Ἰδοὺ γὰρ ὁ μὲν Ἄχαρ, ἡνίκα ἔκλεψε τὴν γλῶσσαν τὴν χρυσῆν καὶ τὴν ψιλὴν, ἐπὶ πάντα τὸν λαὸν γέγονεν ὀργὴ Κυρίου, καίτοιγε ἀγνοήσαντα καὶ τὸν ἡμαρτηκότα καὶ τὸ ἁμάρτημα, μέχρις ὅτε ἐφανερώθη ὁ προειρημένος, καὶ τὸν φοβερὸν ἐκεῖνον ἅμα πᾶσι τοῖς ἰδίοις ὑπέμεινεν ὄλεθρον. Ὁ δὲ Ἠλεὶ καίπερ οὐκ ἐφησυχάσας τοῖς ἑαυτοῦ υἱοῖς, οἵτινες ἦσαν υἱοὶ λοιμοὶ, πολλάκις δὲ αὐτοῖς παραινέσας, καὶ εἰπὼν, Μὴ, τέκνα, οὐκ ἀγαθὰ ἀκούω περὶ ὑμῶν, καὶ λόγῳ πλείονι κατασκευάσας τῆς τε ἁμαρτίας τὸ ἄτοπον καὶ τῆς κρίσεως τὸ ἄφευκτον, ὅτι μὴ ὅλως ἐξεδίκησε, μηδὲ τὸν πρέποντα ζῆλον κατ᾽ αὐτῶν ἐπεδείξατο, τοσοῦτον παρώξυνε τὴν ὀργὴν τοῦ Θεοῦ, ὡς καὶ τὸν λαὸν τοῖς υἱοῖς αὐτοῦ συναναλωθῆναι, καὶ τὴν κιβωτὸν αὐτὴν ὑπὸ τῶν ἀλλοφύλων ληφθῆναι, καὶ αὐτὸν ἐπὶ τούτοις οἰκτρῷ τέλει θανατωθῆναι. Εἰ δὲ κατὰ τῶν μὴ συνεγνωκότων τῷ ἁμαρτήσαντι, καὶ κατὰ τῶν κωλυσάντων, καὶ διαμαρτυραμένων τὸ ἁμάρτημα, τοσαύτη ἡ ὀργὴ ἐξεκαύθη, τί ἄν τις εἴποι περὶ τῶν γινωσκόντων καὶ ἐφησυχαζόντων; Οἵτινες ἐὰν μὴ ἐπιδείξωνται τὰ ὑπὸ τοῦ Ἀποστόλου πρὸς τοὺς Κορινθίους εἰρημένα, εἰπόντος· Διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας;