Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὰ Λακισά

Μέγας Βασίλειος

Τα πάθη της οργής, της βασκανίας και της πλεονεξίας

Εξέταση της φθοροποιού επίδρασης της οργής και της βασκανίας στην ανθρώπινη φύση, καθώς και αυστηρός έλεγχος της πλεονεξίας που συχνά προφασίζεται τη μέριμνα για τα τέκνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Φιλόδοξος εἶ; οὐ βλέπεις λεῖα. Θυμώδης εἶ; «Καὶ ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» Εἶδες πῶς ἐν βραχυλογίᾳ ἡ διόρθωσις τῶν ἁμαρτημάτων δίδοται, ἐὰν μὴ ἄρα τὰ μὲν ὦτα κρουώμεθα διὰ τῆς φωνῆς, ἐπὶ δὲ τὴν καρδίαν τὴν ἔννοιαν τῶν λαλουμένων οὐ παραπέμπωμεν. Ἀλλ᾽ ἐξέταζε μὲν, ποῦ τὸ ἐμὸν ἀνεγνώσθη; Τὰ περὶ τῶν θυμικῶν ἐπίγνωθι, ὁ θυμικός. Εἰπέ· Τοῦτο ἐμὸν τὸ πάθος· γνωρίζω τὸ ἀῤῥώστημά μου· λάβε τὴν θεραπείαν. Ἐὰν παραστῇς τῷ ἰατρῷ, καὶ ἴδῃς τὴν πολυτέλειαν τῶν φαρμάκων ἐν ταῖς πολυπτύχοις ἀποκειμένην δέλτοις, περισκόπει τί οἰκεῖον ἀπόκειται τῷ σῷ πάθει. Οὐχ ὁ τὸν πόδα προσπταίσας ἐπιζητεῖ τὸ τοῦ ὀφθαλμοῦ ἴαμα· ἀλλ᾽ ὁ τὸν ὀφθαλμὸν κεκακωμένον ἔχων ζητεῖ τὸ οἰκεῖον τῷ πάθει βοήθημα. Οὐκοῦν ἕκαστος ἐκ τῆς Γραφῆς λαμβανέτω τὰ συγγενῆ τῷ ἰδίῳ πάθει. Θυμώδης εἶ; κατάστειλον τὸν θυμόν. «Θυμώδης γὰρ, φησὶν, ἀνὴρ οὐκ εὐσχήμων.» Μάθε παρὰ τῆς Γραφῆς. Κάτοπτρον γενέσθω τοῦ προσώπου τοῦ σοῦ ἡ Γραφή. Ἐκεῖ μάθε. Ἐπειδὴ ὁ ἀσεβὴς λογισμὸς σκοτώσας οὐκ ἐᾷ λογίσασθαί σε ἡλίκον ἁμάρτημά ἐστιν ὁ θυμὸς, ἡ Γραφή σοι λέγει· «Οὐκ εὐσχήμων ἀνὴρ θυμώδης.» Πῶς ἀσχημονεῖ ὁ θυμώδης; Ἀποτίθεται τὸ σχῆμα τὸ ἀνθρώπινον, θηρίου σχῆμα μεταλαμβάνει. Ἐννόησον τὸν θυμούμενον.

Ἐπέζεσεν αὐτῷ ὁ θυμὸς, καὶ οἱ ὀφθαλμοὶ ὑπηλλάγησαν· οὐκ εἰσὶν οἱ αὐτοὶ ὀφθαλμοὶ, πῦρ βλέπει, ἀνέδραμεν αὐτῷ τὸ αἷμα, περιέζεσε τὴν καρδίαν, περιέδραμε τοὺς χιτῶνας τῶν ὀφθαλμῶν, ἐγένετο ὕφαιμος ἐκχωρῶν τῷ πάθει, ἠλλοίωσεν αὐτοῦ τοὺς ὀφθαλμούς. «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Ἐὰν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι, ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδοθεν θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐὰν ἴδῃς τὸν θυμούμενον ἀφρίζοντα· ἐὰν ἴδῃς ἄσημα φθεγγόμενον ἐν τῇ καρδίᾳ· ἐὰν ἴδῃς τὸν θυμούμενον πατρὸς μὲν ἐπιλανθανόμενον παιδὸς δὲ ἀγνοοῦντα σῶμα, διὰ πάντων ἀφειδῶς χωροῦντα, ἵνα πληροφορήσῃ αὐτοῦ τὴν ὁρμὴν, βλέπεις τὴν ἀσχημοσύνην τοῦ πράγματος. Ἐν ἀλλοτρίῳ κακῷ σεαυτὸν θεράπευσον, ἵνα μὴ τὴν ἐκείνου ἀσχημοσύνην καὶ αὐτὸς λάβῃς. «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Καὶ, «Ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» Κακὸν πρᾶγμα κυνὶ συνδεδέσθαι, καὶ διηνεκοῦς ὑλακῆς ἀπολαύειν. Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Φεῦγε τὰς μετ᾽ αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τι τῶν ἐκείνου ὁδῶν. Εἶπέ τι ὑβριστικὸν, ἐκίνησε καὶ τὸν ἐν σοὶ θυμόν. Ὥσπερ κυνὸς ὑλακὴ προκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρε, καὶ γεγόνατε ἀλλήλοις ἀνθυλακτοῦντες, εἶτα ἀντικαταστάντες ἀλλήλοις, ὥσπερ σφενδόνας ἀφίετε τῶν ῥημάτων τῆς ἀσχημοσύνης.

Εἶπέ τι ὑβριστικὸν ἐκεῖνος, ἀντέδωκας σὺ μείζονι ὑπερβολῇ, τὸν προλαβόντα μιμούμενος. Λαβὼν ἐκεῖνος τὴν ἐκ τοῦ λόγου τοῦ ὑβριστικοῦ ἀντίδοσιν, οὐκ ἔστι τῆς ὁρμῆς, ἀλλ᾽ ἐστράφη καὶ ἐκορύφωσε τὴν ἑαυτοῦ ἁμαρτίαν. Μείζων ἐβουλήθη γενέσθαι ἐκ τοῦ εἰπεῖν τι χαλεπώτερον. Σὺ δὲ, δεξάμενος πάλιν, ὑπερυψώθης· καὶ γέγονε κακῶν φιλονεικία.

Ὁ δὲ ἐν κακῶν ἁμίλλαις νικῶν, οὗτος ἀθλιώτερός ἐστιν. «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων·» καὶ, «Ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» «Μηδὲ συνδείπνει ἀνδρὶ βασκάνῳ.» Ἕτερον πάθος ἐμπολιτευόμενον τῷ βίῳ τῶν ἀνθρώπων, καὶ ἀεὶ προσπεφυκὸς ταῖς ψυχαῖς ἡμῶν, καὶ μᾶλλον δαπανῶν τὴν καρδίαν ἢ ὁ ἰὸς τὸν σίδηρον, ἡ βασκανία ἐστὶν, ἐν ᾗ πολλὰ μέν ἐστι κακὰ, ἓν δὲ χρήσιμον, ὅτι κακόν ἐστιν αὐτῷ τῷ κεκτημένῳ. Ὁ γὰρ βάσκανος αὐτὸν μὲν τὸν βασκαινόμενον ὀλίγα βλάπτει, ἑαυτὸν δὲ δαπανᾷ τῇ λύπῃ καὶ τῷ στεναγμῷ ἐπὶ τῇ εὐημερίᾳ τοῦ πλησίον· καὶ τὴν μὲν χώραν τοῦ γείτονος οὐκ ἠλάττωσεν, ἑαυτὸν δὲ κατεδαπάνησε τῇ βασκανίᾳ. «Μὴ μέταιρε ὅρια αἰώνια. Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς.» Μὴ εἰσέλθῃς εἰς τὸ τῶν ὀρφανῶν κτῆμα, ἵνα εἰσέλθῃς εἰς τὸ σὸν κτῆμα. Σὸν δέ ἐστι κτῆμα ἡ ἡτοιμασμένη βασιλεία τῶν οὐρανῶν.

Ὅρια πατέρων μὴ κινήσῃς. Μὴ ἐπιθυμήσῃς τῆς τοῦ πλησίον χώρας. Μὴ, αὔλακα αὔλακι προστιθεὶς, κατὰ μικρὸν αὔξανε τὴν σήν. Ὅσον γὰρ πλατύνεις ἐκ τῆς ἀλλοτρίας προσθήκης τὴν γῆν, τοσούτῳ μακροτέραν σοι τὴν ἁμαρτίαν κατασκευάζεις. Καὶ ἡ μὲν γῆ ἐνταῦθα παραμένει, κατὰ μικρόν σοι προσχωρηθεῖσα, καὶ διὰ τῆς πλεονεξίας γενομένη, οὐκέτι σή, ἀλλὰ τῶν μετὰ σὲ, καὶ ἀφίης ἄδικον τῷ διαδεχομένῳ τὸν βίον· «Ἡ γῆ ἕστηκεν εἰς τὸν αἰῶνα,» ἡ δὲ ἁμαρτία ἀκολουθήσει σοι, ὡς σκιὰ παρεπομένη τῇ ψυχῇ. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι ἕπεται, οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ συμπέφυκε. Μὴ ἴσθι σεαυτῷ πληθύνων τὴν ἁμαρτίαν.

Οὐδαμοῦ γὰρ ἵσταται τῆς πλεονεξίας ἡ νόσος, ἀλλ᾽ ὁμοία ἐστὶ τῇ τοῦ πυρὸς φύσει. Καὶ γὰρ τὸ πῦρ ἐπειδὰν καταπρήσεως ἅψηται, σπεύδει πᾶσαν ἐπινεμηθῆναι τὴν ὕλην, καὶ οὐδεὶς αὐτὸ στῆσαι δύναται, πρὶν ἂν ἐπιλείπῃ ἡ ὕλη. Τὸν δὲ πλεονέκτην τί δύναται ἐπισχεῖν; Πυρός ἐστι χαλεπώτερος, πάντα διὰ συνεχείας νεμόμενος. Ἔλαβε τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων· καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέξει, ὅτι πολλά· ἀλλὰ τοῖς λείπουσιν, ὅτι γείτονας κέκτηται.

Οὐκ εὐφραίνει τὰ κτηθέντα, ἀλλὰ λυπεῖ τὰ λειπόμενα· οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ᾽ ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπιθυμίᾳ τῆς τοῦ πλείονος κτήσεως. Εἶτα ἀγρυπνίαι ἐντεῦθεν, αἱ μέριμναι, αἱ φροντίδες. Ὅσον αὔξει ὁ πλοῦτος, τοσοῦτον φέρει τοῦ βίου τὸ μεριμνητικόν. Δικαστὴς προσδοκᾶται, καὶ ὁ πλεονέκτης περισκοπεῖ μὴ εἰς δικαστήρια παρασυρῇ· μὴ ὀρφανὸς τὸ δάκρυον ἑαυτοῦ ἐπὶ δικαστηρίου δημοσιεύσῃ. Βουλεύεται ἐν νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων παρασκευάσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται· πῶς ἐκπολιορκήσει τὸν ἐν τῇ ἐρημίᾳ, καταδυναστεύσει δὲ τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας· ἀμφοτέρους δὲ ἀναλώσει, καὶ τὸν δικαστὴν παρακρουσάμενος, καὶ τὸν νήπιον πλεονεκτήσας. Αὗται αἱ μέριμναι δαπανῶσι τοῦ πλεονέκτου τὴν ψυχήν.

Κύων ὑλακτεῖ, καὶ ὁ πλούσιος νομίζει κλέπτην εἶναι. Μυὸς ψόφος, καὶ τοῦ πλουσίου ἡ καρδία πηδᾷ· τὸν παῖδα ὑποπτεύει, πάντα δι᾽ ὑποψίας ἔχει· υἱοὺς αὐξανομένους ὥσπερ ἐπιβούλους ὁρᾷ, ὅτι ἡ ἡλικία αὐτῶν τὴν διαδοχὴν κατεπείγει. Τοῖς πλεονέκταις καὶ ἑτέρα ἐστὶ νόσος. Τὸν βίον αὐτοῦ ἐπὶ δακτύλων τίθησι· τὸν μὲν δημοσιεύει, τὸν δὲ κατορωρυγμένον ἔχει πρὸς ἐλπίδας τὰς ἀδήλους ἀποτιθέμενος· ἐλπίδας τὰς οὐκ ἐλπίδας. Εἰ γὰρ πρὸς ἐλπίδας ἦν ἡ ἀπόθεσις, πρὸς τὴν αἰωνίαν ἐλπίδα ἐγένετο ἂν ἡ παρασκευή. Νῦν δὲ ὑποκρύπτει τῇ κλίνῃ τὸν πλοῦτον τὸν ἄδηλον, τὴν ἐπερχομένην ζημίαν ἀποστρέφειν οἰόμενος. Ἀλλ᾽ εἰ μὲν ἥξει ποτὲ ἡ χρεία, ἄδηλον· ἥξει μέντοι καιρὸς, ἐν ᾧ μεταμεληθήσῃ, μὴ οἰκονομήσας τὸν πλοῦτον. Τοῦτο πρόδηλον, κἀγώ εἰμι ὁ ἐγγυώμενος. Ἀνάγκη μὲν γὰρ περὶ πάντων τῶν παθῶν διαλέγεσθαι, ὑπομιμνήσκοντα ὑμᾶς· ὑμᾶς δὲ προσέχοντας λαμβάνειν τὴν ἐκ τῶν λόγων ὠφέλειαν, ἵνα, ἀποδυσάμενος ἕκαστος, ὥσπερ γῆρας ὄφεως, τὴν ἁμαρτίαν, οὕτως ἐπανέλθοι γεγυμνωμένος, καὶ ἔχων τὴν δικαιοσύνην αὐτῷ ἐπανθοῦσαν, ἕτερος ἐξ ἑτέρου γενόμενος. Τοῦτο γάρ ἐστι σύνοδος.

Διὰ τοῦτο οἱ πατέρες ἡμῶν τοὺς συλλόγους τούτους ἐπέγνωσαν, ἵνα ἃ καθ᾽ ἑκάστην ἡμέραν μαθεῖν οὐ δυνάμεθα, τῇ τῶν διδασκόντων καὶ ὑπομιμνησκόντων ἐνδείᾳ, ταῦτα δι᾽ ἔτους συνιόντες, ἐν κοινῇ πανηγύρει ὑποδεξώμεθα· εἶτα φυλάξωμεν ἐφόδια πρὸς τὸν ἐφεξῆς χρόνον, καὶ ἔναυλα ἔχοντες τῇ μνήμῃ τὰ καθ᾽ ἕκαστον, φύγωμεν τὴν ἁμαρτίαν, διώξωμεν δὲ τὸ ἔργον τῆς δικαιοσύνης. «Μὴ μέταιρε ὅρια αἰώνια. Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς.» Μὴ προφασίζου τοὺς παῖδας, ὁ πλεονέκτης. Παῖδές εἰσι; θησαύριζε αὐτοῖς θησαυρὸν αἰώνιον. Θησαυρὸς δέ ἐστιν ἡ εὐσέβεια χρημάτων. Κατάλειπε παισὶν ἀγαθὴν μνήμην ἢ πλοῦτον πολύν. Πάντας ποίησαι τοῦ παιδὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐποιίας. Ἀνάγκη σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀφηλικίᾳ καταλείψεις, τῶν προεστώτων δεόμενον. Ἐὰν μὲν γὰρ καλὸς καὶ ἀγαθὸς ᾖς, ἕκαστος τὸν σὸν ἔκγονον ὥσπερ ἴδιον ἐκθρέψει· μεμνήσεται γὰρ, ὅτι καὶ σὺ ὀρφανῶν πατὴρ ἐγένου· ἐὰν δὲ ἐν πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χαλεπώτερος γενόμενος τοῖς συντυγχάνουσιν, εἶτα ὑπεξέλθῃς τοῦ βίου, κατέλιπες τὸν σὸν ἔκγονον κοινὸν ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ θεασάμενος φοβεῖται, μή ποτε εἰς ἡλικίαν ἐλθὸν μιμήσηται τὸν πατέρα· οὕτω καὶ τὰ σὰ ἔκγονα πονηρίας πατρικῆς ὄντα κληρονόμα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν, παρὰ πάντων ἐπιβουλευθήσεται.

Τί οὖν πολλοὺς ἐπιβούλους καὶ ἐχθροὺς συνάγεις τοῖς ἑαυτοῦ τέκνοις;

Καίτοι, εἰ καὶ πάντα τὸν χρόνον ἔζης, ἔδει σε μᾶλλον τῶν πολλῶν τὴν εὔνοιαν ἔχειν συνεργόν. Ἐπειδὴ δὲ ἄδηλον τὸ κατὰ σὲ, κατάλιπε διὰ τῆς εὐποιίας πολλοὺς τοὺς προϊσταμένους· μή ποτέ σου ὑπεξελθόντος, εἶτα τοῦ πλούτου, ὃν συνάγεις, εἰς ὄνησιν μὴ δυνηθέντος διαδεχθῆναι, ἕκαστος κινήσῃ τὴν κεφαλὴν, καὶ εἴπῃ· Πῶς τὰ κακῶς κτηθέντα εἰς ἐκγόνους καὶ παῖδας οὐ παρεπέμφθη; Ταῦτά σοι λέγω ἐκ τῶν ἀνθρωπίνων λόγων· τὰ μέντοι παρὰ τοῦ Κυρίου, οἷά σοι ἐρεῖ τὸ Εὐαγγέλιον, οἶδας.

Μὴ προφασίζου τοὺς παῖδας. Τί ὑποτίθῃ ἀφορμὴν εὐπρόσωπον εἰς τὴν ἁμαρτίαν; Ὁ τὸν παῖδα ποιήσας, καὶ σὲ ἐποίησεν. Ὁ σοὶ τὰς ἀφορμὰς παρεχόμενος, καὶ τῷ παιδὶ παρέξει τὰς τοῦ βίου διεξαγωγάς. Ἕκαστος τῆς ἑαυτοῦ ζωῆς λόγον δώσει τῷ Κυρίῳ. Τί οἶδας τίνι θησαυρίζεις; «Θησαυρίζει, καὶ οὐκ οἶδε τίνι συνάξει αὐτά.» Πολλάκις ὁ παῖς ἐστιν ὑπόθεσις τῶν θησαυριζομένων. Ἐγένετο δὲ ἢ λῃστοῦ διάρπαγμα, ἢ συκοφάντου παρανάλωμα, ἢ πολεμίων αἰχμαλώτευμα τὰ ὑπὸ σοῦ συναχθέντα, ἢ λοιμοῦ ἐγκατασκήψαντος. Πολλοὶ γὰρ ἀφανισμοὶ τοῦ βίου. Εἰπέ μοι· ὅτε ᾔτεις παρὰ τοῦ Θεοῦ τοὺς παῖδας, ὅτε ἐβούλου γενέσθαι τέκνων πατὴρ, τί προσετίθεις τῇ εὐχῇ; Δός μοι παῖδας, ἵνα, πλεονέκτης γενόμενος, τῇ προφάσει τῶν παίδων τῇ γεέννῃ παραδοθῶ; Δός μοι παῖδας, ἵνα μὴ ποιήσω τὰς ἐντολάς; Δός μοι παῖδας, ἵνα τοῦ Εὐαγγελίου καταφρονήσω;

Οὐ ταῦτα ἦν ἃ τότε ἔλεγες, ἀλλὰ παῖδας ἐζήτεις συνεργοὺς τοῦ βίου. Ἔλαβες συνεργοὺς, κοινωνοὺς τοῦ βίου· δίδασκε καὶ λόγοις ἀγαθοῖς, καὶ ὑποδείγμασι χρηστοῖς, ὁποίους προσῆκεν εἶναι τὰ πρὸς τὸν Θεὸν, ὁποίους πολλάκις εἶδες. Οὗτος γάρ ἐστιν ὁ πλοῦτος πολλῶν χρημάτων τιμιώτερος.