Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικὸν μέγα ἢ Ὅροι κατὰ πλάτος καὶ κατὰ σύντομον

Μέγας Βασίλειος

Ερωτήσεις ΡΟΕ΄ - ΣΙ΄: Αδελφική αγάπη, πνευματικός έλεγχος και φόβος Θεού

Τα γνωρίσματα της αληθινής αγάπης, η ορθή άσκηση του ελέγχου, η στάση προς τους κατά σάρκα συγγενείς, το κατά Θεόν πένθος και η κόσμια συμπεριφορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 7 από 10

ΕΡΩΤΗΣΙΣ ΡΟΕʹ. Πῶς φαίνεται ὁ ἀγαπῶν τὸν ἀδελφὸν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου· καὶ πῶς ἐλέγχεται ὁ μὴ οὕτως ἀγαπῶν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς ἀγάπης ἐξαίρετα δύο ταῦτα· τὸ λυπεῖσθαι μὲν καὶ ἀγωνιᾷν ἐφ᾽ οἷς βλάπτεται ὁ ἀγαπώμενος χαίρειν δὲ καὶ ἀγωνίζεσθαι ὑπὲρ τῆς ὠφελείας αὐτοῦ.

Μακάριος οὖν ὁ πενθῶν ἐπὶ τῷ ἁμαρτάνοντι, οὗ ὁ κίνδυνος φοβερός· καὶ χαίρων ὑπὲρ τοῦ κατορθοῦντος, οὗ τὸ κέρδος ἀσύγκριτον, καθὼς γέγραπται. Μαρτυρεῖ δὲ καὶ Παῦλος ὁ ἀπόστολος λέγων· Ἐὰν πάσχῃ ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, κατὰ λόγον πάντως τῆς ἐν Χριστῷ ἀγάπης· Καὶ ἐὰν δοξάζηται ἓν μέλος, κατὰ σκοπὸν δηλονότι τῆς πρὸς Θεὸν εὐαρεστήσεως, συγχαίρει πάντα τὰ μέλη. Ὁ δὲ μὴ οὕτως συνδιατιθέμενος φανερός ἐστι μὴ ἀγαπῶν τὸν ἀδελφόν.

ΕΡΩΤΗΣΙΣ ΡΟϛʹ. Τίνες εἰσὶν οἱ ἐχθροὶ, οὓς ἀγαπᾷν προσετάχθημεν· καὶ πῶς ἀγαπήσομεν τοὺς ἐχθρούς· ταῖς εἰς αὐτοὺς εὐεργεσίαις μόνον, ἢ καὶ αὐτῇ τῇ διαθέσει· καὶ εἰ δυνατὸν τοῦτο. ΑΠΟΚΡΙΣΙΣ. Ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλεύειν. Πᾶς μὲν οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ ἐχθρὸς ἂν λέγοιτο· ἐξαιρέτως δὲ ὁ ἁμαρτάνων. Τὸ γὰρ ὅσον ἐπ᾽ αὐτῷ βλάπτει κατὰ διαφόρους τρόπους, καὶ ἐπιβουλεύει τῷ συνόντι ἢ συντυγχάνοντι. Ἐπειδὴ δὲ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν ὁ ἄνθρωπος, κατὰ μὲν τὴν ψυχὴν ἀγαπήσωμεν τοὺς τοιούτους, ἐλέγχοντες αὐτοὺς, καὶ νουθετοῦντες, καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἐνάγοντες· κατὰ δὲ τὸ σῶμα εὐεργετοῦντες αὐτοὺς, ἐπιδεομένους τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ὅτι δὲ ἡ ἀγάπη ἐν διαθέσει ἐστὶ, παντὶ δῆλον. Τὸ δὲ δυνατὸν ἔδειξε καὶ ἐδίδαξεν ὁ Κύριος, τὴν ἀγάπην τοῦ Πατρὸς καὶ τὴν ἑαυτοῦ ἐν τῇ ὑπακοῇ μέχρι θανάτου ἐπιδειξάμενος ὑπὲρ ἐχθρῶν, οὐχ ὑπὲρ φίλων, ὡς μαρτυρεῖ ὁ Ἀπόστολος λέγων· Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ ἡμῖν δὲ αὐτὸ τοῦτο παραινεῖ ἐν τῷ εἰπεῖν· Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, προσφορὰν καὶ θυσίαν τῷ Θεῷ.

Οὐκ ἂν δὲ προσέταξεν ὁ ἀγαθὸς καὶ δίκαιος, εἰ μὴ τὸ δυνατὸν ἐχαρίσατο· ὅπερ καὶ ἐν τῇ φύσει κατηναγκασμένως ἀποκεῖσθαι ἐφανέρωσεν.

Εὐεργέτας μὲν καὶ τὰ θηρία φυσικῶς ἀγαπᾷ. Τί δὲ τοσοῦτον εὐεργετεῖ ὁ φίλος, ὅσον οἱ ἐχθροί; Προξενοῦντες ἡμῖν τὸν μακαρισμὸν τοῦ Κυρίου εἰπόντος· Μακάριοί ἐστε, ὅταν διώξωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

ΕΡΩΤΗΣΙΣ ΡΟΖʹ. Πῶς ὀφείλουσιν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν ΑΠΟΚΡΙΣΙΣ Εἰ τὸ βαστάζειν ἐστὶ τὸ αἴρειν καὶ θεραπεύειν, κατὰ τὸ γεγραμμένον ὅτι, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν, οὐκ ἐν τῷ εἰς ἑαυτὸν ὑποδέχεσθαι ταῦτα, ἀλλ᾽ ἐν τῷ τοὺς πάσχοντας θεραπεύειν· καὶ ἐνταῦθα ὁ τῆς μετανοίας τρόπος καὶ λόγος ἐφαρμόσει, δι᾽ οὗ θεραπευθήσονται ἐκ τῆς τῶν δυνατωτέρων ἐπιμελείας οἱ ἀδύνατοι.

ΕΡΩΤΗΣΙΣ ΡΟΗʹ. Τί ἐστι τὸ, «Ἀλλήλων τὰ βάρη βαστάζετε·» καὶ ποῖον νόμον ἀναπληρώσομεν, τοῦτο ποιοῦντες. ΑΠΟΚΡΙΣΙΣ. Ταὐτόν ἐστι τῷ προειρημένῳ. Βαρεῖα γὰρ ἡ ἁμαρτία, καθέλκουσα τὴν ψυχὴν εἰς πυθμένα ᾅδου. Ἣν αἴρομεν ἀλλήλων, καὶ περιαιροῦμεν, εἰς ἐπιστροφὴν ἄγοντες τοὺς ἁμαρτάνοντας. Τὸ δὲ βαστάσαι ἀντὶ τοῦ ἆραι σύνηθες καὶ τοῖς ἐπιχωρίοις κεχρῆσθαι, ὡς πολλάκις παρὰ πολλῶν αὐτὸς ἤκουσα. Νόμον δὲ τοῦ Χριστοῦ ἀναπληρώσομεν τοῦ εἰπόντος· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ ἡμῖν νομοθετήσαντος ὅτι, Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτόν.

Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου

ΕΡΩΤΗΣΙΣ ΡΟΘʹ. Πῶς δύναταί τις ἄνευ ἀγάπης πίστιν κτήσασθαι τοσαύτην, ὥστε ὄρη μεθιστάνειν, ἢ πάντα τὰ ὑπάρχοντα δοῦναι πτωχοῖς, ἢ παραδοῦναι τὸ ἑαυτοῦ σῶμα, ἵνα καυθῇ. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μνημονεύομεν τοῦ Κυρίου εἰπόντος· Ποιοῦσι γὰρ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, καὶ τῆς ἀποκρίσεως αὐτοῦ τῆς πρὸς τοὺς εἰπόντας· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; πρὸς οὕς φησιν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· οὐχ ὅτι ἐψεύσαντο, ἀλλ᾽ ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τὰ ἴδια θελήματα ἀπεχρήσαντο, ὅπερ τῆς πρὸς Θεὸν ἀγάπης ἀλλότριον, οὐ δυσκόλως συνορᾷν τὰ εἰρημένα δυνάμεθα. Τὸ δὲ χάρισμα Θεοῦ ἢ δωρεὰν λαμβάνειν καὶ τὸν ἀνάξιον οὐδὲν παράδοξον· Θεὸς γὰρ ἐν καιρῷ χρηστότητος καὶ μακροθυμίας τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς· πολλάκις δὲ καὶ εἰς ὠφέλειαν ἢ ἐκείνου αὐτοῦ τοῦ ὑποδεχομένου τὸ χάρισμα, ἐὰν ἄρα, δυσωπηθεὶς τὴν τοῦ Θεοῦ χρηστότητα, προτραπῇ εἰς ἐπιμέλειαν τῆς πρὸς αὐτὸν εὐαρεστήσεως, ἢ καὶ ἑτέρων, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν.

Οἷς ἐπιφέρει μετ᾽ ὀλίγα· Πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω.

ΕΡΩΤΗΣΙΣ ΡΠʹ. Μετὰ ποταπῆς διαθέσεως καὶ προσοχῆς ὀφείλομεν ἀκούειν τῶν ἐν τῷ καιρῷ τῆς μεταλήψεως παραναγινωσκομένων ἡμῖν. ΑΠΟΚΡΙΣΙΣ. Περισσοτέρως ἢ μεθ᾽ οἵας ἡδονῆς ἐσθίομεν καὶ πίνομεν, ἵνα δειχθῇ ὁ νοῦς μὴ μετεωριζόμενος εἰς τὰς τοῦ σώματος ἡδονάς· ἐνευφραινόμενος δὲ πλέον τοῖς τοῦ Κυρίου ῥήμασι, κατὰ τὴν διάθεσιν τοῦ εἰπόντος· Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.

ΕΡΩΤΗΣΙΣ ΡΠΑʹ. Ἐὰν ὦσιν ἀδελφότητες πλησίον ἀλλήλων, καὶ ἡ μὲν πτωχεύῃ, ἡ δὲ ἑτέρα περὶ τὴν κοινωνίαν δυσχερεστέρα ᾖ, πῶς δεῖ τὴν πτωχεύουσαν πρὸς τὴν μὴ μεταδιδοῦσαν διατίθεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Οἱ διδαχθέντες ἐν ἀγάπῃ Χρίστου καὶ τὴν ψυχὴν αὐτὴν τιθέναι ὑπὲρ ἀλλήλων πῶς τῶν περὶ τὸ σῶμα φείσασθαι δύνανται; Ὥσπερ ἐπιλαθόμενοι τοῦ εἰπόντος· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Ἐὰν δὲ γένηται τοῦτο, μακροθυμεῖν χρὴ τοὺς πτωχεύοντας, ἐν πληροφορίᾳ τῆς ἐν τῷ μέλλοντι αἰῶνι παρακλήσεως, μιμουμένους τὸν Λάζαρον.

ΕΡΩΤΗΣΙΣ ΡΠΒʹ. Ἐκ ποίων καρπῶν δοκιμάζεσθαι ὀφείλει ὁ συμπαθῶς ἐλέγχων τὸν ἀδελφὸν ἁμαρτάνοντα. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ἐκ τῶν ἐξαιρέτων τῆς συμπαθείας, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου ὅτι, Ἐὰν πάσχῃ ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ὅτι, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; ἔπειτα δὲ, ἐὰν ἐπὶ πάσῃ ἁμαρτίᾳ ὁμοίως συντρίβηται, καὶ ἐπὶ πᾶσι τοῖς ἁμαρτάνουσι, τοῖς τε εἰς αὐτὸν καὶ τοῖς εἰς ἄλλον ὁμοίως λυπῆται, καὶ πενθῇ, καὶ ἐλέγχων μὴ διαφθείρῃ τὸν ὑπὸ τοῦ Κυρίου παραδεδομένον τρόπον.

ΕΡΩΤΗΣΙΣ ΡΠΓʹ. Ἐὰν συμβῇ τινας ἐν ἀδελφότητι ζῶντας διαφωνῆσαι πρὸς ἀλλήλους, εἰ ἀκίνδυνόν ἐστιν ἀγάπης ἕνεκεν συμπεριφέρεσθαι τοῖς τοιούτοις. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Δὸς, Πάτερ, ἵνα, ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἓν ὦσιν ἐν ἡμῖν· καὶ τοῦ Ἀποστόλου γράψαντος, Σύμψυχοι, τὸ ἓν φρονοῦντες· καὶ τῶν Πράξεων ἱστορουσῶν, ὅτι, Ἧν τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία· οἱ μὲν διαφωνοῦντες ἀλλότριοι τῶν εἰρημένων εἰσίν.

Ἀγάπη δὲ ἡ μὲν κατὰ λόγον φυλάσσει τὸ εἰρημένον· Ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει· ἡ δὲ μὴ κατὰ λόγον, οἵα δ᾽ ἂν ᾖ, ἀδόκιμος, τοῦ Κυρίου εἰπόντος ὅτι, Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.

ΕΡΩΤΗΣΙΣ ΡΠΔʹ. Πῶς δύναταί τις, καὶ ὅτε παρακαλεῖ, καὶ ὅτε ἐλέγχει, μὴ μόνον σπουδάζειν ἐπιστημόνως λαλῆσαι, ἀλλὰ καὶ τὴν διάθεσιν τὴν ὀφειλομένην σώζειν πρός τε τὸν Θεὸν καὶ πρὸς ἐκείνους, οἷς λαλεῖ. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν μνημονεύσῃ τις τοῦ Ἀποστόλου εἰπόντος· Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ, οὐχ ὡς ἰδίαν τινὰ ἐπιστήμην ἐξ αὐθεντίας οἰκονομῇ, ἀλλ᾽ ὡς Θεοῦ ὑπηρεσίαν ἐν ἐπιμελείᾳ ψυχῶν αἵματι Χριστοῦ ἐξηγορασμένων πληροῖ μετὰ φόβου καὶ τρόμου τοῦ πρὸς Θεὸν, κατὰ τὸν εἰπόντα· Οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν· καὶ μετὰ διαθέσεως καὶ εὐσπλαγχνίας τῆς περὶ τοὺς ἀκούοντας, ποιῶν τὸ εἰρημένον· Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.

ΕΡΩΤΗΣΙΣ ΡΠΕʹ. Ἐάν τις ἐν διαλέξει συνδιατιθεμένους τοῖς λεγομένοις ὁρῶν τοὺς ἀκούοντας χαίρῃ, πῶς γνωρίσει ἑαυτὸν, εἰ διαθέσει ἀγαθῇ χαίρει, ἢ πάθει τινὶ ἰδίῳ. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν ἐν τοῖς ἐπαίνοις μόνοις τὴν χαρὰν στήσῃ, δῆλός ἐστιν ἰδίῳ πάθει κινούμενος· ἐὰν δὲ, τῶν ἐπαινούντων παραυτὰ μὲν τὸ περὶ τὴν ἀκρόασιν συνετὸν καταμαθὼν, ἐλπίδα τῆς εὐπειθείας ὑποσπεῖρον εὐφρανθῇ, ὕστερον δὲ τὴν ὠφέλειαν πολυπραγμονήσας, καὶ ἢ τὰ ἀκόλουθα τοῖς ἐπαίνοις κατορθώματα ἐν αὐτοῖς εὑρὼν χαρῇ, ἢ μηδὲν ὡφεληθέντας τοὺς ἐπαινέσαντας ἐπιδὼν λυπηθῇ, εὐχαριστείτω τῷ Θεῷ, ὅτι ὡς φιλόθεος καὶ φιλάδελφος κατηξιώθη κινηθῆναι, μὴ ζητῶν τὴν δόξαν τὴν ἑαυτοῦ, ἀλλὰ τὴν δόξαν τοῦ Θεοῦ, καὶ τὴν οἰκοδομὴν τῶν ἀδελφῶν.

ΕΡΩΤΗΣΙΣ ΡΠϛʹ. Ἐπειδὴ διδασκόμεθα τοιαύτην ἀγάπην ἔχειν, ὥστε καὶ τὴν ψυχὴν θεῖναι ὑπὲρ τῶν φίλων, μαθεῖν δεόμεθα ὑπὲρ ποταπῶν φίλων τοῦτο αἱρεῖσθαι δεῖ. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν διάθεσιν, ἢ τὸν τρόπον τούτου τοῦ κατορθώματος εἰκὸς εἶναι διάφορον· ἄλλα γάρ ἐστι πολλάκις τὰ ὑπὲρ ἁμαρτωλῶν καταδεχθῆναι, καὶ ἄλλα τὰ ὑπὲρ δικαίων σπουδασθῆναι ὀφείλοντα· τὸ μέντοιγε μέχρι θανάτου ἀγάπην δεικνύειν, καὶ ὑπὲρ δικαίων καὶ ὑπὲρ ἁμαρτωλῶν, δεδιδάγμεθα, μηδὲν διακρίνοντες.

Συνίστησι γὰρ τὴν ἑαυτοῦ ἀγάπην, φησὶν, ὁ Θεὸς εἰς ἡμᾶς· ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Πρὸς δὲ τοὺς ἁγίους ὁ Ἀπόστολος λέγει· Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.

ΕΡΩΤΗΣΙΣ ΡΠΖʹ Εἰ χρὴ παρὰ τῶν κατὰ σάρκα οἰκείων δέχεσθαί τι ἕκαστον. ΑΠΟΚΡΙΣΙΣ. Τοὺς μὲν οἰκείους ἀποδιδόναι τὰ ἐπιβάλλοντα τοῖς προσερχομένοις τῷ Κυρίῳ ἀναγκαῖον, καὶ μηδὲν ὑφαιρεῖν, ἵνα μὴ τῷ κρίματι τῆς ἱεροσυλίας ὑποπέσωσιν· τὸ μέντοιγε ἀναλίσκεσθαι ταῦτα ἐν ὄψεσιν ἐκείνων, οἷς διαφέρειν ἔδοξε, καὶ αὐτοῖς ἐκείνοις γίνεται πολλάκις ἐπάρσεως ὑπόθεσις, καὶ τοῖς πένησι τῶν τῷ αὐτῷ βίῳ προσελθόντων λύπης ἀφορμή. Ὥστε συμβαίνειν ἐκεῖνο, ἐφ᾽ ᾧ ἐγκαλοῦνται οἱ Κορίνθιοι ὑπὸ τοῦ Ἀποστόλου εἰπόντος ὅτι, Καταισχύνετε τοὺς μὴ ἔχοντας. Διόπερ ὁ τὴν φροντίδα τῶν κατὰ τόπον Ἐκκλησιῶν πεπιστευμένος, ἐὰν ᾖ πιστὸς, καὶ φρονίμως οἰκονομεῖν δυνάμενος, τούτῳ προσφερέσθω κατὰ μίμησιν τῶν ἐν ταῖς Πράξεσιν, οἵτινες φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

Εἰ δὲ τὸ οἰκονομεῖν τὰ τοιαῦτα οὐκ ἔστι πάντων, ἀλλὰ μόνων τῶν μετὰ δοκιμασίας εἰς τοῦτο τυπωθέντων, καὶ τὸ παρὰ τῶν τοιούτων δεδομένον, οὗτος, ὡς ἂν δοκιμάσῃ, τυπώσει.

ΕΡΩΤΗΣΙΣ ΡΠΗʹ. Πῶς ἴδωμεν τούς ποτε συνοίκους ἡμῶν, ἢ συγγενεῖς, ἐρχομένους πρὸς ἡμᾶς. ΑΠΟΚΡΙΣΙΣ Ὡς ὁ Κύριος ἔδειξε, καὶ ἐδίδαξεν, ὅτε ἀπηγγέλη αὐτῷ ὅτι, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ἰδεῖν σε θέλοντες· πρὸς οὓς ἐπιπληκτικώτερον ἀποκρίνεται, εἰπών· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστίν.

ΕΡΩΤΗΣΙΣ ΡΠΘʹ. Ἐὰν δὲ καὶ παρακαλῶσι θέλοντες ἀπαγαγεῖν ἡμᾶς εἰς τὰ ἴδια, εἰ χρὴ αὐτῶν ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν διὰ οἰκοδομὴν τῆς πίστεως, ὁ δυνάμενος οὕτως ἀπελθεῖν μετὰ δοκιμασίας πεμπέσθω· εἰ δὲ διὰ καθῆκον ἀνθρώπινον, ἀκουέτω τοῦ Κυρίου λέγοντος πρὸς τὸν εἰπόντα· Ἐπίτρεψόν μοι ἀπελθεῖν, καὶ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ᾽ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εἰ δὲ περὶ τοῦ ἀποτάξασθαι ἅπαξ θελήσαντος τοιοῦτον τὸ κρῖμα, τί χρὴ λέγειν περὶ τούτου;

ΕΡΩΤΗΣΙΣ Ρϟʹ. Εἰ δεῖ ἐλεεῖν τοὺς κατὰ σάρκα οἰκείους, ἐπιθυμοῦντας τὴν σωτηρίαν αὐτῶν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος κατὰ τὴν τοῦ Κυρίου φωνὴν, καὶ ἐξουσίαν λαβὼν γενέσθαι τέκνον Θεοῦ, συγγένειαν μὲν τὴν κατὰ σάρκα ἐπαισχύνεται, οἰκείους δὲ γνωρίζει τοὺς οἰκείους τῆς πίστεως ὑπὸ τοῦ Κυρίου μαρτυρουμένους, εἰπόντος· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες, καὶ ποιοῦντες. Καὶ ἐλεείτω οὗτος πάντας μὲν τοὺς μακρυνομένους ἀπὸ τοῦ Κυρίου· καὶ τοὺς συγγενεῖς δὲ, τοὺς κατὰ σάρκα ὡς πάντας.

Εἰ δέ τις τούτοις πλέον τι προσπάσχων συνῄγορον ἔχειν οἴεται τοῦ ἰδίου πάθους τὸν Ἀπόστολον λέγοντα· Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα· μανθανέτω ὁ τοιοῦτος ἐκ τῶν ἐπιφερομένων, ὅτι οὐ τὴν συγγένειαν τὴν κατὰ σάρκα, ἀλλὰ τὸν Ἰσραὴλ καὶ τὰ εἰς αὐτὸν ἐξαίρετα τοῦ Θεοῦ ὁ Ἀπόστολος τιμᾷ· οὐδ᾽ ἐπειδήπερ συγγενεῖς αὐτοῦ οἱ Ἰσραηλῖται, ἀλλ᾽ ἐπειδὴ Ἰσραηλῖται ἦσαν οἱ κατὰ σάρκα συγγενεῖς, καὶ ἐπειδὴ τοσούτων καὶ τοιούτων παρὰ Θεοῦ κατηξιώθησαν.

Ἐπειδὴ αὐτῶν μὲν ἦν ἡ υἱοθεσία καὶ ἡ δόξα, αὐτῶν δὲ ἡ νομοθεσία καὶ ἡ λατρεία· ἐπειδὴ αὐτοῖς μὲν αἱ διαθῆκαι, καὶ αἱ ἐπαγγελίαι, αὐτῶν δὲ οἱ πατέρες· ἐπειδὴ ἐξ αὐτῶν ὁ Χριστὸς τὸ κατὰ σάρκα, τοσούτου τιμᾶται αὐτῶν τὴν σωτηρίαν· οὐκ εἰς τὴν συγγένειαν ἀποβλέπων, ἀλλ᾽ εἰς τὴν τοῦ Κυρίου ὑπὲρ αὐτῶν ἐνανθρώπησιν τοῦ εἰπόντος· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

ΕΡΩΤΗΣΙΣ ΡϟΑʹ. Τίς ἐστιν ὁ πραΰς. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἀμετάθετος ἐν ταῖς κρίσεσι τῶν πρὸς εὐαρέστησιν Θεοῦ σπουδαζομένων.

ΕΡΩΤΗΣΙΣ ΡϟΒʹ Τίς ἐστιν ἡ λύπη ἡ κατὰ Θεὸν, καὶ τίς ἡ τοῦ κόσμου. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν κατὰ Θεὸν, ὅταν ἐντολῆς Θεοῦ παροφθείσης λυπηθῇ τις, κατὰ τὸ γεγραμμένον· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου· ἡ δὲ τοῦ κόσμου, ὅταν τι ἀνθρώπινον καὶ τοῦ κόσμου ἄξιον ᾖ τὸ λυποῦν.

ΕΡΩΤΗΣΙΣ ΡϟΓʹ. Ποία ἡ ἐν Κυρίῳ χαρά· καὶ τί ἐὰν ποιῶμεν χαίρειν ὀφείλομεν. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐπὶ τοῖς κατ᾽ ἐντολὴν τοῦ Κυρίου εἰς δόξαν Θεοῦ γινομένοις χαίρειν ἡ ἐν Κυρίῳ χαρά ἐστιν. Ὅταν οὖν τὰς ἐντολὰς τοῦ Κυρίου ποιῶμεν, ἢ διὰ τὸ ὄνομα τοῦ Κυρίου πάσχωμέν τι, χαίρειν καὶ συγχαίρειν ἀλλήλοις ὀφείλομεν.

ΕΡΩΤΗΣΙΣ ΡϟΔʹ. Ποῖον πένθος ἀναλάβωμεν, ἵνα καταξιωθῶμεν τοῦ μακαρισμοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ἐμπεριέχεται τοῦτο τὸ ἐρώτημα τῇ κατὰ Θεὸν λύπῃ· ὅταν ἐπὶ τοῖς ἡμαρτημένοις πενθῶμεν, ἤτοι διὰ τὴν ἀτιμίαν τοῦ Θεοῦ, ὅτι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεόν τις ἀτιμάζει, ἢ διὰ τοὺς κινδυνεύοντας ἐν ἁμαρτίᾳ. Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· μιμούμενοι τὸν εἰρηκότα· Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων.

ΕΡΩΤΗΣΙΣ ΡϟΕʹ. Πῶς πάντα εἰς δόξαν Θεοῦ ποιεῖ τις. ΑΠΟΚΡΙΣΙΣ Ὅταν πάντα διὰ Θεὸν κατ᾽ ἐντολὴν Θεοῦ ποιῇ, καὶ ἐν μηδενὶ περιβλέπηται τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους· πανταχοῦ δὲ μνημονεύῃ τοῦ Κυρίου εἰπόντος· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

ΕΡΩΤΗΣΙΣ Ρϟϛʹ. Πῶς ἐσθίει τις, καὶ πίνει εἰς δόξαν Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ἐν τῇ μνήμῃ τοῦ εὐεργέτου, καὶ ἐν τῇ τοιᾷδε διαθέσει τῆς ψυχῆς, μαρτυρουμένῃ ἐκ τῆς τοῦ σώματος καταστάσεως, ὅτι οὐχ ὡς ἀμέριμνος ἐσθίει, ἀλλ᾽ ὡς ἔχων ἐπόπτην Θεόν· καὶ ἐν τῷ σκοπῷ δὲ τῆς μεταλήψεως, ὅταν μὴ ὡς δοῦλος γαστρὸς δι᾽ ἡδονὴν ἐσθίει, ἀλλ᾽ ὡς ἐργάτης Θεοῦ, διὰ τὴν ἐν τοῖς κατ᾽ ἐντολὴν τοῦ Χριστοῦ ἔργοις εὐτονίαν.

ΕΡΩΤΗΣΙΣ ΡϟΖʹ. Πῶς ποιεῖ ἡ δεξιὰ, ἵνα μὴ γινώσκῃ ἡ ἀριστερά. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἀμετεωρίστῳ καὶ τεταμένῃ ἐπιθυμίᾳ τῆς πρὸς Θεὸν εὐαρεστήσεως ὁ νοῦς ἐξ ὁλοκλήρου ἀγωνιῶν μὴ ἐκπέσῃ τοῦ προσήκοντος, ἀγωνίζηται νομίμως.

Τότε οὐδενὸς, οὔτε μέλους ἑτέρου λαμβάνει ἔννοιαν, εἰ μὴ μόνον τοῦ χρησιμεύοντος εἰς τὸ προκείμενον· ὡς ὁ τεχνίτης καθ᾽ ἕκαστον ἔργον μόνῳ ἐμβλέπων τῷ χρησιμεύοντι αὐτῷ ὀργάνῳ.

ΕΡΩΤΗΣΙΣ ΡϟΗʹ. Τίς ἐστι ταπεινοφροσύνη, καὶ πῶς αὐτὴν κατορθώσομεν. ΑΠΟΚΡΙΣΙΣ. Ταπεινοφροσύνη μέν ἐστι τὸ πάντας ἡγεῖσθαι ὑπερέχοντας ἑαυτοῦ, κατὰ τὸν ὅρον τοῦ Ἀποστόλου. Κατορθοῖ δέ τις αὐτὴν πρῶτον μὲν, ἐὰν μνημονεύσῃ τῆς ἐντολῆς τοῦ Κυρίου εἰπόντος· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ (ὅπερ πολλαχοῦ καὶ πολυτρόπως καὶ ἔδειξε, καὶ ἐδίδαξε)· καὶ πιστεύσῃ αὐτῷ ἐπαγγειλαμένῳ, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἔπειτα, ἐὰν δι᾽ ὁμαλοῦ καὶ ἀδιαστάτως τοῖς τῆς ταπεινοφροσύνης ἐπιτηδεύμασιν ἐν παντὶ πράγματι ἐμμελετήσῃ καὶ συγγυμνάσηται. Μόλις γὰρ οὕτω δυνήσεται τῇ διηνεκεῖ μελέτῃ ἀναλαβεῖν τὴν ἕξιν τῆς ταπεινοφροσύνης· ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεσθαι εἴωθεν. Ὁ δὲ αὐτὸς τρόπος τῆς κατορθώσεως καὶ ἐπὶ πάσης ἀρετῆς τῆς κατ᾽ ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

ΕΡΩΤΗΣΙΣ ΡϟΘʹ. Πῶς ἄν τις προθυμηθείη καὶ πρὸς κινδύνους ὑπὲρ τῆς ἐντολῆς τοῦ Κυρίου παραβουλεύεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ὑπομνησθεὶς, ὅτι αὐτὸς ὁ Κύριος ὑπὲρ ἡμῶν ὑπήκουσε τῷ Πατρὶ μέχρι θανάτου· εἶτα πληροφορηθεὶς τὴν δύναμιν τῆς ἐντολῆς, ὅτι ζωὴ αἰώνιός ἐστι, καθὼς γέγραπται· ἔπειτα, πιστεύσας τῷ Κυρίῳ εἰπόντι· Ὃς ἐὰν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ. ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν.

ΕΡΩΤΗΣΙΣ Σʹ. Οἱ προκαμόντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ, πῶς δύνανται ὠφελεῖν τοὺς ἄρτι προσερχομένους. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν ἰσχύουσι κατὰ τὸ σῶμα, ἐν τῷ τὸ ἄοκνον τῆς σπουδῆς ἐπιδείκνυσθαι, καὶ τύπον ἑαυτοὺς παρέχειν παντὸς κατορθώματος· εἰ δὲ ἀσθενοῦσιν, ἐν τῇ τοιαύτῃ καταστάσει τῆς ψυχῆς, ὡς ἐπιφαίνεσθαι τῷ τε προσώπῳ καὶ παντὶ κινήματι τὴν πληροφορίαν τῆς τοῦ Θεοῦ ἐποψίας, καὶ τῆς τοῦ Κυρίου παρουσίας· καὶ ἐν τοῖς ἀπηριθμημένοις ὑπὸ τοῦ Ἀποστόλου ἰδιώμασι τῆς ἀγάπης, εἰπόντος· Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Ταῦτα γὰρ πάντα καὶ ἐν ἀσθενοῦντι σώματι δυνατὸν κατορθοῦσθαι.

ΕΡΩΤΗΣΙΣ ΣΑʹ. Πῶς κατορθοῖ τις ἐν τῇ προσευχῇ τὸ ἀμετεώριστον. ΑΠΟΚΡΙΣΙΣ. Πληροφορηθεὶς πρὸ ὀφθαλμῶν εἶναι τὸν Θεόν. Εἰ γὰρ, ἄρχοντά τις ἢ προεστῶτα θεωρῶν, καὶ διαλεγόμενος αὐτῷ, ἀμετεώριστον ἔχει τὸ ὄμμα, πόσῳ μᾶλλον ὁ προσευχόμενος τῷ Θεῷ ἀμετεώριστον ἕξει τὸν νοῦν, ἀπὸ τοῦ ἐτάζοντος καρδίας καὶ νεφροὺς, πληρῶν τὸ γεγραμμένον· Ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμῶν.

ΕΡΩΤΗΣΙΣ ΣΒʹ Εἰ δυνατὸν κατορθῶσαι τὸ ἐν παντὶ καὶ πάντοτε ἀμετεώριστον· καὶ πῶς κατορθοῖ τις. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι δυνατὸν, ἔδειξεν ὁ εἰπών· Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον· καὶ, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Πῶς δὲ δυνατὸν, προείρηται· ὅτι ἐν τῷ μὴ διδόναι καιρὸν ἀργίας τῇ ψυχῇ ἀπὸ τῆς περὶ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ ἔργων τε καὶ δωρεῶν ἐννοίας, καὶ τῆς ὑπὲρ πάντων ἐξομολογήσεως καὶ εὐχαριστίας.

ΕΡΩΤΗΣΙΣ ΣΓ. Τῶν κατ᾽ ἐντολὴν τοῦ Κυρίου κατορθωμάτων πότερον ἓν μέτρον ἐστὶν ἐν πᾶσιν, ἢ ὁ μὲν πλεῖον ἔχει, ὁ δὲ ἔλαττον. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι οὐκ ἔστιν ἓν μέτρον ἐν πᾶσιν, ἀλλ᾽ ὁ μὲν πλεῖον καὶ πιστεύεται καὶ ἐπιδείκνυται, ὁ δὲ ἔλαττον, δῆλον ἐκ τῶν τοῦ Κυρίου ῥημάτων, ποτὲ μὲν εἰπόντος· Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα· ὅπερ καὶ ἐπὶ τῶν τὰς μνᾶς ὑποδεξαμένων εὑρίσκεται· ποτὲ δὲ, ᾯ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν.

ΕΡΩΤΗΣΙΣ ΣΔʹ. Πῶς καταξιοῦταί τις Πνεύματος ἁγίου γενέσθαι μέτοχος. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδίδαξεν, εἰπών· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε. Καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Ἕως οὖν οὐ τηροῦμεν πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, οὐδέ ἐσμεν τοιοῦτοι, ὥστε μαρτυρηθῆναι ὑπ᾽ αὐτοῦ, ὅτι Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, Πνεύματος ἁγίου καταξιωθῆναι μὴ προσδοκήσωμεν.

ΕΡΩΤΗΣΙΣ ΣΕ. Τίνες εἰσὶν οἱ πτωχοὶ τῷ πνεύματι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος ποτὲ μὲν ὅτι, Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή ἐστι· ποτὲ δὲ ὅτι, Τὸ Πνεῦμα τὸ ἅγιον διδάξει ὑμᾶς πάντα, καὶ ὑπομνήσει ἃ ἂν εἴπω ὑμῖν· οὐ γὰρ λαλήσει, φησὶν, ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ παρ᾽ ἐμοῦ, ταῦτα λαλήσει· οὗτοί εἰσιν οἱ πτωχοὶ τῷ πνεύματι, οἵτινες οὐ δι᾽ ἄλλην τινὰ αἰτίαν ἐπτώχευσαν, ἀλλὰ διὰ τὴν διδασκαλίαν τοῦ Κυρίου εἰπόντος· Ὕπαγε, πώλησον πάντα ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς. Ἐὰν δέ τις, καὶ τὴν ὁπωσοῦν συμβᾶσαν πτωχείαν καταδεξάμενος, κυβερνήσῃ πρὸς τὸ θέλημα τοῦ Θεοῦ, ὡς ὁ Λάζαρος, οὐδὲ οὗτος τοῦ μακαρισμοῦ ἀλλότριος.

ΕΡΩΤΗΣΙΣ Σϛʹ Τοῦ Κυρίου παραγγέλλοντος μὴ μεριμνᾷν τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλλώμεθα, μέχρι τίνος ἐστὶν ἡ ἐντολή· ἢ πῶς κατορθοῦται. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν ἐντολή ἐστι μέχρι θανάτου, ὡς καὶ πᾶσα ἐντολή. Καὶ γὰρ ὁ Κύριος ὑπήκουσε μέχρι θανάτου.

Κατορθοῦται δὲ τῇ ἐπὶ τὸν Θεὸν πεποιθήσει. Ἀπαγορεύσας γὰρ ὁ Κύριος τὴν μέριμναν, ἐπισυνάπτει τὴν ἐπαγγελίαν, εἰπών· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν, ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Τοιοῦτος ἦν ὁ Ἀπόστολος λέγων· Τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς, ἀλλ᾽ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· κατὰ μὲν τὴν κρίσιν καὶ τὴν ἑτοιμασίαν τῆς ψυχῆς καθημέραν ἀποθνήσκων, τῇ δὲ τοῦ Θεοῦ εὐδοκίᾳ φυλασσόμενος. Διὸ μετὰ παῤῥησίας ἔλεγεν· Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Βοηθεῖ δὲ τῇ τοιαύτῃ προαιρέσει καὶ ἡ περὶ τὰς ἐντολὰς τοῦ Κυρίου διάπυρος σπουδὴ καὶ ἀκόρεστος ἐπιθυμία, ὑφ᾽ ἧς ὁ κρατηθεὶς οὐδὲ σχολὴν ἄγει μετεωρισθῆναι περὶ τὰς τοῦ σώματος χρείας.

ΕΡΩΤΗΣΙΣ ΣΖʹ. Οὐκοῦν εἰ μηδὲ μεριμνᾷν δεῖ περὶ τῶν ἀναγκαίων πρὸς τὸ ζῇν, καὶ ἄλλη παραγγελία ἐστὶ τοῦ Κυρίου εἰπόντος· «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην·» περισσὸν τὸ ἐργάζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Αὐτὸς ὁ Κύριος ἐν ἑκατέρῳ τόπῳ τὸ ἑαυτοῦ πρόσταγμα ἐσαφήνισεν. Ἐκεῖ μὲν γὰρ ἀπαγορεύσας τὸ ζητεῖν τὰ πρὸς τὸ ζῇν ἐν τῷ εἰπεῖν· Μὴ ζητεῖτε τί φάγητε, ἢ τί πίητε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· προσέταξεν εἰπών· Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ· πῶς δὲ δεῖ ζητεῖν, διὰ τῶν καταξιουμένων ἐδήλωσεν· ἐνταῦθα δὲ κωλύσας ἐργάζεσθαι τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἐδίδαξεν ἐργάζεσθαι τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον· ἣν αὐτὸς πάλιν ἐφανέρωσεν ἐν ἑτέρῳ τόπῳ εἰπών· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Εἰ δὲ θέλημα Θεοῦ ἐστι πεινῶντα θρέψαι, διψῶντα ποτίσαι, γυμνὸν περιβαλεῖν, καὶ τὰ λοιπὰ, ἀνάγκη πᾶσα μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων· καὶ ὑπακούειν αὐτῷ διδάσκοντι· Μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶ τὸ ἀγαθὸν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.

Τούτων τοίνυν οὕτως ἡμῖν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Εὐαγγελίου καὶ τοῦ Ἀποστόλου παραδεδομένων, φανερὸν ὅτι τὸ μὲν ἑαυτοῦ ἕνεκεν μεριμνᾷν, ἢ ἐργάζεσθαι, παντάπασιν ἀπηγόρευται· κατ᾽ ἐντολὴν δὲ τοῦ Κυρίου, διὰ τὴν χρείαν τοῦ πλησίον μεριμνᾷν καὶ ἐργάζεσθαι σπουδαιότερον χρή· μάλιστα τοῦ Κυρίου εἰς ἑαυτὸν ἀναδεχομένου τὴν εἰς τοὺς ἀνακειμένους αὐτῷ σπουδὴν, καὶ βασιλείαν οὐρανῶν ὑπὲρ ταύτης ἐπαγγελλομένου.

ΕΡΩΤΗΣΙΣ ΣΗʹ. Εἰ καλόν ἐστι καθόλου σιγὴν ἀσκεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς σιγῆς τὸ καλὸν καιρῷ καὶ προσώπῳ δοκιμάζεται, ὡς παρὰ τῆς θεοπνεύστου Γραφῆς διδασκόμεθα. Καιρῷ μὲν, ὡς ὅταν λέγῃ ὅτι, Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστι· καὶ πάλιν· Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου· προσώπῳ δὲ, ὡς ὅταν γράφῃ ὁ Ἀπόστολος· Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω· καὶ πάλιν· Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. Ἔστι δὲ ὅτε καὶ τοῖς ἀκρατεστέροις τὴν γλῶσσαν, καὶ μὴ δυναμένοις φυλάξαι τὸ, Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾽ εἴ τις ἀγαθὸς, πρὸς οἰκοδομὴν τῆς πίστεως· ἀναγκαία ἡ τελεία σιωπὴ, ἕως ἂν ἐν ταύτῃ τό τε πάθος τῆς ἐν λόγοις προπετείας θεραπευθῶσι, καὶ δυνηθῶσι μαθεῖν ἐπὶ σχολῆς, πότε, καὶ τί, καὶ πῶς λαλεῖν δεῖ, ἵνα, καθὼς γέγραπται, Δῷ χάριν τοῖς ἀκούουσιν.

ΕΡΩΤΗΣΙΣ ΣΘʹ. Πῶς δυνηθῶμεν φοβηθῆναι τὰ κρίματα τοῦ Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. Κατὰ φύσιν ἡ προσδοκία παντὸς δεινοῦ φόβου ἐστὶ ποιητική. Οὕτω γὰρ καὶ τὰ θηρία φοβούμεθα, καὶ τοὺς ἄρχοντας, κακοῦ τινος πεῖραν ἐξ αὐτῶν προσδοκῶντες.

Ἐὰν οὖν τις πιστεύσῃ, ὅτι ἀληθεῖς εἰσιν αἱ ἀπειλαὶ τοῦ Κυρίου, καὶ προσδοκήσῃ τὴν φρικώδη καὶ δεινοτάτην αὐτῶν πεῖραν φοβεῖται τὰ κρίματα τοῦ Θεοῦ.

ΕΡΩΤΗΣΙΣ ΣΙʹ. Τίς ἐστιν ἡ τοῦ Ἀποστόλου παραδεδομένη καταστολὴ κόσμιος. ΑΠΟΚΡΙΣΙΣ. Ἡ πρὸς τὸν σκοπὸν τὸν ἴδιον σεμνοπρεπὴς χρῆσις, ἐστοχασμένη καιροῦ, τόπου, προσώπου, χρείας. Οὐ γὰρ τὰ αὐτὰ ἐγκρίνει ὁ λόγος σκεπάσματα ἐν καιρῷ χειμῶνος καὶ θέρους, οὔτε τὸ αὐτὸ σχῆμα τοῦ ἐργάτου καὶ τοῦ ἀναπαυομένου, τοῦ ὑπηρετοῦντος καὶ τοῦ θεραπευομένου, τοῦ στρατιώτου καὶ τοῦ ἰδιώτου, ἢ ἀνδρὸς καὶ γυναικός.