ΕΡΩΤΗΣΙΣ ΣΛʹ. Τί ἐστι λατρεία, καὶ τίς ἐστιν ἡ λογικὴ λατρεία. ΑΠΟΚΡΙΣΙΣ Λατρεία μὲν ἔστιν, ὡς λογίζομαι, ἡ συντεταμένη, καὶ διηνεκὴς, καὶ ἀμετεώριστος περὶ τὸ λατρευόμενον θεραπεία· τὴν δὲ διαφορὰν τῆς λογικῆς λατρείας καὶ τῆς ἀλόγου παρίστησιν ἡμῖν ὁ Ἀπόστολος εἰπὼν, ποτὲ μέν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι· ποτὲ δέ· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὁ μὲν γὰρ, ὡς ἂν ἄγηται, ἀπαγόμενος, ἄλογον λατρεύει λατρείαν, ἅτε μὴ ὑπὸ λόγου καθηγουμένου, ἰδίᾳ ὁρμῇ καὶ προθέσει κινούμενος, τῇ δὲ τοῦ ἄγοντος ἐξουσίᾳ, πρὸς ὅπερ ἂν ἄγηται, καὶ ὡς οὐ θέλει, φερόμενος· ὁ δὲ μετὰ λόγου ὑγιοῦς καὶ βουλῆς ἀγαθῆς σὺν πολλῇ φροντίδι τὸ ἀρεστὸν τῷ Θεῷ πάντοτε καὶ πανταχοῦ σκοπούμενος καὶ κατορθῶν, οὗτος πληροῖ τὴν ἐντολὴν τῆς λογικῆς λατρείας, κατὰ τὸν εἰπόντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου· καὶ πάλιν· Καὶ ἡ συμβουλία μου τὰ δικαιώματά σου.