωφελεῖς παραιτεῖσθαι.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Ὅτι οὐ χρὴ πρὸς εὐτραπελίαν βλέπειν τὸν ἀσκητήν. Εὐτραπελίας ἁπάσης ἀπέχεσθαι προσήκει. Πολλὰ γὰρ συμβαίνει τοὺς περὶ τὰ τοιαῦτα ἀσχολουμένους τοῦ ὀρθοῦ λόγου διαμαρτάνειν, τῆς ψυχῆς πρὸς γελοιασμὸν διαχεομένης, καὶ τὸ τῆς φρονήσεως σύννουν καὶ πεπυκνωμένον καταλυούσης. Πολλάκις δὲ τὸ κακὸν ὁδῷ βαδίζον καὶ εἰς αἰσχρολογίαν καὶ ἀτοπίαν τὴν ἐσχάτην κατέλυσεν, ὡς μὴ συμβαίνειν κατὰ ταυτὸν ψυχῆς νῆψιν καὶ εὐτραπελίας διάχυσιν. Εἰ δέ που καὶ δέοι, ὥστε μικρὸν ὑπανεῖναι τὸ σκυθρωπὸν, διὰ τῶν λόγων φαιδρύνεσθαι, ἔστω ὁ λόγος ὑμῶν χάριτος γέμων πνευματικῆς, καὶ τῷ εὐαγγελικῷ ἅλατι ἠρτυμένος, ἵνα τῆς ἔνδοθεν σοφῆς οἰκονομίας τὴν εὐωδίαν ἐπιφέρηται, καὶ διπλῶς εὐφραίνῃ τὸν ἀκροατὴν, τῇ τε ἀνέσει τῇ τε τῆς συνέσεως χάριτι.

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Περὶ πραότητος, καὶ τίνα τρόπον ἀγάπη συνίσταται. Πραότητος δεῖ ὅτι μάλιστα ἔμπλεον εἶναι τὸν ἀσκητήν· ἐπειδὴ τοῦ πνεύματος τῆς πραότητος ἢ μετέσχηκεν, ἢ μετασχεῖν ἐφίεται. Καὶ προσήκει τὸν τούτου ξενιστὴν τῷ ξενιζομένῳ προσεοικέναι. Εἰ δέ που καὶ ἀγανακτήσεως δέοι κατὰ τοῦ ῥᾳθυμοῦντος ὑφ᾽ ἡμῖν δηλαδὴ τεταγμένου, ἔστω λογισμῷ κεκραμένη ἡ ἀγανάκτησις. Καὶ γὰρ ξίφεσι κέχρηνται μὲν καὶ ἀνδροφόνοι, κέχρηνται δὲ καὶ ἰατρῶν παῖδες.

Ἀλλ᾽ οἱ μὲν, ἐπειδὴ ὀργῇ καὶ ὠμότητι τὸ ξίφος διαχειρίζονται, τὰ πάντων ἀτοπώτατα δρῶσι, τοὺς ὁμογενεῖς διαχρώμενοι· οἱ δὲ, ἐπειδὴ λογισμῷ πρὸς τὴν διὰ ξίφους ἐνέργειαν ἀφικνοῦνται, τὰ μέγιστα ἐντεῦθεν ὠφελοῦσι· τοὺς γὰρ κινδυνεύοντας περισώζουσιν. Οὕτω καὶ ὁ σὺν λόγῳ διαγανακτεῖν ἐγνωκὼς ὤνησε τὰ μεγάλα τοῦτον, καθ᾽ οὗ ἐποιήσατο τὴν ἀγανάκτησιν, ῥᾳθυμίαν ἢ πονηρίαν ἐπανορθούμενος· ὁ δὲ ὀργῆς πάθει κεκρατημένος οὐδὲν ὑγιὲς ἀπεργάζεται. Ὅτι δὲ καὶ τοῖς πραότητος ἐπιμελουμένοις πρέπει ἡ εὔκαιρος ἀγανάκτησις, δῆλον ἐντεῦθεν. Καὶ γὰρ Μωϋσῆς, πραότατος πάντων ἀνθρώπων μαρτυρηθεὶς, τοῦ καιροῦ καλοῦντος, διηγανάκτησε, καὶ εἰς τοσοῦτον προὔβη κινήσεως, ὥστε φόνῳ τῶν ὁμοφύλων ὁρίσαι τὴν ἀγανάκτησιν· τοῦτο μὲν, ἡνίκα τὸν μόσχον ἐτέκταινον, τοῦτο δὲ, ὁπότε τῷ Βεελφεγὼρ ἐμιάνθησαν. Ὥστε ἔνι, καὶ πρᾶον ὄντα, σὺν λόγῳ διαθερμαίνεσθαι, καὶ τὸ τῆς πραότητος μὴ διαφθείρειν καλόν. Τὸ δὲ ἀκίνητον μένειν, ἢ δεόντως μὴ ἀγανακτεῖν, ἀργίας τῆς φύσεως, οὐ πραότητος ἂν εἴη. Τῇ δὲ πραότητι πέφυκέ πως καὶ τὸ ἀνεξίκακον ἕπεσθαι. Πραότης γὰρ ἀνεξικακίας μήτηρ. Οὐδὲν δὲ ἧττον τοῖς κατὰ ἀλήθειαν πραέσιν, ἀλλὰ μὴ βαρύτητι πεπληγμένοις τὸ ἦθος, καὶ τὸ χρηστὸν συγκέκραται. Χρηστότης γὰρ ὕλη πραότητος. Ταῦτα δὲ, συγκιρνώμενα ἀλλήλοις καὶ συντιθέμενα, τὸ κράτιστον τῶν ἀρετῶν τὴν ἀγάπην ἀποτελεῖ.

ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Περὶ φρονήσεως. Πάντων μέντοι τῶν πραττομένων φρόνησιν ἡγεῖσθαι προσήκει. Φρονήσεως γὰρ δίχα πᾶν ὅτι, κἂν καλὸν εἶναι δοκῇ, εἰς κακίαν διὰ τῆς ἀκαιρίας καὶ τῆς ἀμετρίας μετέπεσε. Λόγου δὲ καὶ φρονήσεως τοῖς ἀγαθοῖς τὸν καιρὸν καὶ τὸ μέτρον ὁρίζοντος, θαυμαστόν τι τὸ τῆς χρήσεως αὐτῶν κέρδος τοῖς τε διδοῦσι καὶ τοῖς λαμβάνουσι γίνεται.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Περὶ πίστεως καὶ ἐλπίδος. Πάντων μέντοι τῶν ἐγχειρημάτων ἡγείσθω πίστις ἡ εἰς Θεὸν, καὶ συνεπέσθω τὸ εὔελπι, ἵνα τῇ μὲν πίστει δύναμιν τῆς ψυχῆς ἐρειδώμεθα, τῇ δὲ εὐελπιστίᾳ πρὸς τὰ καλὰ προθυμώμεθα. Οὐδὲ γὰρ ἡ περὶ τὰ καλὰ τῶν ἀνθρώπων ἐγχείρησις δίχα τῆς ἄνωθεν βοηθείας τελειωθήσεται· οὐδὲ ἡ ἄνωθεν χάρις ἐπὶ τὸν μὴ σπουδάζοντα παραγένοιτ᾽ ἄν· ἀλλ᾽ ἑκάτερα συγκεκρᾶσθαι προσήκει, σπουδήν τε ἀνθρωπίνην καὶ τὴν διὰ τῆς πίστεως ἄνωθεν καθήκουσαν συμμαχίαν εἰς τελείωσιν ἀρετῆς.

ΚΕΦΑΛΑΙΟΝ Ιϛʹ. Περὶ ταπεινοφροσύνης. Ἐπὶ πᾶσι μέντοι τοῖς παρ᾽ ἡμῶν κατορθουμένοις ἡ ψυχὴ τῆς κατορθώσεως τὰς αἰτίας ἐπὶ τὸν Δεσπότην ἀναφερέτω, μηδὲν ὅλως κατορθοῦν ἐξ οἰκείας λογιζομένη δυνάμεως. Ἡ γὰρ τοιαύτη διάθεσις τὴν ταπεινοφροσύνην ἡμῖν ἐμποιεῖν πέφυκε. Ταπεινοφροσύνη δὲ θησαυροφυλάκιον ἀρετῶν. Ταῦτά σοι παρ᾽ ἡμῶν, ὡς ἄν τις εἴποι, σπέρματα τῶν περὶ ἀρετῆς λόγων· σὺ δὲ, λαβὼν ἐντεῦθεν, πολύχουν ἡμῖν ἔργασαι τὸν καρπὸν, καὶ πλήρου τὸν τῆς Σοφίας λόγον, τὸν διδόναι κελεύοντα τοῖς σοφοῖς ἀφορμὰς, ἵνα σοφώτεροι γένωνται.

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Κατὰ πόσους τρόπους οἱ πονηροὶ λογισμοὶ ἐν ψυχῇ συνίστανται. Ἐπειδὴ δὲ φθάσαντες μὲν ἤδη τὰ περὶ τῶν λογισμῶν ἐξητάσαμεν, οὐ διειλόμεθα δὲ κατὰ πόσους τρόπους αἱ πονηραὶ ἔννοιαι τοῖς ὀρθοῖς λογισμοῖς ἐπιφύονται, νῦν καὶ τοῦτο προσθεῖναι ἐδικαιώσαμεν, ὥστε εἶναι τελειοτάτην τὴν τοῦ μέρους ἐξέτασιν.

Δύο τοίνυν τρόποι, καθ᾽ οὓς αἱ ἀπρεπεῖς ἔννοιαι παρενοχλοῦσι τοῖς ὀρθοῖς λογισμοῖς· ἢ τῆς ψυχῆς κατ᾽ οἰκείαν ὀλιγωρίαν περὶ τὰ μὴ προσήκοντα πλανωμένης, καὶ φαντασίαις ἐκ φαντασιῶν ἀλογίστοις ἐντυγχανούσης, ἢ κατ᾽ ἐπιβουλὴν τοῦ διαβόλου πειρωμένου πραγμάτων ἀτοπίας ὑποφαίνειν τῇ διανοίᾳ, καὶ ταύτην ἀπάγειν τῆς τῶν ἐπαινετῶν θεωρίας καὶ διασκέψεως. Ὅταν μὲν οὖν ἡ ψυχὴ, τὸ πυκνὸν καὶ σύντονον τῆς διανοίας ὑποχαλάσασα, μνήμας τὰς προστυχούσας καὶ τῶν τυχόντων ἀναφέρῃ πραγμάτων, τηνικαῦτα ὁ λογισμὸς, ἀπαιδεύτως καὶ ἀνεπιστημόνως πρὸς τὰ μνημονευθέντα τῶν πραγμάτων φερόμενος, τούτοις τε ἐπὶ πλεῖον ἐνασχολούμενος, πλάνους ἐκ πλάνων μεταβαίνει μακροὺς, καὶ εἰς αἰσχρότητας πολλάκις καὶ ἀτοπίας ἐννοιῶν καταστρέφει τὸ τελευταῖον. Ἀλλὰ τὴν μὲν τοιαύτην ὀλιγωρίαν τῆς ψυχῆς καὶ διάχυσιν πυκνοτέρᾳ καὶ ἐπιστρεφεστέρᾳ τῇ τῆς διανοίας ἐπιστάσει διορθοῦσθαι καὶ ἐπανάγειν δεῖ, καὶ τῇ πρὸς τὸ παρὸν ἀεὶ περὶ τὰ καλὰ διασκέψει προσασχολεῖν.

Ὅταν δὲ ὁ διάβολος ἐπιβουλεύειν ἐπιχειρῇ, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ὥσπερ τινὰ βέλη πεπυρωμένα τοὺς παρ᾽ αὐτοῦ λογισμοὺς ἐνιέναι ἡσυχαζούσῃ καὶ ἠρεμούσῃ βιάζηται τῇ ψυχῇ, καὶ ταύτην αἰφνίδιον ἐμπιπρᾷν, καὶ χρονίας καὶ δυσεκλύτους τὰς μνήμας τῶν ἅπαξ ἐμβληθέντων ἐργάζεσθαι· τηνικαῦτα νήψει καὶ προσεχείᾳ συντονωτέρᾳ τὰς τοιαύτας ἐπιβουλὰς ὑπεξίστασθαι δεῖ, καθάπερ ἀθλητοῦ τινος ἀκριβεστάτῃ φυλακῇ καὶ τάχει σώματος τὰς λαβὰς τῶν ἀντιπάλων ἐκτρεπομένου· καὶ τὸ πᾶν τῇ προσευχῇ καὶ τῇ ἐπικλήσει τῆς ἄνωθεν συμμαχίας διδόναι τὴν τοῦ πολέμου καθαίρεσιν καὶ τὴν τῶν τοξευμάτων ἀποτροπήν. Τοῦτο γὰρ ἡμᾶς ὁ Παῦλος ἐδίδαξε λέγων· Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.

Κἂν τοίνυν ἐν αὐταῖς ταῖς προσευχαῖς ὑποβάλλῃ τὰς πονηρὰς φαντασίας, μὴ ἀφιστάσθω ἡ ψυχὴ τοῦ προσεύχεσθαι, μηδὲ οἰέσθω οἰκεῖα εἶναι γεώργια τὰς πονηρὰς τοῦ ἐχθροῦ ἐπισπορὰς, καὶ τὰς τοῦ ποικίλου θαυματοποιοῦ φαντασίας· ἀλλὰ λογισαμένη τῇ ἀναιδείᾳ τοῦ τῆς πονηρίας εὑρετοῦ τὴν τῶν ἀτόπων ἐννοιῶν φαντασίαν γίνεσθαι, μᾶλλον ἐπιτεινέτω τὴν πρόσπτωσιν, καὶ ἱκετευέτω τὸν Θεὸν ἀποσκεδασθῆναι αὐτῷ τὸ πονηρὸν διατείχισμα τῆς τῶν ἀτόπων λογισμῶν μνήμης· ὥστε ἀπαρεμποδίστως τῇ τῆς διανοίας ὁρμῇ, ἀχρόνως, καὶ ὀξυῤῥεπῶς, πρὸς τὸν Θεὸν διαβαίνειν, μηδαμοῦ ταῖς τῶν πονηρῶν ἐνθυμημάτων ἐφόδοις διακοπτόμενον. Εἰ δὲ καὶ ἐπιτείνοιτο ἡ τοιαύτη τῶν λογισμῶν ἐπήρεια διὰ τὴν τοῦ προσπολεμοῦντος ἀναίδειαν, οὐδὲ οὕτως ἀπαγορεύειν, οὐδὲ ἡμιέργους τοὺς ἀγῶνας καταλιμπάνειν προσήκει· ἀλλὰ μέχρι τοσούτου καρτερεῖν, μέχρις ἂν ὁ Θεὸς, τὴν ἡμετέραν ἔνστασιν θεασάμενος, τὴν χάριν τοῦ Πνεύματος ἐπιλάμψῃ, τὸν μὲν ἐπίβουλον φυγαδεύουσαν, τὴν δὲ διάνοιαν ἡμῶν καθαίρουσαν, καὶ θείου φωτὸς ἐμπιπλῶσαν, καὶ ἀκυμάντῳ γαλήνῃ τὸν λογισμὸν τῷ Θεῶ λατρεύειν μετ᾽ εὐφροσύνης παρέχουσαν.