Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὰ Λακισά

Μέγας Βασίλειος

Προοίμιο: Πνευματική εγρήγορση έναντι των περισπασμών

Ο ομιλητής καλεί το ποίμνιο σε πνευματική συγκέντρωση, τονίζοντας την ιαματική διάσταση της μελέτης των Γραφών έναντι των εξωτερικών μεριμνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ ΡΗΘΕΙΣΑ ΕΝ ΛΑΚΙΖΟΙΣ. Ἀνταγωνίζεται ὁ ἐχθρὸς, φιλονεικῶν τῷ ἔξωθεν θορύβῳ τὸν ἡμέτερον λόγον ὑπερηχῆσαι· ἀλλ᾽ ἡμεῖς, αὐτοῦ τὰ νοήματα μὴ ἀγνοοῦντες, τρέψωμεν τὰς ἀκοὰς καὶ τὰς διανοίας τοῖς ἐνταῦθα λεγομένοις, οἰκτείροντες τοὺς ἀπολειπομένους τῆς ἀκροάσεως, μὴ συναπερχόμενοι τοῖς ἔξω τῇ διανοίᾳ· ἀλλ᾽ ὅπου τοῖς σώμασίν ἐσμεν, ὦμεν καὶ ταῖς καρδίαις. Ἀναλέξασθέ μοι τὰς μνήμας τῶν ἐξ ἑωθινοῦ παραναγνωσθέντων ὑμῖν λογίων πνευματικῶν, διδασκαλίας ψυχωφελεῖς, θεραπείας ψυχῶν. Μνήσθητε τῶν ψαλμικῶν διδαγμάτων· συναγάγετέ μοι τὰς παροιμιώδεις ὑποθήκας· ἐρευνήσατε τῶν ἱστοριῶν τὸ κάλλος· πρόσθετε τούτοις τὰς ἀποστολικὰς παραινέσεις. Ἐπὶ πᾶσιν οἱονεὶ κορωνίδα ἐπίθετε τῶν εὐαγγελικῶν ῥημάτων τὴν μνήμην, ἵνα διὰ πάντων λαβόντες τι κέρδος ἐπανέλθητε, ἕκαστος πρὸς ὃ τυγχάνει ἀσμένως διακείμενος, πρὸς τοῦτο λαβὼν τὴν ἐκ τοῦ Πνεύματος ὠφέλειαν. Πάντως οὕτως ἐν πολυπροσώπῳ ἐκκλησίᾳ, ὅσαι τῶν προσώπων διαφοραὶ, τοσαῦται καὶ τῶν γνωμῶν· ὅσαι τῶν ἡλικιῶν, τοσαῦται καὶ τῶν ἁμαρτιῶν. Πολυειδεῖς δέ εἰσι καὶ πολύτροποι αἱ τοῦ διαβόλου ἐπίνοιαι· ἄλλον ἄλλως ὑπάγεται· πρὸς ὅπερ ἂν ἴδῃ ἐπιῤῥεπέστερον, πρὸς ἐκεῖνο κέχρηται τοῖς ἰδίοις δελεάσμασιν.