Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικὸν μέγα ἢ Ὅροι κατὰ πλάτος καὶ κατὰ σύντομον

Μέγας Βασίλειος

Ερωτήσεις ΡΜΖ΄ - ΡΟΔ΄: Καθήκοντα οικονόμων, αμοιβαία διακονία και προσευχή

Οι αρμοδιότητες και ευθύνες των οικονόμων, η σωστή διάθεση κατά την υπηρεσία προς τον Θεό και τους αδελφούς, η Θεία Κοινωνία και η ψαλμωδία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 10

ΕΡΩΤΗΣΙΣ ΡΜΖʹ. Ὁ περὶ τὸ ἔργον τοῦ κελλαρίου, ἢ τοῦ μαγειρείου, ἢ περί τι ἄλλο τοιοῦτον ἀσχολούμενος, ἐὰν μὴ φθάσῃ παρεῖναι τῷ κανόνι τῆς ψαλμῳδίας καὶ τῆς προσευχῆς, εἰ μηδὲν ζημιοῦται τὴν ψυχήν. ΑΠΟΚΡΙΣΙΣ. Ἕκαστος ἐν τῷ ἑαυτοῦ ἔργῳ φυλάσσει τὸν ἴδιον κανόνα, ὡς μέλος ἐν σώματι· καὶ ζημιοῦται μὲν αὐτὸς ἀμελήσας τοῦ ἐπιτεταγμένου· καὶ τῷ κοινῷ δὲ ἐπιβουλεύων κινδυνεύει περισσοτέρως. Ὥστε κατὰ μὲν διάνοιαν πληρούτω τὸ γεγραμμένον, ὅτι ᾌδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ· εἰ δὲ καὶ σωματικῶς μὴ φθάνει συνδραμεῖν τοῖς λοιποῖς, μηδὲν διακρινέσθω, ποιῶν τὸ εἰρημένον· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. Χρὴ δὲ ἀσφαλίζεσθαι, μήπως, δυνάμενός τις πληρῶσαι τὸ ἐπιτεταγμένον εὐκαίρως εἰς τύπον καὶ ἄλλων, προφασίσηται τὴν τοῦ ἔργου ἀσχολίαν εἰς πρόσκομμα τῶν λοιπῶν, καὶ ἐμπέσῃ εἰς τὸ τῶν ἀμελούντων κρῖμα.

ΕΡΩΤΗΣΙΣ ΡΜΗʹ. Ποῖον μέτρον ἐξουσίας ἔχει ἐν τῇ οἰκονομίᾳ ὁ πιστευθεὶς τὴν φροντίδα τοῦ κελλαρίου ΑΠΟΚΡΙΣΙΣ. Πρὸς μὲν τὸν πιστεύσαντα τὴν τούτου μετὰ δοκιμασίας διατύπωσιν μεμνημένος αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· πρὸς δὲ τοὺς φροντιζομένους τὴν ἑκάστου χρείαν. Γέγραπται γάρ· Διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Ὁ δὲ αὐτὸς λόγος ἔστω πρὸς πάντας τοὺς ἐγχειριζομένους τὰς τοιαύτας φροντίδας.

ΕΡΩΤΗΣΙΣ ΡΜΘʹ. Τί τὸ κρῖμα τοῦ οἰκονομοῦντος, ἐάν τι κατὰ προσωποληψίαν ἢ φιλονεικίαν ποιήσῃ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου ποτὲ μὲν παραγγέλλοντος μηδὲν ποιεῖν κατὰ πρόσκλισιν, ποτὲ δὲ ἀποφηναμένου, ὅτι Εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· ἀλλότριος τῆς Ἐκκλησίας τοῦ Θεοῦ ὁ τοιοῦτος γνωριζέσθω, ἕως ἂν διορθωθῇ. Δεῖ μέντοιγε μετὰ πολλῆς περισκέψεως δοκιμάζεσθαι πρὸς τί ἕκαστος ἐπιτηδείως ἔχει, καὶ οὕτως ἐγχειρίζεσθαι ὁτιοῦν ἔργον· ἵνα μήτε οἱ ἐγχειρίζοντες τὸ μὴ ἁρμόζον τινὶ κατακριθῶσιν ὡς κακοὶ οἰκονόμοι τῶν τε ψυχῶν καὶ τῶν ἐντολῶν τοῦ Κυρίου, μήτε οἱ ἐγχειριζόμενοι πρόφασιν ἁμαρτίας ἐντεῦθεν εὑρίσκειν δόξωσιν.

ΕΡΩΤΗΣΙΣ ΡΝʹ. Ἐὰν δὲ ἀμελήσας μὴ δῷ τῷ ἀδελφῷ τὰ πρὸς τὴν χρείαν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ κρῖμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου ῥημάτων, εἰπόντος· Πορεύσεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ τὰ ἑξῆς· καὶ ὅτι Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.

ΕΡΩΤΗΣΙΣ ΡΝΑʹ. Εἰ ἔξεστι τῷ ὑπηρετοῦντι μετὰ φωνῆς μείζονος λαλεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς φωνῆς τὸ μέτρον ὁρίζει ἡ χρεία τῶν ἀκουόντων. Οὐκοῦν ἐὰν μὲν ἐλάττων ᾖ, ὡς νωθροτέρα ἐγγύς ἐστι ψιθυρισμοῦ, καὶ καταγνώσεως ἀξία· ἐὰν δὲ ὑπὲρ τὴν χρείαν, δυναμένου τοῦ ἀκούοντος καὶ ἠρέμα λαλοῦντος ἀκοῦσαι, κραυγὴ γίνεται ἡ κατεγνωσμένη· ἐκτὸς εἰ μή που τὸ νωθρὸν τοῦ ἀκούοντος εἰς ἀνάγκην ἡμᾶς ἀγάγοι τῇ κραυγῇ χρήσασθαι, καὶ ὥσπερ ἐξ ὕπνου τοῦτον διεγεῖραι. Τοῦτο γὰρ καὶ ὁ Κύριος ποιήσας ἱστορεῖται, ὥς φησιν ὁ εὐαγγελιστής· Ἰησοῦς δὲ ἔκραξε, καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με.

ΕΡΩΤΗΣΙΣ ΡΝΒʹ. Ἐάν τις, τὴν ἐξ ἐφημερίας ὑπηρεσίαν ἐν τῷ μαγειρείῳ πληρῶν, ὑπὲρ δύναμιν κάμῃ, ὡς ἐμποδίζεσθαι αὐτὸν ἐπὶ ἡμέρας εἰς τὸ κατὰ συνήθειαν ἔργον, εἰ δεῖ αὐτῷ ἐπιτάσσειν τὴν τοιαύτην ὑπηρεσίαν. ΑΠΟΚΡΙΣΙΣ. Εἴρηται, ὅτι δεῖ τὸν ἐγκεχειρισμένον τὴν οἰκονομίαν τῶν ἔργων ἐστοχασμένως τῆς τε ἐπιτηδειότητος καὶ τῆς δυνάμεως τοῦ ἐργαζομένου τυποῦν τὰ ἐπιτάγματα, μὴ ἀκούσῃ· Ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. Οὐ τὸν μέντοιγε ἐπιτεταγμένον χρὴ ἀντιλέγειν· ἡ γὰρ ὑπακοὴ μέχρι θανάτου ἔχει τὸν ὅρον.

ΕΡΩΤΗΣΙΣ ΡΝΓʹ. Ἡ τὰ ἔρια πιστευθεῖσα πῶς ὀφείλει αὐτὰ ἔχειν, πῶς προσέχειν ταῖς ἐργαζομέναις. ΑΠΟΚΡΙΣΙΣ. Τὰ μὲν ἔρια ὡς παρακαταθήκην Θεοῦ πιστευθεῖσα· ἀφιλονείκως δὲ καὶ ἀπροσωπολήπτως ἑκάστῃ ἀδελφῇ τὸ οἰκεῖον ἔργον τυποῦσα καὶ οἰκονομοῦσα.

ΕΡΩΤΗΣΙΣ ΡΝΔʹ. Ἐὰν συμβῇ ὀλίγους ὄντας ἀδελφοὺς, καὶ πλείοσιν ἀδελφαῖς ἐξυπηρετουμένους, εἰς ἀνάγκην ἐμπίπτειν τοῦ διίστασθαι ἀπ᾽ ἀλλήλων, διαμεριζομένους πρὸς τὰ ἔργα, εἰ ἀκίνδυνον τὸ τοιοῦτον. ΑΠΟΚΡΙΣΙΣ. Εἰ ἡ φροντὶς ὑπὸ τῆς ἐντολῆς τοῦ Κυρίου μαρτυρεῖται, καὶ κατὰ Θεὸν ἐκπονεῖται, ἑκάστῳ μὲν τῶν ἐργαζομένων ἐν τῷ ἰδίῳ ἔργῳ ἡ πρὸς Θεὸν εὐαρέστησις κατορθοῦται· ἡ δὲ ἑνότης αὐτῶν πρὸς ἀλλήλους, ἐν τῷ εἶναι αὐτοὺς τοὺς πάντας συμψύχους, τὸ ἓν φρονοῦντας, πληροῦντας τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι.

ΕΡΩΤΗΣΙΣ ΡΝΕʹ. Ἐπειδὴ διδασκόμεθα οἱ ὑπηρετοῦντες τοῖς ἐν τῷ ξενοδοχείῳ ἀῤῥώστοις μετὰ τοιαύτης διαθέσεως ὑπηρετεῖν, ὡς ἀδελφοῖς τοῦ Κυρίου ὑπηρετοῦντες, ἐὰν μὴ ᾖ ὁτοιοῦτος ὑπηρετούμενος, πῶς ὀφείλομεν αὐτῷ προσέχειν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος· Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστί· εἰ μὴ ἔστι τις τοιοῦτος, ἁμαρτάνων δὲ ἐλέγχεται ἄξιος ὢν τῆς ἀποφάσεως ἐκείνης, ὅτι Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· πρῶτον μὲν παρακλήσεως χρῄζει καὶ νουθεσίας παρὰ τοῦ προεστῶτος.

Ἐὰν δὲ ἐπιμένῃ τοῖς αὐτοῖς, φανερόν ἐστιν ἐπ᾽ αὐτῷ τὸ κρῖμα τοῦ αὐτοῦ Κυρίου ἐπάγοντος, Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ, καὶ τοῦ Ἀποστόλου παραγγείλαντος· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Οὕτω γὰρ τοῖς τε ὑπηρετοῦσι τὸ ἀδιάκριτον καὶ τοῖς συζῶσι πᾶσι τὸ ἀσφαλὲς ὑπάρξει.

ΕΡΩΤΗΣΙΣ ΡΝϛʹ. Τὸν πεπιστευμένον φροντίδα ἤτοι κελλαρίου, ἢ ἄλλου τινὸς τοιούτου, εἰ δεῖ πάντοτε ἔχειν τὴν φροντίδα, ἢ καὶ ἐναλλάσσεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ τὴν ἐπιστήμην τῆς εὐταξίας, καὶ τὴν ἀκρίβειαν τοῦ κανόνος φυλάσσει, τὸ ἐναλλάσσεσθαι μὲν περισσὸν, μᾶλλον δὲ δύσκολον καὶ δυσπόριστον· ἔχειν δέ τινα παρακολουθοῦντα ἀναγκαῖον, ὀφείλοντα κατὰ μέρος πρὸς τὴν φροντίδα τυποῦσθαι· ἵνα μὴ, ὅταν ἡ χρεία ἐπιζητῇ τὸν διαδεξόμενον, ἐν ἀπορίᾳ τούτου εὑρεθέντες ταρασσώμεθα· πολλάκις δὲ καὶ τὸν οὐκ ἐπιτηδείως ἔχοντα παράγειν εἰς τὸ ἔργον ἀναγκαζώμεθα· ὥστε συμβαίνειν ἐξ ἀνάγκης παρὰ τὴν τούτου ἀπειρίαν τήν τε ἀκρίβειαν διαφθείρεσθαι, καὶ τὴν κατὰ λόγον εὐταξίαν διαλύεσθαι.

ΕΡΩΤΗΣΙΣ ΡΝΖʹ. Ποταπῇ διαθέσει ὀφείλει τις δουλεύειν τῷ Θεῷ, καὶ ὅλως ἡ διάθεσις αὕτη τί ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Διάθεσιν ἀγαθὴν ἡγοῦμαι εἶναι ἐπιθυμίαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως σφοδρὰν, καὶ ἀκόρεστον, καὶ πεπηγυῖαν, καὶ ἀμετάθετον. Κατορθοῦται δὲ αὕτη ἐν θεωρίᾳ συνετῇ καὶ διηνεκεῖ τῆς μεγαλειότητος τῶν δοξῶν τοῦ Θεοῦ, λογισμοῖς τε εὐγνώμοσι καὶ ἀδιαλείπτῳ μνήμῃ τῶν ὑπαρξάντων ἡμῖν παρὰ Θεοῦ ἀγαθῶν. Ἀφ᾽ ὧν ἐγγίνεται τῇ ψυχῇ τό· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, κατὰ τὸν εἰπόντα· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός.

Μετὰ τοιαύτης οὖν διαθέσεως δουλεύειν χρὴ τῷ Θεῷ, πληροῦντα τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ τὰ ἑξῆς.

ΕΡΩΤΗΣΙΣ ΡΝΗʹ. Ποταπῇ διαθέσει ὀφείλει δέχεσθαι τὸ ἐπιτίμιόν τις. ΑΠΟΚΡΙΣΙΣ. Τῇ πρεπούσῃ υἱῷ ἀῤῥώστῳ καὶ ἀγωνιῶντι περὶ τοῦ ζῇν, παρὰ πατρὸς καὶ ἰατροῦ θεραπευομένῳ, κἂν πικρὸς καὶ ἐπώδυνος ᾖ ὁ τρόπος τῆς θεραπείας, ἐν πληροφορίᾳ τῆς τε ἀγάπης καὶ τῆς ἐμπειρίας τοῦ ἐπιτιμῶντος, καὶ ἐν ἐπιθυμίᾳ τῆς ἰάσεως.

ΕΡΩΤΗΣΙΣ ΡΝΘʹ Ὁ λυπούμενος κατὰ τοῦ ἐπιτιμήσαντος αὐτῷ ποταπός ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Οὔτε τὸν κίνδυνον τῆς ἁμαρτίας ἐγνώρισε, καὶ μάλιστα τὸν πρὸς Θεὸν, οὔτε τὸ κέρδος τῆς μετανοίας, οὔτε ἐπίστευσε τῷ εἰπόντι· Ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει· καὶ ἑαυτὸν ἀλλότριον κατέστησε τῆς ὠφελείας τοῦ εἰπόντος· Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με. Καὶ ἐπιβλαβῶς σύνεστιν ὁ τοιοῦτος τῇ ἀδελφότητι, ἀπασχολῶν τοὺς ἀγωνιζομένους.

ΕΡΩΤΗΣΙΣ ΡΞʹ. Μετὰ ποίας διαθέσεως ὀφείλομεν ὑπηρετεῖν τοῖς ἀδελφοῖς. ΑΠΟΚΡΙΣΙΣ. Ὡς αὐτῷ τῷ Κυρίῳ προσφέροντες τὴν ὑπηρεσίαν, τῷ εἰπόντι· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

Συμβάλλεται δὲ πρὸς κατόρθωσιν τῆς τοιαύτης διαθέσεως καὶ τὸ τοιούτους εἶναι τοὺς θεραπευομένους. Διὸ ἐπιμελεῖσθαι αὐτῶν χρὴ τοὺς προεστῶτας σπουδαιότερον, ἵνα μὴ ὡς φιλοσώματοι γαστρὶ καὶ ἡδοναῖς δουλεύσωσιν· ἀλλ᾽ ὡς φιλόθεοι καὶ φιλόχριστοι, δι᾽ ὑπομονῆς τελείας, γένωνται καύχημα τοῦ Κυρίου, εἰς ὄνειδος τοῦ διαβόλου, ὡς ὁ δίκαιος Ἰώβ.

ΕΡΩΤΗΣΙΣ ΡΞΑʹ. Μετὰ ποταπῆς ταπεινώσεως ὀφείλει τις δέχεσθαι τὴν ὑπηρεσίαν παρὰ τοῦ ἀδελφοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ὡς δοῦλος παρὰ δεσπότου, καὶ οἵαν ἔδειξε Πέτρος ὁ ἀπόστολος, τοῦ Κυρίου ὑπηρετοῦντος· ἐφ᾽ οὗ καὶ τὸν κίνδυνον τῶν μὴ καταδεχομένων τὴν ὑπηρεσίαν παιδευόμεθα.

ΕΡΩΤΗΣΙΣ ΡΞΒʹ. Ποταπὴν ἐν ἀλλήλοις ἔχειν δεῖ τὴν ἀγάπην. ΑΠΟΚΡΙΣΙΣ. Οἵαν ὁ Κύριος ἔδειξε, καὶ ἐδίδαξεν, εἰπών· Ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. Εἰ δὲ καὶ τὴν ψυχὴν θεῖναι δεῖ, πόσῳ μᾶλλον τὴν ἐν τοῖς κατὰ μέρος προθυμίαν ἐπιδείκνυσθαι ἀναγκαῖον οὐκ εἰς τὰ ἀνθρώπινα καθήκοντα, ἀλλὰ κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, πρὸς τὸ ἑκάστῳ συμφέρον;

ΕΡΩΤΗΣΙΣ ΡΞΓʹ. Ποίῳ τρόπῳ δυνηθῇ τις κατορθῶσαι τὴν πρὸς τὸν πλησίον ἀγάπην. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν φοβούμενος τὸ κρῖμα τῶν παραβαινόντων τὴν ἐντολὴν τοῦ Κυρίου αὐτοῦ, εἰπόντος, ὅτι Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾽ αὐτόν· ἔπειτα δὲ ἀντιποιούμενος ζωῆς αἰωνίου· Ἡ γὰρ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. Πρώτη δὲ καὶ μεγάλη ἐντολή· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ δευτέρα ὁμοία ταύτῃ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· καὶ ἐπιθυμῶν ἐξομοιωθῆναι τῷ Κυρίῳ εἰπόντι· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς· ἔτι δὲ καὶ ἀπὸ λογισμῶν τοιούτων, ὅτι, εἰ μὲν εὐεργέτης ἐστὶν ὁ ἀδελφὸς, χρεωστοῦμεν αὐτῷ καὶ κατὰ ἄνθρωπον τὴν ἀγάπην, ἣν καὶ Ἕλληνες φυλάσσουσι, καθὼς ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος δηλοῖ λέγων· Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν· εἰ δὲ κακοποιός· καὶ οὕτως οὐ μόνον διὰ τὴν ἐντολὴν, ἀλλὰ καὶ ὡς τῶν μειζόνων εὐεργέτην ἀγαπᾷν ὀφείλομεν· εἴ γε πιστεύομεν τῷ Κυρίῳ εἰπόντι· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

ΕΡΩΤΗΣΙΣ ΡΞΔʹ. Τί ἐστι τὸ, «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.» ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ποτὲ μὲν λέγοντος, Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε, ποτὲ δὲ τὴν δικαίαν κρίσιν κρίνειν προστάσσοντος· οὐχὶ τὸ κρίνειν καθόλου κωλυόμεθα, ἀλλὰ διαφορὰν κρίσεως παιδευόμεθα. Ἐπὶ τίσι δὲ κρίνειν χρὴ, καὶ ἐπὶ τίσι μὴ, σαφῶς παρέδωκεν ἡμῖν ὁ Ἀπόστολος· ἐπὶ μὲν τῶν ἐν ἐξουσίᾳ ἑκάστου κειμένων, καὶ ὑπὸ τῆς Γραφῆς μὴ διεσταλμένων, εἰπών· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ πάλιν· Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἐπὶ δὲ τῶν ἀπαρεσκόντων Θεῷ, καταγινώσκων τῶν μὴ κρινόντων, καὶ αὐτὸς τὴν παρ᾽ ἑαυτοῦ κρίσιν ἐκφέρων, δι᾽ ὧν φησιν· Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν, καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.

Ὥστε εἰ μέν τι ἐν ἐξουσίᾳ ἡμετέρᾳ κεῖται, ἢ καὶ ἄδηλον πολλάκις ἐστὶν, οὐ χρὴ κρίνειν ἐπὶ τούτῳ τὸν ἀδελφὸν, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου περὶ τῶν ἀγνοουμένων εἰρημένον· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· τὰ δὲ τοῦ Θεοῦ κρίματα ἐκδικεῖν, ἀπαραίτητος ἀνάγκη, ἵνα μὴ συμπαραπολαύσῃ τῆς ὀργῆς τοῦ Θεοῦ ὁ ἐφησυχάζων· πλὴν εἰ μή τις, τὰ αὐτὰ ποιῶν τῷ ἐγκαλουμένῳ, ἀπαῤῥησίαστος εἴη πρὸς τὸ κρίνειν τὸν ἀδελφὸν, ἀκούων τοῦ Κυρίου λέγοντος· Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

ΕΡΩΤΗΣΙΣ ΡΞΕʹ. Πῶς γνωρίσει τις, εἰ ζήλῳ Θεοῦ κινεῖται κατὰ τοῦ ἁμαρτάνοντος ἀδελφοῦ, ἢ ὀργίζεται. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν κατὰ παντὸς ἁμαρτήματος πάθῃ τὸ γεγραμμένον· Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου, φανερὸς τοῦ Θεοῦ ὁ ζῆλος. Οἰκονομίας δὲ καὶ ἐνταῦθα ἐπιστημονικῆς χρεία πρὸς οἰκοδομὴν πίστεως. Ταύτης δὲ τῆς διαθέσεως μὴ προενυπαρξάσης τῇ ψυχῇ, καὶ κινησάσης αὐτὴν, τὸ μὲν κίνημα ἀνώμαλον γίνεται ἐν οὐδενὶ δὲ ὁ σκοπὸς τῆς θεοσεβείας σώζεται.

ΕΡΩΤΗΣΙΣ ΡΞϛʹ. Μετὰ ποίας διαθέσεως ὑπακούειν δεῖ τῷ εἰς ἔργον τῆς ἐντολῆς κατεπείγοντι. ΑΠΟΚΡΙΣΙΣ. Μεθ᾽ οἵας διαθέσεως τὸ παιδίον ὑπὸ πείνης κρατούμενον ὑπακούει τῇ τροφῷ καλούσῃ ἐπὶ τὴν μετάληψιν· καὶ πᾶς ἄνθρωπος, ἀντιποιούμενος τοῦ ζῇν, τῷ χαριζομένῳ τὰ πρὸς τὸ ζῇν· μᾶλλον δὲ καὶ πολλῷ πλέον, ὅσῳ καὶ προτιμοτέρα τῆς παρούσης ἡ αἰώνιος ζωή. Ἡ γὰρ ἐντολὴ τοῦ Θεοῦ, φησὶν ὁ Κύριος, ζωὴ αἰώνιός ἐστιν. Ὅπερ δέ ἐστιν ἐπὶ τοῦ ἄρτου ἡ βρῶσις, τοῦτό ἐστιν ἐπὶ τῆς ἐντολῆς ἡ ἐργασία, αὐτοῦ πάλιν τοῦ Κυρίου εἰπόντος· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.

ΕΡΩΤΗΣΙΣ ΡΞΖʹ. Ποταπὴ ὀφείλει εἶναι ἡ ψυχὴ, ἡ καταξιωθεῖσα ἐν τῷ ἔργῳ τοῦ Θεοῦ καταληφθῆναι. ΑΠΟΚΡΙΣΙΣ. Οἵα ἦν ἡ λέγουσα· Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με; Πληροῦσα τὸ γεγραμμένον· Εὐχαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὑτοῦ.

ΕΡΩΤΗΣΙΣ ΡΕΗʹ. Μετὰ ποταπῆς διαθέσεως δεῖ λαμβάνειν ἱμάτιον ἢ ὑπόδημα, οἷον ἂν ᾖ. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν μικρότερον ἢ μεῖζον τῆς ἡλικίας ἐστὶ, φανερωσάτω τὴν χρείαν μετὰ τῆς προσηκούσης ἐπιεικείας· εἰ δὲ περὶ εὐτελείας διαφέρεται, ἢ ὅτι οὐκ ἔστι καινὸν, μνημονευσάτω τοῦ Κυρίου λέγοντος· Ἄξιος, οὐχ ἁπλῶς πᾶς, ἀλλ᾽, ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστι. Καὶ ἑαυτὸν ἀνακρινάτω εἰ πρὸς ἀξίαν τῶν τοῦ Κυρίου ἐπιταγμάτων, ἢ ἐπαγγελιῶν, εἰργάσατό τι, καὶ τότε οὐχὶ ἄλλο ἐπιζητήσει, ἀλλὰ περὶ τοῦ δεδομένου ἀγωνιάσει, ὡς ὑπὲρ τὴν ἀξίαν λαμβάνων. Τὸ γὰρ ἐπὶ τῆς προφῆς εἰρημένον ἐπὶ παντὸς πράγματος τοῦ πρὸς τὴν χρείαν τοῦ σώματος ὥσπερ κανόνα ἔχειν δεῖ.

ΕΡΩΤΗΣΙΣ ΡΞΘʹ. Ἐὰν ἀδελφὸς νεώτερος ἐπιταχθῇ διδάξαι τι τὸν πρεσβύτερον καθ᾽ ἡλικίαν, πῶς αὐτῷ προσενεχθήσεται. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὑπηρεσίαν πληρῶν κατ᾽ ἐπιταγὴν τοῦ Δεσπότου Θεοῦ· φοβούμενος μὲν μὴ ὑποπέσῃ τῷ κρίματι τοῦ εἰπόντος· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς· ἀσφαλιζόμενος δὲ, μήποτε τυφλωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.

ΕΡΩΤΗΣΙΣ ΡΟʹ. Εἰ δεῖ ἴσως προσέχειν τῷ πλεῖον κατορθοῦντι, καὶ τῷ ἔλαττον. ΑΠΟΚΡΙΣΙΣ. Ὅπερ ἐπὶ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ὁ Κύριος ὡρίσατο εἰπών· Ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαὶ, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ· καὶ ὅπερ ἐπὶ τῶν πρεσβυτέρων ὁ Ἀπόστολος διετάξατο, εἰπών· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ, τοῦτο ἐπὶ πάντων τῶν τοιούτων φυλάσσειν ἡγοῦμαι ἀκόλουθον.

ΕΡΩΤΗΣΙΣ ΡΟΑʹ. Ἐὰν δὲ λυπῆται ὁ ἐλάττων, προτιμωμένου τοῦ εὐλαβεστέρου, πῶς αὐτῷ προσχῶμεν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος φανερός ἐστιν ἐπὶ πονηρίᾳ κατεγνωσμένος ἐκ τῆς ἐν τῷ Εὐαγγελίῳ παραβολῆς, ἐν ᾗ φησιν ὁ Κύριος πρὸς τοὺς λυπηθέντας, ὅτι τὰ ἴσα αὐτοῖς τινες ἐτιμήθησαν· Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Καὶ πρόδηλον τὸ ἐπὶ τούτῳ καὶ τοῖς τοιούτοις κρῖμα τοῦ Θεοῦ διὰ τοῦ Προφήτου λέγοντος· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει.

ΕΡΩΤΗΣΙΣ ΡΟΒʹ Ποταπῷ φόβῳ, ἢ ποίᾳ πληροφορίᾳ, ἢ ποίᾳ διαθέσει μεταλάβωμεν τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. ΑΠΟΚΡΙΣΙΣ. Τὸν μὲν φόβον διδάσκει ἡμᾶς ὁ Ἀπόστολος λέγων· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει· τὴν δὲ πληροφορίαν ἐμποιεῖ ἡ πίστις τῶν ῥημάτων τοῦ Κυρίου εἰπόντος· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· καὶ τῆς μαρτυρίας τοῦ Ἰωάννου διηγησαμένου πρότερον τὴν δόξαν τοῦ Λόγου, καὶ ἐπαγαγόντος τὸν τρόπον τῆς ἐνανθρωπήσεως ἐν τῷ εἰπεῖν ὅτι, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας· καὶ τοῦ Ἀποστόλου γράψαντος ὅτι, Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.

Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ὅταν οὖν, πιστεύσασα ἡ ψυχὴ τοῖς ῥήμασι τούτοις καὶ τοῖς τοιούτοις καὶ τοσούτοις, καταμάθῃ τὴν μεγαλειότητα τῆς δόξης, καὶ θαυμάσῃ τὴν ὑπερβολὴν τῆς ταπεινώσεως καὶ τῆς ὑπακοῆς, ὅτι ὁ τοσοῦτος ὑπήκουσε τῷ Πατρὶ μέχρι θανάτου ὑπὲρ τῆς ἡμετέρας ζωῆς, νομίζω ὅτι κατορθοῖ τὴν διάθεσιν εἰς ἀγάπην τήν τε πρὸς τὸν Θεὸν καὶ Πατέρα, Ὃς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· καὶ τὴν πρὸς τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν ὑπακούσαντα μέχρι θανάτου ὑπὲρ τῆς ἡμετέρας ἀπολυτρώσεως καὶ σωτηρίας. Καὶ δύναται οὕτως ἀνασχέσθαι τοῦ Ἀποστόλου, ὥσπερ ὅρον τινὰ ἐκτιθεμένου τοῖς ὑγιαίνουσι τὴν ἐν τούτοις ἀγαθὴν συνείδησιν, ἐν τῷ εἰπεῖν· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον.

Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. Τοιαύτην διάθεσίν τε καὶ ἑτοιμασίαν ὀφείλει ἔχειν ὁ μεταλαμβάνων τοῦ ἄρτου καὶ τοῦ ποτηρίου.

ΕΡΩΤΗΣΙΣ ΡΟΓʹ. Εἰ δεῖ ἐν τῇ ὥρᾳ τῆς κατ᾽ οἶκον ψαλμῳδίας λαλιάν τινα γίνεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Οὐ δεῖ, ἐκτὸς τῶν πεπιστευμένων τὴν φροντίδα καὶ τὴν ἐπιμέλειαν τῆς εὐταξίας, καὶ τῆς οἰκονομίας τῶν ἔργων, καὶ τοῦτο κατὰ ἀνάγκην τῆς ἐπειγούσης χρείας· καὶ οὐδὲ τότε ἀπερισκέπτως, ἀλλ᾽ ἐστοχασμένως, τοῦ τε τόπου καὶ τῆς εὐταξίας, τῆς τε σεμνότητος καὶ τοῦ ἀπροσκόπου· τοῖς ἄλλοις πᾶσιν ἀναγκαία ἐστὶν ἡ σιωπή. Εἰ γὰρ ἐν καιρῷ διαλέξεως, καὶ ἐν αὐτοῖς τοῖς ἐπιτεταγμένοις τὸν λόγον τῆς διδασκαλίας ὁ πρῶτος σιγᾷν προτέτακται, ἐὰν ἄλλῳ ἀποκαλυφθῇ, πόσῳ μᾶλλον ἐν καιρῷ ψαλμῳδίας ἡ σιγὴ τοῖς πολλοῖς ἀναγκαία;

ΕΡΩΤΗΣΙΣ ΡΟΔʹ. Πῶς δυνηθῇ τις ἐνδιαθέτως καὶ μετὰ ἐπιθυμίας ποιεῖν τὰς ἐντολὰς τοῦ Κυρίου. ΑΠΟΚΡΙΣΙΣ. Κατὰ φύσιν ἡ πεῖρα τοῦ ἥδοντος καὶ ὠφελοῦντος, καὶ αὐτὴ ἡ προσδοκία τοῦ τοιούτου ἐμποιεῖ τῇ ψυχῇ τὴν περὶ τούτου διάθεσίν τε καὶ ἐπιθυμίαν. Ἐὰν οὖν τις μισήσῃ καὶ βδελύξηται τὴν ἀδικίαν, καὶ καθαρεύσῃ πάσης ἁμαρτίας, ἀφ᾽ ἧς, ὥσπερ ἀπὸ νόσου τὸ σῶμα πάσχει τὴν ἀνορεξίαν καὶ τὴν περὶ τὰ βρώματα ἀηδίαν, οὕτω καὶ ἡ ψυχὴ τὴν περὶ τὰ δικαιώματα τοῦ Θεοῦ νωθρότητα καὶ ὀκνηρίαν· καὶ ἐὰν πληροφορηθῇ, ὅτι ἡ ἐντολὴ τοῦ Θεοῦ ζωὴ αἰώνιός ἐστι, καὶ πάντα τὰ ἐπηγγελμένα τοῖς φυλάσσουσιν αὐτὴν ἀληθῆ, κατορθοῦται αὐτῷ ἡ διάθεσις τοῦ εἰπόντος· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.