ΕΡΩΤΗΣΙΣ ΡΚΑʹ. Εἰ ἔξεστι παραιτεῖσθαι τὰ βαρύτερα τῶν ἔργων. ΑΠΟΚΡΙΣΙΣ. Ὁ γνήσιος ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ βέβαιος ἐν πληροφορίᾳ τῆς παρὰ τοῦ Κυρίου μισθαποδοσίας, οὐ τοῖς γινομένοις ἀρκεῖται, ἀεὶ δὲ προσθήκην ἐπιζητεῖ, καὶ τοῦ πλείονος ὀρέγεται. Κἂν ὑπὲρ δύναμιν δόξῃ ποιεῖν τι, οὐκ ἀμεριμνεῖ, ὡς πληρώσας τὸ μέτρον· ἀγωνιᾷ δὲ ἀεὶ, ὡς ἀπολιμπανόμενος τοῦ πρὸς ἀξίαν, τοῦ Κυρίου ἀκούων προστάσσοντος, ὅτι Ὅταν ποιήσητε πάντα τὰ διατεταγμένα, τότε λέγετε· Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν· τοῦ δὲ Ἀποστόλου, ᾧ ὁ κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ, μὴ ἐπαισχυνθέντος εἰπεῖν, ὅτι Ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὃς, καίτοι ἐξουσίαν ἔχων, τὸ Εὐαγγέλιον καταγγέλλων, ἐκ τοῦ Εὐαγγελίου ζῇν, Ἐν κόπῳ καὶ μόχθῳ, φησὶ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Τίς οὖν οὕτως ἀναίσθητος καὶ ἄπιστος, ὡς ἀρκεσθῆναί ποτε τοῖς ἤδη γενομένοις, ἢ παραιτήσασθαί τι ὡς βαρύτερον, ἢ κοπῶδες;