Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἀσκητικὸν μέγα ἢ Ὅροι κατὰ πλάτος καὶ κατὰ σύντομον

Μέγας Βασίλειος

Ερωτήσεις ΛΣΤ΄ - ΞΘ΄: Υπακοή, φιλαυτία και πνευματικός αγώνας

Νουθεσίες για την προθυμία στην υπακοή, την αποφυγή του γογγυσμού, τη συνεργασία στην αδελφότητα, και την αντιμετώπιση του ψεύδους, της εριθείας και της φιλαυτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 10

ΕΡΩΤΗΣΙΣ Λϛʹ. Εἰ χρὴ τιμὴν ἐπιζητεῖν. ΑΠΟΚΡΙΣΙΣ. Ἀποδιδόναι μὲν τῷ τὴν τιμὴν, τὴν τιμὴν ἐδιδάχθημεν, ἐπιζητεῖν δὲ τιμὴν ἐκωλύθημεν, τοῦ Κυρίου εἰπόντος· Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;

Ὥστε τὸ ζητεῖν παρὰ τῶν ἀνθρώπων δόξαν ἀπόδειξίς ἐστιν ἀπιστίας, καὶ θεοσεβείας ἀλλοτρίωσις, τοῦ Ἀποστόλου εἰπόντος· Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ δὲ οἱ τὴν δεδομένην παρὰ τῶν ἀνθρώπων δόξαν λαμβάνοντες οὕτω κατεκρίθησαν, οἱ τὴν μὴ δεδομένην ἐπιζητοῦντες ἄῤῥητον ἔχουσι τὸ κρῖμα.

ΕΡΩΤΗΣΙΣ ΛΖʹ. Ὁ ὀκνηρὸς πρὸς τὴν ἐντολὴν ποίῳ τρόπῳ σπουδὴν δυνηθῇ ἀναλαβεῖν. ΑΠΟΚΡΙΣΙΣ. Πληροφορηθεὶς τὴν παρουσίαν τοῦ Δεσπότου Θεοῦ τοῦ τὰ πάντα ἐφορῶντος, καὶ τὴν ἀπειλὴν τὴν κατὰ τοῦ ὀκνηροῦ, καὶ τὴν ἐλπίδα τῆς μεγάλης παρὰ τοῦ Κυρίου μισθαποδοσίας, τοῦ ἐπαγγειλαμένου διὰ Παύλου τοῦ ἀποστόλου, ὅτι ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· καὶ ὅσα τοιαῦτα γέγραπται πρὸς τὴν ἰδίαν ἑκάστου σπουδὴν, ἤτοι ὑπομονὴν εἰς δόξαν Θεοῦ

ΕΡΩΤΗΣΙΣ ΛΗʹ Ἐὰν ἐπιταχθῇ ἀδελφὸς, καὶ ἀντείπῃ, ὕστερον δὲ ἑαυτῷ ἀπέλθῃ. ΑΠΟΚΡΙΣΙΣ. Ἐν ᾧ μὲν ἀντεῖπεν ὡς ἀντιλογικὸς, καὶ ἄλλους πρὸς τὸ αὐτὸ ἐρεθίζων, γνωριζέσθω ὑπόδικος εἶναι τοῦ κρίματος ἐκείνου, ὅτι Ἀντιλογίας ἐγείρει πᾶς κακός· ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐπιπέμπει αὐτῷ. Πληροφορείσθω δὲ, ὅτι οὐκ ἀνθρώπῳ ἀντιλέγει ἢ ὑπακούει, ἤδη δὲ καὶ αὐτῷ τῷ Κυρίῳ τῷ εἰπόντι· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. Καὶ κατανυγεὶς πρότερον, ἀπολογησάσθω, καὶ οὕτως, ἐὰν ἐπιτραπῇ, ποιείτω τὸ ἔργον.

ΕΡΩΤΗΣΙΣ ΛΘʹ. Ἐὰν δὲ ὑπακούσας τις γογγύσῃ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος· Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἀπηλλοτρίωται καὶ ὁ γογγύζων τῆς ἑνώσεως τῶν ἀδελφῶν, καὶ τὸ τούτου ἔργον τῆς χρήσεως αὐτῶν· φανερὸς δέ ἐστιν ὁ τοιοῦτος νοσῶν τήν τε ἀπιστίαν καὶ τῆς ἐλπίδος τὴν ἀμφιβολίαν.

ΕΡΩΤΗΣΙΣ Μʹ. Ἐὰν ἀδελφὸς ἀδελφὸν λυπήσῃ, πῶς ὀφείλει διορθώσασθαι ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν οὕτως ἐλύπησεν, ὡς ὁ Ἀπόστολος, εἰπών· Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν, οὐχ ὁ λυπήσας χρῄζει διορθώσεως, ἀλλ᾽ ὁ λυπηθεὶς ὀφείλει τὰ ἰδιώματα τῆς κατὰ Θεὸν λύπης ἐπιδείξασθαι· εἰ δὲ ἐν τοῖς ἀδιαφόροις ἐλύπησε, μνημονευσάτω ὁ λυπήσας τοῦ Ἀποστόλου εἰπόντος· Εἰ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· καὶ γνωρίσας τὸ τοιοῦτον ἁμάρτημα, πληρωσάτω τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν, πρόσφερε τὸ δῶρόν σου.

ΕΡΩΤΗΣΙΣ ΜΑʹ. Ἐὰν δὲ μὴ ἀνέχηται ἀπολογήσασθαι ὁ λυπήσας. ΑΠΟΚΡΙΣΙΣ. Πληρῶσαι ὀφείλομεν ἐπ᾽ αὐτῷ τὰ ὑπὸ τοῦ Κυρίου ἐπὶ τοῦ ἁμαρτήσαντος καὶ μὴ μετανοήσαντος εἰρημένα· Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

ΕΡΩΤΗΣΙΣ ΜΒʹ. Ἐὰν δὲ, ἀπολογουμένου τοῦ λυπήσαντος, μὴ θέλῃ διαλλαγῆναι ὁ λυπηθείς. ΑΠΟΚΡΙΣΙΣ. Φανερόν ἐστι τὸ κρῖμα τοῦ Κυρίου ἐπὶ τοῦ τοιούτου ἐν τῇ παραβολῇ τοῦ δούλου πρὸς τὸν σύνδουλον, ὃς, ἐπειδὴ παρακαλούμενος, μακροθυμῆσαι οὐκ ἤθελεν· Ἰδόντες δὲ, φησὶν, οἱ σύνδουλοι τὰ γενόμενα, διεσάφησαν τῷ κυρίῳ αὐτῶν· ὀργισθεὶς δὲ ὁ κύριος, ἀνεκαλέσατο τὴν ἑαυτοῦ εἰς αὐτὸν χάριν, καὶ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον

ΕΡΩΤΗΣΙΣ ΜΓʹ. Πῶς ὀφειλεῖ τις προσέχειν τῷ εἰς προσευχὴν ἐξυπνίζοντι. ΑΠΟΚΡΙΣΙΣ. Εἰ ἐπιγινώσκει τις τὴν ζημίαν τὴν ἐκ τοῦ ὕπνου, ὅτι οὐδὲ ἑαυτῆς ἐπαισθάνεται ἡ ψυχὴ, γνωρίζει δὲ τὸ κέρδος τῆς ἐγρηγόρσεως, καὶ μάλιστα τὴν ὑπερέχουσαν δόξαν, ὅτε προσάγεταί τις τῷ Θεῷ εἰς προσευχὴν, ὡς τὰ μεγάλα καὶ τὰ ὑπὲρ πᾶσαν ἐπιθυμίαν εὐεργετοῦντι, προσέξει τῷ ἐξυπνίζοντι, εἴτε εἰς προσευχὴν εἴτε εἰς οἱανδηποτοῦν ἐντολήν.

ΕΡΩΤΗΣΙΣ ΜΔ. Ἐὰν δὲ στυγνάσῃ ὁ ἐξυπνισθεὶς ἢ καὶ ὀργισθῇ, τίνος ἐστὶν ἄξιος ΑΠΟΚΡΙΣΙΣ. Τέως μὲν ἀφορισμοῦ καὶ ἀσιτίας, ἐὰν ἄρα δυνηθῇ κατανυγεὶς ἐπιγνῶναι ὅσων καὶ ἡλίκων ἀγαθῶν ἑαυτὸν ἀναισθήτως ἀποστερεῖ, καὶ οὕτως ἐπιστρέψας ἐνευφρανθῇ τῇ χάριτι τοῦ εἰπόντος· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην· ἐὰν δὲ ἐπιμένῃ ἀναισθητῶν, ἀποκοπτέσθω, ὡς τὸ σεσηπὸς καὶ διεφθαρμένον μέλος ἀπὸ τοῦ σώματος. Γέγραπται γάρ· Συμφέρει ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν

ΕΡΩΤΗΣΙΣ ΜΕʹ. Ἐάν τις, ἀκούσας τοῦ Κυρίου εἰπόντος, ὅτι Ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, μηδὲ ἑτοιμάσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας, ἀμελήσῃ τῆς γνώσεως τῶν τοῦ Κυρίου θελημάτων, εἰ ἔχει τὴν παραμυθίαν. ΑΠΟΚΡΙΣΙΣ. Δῆλός ἐστιν ὁ τοιοῦτος σχηματιζόμενος τὴν ἄγνοιαν, καὶ ἄφευκτον ἔχει τῆς ἁμαρτίας τὴν κρίσιν. Εἰ μὴ ἦλθον γὰρ, φησὶν ὁ Κύριος, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ σῆς ἁμαρτίας αὐτῶν, τῆς ἁγίας Γραφῆς πανταχοῦ πᾶσι τὸ θέλημα τοῦ Θεοῦ διαγγελλούσης.

Ὥστε οὐχὶ μετὰ τῶν ἀγνοησάντων ὁ τοιοῦτος ἔλαττον κρίνεται, ἀλλὰ μετ᾽ ἐκείνων σφοδρότερον κατακρίνεται, περὶ ὧν γέγραπται· Ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων, φαρμακοῦ τε φαρμακευομένη παρὰ σοφοῦ. Ὁ μέντοι ἐπιτεταγμένος τὴν οἰκονομίαν τοῦ λόγου, ἐὰν ἀμελήσῃ τοῦ ἀναγγεῖλαι, ὡς φονεὺς κρίνεται, καθὼς γέγραπται.

ΕΡΩΤΗΣΙΣ Μϛʹ. Εἰ ὁ ἑτέρου ἀνεχόμενος εἰς τὸ ποιῆσαι ἁμαρτίαν ἔνοχός ἐστι τῆς ἁμαρτίας ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ κρῖμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου πρὸς Πιλᾶτον ῥημάτων, εἰπόντος· Ὁ παραδιδούς με σοὶ μείζονα ἁμαρτίαν ἔχει. Σαφὲς γὰρ ἐκ τούτου, ὅτι καὶ ὁ Πιλᾶτος, ἀνεχόμενος τῶν παραδεδωκότων, ἁμαρτίαν εἶχεν, εἰ καὶ ἐλάττονα. Παρίστησι δὲ τοῦτο φανερῶς καὶ ὁ Ἀδὰμ ἀνασχόμενος τῆς Εὔας· καὶ ἡ Εὔα ἀνασχομένη τοῦ ὄφεως· οὐδεὶς γὰρ αὐτῶν ὡς ἀθῶος ἀτιμώρητος ἀφείθη. Καὶ αὐτὴ δὲ ἡ τοῦ Θεοῦ κατ᾽ αὐτῶν ἀγανάκτησις ἐπιτετηρημένως τοῦτο ἐνδείκνυται· τοῦ γὰρ Ἀδὰμ ἀντὶ ἀπολογίας προσενεγκόντος τὸ, Ἡ γυνὴ, ἣν δέδωκας μετ᾽ ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον· ἀποκρίνεται ὁ Θεός· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι, τούτου μόνου μὴ φαγεῖν, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. καὶ τὰ ἑξῆς.

ΕΡΩΤΗΣΙΣ ΜΖʹ. Εἰ δεῖ τοῖς ἁμαρτάνουσιν ἐφησυχάζειν. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι μὲν οὐ δεῖ, φανερὸν ἐκ τῶν τοῦ Κυρίου προσταγμάτων ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ εἰπόντος· Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν· ἐν δὲ τῷ Εὐαγγελίῳ· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθήσεται πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ τελώνης. Ἡλίκον δέ ἐστι τὸ κρῖμα τοῦ ἁμαρτήματος τούτου, ἔξεστι γνῶναι πρῶτον μὲν ἐξ ἀποφάσεως τοῦ Κυρίου καθολικῶς εἰπόντος· Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν· ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾽ αὐτόν· ἔπειτα καὶ ἐξ ἱστοριῶν ἔν τε τῇ Παλαιᾷ καὶ τῇ Καινῇ Γραφῇ φερομένων.

Ἰδοὺ γὰρ ὁ μὲν Ἄχαρ, ἡνίκα ἔκλεψε τὴν γλῶσσαν τὴν χρυσῆν καὶ τὴν ψιλὴν, ἐπὶ πάντα τὸν λαὸν γέγονεν ὀργὴ Κυρίου, καίτοιγε ἀγνοήσαντα καὶ τὸν ἡμαρτηκότα καὶ τὸ ἁμάρτημα, μέχρις ὅτε ἐφανερώθη ὁ προειρημένος, καὶ τὸν φοβερὸν ἐκεῖνον ἅμα πᾶσι τοῖς ἰδίοις ὑπέμεινεν ὄλεθρον. Ὁ δὲ Ἠλεὶ καίπερ οὐκ ἐφησυχάσας τοῖς ἑαυτοῦ υἱοῖς, οἵτινες ἦσαν υἱοὶ λοιμοὶ, πολλάκις δὲ αὐτοῖς παραινέσας, καὶ εἰπὼν, Μὴ, τέκνα, οὐκ ἀγαθὰ ἀκούω περὶ ὑμῶν, καὶ λόγῳ πλείονι κατασκευάσας τῆς τε ἁμαρτίας τὸ ἄτοπον καὶ τῆς κρίσεως τὸ ἄφευκτον, ὅτι μὴ ὅλως ἐξεδίκησε, μηδὲ τὸν πρέποντα ζῆλον κατ᾽ αὐτῶν ἐπεδείξατο, τοσοῦτον παρώξυνε τὴν ὀργὴν τοῦ Θεοῦ, ὡς καὶ τὸν λαὸν τοῖς υἱοῖς αὐτοῦ συναναλωθῆναι, καὶ τὴν κιβωτὸν αὐτὴν ὑπὸ τῶν ἀλλοφύλων ληφθῆναι, καὶ αὐτὸν ἐπὶ τούτοις οἰκτρῷ τέλει θανατωθῆναι. Εἰ δὲ κατὰ τῶν μὴ συνεγνωκότων τῷ ἁμαρτήσαντι, καὶ κατὰ τῶν κωλυσάντων, καὶ διαμαρτυραμένων τὸ ἁμάρτημα, τοσαύτη ἡ ὀργὴ ἐξεκαύθη, τί ἄν τις εἴποι περὶ τῶν γινωσκόντων καὶ ἐφησυχαζόντων; Οἵτινες ἐὰν μὴ ἐπιδείξωνται τὰ ὑπὸ τοῦ Ἀποστόλου πρὸς τοὺς Κορινθίους εἰρημένα, εἰπόντος· Διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας;

καὶ τὰ ἑξῆς αὐτοῖς ὑπ᾽ αὐτοῦ μαρτυρηθέντα γράψαντος· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι, πόσην ἐν ὑμῖν κατειργάσατο σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι· κινδυνεύουσι πάντως καὶ νῦν ὁμοῦ πάντες τὸν αὐτὸν ὄλεθρον ὑποστῆναι, ἢ καὶ χείρονα, ὅσῳ χείρων τοῦ ἀθετήσαντος νόμον Μωσέως ὁ ἀθετῶν τὸν Κύριον, καὶ ὁ τὸ αὐτὸ τῷ προημαρτηκότι καὶ προκατακριθέντι τολμήσας. Ἑπτάκις μὲν γὰρ ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ, τὸ ὅμοιον ἡμαρτόντος.

ΕΡΩΤΗΣΙΣ ΜΗʹ. Ἡ πλεονεξία μέχρι τίνος κρίνεται. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ὑπερβῇ τις τοῦ νόμου τὸν ὅρον. Ἔστι δὲ τοῦτο κατὰ μὲν τὴν Παλαιὰν Διαθήκην τὸ πλέον ἑαυτοῦ φροντίσαι ἢ τοῦ πλησίον· γέγραπται γάρ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· κατὰ δὲ τὸ Εὐαγγέλιον, τὸ πλέον τῶν πρὸς τὴν ἐνεστῶσαν ἡμέραν ἀναγκαίων σπουδάσαι τι ἑαυτοῦ ἕνεκεν, ὡς ὁ ἀκούσας· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Οἷς ἐπιφέρει καθολικώτερον· Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.

ΕΡΩΤΗΣΙΣ ΜΘʹ. Τί ἐστι τὸ περπερεύεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Πᾶν ὃ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπισμὸν παραλαμβάνεται, περπερείας ἔχει κατηγορίαν.

ΕΡΩΤΗΣΙΣ Νʹ Ἐάν τις τὰ μὲν πολυτελέστερα τῆς ἐσθῆτος ἀπωθῆται, αὐτὸ δὲ τὸ εὐτελὲς, εἴτε ἱμάτιον εἴτε ὑπόδημα οἱονεὶ θέλῃ ἵνα πρέπῃ αὐτῷ, εἰ ἁμαρτάνει, ἢ ποῖον πάθος νοσεῖ ΑΠΟΚΡΙΣΙΣ. Ὁ θέλων ἵνα πρέπῃ αὐτῷ πρὸς τὸ ἀνθρώποις ἀρέσαι, φανερός ἐστιν ἀνθρωπαρέσκειαν νοσῶν, καὶ μετεωριζόμενος ἀπὸ τοῦ Θεοῦ, καὶ τὸ πάθος τῆς περπερείας καὶ ἐν αὐτοῖς εὐτελέσι πληροφορῶν.

ΕΡΩΤΗΣΙΣ ΝΑʹ. Τί ἐστι Ῥακά. ΑΠΟΚΡΙΣΙΣ. Ἐπιχώριον ῥῆμα ἠπιωτέρας ὕβρεως, πρὸς τοὺς οἰκειοτέρους λαμβανόμενον.

ΕΡΩΤΗΣΙΣ ΝΒʹ Τοῦ Ἀποστόλου λέγοντος ποτὲ μὲν, «Μὴ γινώμεθα κενόδοξοι·» ποτὲ δὲ, «Μὴ ἐν ὀφθαλμοδουλείᾳ ὡς ἀνθρωπάρεσκοι,» τίς ὁ κενόδοξος, καὶ τίς ὁ ἀνθρωπάρεσκος. ΑΠΟΚΡΙΣΙΣ. Λογίζομαι, ὅτι κενόδοξος μέν ἐστιν ὁ, ψιλῆς ἕνεκεν τῆς ἐν κόσμῳ δόξης, τῆς παρὰ τῶν ὁρώντων ἢ ἀκουόντων, ποιῶν τι ἢ λέγων· ἀνθρωπάρεσκος δὲ ὁ πρὸς τὸ θέλημά τινος ἀνθρώπου εἰς ἀρέσκειαν αὐτοῦ ποιῶν, κἂν ἀτιμίας ἄξιον ᾖ τὸ γινόμενον.

ΕΡΩΤΗΣΙΣ ΝΓʹ Τίς ἐστιν ὁ μολυσμὸς τῆς σαρκὸς, καὶ τίς ὁ μολυσμὸς τοῦ πνεύματος· καὶ πῶς αὐτῶν καθαρεύσομεν· ἢ τίς ὁ ἁγιασμός· καὶ πῶς αὐτὸν κτησόμεθα. ΑΠΟΚΡΙΣΙΣ. Μολυσμὸς ἂν εἴη σαρκὸς μὲν τὸ ἀναμίγνυσθαι τοῖς αὐτουργοῦσι τὰ ἀπηγορευμένα, πνεύματος δὲ τὸ ἀδιαφορεῖν πρὸς τοὺς φρονοῦντας ἢ ποιοῦντας τὰ τοιαῦτα. Καθαρεύει δέ τις, ὅταν ἀνάσχηται τοῦ Ἀποστόλου εἰπόντος τῷ τοιούτῳ μηδὲ συνεσθίειν, καὶ ὅσα τοιαῦτα· ἢ ὅταν πάθῃ τὸ εἰρημένον ὑπὸ τοῦ Δαβίδ· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου· καὶ λύπην τοιαύτην ἐνδείξηται, οἵαν ἐπεδείξαντο οἱ Κορίνθιοι, ὁπότε ἐνεκλήθησαν, ὅτι πρὸς τὸν ἁμαρτήσαντα ἀδιαφόρως διετέθησαν, ἐν παντὶ συστήσαντες ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Ἁγιασμὸς δέ ἐστι τὸ ἀνακεῖσθαι τῷ ἁγίῳ Θεῷ ἐξ ὁλοκλήρου, καὶ ἀδιαστάτως ἐν παντὶ καιρῷ, διὰ φροντίδος καὶ σπουδῆς τῶν αὐτῷ ἀρεσκόντων. Τό τε γὰρ λελωβημένον ἐν τοῖς ἀναθήμασιν ἀπρόσδεκτον, καὶ τὸ ἅπαξ ἀνατεθὲν τῷ Θεῷ εἰς κοινὴν καὶ ἀνθρωπίνην χρῆσιν ἕλκειν ἀσεβὲς καὶ ἀτόλμητον.

ΕΡΩΤΗΣΙΣ ΝΔʹ Τί ἐστι φιλαυτία, καὶ πῶς γνωρίζει ἑαυτὸν ὁ φίλαυτος. ΑΠΟΚΡΙΣΙΣ. Πολλὰ καταχρηστικῶς λέγεται, ὥσπερ τό· Ὁ φιλῶν τὴν ψυχὴν αὑτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὑτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Φίλαυτος οὖν ἐστιν ὁ ἑαυτὸν δῆθεν φιλῶν. Γνωρίζει δὲ ἑαυτὸν, ἐὰν ἅπερ ποιεῖ δι᾽ ἑαυτὸν ποιῇ, κἂν κατ᾽ ἐντολὴν ᾖ τὸ γινόμενον.

Τὸ γὰρ ὑπὲρ τῆς ἑαυτοῦ ἀναπαύσεως ἐλλεῖψαί τι τῶν πρὸς τὴν χρείαν τοῦ ἀδελφοῦ, εἴτε κατὰ ψυχὴν εἴτε κατὰ σῶμα, φανερὰν ἤδη καὶ τοῖς ἄλλοις ἔχει τῆς φιλαυτίας τὴν κακίαν, ἧς τὸ τέλος ἀπώλεια.

ΕΡΩΤΗΣΙΣ ΝΕʹ. Ποία διαφορὰ πικρίας, καὶ θυμοῦ, καὶ ὀργῆς, καὶ παροξυσμοῦ. ΑΠΟΚΡΙΣΙΣ. Θυμοῦ μὲν καὶ ὀργῆς ἡ διαφορὰ τάχα ἐν διαθέσει καὶ ὁρμῇ κεῖται· τοῦ μὲν ὀργιζομένου ἐν διαθέσει μόνῃ ἔχοντος τὸ πάθος, ὡς δηλοῖ ὁ εἰπών· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· τοῦ δὲ θυμουμένου ἤδη τι καὶ πλέον δεικνύντος· Θυμὸς γὰρ αὐτοῖς, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· καὶ, Ὁ Ἡρώδης ἦν θυμομαχῶν Τυρίοις καὶ Σιδονίοις.

Καὶ τὸ σφοδρότερον ἀπὸ θυμοῦ κίνημα παροξυσμὸς ὀνομάζεται· ἡ δὲ πικρία κατασκευὴν δεινοτέραν τῆς κακίας ἐμφαίνει.

ΕΡΩΤΗΣΙΣ Νϛʹ Τοῦ Κυρίου ἀποφηναμένου, ὅτι «Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται·» καὶ τοῦ Ἀποστόλου παραγγέλλοντος, «Μὴ τὰ ὑψηλὰ φρονεῖν·» καὶ ἀλλαχοῦ λέγοντος· «Ἀλαζόνες, ὑπερήφανοι, τετυφωμένοι·» καὶ πάλιν· «Ἡ ἀγάπη οὐ φυσιοῦται·» τίς ἐστιν ὁ ὑψηλόφρων, καὶ τίς ὁ ἀλαζὼν, καὶ τίς ὁ ὑπερήφανος, τίς δὲ ὁ τετυφωμένος ἢ τίς ὁ πεφυσιωμένος. ΑΠΟΚΡΙΣΙΣ. Ὑψηλόφρων μὲν εἴη ἂν καὶ ὁ ἑαυτὸν ὑψῶν, ὁ ἐπὶ τοῖς προσοῦσιν αὐτῷ κατορθώμασι μεγαλοφρονῶν καὶ ἐπαιρόμενος, κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, καὶ μὴ τοῖς ταπεινοῖς συναπαγόμενος. Ὁ αὐτὸς δ᾽ ἂν λέγοιτο καὶ πεφυσιωμένος, κατὰ τὸ Κορινθίων ἔγκλημα. Ἀλαζὼν δὲ ὁ μὴ στοιχῶν τοῖς νενομοθετημένοις, μηδὲ πληρῶν τὸ τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν· ἰδίαν δὲ ὁδὸν δικαιοσύνης καὶ εὐσεβείας ἐπινοῶν. Ὑπερήφανος δὲ ὁ ἐπὶ τοῖς προσοῦσιν αὐτῷ κομπάζων, καὶ ὑπὲρ ὅ ἐστι, φαίνεσθαι ἐπιτηδεύων. Τετυφωμένος δὲ ἢ ὁ αὐτός ἐστι τάχα τῷ ὑπερηφάνῳ, ἢ ἐγγὺς τούτου, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Τετύφωται, μηδὲν ἐπιστάμενος.

ΕΡΩΤΗΣΙΣ ΝΖʹ. Ἐάν τις ἐλάττωμα ἔχῃ ἀδιόρθωτον, καὶ συνεχέστερον καταγινωσκόμενος βλάπτηται, εἰ συμφέρει μᾶλλον ἐπαφιέναι αὐτῷ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο καὶ ἀλλαχοῦ εἴρηται, ὅτι τοὺς ἁμαρτάνοντας ἐπιστρέφειν μακροθύμως δεῖ, κατὰ τὸν ὑποδεδειγμένον τρόπον παρὰ τοῦ Κυρίου. Ἐὰν δὲ μὴ ἀρκέσῃ αὐτῷ πρὸς ἐπιστροφὴν ἡ τῶν πλειόνων κατάγνωσις καὶ ἐπιτίμησις, ὡς τῷ Κορινθίῳ, ὡς ἐθνικὸν ὁρᾶσθαι χρὴ τὸν τοιοῦτον. Ἐναφίεσθαι δὲ τὸν ὑπὸ τοῦ Κυρίου κατακεκριμένον κατ᾽ οὐδένα τρόπον ἀσφαλὲς οὐδενὶ, τοῦ μὲν Κυρίου εἰπόντος, ὅτι συμφέρει ἵνα τις, ἕνα ὀφθαλμὸν, ἢ μίαν χεῖρα, ἢ ἕνα πόδα ἀπολέσας, εἰσέλθῃ εἰς τὴν βασιλείαν, ἢ ἐν τῷ φείσασθαί τινος τούτων, ὅλος βληθῇ εἰς τὴν γέενναν τοῦ πυρὸς, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος, ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.

ΕΡΩΤΗΣΙΣ ΝΗʹ. Ὁ κατ᾽ ἐπιτήδευσιν ψευσάμενος κρίνεται μόνον; ἢ καὶ ὁ κατὰ ἄγνοιάν τι παρὰ τὸ ἀληθὲς ἀπολύτως φθεγξάμενος; ΑΠΟΚΡΙΣΙΣ. Τὸ κρῖμα τοῦ Κυρίου καὶ ἐπὶ τῶν κατὰ ἄγνοιαν ἁμαρτανόντων φανερὸν, εἰπόντος· Ὁ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας.

Πανταχοῦ δὲ ἡ ἀξιόλογος μετάνοια βεβαίαν ἔχει τὴν ἐλπίδα τῆς ἀφέσεως.

ΕΡΩΤΗΣΙΣ ΝΘʹ. Ἐὰν ἐνθυμηθῇ τις μόνον ποιῆσαί τι, καὶ μὴ ποιήσῃ, εἰ καὶ οὗτος ὡς ψεύστης κρίνεται ΑΠΟΚΡΙΣΙΣ Εἰ κατ᾽ ἐντολήν ἐστιν ὃ ἐνεθυμήθη ποιῆσαι, οὐχ ὡς ψεύστης μόνον, ἀλλὰ καὶ ὡς ἀπειθὴς κατακρίνεται.

Ἐτάζων γὰρ καρδίας καὶ νεφροὺς ὁ Θεός.

ΕΡΩΤΗΣΙΣ Ξʹ. Ἐάν τις προληφθεὶς ὁρίσῃ τι πρᾶξαι τῶν μὴ ἀρεσκόντων Θεῷ, τί χρὴ μᾶλλον, ἀνατρέψαι τὸ κακῶς ὁρισθὲν, ἢ φόβῳ τοῦ ψεύδους τελέσαι τὴν ἁμαρτίαν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου λέγοντος, Οὐχ ὅτι ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· καὶ αὐτοῦ τοῦ Κυρίου ὁμολογοῦντος, ὅτι Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· καὶ πάλιν· Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· καὶ ἀλλαχοῦ λέγοντος, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, μετανοῆσαι ὀφείλει ὁ τοιοῦτος· πρῶτον μὲν, ὅτι ἀφ᾽ ἑαυτοῦ τολμᾷ τι ὁρίζειν, οἷον ἂν ᾖ· οὐδὲ γὰρ αὐτὰ τὰ καλὰ ἐξ αὐθεντίας ποιεῖν χρή· ἔπειτα δὲ, καὶ σφοδρότερον, ὅτι παρὰ τὸ ἀρέσκον Θεῷ ὁρίσαι οὐκ ἐφοβήθη. Ὅτι δὲ ἀνατρέπειν χρὴ τὸ παρ᾽ ἐντολὴν τοῦ Κυρίου κατὰ πρόληψιν ὁρισθὲν, δείκνυται σαφῶς ἐπὶ τοῦ ἀποστόλου Πέτρου, ὁρισαμένου μὲν κατὰ πρόληψιν, ὅτι Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα· ἐπειδὴ δὲ ἤκουσε τοῦ Κυρίου ἀποφηναμένου· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ, εὐθὺς μεταθεμένου, καὶ εἰπόντος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.

ΕΡΩΤΗΣΙΣ ΞΑʹ. Ἐάν τις μήτε ἐργάζεσθαι δύνηται, μήτε τοὺς ψαλμοὺς μαθεῖν βούληται, τί χρὴ αὐτῷ ποιῆσαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἐν παραβολῇ εἰπόντος περὶ τῆς ἀκάρπου συκῆς· Ἔκκοψον αὐτὴν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; προσάγειν μὲν αὐτῷ τὴν ἐπιμέλειαν πᾶσαν ἀναγκαῖον· ἐὰν δὲ μὴ ἀνέχηται, τὸ προστεταγμένον περὶ τοῦ ἐπιμένοντος τῇ ἁμαρτίᾳ καὶ ἐπ᾽ αὐτῷ παραφυλαχθῆναι χρή. Καὶ γὰρ ὁ ἀργὸς τοῦ καλοῦ μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ κρίνεται.

ΕΡΩΤΗΣΙΣ ΞΒʹ. Τί ἐὰν ποιήσῃ τις ὡς κρύψας τὸ τάλαντον, κατακρίνεται. ΑΠΟΚΡΙΣΙΣ. Ὁ οἱανδήποτε χάριν Θεοῦ παρακατασχὼν εἰς ἀπόλαυσιν ἑαυτοῦ, καὶ μὴ ἄλλους εὐεργετῶν, ὡς κρύπτων τὸ τάλαντον κατακρίνεται.

ΕΡΩΤΗΣΙΣ ΞΓʹ. Τί ἐὰν ποιήσῃ τις, κατακρίνεται, ὡς ἐκεῖνοι οἱ γογγύσαντες κατὰ τῶν ἐσχάτων. ΑΠΟΚΡΙΣΙΣ. Ἕκαστος ἐπὶ τῷ ἰδίῳ ἁμαρτήματι κατακρίνεται· καὶ οἱ γογγύσαντες ἐπὶ τῷ γογγυσμῷ. Ἄλλοι δὲ πολλάκις δι᾽ ἄλλην ὑπόθεσιν γογγύζουσιν. Οἱ μὲν γὰρ, ὅτι ἐπέλειψεν αὐτοῖς τὰ πρὸς χορτασίαν, ὡς γαστρίμαργοι καὶ θεοποιοῦντες τὴν κοιλίαν· οἱ δὲ, ὅτι τὰ ἴσα τοῖς ἐσχάτοις ἐτιμήθησαν, φθόνου διδόντες ἀπόδειξιν τοῦ συζύγου τῷ φόνῳ· καὶ ἄλλοι δι᾽ ἄλλο τι.

ΕΡΩΤΗΣΙΣ ΞΔʹ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, «Συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων·» τί ἐστι τὸ σκανδαλίσαι; ἢ πῶς αὐτὸ φυλαξώμεθα, ἵνα μὴ τὸ οὕτω φοβερὸν κρῖμα ἔλθῃ ἐφ᾽ ἡμᾶς. ΑΠΟΚΡΙΣΙΣ Σκανδαλίζει μέν τις, παρανομῶν λόγῳ ἢ ἔργῳ, καὶ ἕτερον πρὸς παρανομίαν ἐνάγων, ὡς ὁ ὄφις τὴν Εὔαν, καὶ ἡ Εὔα τὸν Ἀδάμ· ἢ κωλύων ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, ὡς ὁ Πέτρος τὸν Κύριον, εἰπών· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ ἀκούσας· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· ἢ οἰκοδομῶν τὸ φρόνημα τοῦ ἀσθενοῦς εἴς τι τῶν ἀπηγορευμένων, κατὰ τὸ παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, εἰπόντι· Ἐὰν γάρ τις ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; οἷς ἐπιφέρει· Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Γίνεται δὲ τὸ σκάνδαλον κατὰ πλείονας αἰτίας. Ἢ γὰρ παρὰ τὸν σκανδαλίζοντα τὸ σκάνδαλον γίνεται, ἢ παρὰ τὸν σκανδαλιζόμενον τὸ σκανδαλισθῆναι συμβαίνει.

Καὶ ἐν τούτοις πάλιν διαφόρως· ποτὲ μὲν γὰρ κατὰ ἀπειρίαν ἢ τούτου, ἢ ἐκείνου. Ἔστι δὲ ὅτε ἐν τῇ ὀρθοτομίᾳ τοῦ λόγου ἡ τῶν σκανδαλιζομένων κακία ἐκδηλοτέρα γίνεται· καὶ ἐν τοῖς πράγμασι δὲ ὁμοίως. Ἢ γὰρ ἐντολὴν Θεοῦ ποιοῦντος, ἢ τοῖς ἐν ἐξουσίᾳ κειμένοις ἐπ᾽ ἀδείας χρωμένου ὁ σκανδαλιζόμενος σκανδαλίζεται. Ὅταν μὲν οὖν τοῖς κατ᾽ ἐντολὴν γινομένοις προσκόπτωσιν ἄνθρωποι, καὶ ἐπὶ τούτοις σκανδαλίζωνται (ὡς ἐν τῷ Εὐαγγελίῳ τινὲς ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου κατὰ τὸ θέλημα τοῦ Πατρὸς γινομένοις καὶ λεγομένοις), τότε χρὴ μνημονεύειν τοῦ Κυρίου περὶ τῶν τοιούτων ἀποκριναμένου, ἡνίκα προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Οἶδας, ὅτι οἱ Φαρισαῖοι, ἀκούσαντες τὸν λόγον, ἐσκανδαλίσθησαν; πρὸς οὕς φησι· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.

Ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Καὶ πολλὰ τοιαῦτα καὶ ἐν τοῖς Εὐαγγελίοις, καὶ παρὰ τῷ Ἀποστόλῳ εὕροι τις ἄν. Ὅταν δὲ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένοις προσκόπτῃ τις, ἢ σκανδαλίζηται, εἰς ἀνάμνησιν ἐλθεῖν δεῖ τότε τῶν τοῦ Κυρίου πρὸς τὸν Πέτρον ῥημάτων, εἰπόντος· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ· καὶ τῶν τοῦ Ἀποστόλου πρὸς Κορινθίους γραμμάτων, ἐν οἷς φησιν· Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· καὶ πάλιν· Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. Ὅπως δέ ἐστι φοβερὸν τὸ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ κεῖσθαι δοκοῦσι περιορᾷν τὸν ἀδελφὸν σκανδαλιζόμενον ἐν τούτοις, δείκνυσι μὲν ἡ τοῦ Κυρίου παραγγελία, καθόλου πάντα σκανδαλισμοῦ τρόπον ἀπαγορεύοντος, καὶ λέγοντος· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς.

Μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος λέγων ποτὲ μέν· Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον· ποτὲ δὲ διὰ περισσοτέρας κατασκευῆς σφοδρότερον ἀπαγορεύων τὸ ἄτοπον, δι᾽ ὧν φησιν· Ἐὰν γάρ τις ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾽ ὃν Χριστὸς ἀπέθανεν. Οἷς ἐπιφέρει· Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καὶ ἀλλαχοῦ, εἰπών· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; ἑξῆς ἐπιλέγει· Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὕτω δὲ φοβεροῦ δειχθέντος τοῦ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ κειμένοις σκανδαλίζειν τὸν ἀδελφὸν, τί ἄν τις εἴποι περὶ τῶν ἐν τῷ τὰ ἀπηγορευμένα ποιεῖν ἢ λέγειν σκανδαλιζόντων;

καὶ μάλιστα ὅταν ἢ γνῶσιν ἔχων περισσοτέραν φαίνηται ὁ σκανδαλίζων, ἢ ἐν βαθμῷ ἐξετάζηται ἱερατικῷ· ὃς, ὥσπερ κανὼν καὶ τύπος ὀφείλων προκεῖσθαι τοῖς ἄλλοις, κἂν βραχύ τι παρίδῃ τῶν γεγραμμένων, ἢ πράξας τὸ κεκωλυμένον, ἢ ἐλλιπὼν τὸ προστεταγμένον, ἢ ὅλως ἐφησυχάσας τινὶ τοιούτῳ, καὶ ἐν τούτῳ μόνῳ τοσοῦτον ἔχει τὸ κρῖμα, ὥστε τὸ αἷμα τοῦ ἁμαρτάνοντος, φησὶν, ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται.

ΕΡΩΤΗΣΙΣ ΞΕʹ. Πῶς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ τις κατέχει. ΑΠΟΚΡΙΣΙΣ Ὅταν τοῖς παρὰ τοῦ Θεοῦ δεδομένοις ἀγαθοῖς εἰς τὰ ἴδια θελήματα καταχρήσηται, ὅπερ ἀπηρνήσατο ὁ Ἀπόστολος εἰπών· Οὐ γάρ ἐσμεν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν· Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπὸ ἄλλων.

ΕΡΩΤΗΣΙΣ Ξϛʹ. Τί ἐστιν ἔρις, καὶ τί ἐστιν ἐριθεία ΑΠΟΚΡΙΣΙΣ Ἔρις μέν ἐστιν, ὅταν τις, ὑπὲρ τοῦ μὴ ἐλάττων φανῆναί τινος, σπουδάζῃ ποιεῖν τι· ἐριθεία δὲ τὸ ἐξ ὧν ποιεῖ τις ἐπιδεικτικῶς ἢ κενοδόξως προκαλεῖσθαι, καὶ ἐρεθίζειν ἄλλους εἰς τὰ ὅμοια. Καὶ γὰρ ὁ Ἀπόστολος, ποτὲ μὲν ἐριθείας μνημονεύων, τὴν κενοδοξίαν ἐπισυνάπτει, εἰπὼν, Μηδὲν κατ᾽ ἐριθείαν ἢ κενοδοξίαν· ποτὲ δὲ κενοδοξίαν προτάξας, μετὰ ταύτης καὶ τὴν ἐριθείαν ἑτέρῳ ὀνόματι ἀπαγορεύει, λέγων· Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι.

ΕΡΩΤΗΣΙΣ ΞΖʹ. Τί ἐστιν ἀκαθαρσία, καὶ τί ἐστιν ἀσέλγεια. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν ἀκαθαρσίαν ὁ νόμος ἔδειξε, χρησάμενος τῷ ὀνόματι ἐπὶ τῶν ἀκουσίως ἐκ φυσικῆς ἀνάγκης συμβαινόντων· τὴν δὲ ἀσέλγειαν δοκεῖ μοι ἐμφαίνειν ὁ σοφώτατος Σολομὼν, ἡδὺν καὶ ἀνάλγητον ὀνομάσας· ὡς εἶναι τὴν ἀσέλγειαν διάθεσιν ψυχῆς μὴ ἔχουσαν ἢ μὴ φέρουσαν ἄλγος ἀθλητικόν· ὥσπερ καὶ ἀκρασία ἐστὶν ἡ μὴ σχοῦσα κράτος κατὰ τῶν ἐνοχλουσῶν ἡδονῶν

ΕΡΩΤΗΣΙΣ ΞΗʹ. Τί ἴδιον θυμοῦ, καὶ τί ἴδιον ἀγανακτήσεως εὐλόγου, καὶ πῶς πολλάκις ἀπὸ ἀγανακτήσεως ἀρχόμενοι, εὑρισκόμεθα θυμούμενοι. ΑΠΟΚΡΙΣΙΣ. Θυμοῦ ἴδιον ὁρμὴ ψυχῆς ἐν μελέτῃ κακώσεως κατὰ τοῦ παροξύναντος· ἀγανακτήσεως δὲ ἐπιστήμονος ἴδιον σκοπὸς διορθώσεως τοῦ ἡμαρτηκότος ἀπὸ διαθέσεως ἀπαρεσκομένης τῷ γενομένῳ.

Τὸ δὲ ἀπὸ καλοῦ ἀρχομένην ψυχὴν ἐκπίπτειν εἰς κακὸν, οὐδὲν παράδοξον· πολλὰ γὰρ ἄν τις εὕροι τοιαῦτα. Διόπερ μνημονεύειν χρὴ τῆς θεοπνεύστου Γραφῆς λεγούσης· Ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι· καὶ πάλιν· Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ· καὶ φυλάσσεσθαι πανταχοῦ τήν τε ἀμετρίαν καὶ τὴν ἀκαιρίαν, καὶ τὴν ἀταξίαν. Παρὰ γὰρ τὴν αἰτίαν τῶν εἰρημένων ἕκαστον, καὶ τὸ δόξαν εἶναι καλὸν, πολλάκις εἰς κακὸν μετέπεσεν.

ΕΡΩΤΗΣΙΣ ΞΘʹ. Τὸν μὴ ἔλαττον ἐσθίοντα τῶν λοιπῶν, μήτε σῶμα ἔχοντα κατεῤῥιμμένον, μήτε ἐμπαθῆ γνωριζόμενον, ἀδυναμίαν δὲ πρὸς τὸ ἔργον ὀδυρόμενον, πῶς δεῖ μετέρχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Πᾶσα πρόφασις ἀργίας πρόφασίς ἐστιν ἁμαρτίας· τὴν γὰρ σπουδὴν μέχρι θανάτου, ὥσπερ καὶ τὴν ὑπομονὴν, ἐπιδείκνυσθαι χρή. Ὅτι δὲ ἡ ὀκνηρία τῇ πονηρίᾳ συνεζευγμένη κατακρίνει τὸν ὀκνηρὸν, ἐκ τῶν τοῦ Κυρίου ῥημάτων φανερὸν, εἰπόντος· Δοῦλε πονηρὲ καὶ ὀκνηρέ.