Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὰ Λακισά

Μέγας Βασίλειος

Ο φθόνος του διαβόλου, η πτώση του ανθρώπου και τα τραύματα της αμαρτίας

Θεολογική αναφορά στη δημιουργία του ανθρώπου, τον φθόνο του διαβόλου και την εξαπάτηση που οδήγησε στην πτώση, με προτροπές για πνευματική εγρήγορση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Αὕτη ἡ κληρονομία ἀγαθὴ, παρὰ πατρὸς εἰς παῖδας παραπεμπομένη. «Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς.» Καὶ, «Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ.» Εἴρηται καὶ περὶ τῆς βασκανίας. Προσκείσθω δὲ εἰς πλείονα φυλακὴν τοῦ κακοῦ, ὅτι ἴδιόν τι πάθος ἐστὶ τοῦ διαβόλου ἡ βασκανία. Οὐ γὰρ εὐθὺς διάβολος ἐκτίσθη ὁ διάβολος, ἀλλ᾽ ἀγγέλου ἐξουσίαν λαβὼν, κατεστράφη εἰς τὴν τοῦ δαίμονος φύσιν. Καὶ ἐγένετο πονηρὸς δαίμων ὁ ταύτῃ τῇ πονηρίᾳ χαρακτηρισθεὶς, καὶ ἀπαλλοτριωθεὶς τῆς πρὸς τὸν Θεὸν οἰκειότητος, ἀποστραφεὶς δὲ πρὸς τὸ μέρος τῆς ἀποστασίας, ἐπειδὴ εἶδε τὸν ἄνθρωπον μικρὸν μὲν ζῶον, παρὰ πᾶσαν δὲ τὴν κτίσιν τιμιώτερον. Πρεσβύτερος ὢν τοῦ ἀνθρώπου, εἶδεν, ὅτι τὰ νηκτὰ πάντα λόγῳ ἐδημιουργήθη. «Ἐξαγαγέτω» γὰρ, φησὶ, «τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν.» Λόγῳ ἐποίησε τὰ κήτη τὰ κατὰ τὸ πέλαγος τὸ Ἀτλαντικὸν ἐνδιαιτώμενα.

Λόγῳ ἐποίησε τὰ χερσαῖα. Προστάγματι Θεοῦ εἰς τὸ εἶναι παρήχθη. Προστάγματι γέγονε τὰ τῶν ἐλεφάντων μεγέθη, τὰ τῶν καμήλων· ἵπποι, καὶ βόες, καὶ ὅσα μεγέθει διαφέροντα καὶ ἰσχύϊ ζῶα, κατὰ ἀγέλας ἐκτίσθη ἑνὶ προστάγματι· καὶ τὸ ἔτι θαυμασιώτερον, προστάγματι οὐρανὸς, προστάγματι ἥλιος, προστάγματι βοτάνη, προστάγματι ἡ τῶν ὑδάτων φύσις, ἥ τε ὑπὲρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐστορεσμένη, καὶ ταῖς κοιλότησιν ἐκκεχυμένη, πάντα προστάγματι· ὁ δὲ ἄνθρωπος χερσὶ διεπλάσθη.

Εἶδε τὴν περὶ τὸν ἄνθρωπον τιμὴν, ἐβάσκηνεν ὁ διάβολος. Εἶδεν, ὅτι ἡλίου προτιμότερος. Ὁ μὲν γὰρ προστάγματι εἰς τὸ εἶναι παρῆλθεν· ὁ δὲ χερσὶ Θεοῦ διεπλάσθη. Καὶ ὁ μὲν ἐκτίσθη διὰ τὸν ἄνθρωπον, ἄνθρωπος δὲ διὰ Θεόν· ἄνθρωπος, ἵνα Θεὸς δοξασθῇ· ἥλιος, ἵνα ἀνθρώποις ὑπηρετῇ. Κατέμαθε τὴν περὶ τὸν ἄνθρωπον τιμήν. Εἶδεν, ὅτι πρώτη ἡ κτίσις, τελευταῖος δὲ ὁ ἄνθρωπος, ὅτι παρεσκεύασεν αὐτῷ ὥσπερ οἰκοδεσπότῃ οἶκον πεπληρωμένον. Οὐ γὰρ πρῶτον ἐποίησεν ἄνθρωπον, ἵνα μὴ πτωχὸς κτισθῇ ἀλλ᾽ ἐποίησεν οὐρανὸν, σκέπην αὐτοφυῆ κτίσας, ὑπεστόρεσε τὴν γῆν, ἰσχυρὸν ἔδαφος τοῖς ποσὶ προετοιμάζων τοῖς τοῦ ἀνθρώπου. Θάλλειν αὐτὴν ἐποίησε βοτανῶν καὶ καρπῶν παντοίαις φοραῖς.

Πάντα εὐτρεπῆ τῷ ἀνθρώπῳ· τὰ ὑποζύγια εὐτρεπίσθη κατὰ ἀγέλας· ἐκτίσθη ἡ κτίσις. Τὰ μὲν σύννομα παρεσκευάσθη· τὰ δὲ ἄγρια πρὸς γυμνασίαν τοῦ σώματος. Τὰ μὲν πόνῳ κτητὰ, ἵνα φιλητὰ γένηται· τὰ δὲ ἑτοίμως παρόντα, ἵνα αὐτόθεν τῇ κτίσει ὑπηρετῆται. Εἶδεν, ὅτι αὐτομάτως ἡ γῆ τὸν καρπὸν αὐτοῖς παρεσκεύασε. Πᾶσα ἡ κτίσις ἐξεδέχετο τοὺς ἀπολαύοντας, καὶ εἰς ἑστίασιν παρήχθη ὁ ἄνθρωπος. Εἶδεν, ὅτι οὐκ ἠρκέσθη ὁ φιλάνθρωπος Θεὸς τῇ τῆς γῆς ἀπολαύσει· ἀλλ᾽ ἐξαίρετον ἐνδιαίτημα, τὸ ἴδιον ἐγκαλλώπισμα, τὸν ἄνθρωπον ἑαυτοῦ βουλόμενος, ἐκεῖ κατέστησεν ἐν τῷ παραδείσῳ.

Ἐπονηρεύσατο ὁ διάβολος ὁρῶν πολλὴν ἀπόλαυσιν περιῤῥέουσαν τῷ ἀνθρώπῳ, ἀγγέλους παιδαγωγοὺς παρεδρεύοντας αὐτῷ· Θεὸν ὁμόγλωσσον γενόμενον τοῖς ἀνθρώποις, διαλεγόμενον ἀπὸ ἰδίας φωνῆς, πανταχόθεν τὸν παῖδα τὸν νήπιον παιδευόμενον, ἵνα εἰς Θεοῦ ὁμοιότητα ἀναδράμῃ· ἐπειδὴ κατέμαθε τὸν ἄνθρωπον, ἐπειδὴ εἶδεν, ὅτι τὸ μικρὸν τοῦτο ζῶον πρὸς τὴν τῶν ἀγγέλων ὁμοτιμίαν ὁ Κύριος προεκαλεῖτο· διὰ τῆς ἀρετῆς ἀνάγων αὐτὸν, καὶ διὰ σωφροσύνης τῶν κατὰ τὸν βίον ἐπὶ τὴν τελείωσιν τῆς ψυχῆς. Ἕως γὰρ μόνος ἦν ὁ ἄνθρωπος, οὐκ εἶχε λαβὴν ὁ διάβολος, ἐπεὶ δὲ ἐκτίσθη ἡ γυνὴ, ἁπαλὸν ζῶον, ἀναγκαίως τοῦ Δημιουργοῦ τὴν ἁπαλότητα φυσικὴν ἐμποιήσαντος, ἵνα ὑπὸ τοῦ φιλανθρώπου εὐμαρῶς τραφῇ τὰ νήπια. Εἰ γὰρ αὐστηρὰ ἦν ἡ γυνὴ, οὐκ ἂν ἀποκλαιόμενον τὸ νήπιον τοῖς στήθεσιν ἐνηγκαλίζετο· οὐκ ἂν τῆς ἰδίας τροφῆς ἠμέλει, τὸν δὲ μαζὸν ἐπεῖχε πρὸς ὠφέλειαν τοῦ ὑπομαζίου παιδίου. Νῦν μέντοι μητέρων εὐσπλαγχνίαι τὸν ὕπνον πολλάκις τῶν βλεφάρων ἀποδιώκουσιν, ἐπειδὰν μικρὸν παρενοχληθῇ τὸ νήπιον. Ἵνα τοίνυν ἐκτρέφηται νήπιον, ἁπαλὴ ἡ φύσις ἡ γυναικεία παρήχθη, ἁπαλὴ καὶ φιλάνθρωπος. Τῷ οὖν ἁπαλῷ καὶ τῷ εἰκτικῷ προσχὼν ὁ διάβολος, τὴν εὐκολίαν τὴν πρὸς ἀρετὴν, εὐκολίαν εἰς κακίαν ἐποιήσατο.

Τοῦτο οὖν ἐστιν ἴδιον τὸ κακὸν τοῦ διαβόλου, ὁ φθόνος· φθόνος ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφαλὴν ἀλγῶν λέγει τῷ ἰατρῷ τὴν κεφαλαλγίαν· ὁ φθόνον νοσῶν τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά; Ἡ μὲν ἀλήθεια αὕτη· τὰ δὲ ῥήματα ἕκαστος ἐπαισχύνεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν· τὸν δὲ βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαίρει ἐφ᾽ οἷς ἂν πάθῃ χρηστοῖς· ἀλλὰ λυπεῖται τῇ σῇ εὐπορίᾳ, ὅτι ἔχεις ὕλην, ὅθεν τὴν χρείαν αὐτῷ πληρώσεις.

Μὴ τοίνυν συνεμπέσῃς εἰς τὴν ἀπάτην τοῦ διαβόλου· ἐβάσκηνέ σοι, ἐβάσκηνεν· ἐξώρισέ σε τοῦ παραδείσου. Δι᾽ ἐκεῖνον ἄκανθαι, δι᾽ ἐκεῖνον ἱδρὼς, δι᾽ ἐκεῖνον ὁ τόπος τῆς ἐξορίας· εἰς ὃν ἐκπεσὼν, μὴ ἐπιλάθῃ τῆς πατρίδος τῆς ἀρχαίας. Μέμνησο τῆς εὐγενείας τῆς σεαυτοῦ· μέμνησο τῆς πατρίδος ὅθεν ἐξωρίσθης. Μέμνησο τοῦ τὰ τηλικαῦτά σε ζημιώσαντος· μὴ σπείσῃ πρὸς αὐτὸν, μηδέ ποτε τὴν πρὸς αὐτὸν ὁμιλίαν καταδέξῃ. Δύο γὰρ ἠδίκησε, καὶ ἐξ ἀρχῆς ἐξέβαλε, καὶ νῦν τὴν ἐπάνοδον διακόπτει Ἐβάσκηνέ σοι τῶν πρώτων ἀγαθῶν διὰ γυναικὸς, καὶ πάλιν ἐπινοίαις ταῖς κατὰ τὴν γυναῖκα εἰς τὴν ἀποκατάστασιν κωλύει. Πορνείαν ἐπενόησεν, ἵνα μὴ εἰσέλθῃς εἰς παράδεισον. Οὐκ ἤρκεσεν αὐτῷ ἡ πρώτη ζημία, ὅτι κατέστρεψεν· ἀλλὰ δευτέρας μεθοδείας ἐπινοεῖ, τὸν δρόμον ἡμῖν ἐπέχων.

Κλέπτει διὰ τοῦ ψεύδους, ἐπειδὴ τεῖχός ἐστι τοῖς ὁδεύουσιν εἰς παράδεισον τὸ ψεῦδος. Τὰ ἐκείνου ἐπιτηδεύματα μυρία. Τὰ ἐκείνου βλαστήματα, ὠμότης, τραχύτης, πλεονεξία, λοιδορία· πάντα ὅσα μισεῖ ὁ λόγος τῆς ἀληθείας, ταῦτα τοῦ διαβόλου ἐστί. Μισάνθρωπος, ἐπειδὴ καὶ θεομάχος.

Ἐμίσησε πρότερον, ἐτραχηλίασε κατὰ Θεοῦ παντοκράτορος, κατεφρόνησε τοῦ Δεσπότου, ἠλλοτριώθη τοῦ Θεοῦ. Ἐπειδὴ εἶδε τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, μὴ δυνάμενος εἰς Θεὸν τραπῆναι, εἰς τὴν εἰκόνα τοῦ Θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένωσεν· ὥσπερ εἴ τις ἄνθρωπος ὀργισθεὶς τὴν εἰκόνα λιθάζοι, ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων, τὸ τὴν μίμησιν ἔχον. Εἶδον ἐγὼ τὰ μισανθρωπότατα τῶν ζώων ἐν τοῖς σταδίοις πολλάκις, ἢ εἶδον, ἢ ἤκουσα· ἀσφαλὴς γὰρ ἔστω ὁ λόγος.

Πλὴν ὅτι αὐταὶ αἱ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργὴν, καὶ πεφύκασι μάλιστα τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. Οἱ τοίνυν καταπαίζοντες τῆς μανίας τοῦ θηρίου ἐν χάρτῃ εἰκόνα προδεικνύουσιν ὡς ἄνθρωπον. Ἡ δὲ ὑπὸ τῆς ἄγαν ὁρμῆς μὴ λογιζομένη, ὡς ἄνθρωπον, σπαράσσει τὸν χάρτην, κἀκεῖ δείκνυσι τὸ μισάνθρωπον. Οὕτω καὶ ὁ διάβολος ἐν τῇ εἰκόνι τὸ μισόθεον ἔδειξεν, ἐπειδὴ Θεοῦ προσάψασθαι οὐκ ἐδύνατο. Οὕτως ὁ εἰς ἡμᾶς πόλεμος ἀπόδειξιν ἔχει τοῦ θεομάχον εἶναι τὸν πονηρὸν, καὶ πρῶτον πολεμεῖν τῷ Δεσπότῃ. Ἐκεῖνος κατήγαγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ τὸν ἄνθρωπον, ἀπὸ τῶν ὑψηλῶν ἐπὶ τὰ κοῖλα. Ἐπὶ μὲν τῆς ὀρεινῆς ἡ Ἱερουσαλήμ· ἡ δὲ Ἱεριχὼ κάτω ἐν τῇ ἁλμυρᾷ θαλάσσῃ.

Εἴ τις ὑμῶν οἶδε τὸν τόπον, οἶδε τῶν λεγομένων τὴν ἀλήθειαν, ὅτι Ἱεριχὼ μὲν ἔχει τὰ κοῖλα τῆς Παλαιστίνης, Ἱερουσαλὴμ δὲ ἐπὶ τῆς κορυφῆς ἐρήρεισται, τὴν ἄκραν κατέχουσα τοῦ ὄρους τοῦ διὰ πάσης ἐκείνης τῆς χώρας ἀνεστηκότος. Ἀπὸ τοίνυν τῶν ὑψηλῶν ἐπὶ τὰ κάτω ἦλθεν ὁ ἄνθρωπος, ἵνα τοῖς λῃσταῖς περιπέσῃ· τῆς ἀσφαλείας ἐξελθὼν τῆς κατὰ Ἱερουσαλὴμ, ἵνα εὐάλωτος γένηται τοῖς κατὰ τὴν ἐρημίαν λῃσταῖς, οἳ πληγὰς ἐπέθηκαν, καὶ ἐξέδυσαν. Πρότερον πληγαὶ, καὶ τότε γύμνωσις. Πληγὴ ψυχῆς ἁμαρτία· γύμνωσις ψυχῆς ἀπόθεσις τοῦ ἐνδύματος τῆς ἀφθαρσίας. Ἡ δὲ ἁμαρτία ἀφανιστικὴ τῆς χάριτος τῆς δεδομένης ἡμῖν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας.

Πορνεία, πληγὴ, μοιχεία, ἄλλη πληγὴ, πληγὴ ὁ φθόνος, πληγὴ ἕκαστον τούτων, πληγὴ αὐτὰ τὰ καίρια τύπτουσα, πληγὴ παρὰ λῃστῶν ἐμβαλλομένη, παρὰ δαιμόνων τῶν συνεργούντων ἡμῖν πρὸς τὰς ἁμαρτίας. Μετὰ τὰς πληγὰς ἐξεδύθη ὁ τετυμμένος. Εἰ σωματικὸν ἦν τὸ λεγόμενον, πρότερον ἐξέδυνον φειδοῖ τοῦ ἱματίου, καὶ τότε πληγὰς ἐπετίθεσαν. Ἢ ἐκδύσαντες ἂν, πληγὰς ἐπέθηκαν, ἵνα καὶ τὸ ἱμάτιον διεσώθη, καὶ ὁ τυπτηθεὶς ἐπλήγη. Νῦν μέντοι πληγαὶ τῆς ἐκδύσεως προηγοῦνται, ἵνα μάθῃς, ὅτι ἁμαρτία προηγεῖται τῆς ἀποθέσεως τοῦ χαρίσματος, τοῦ δεδομένου σοι διὰ τῆς τοῦ Κυρίου φιλανθρωπίας.