Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὰ Λακισά

Μέγας Βασίλειος

Η αμερόληπτη κρίση και η υπεροχή της εσωτερικής αρετής

Ερμηνεία παροιμιακού χωρίου με σκοπό την προτροπή σε ισότιμη αντιμετώπιση των συνανθρώπων και την περιφρόνηση του επιφανειακού πλούτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Ἕστηκέ τις ἐνταῦθα φθόνῳ τὴν ψυχὴν κεκακωμένην ἔχων; Εἴη μὲν οὖν μηδένα εἶναι· καὶ τοῦτο ἐμοὶ εὐχή ἐστι πρέπουσα. Ἀλλ᾽ ἐπειδὴ δύσκολον ἐν ἀνθρωπίνῃ φύσει μὴ εἶναι ἕν τι τῶν παθῶν μικρὸν ἢ μεῖζον, ἕκαστος ἐκ τῶν εἰρημένων ἐκλεγέσθω τὴν ὠφέλειαν. Βάσκανος εἶ; λάβε τὴν θεραπείαν· Θυμώδης εἶ; πρόκειταί σοι ἡ ἴασις. Διαλέγεται γὰρ περὶ τούτων πάντων. Καὶ, εἰ δυνατὸν, ἐροῦμεν βραχέα ἀφ᾽ ἑκάστου τῶν εἰρημένων ἀπανθιζόμενοι. Πλεονέκτης εἶ; ἐνταῦθα ἡ ἴασις. Ὑπερήφανος εἶ; ὧδε δαμάσεις τὴν ὑπερηφανίαν· ὧδε κολάσεις τῆς ψυχῆς τὸ ὕψος, ἐὰν θελήσῃς. Πάντα, ὥσπερ πηγῆς βρυούσης, ἀρυόμενος τὰ ἀγαθὰ τῶν λόγων τῶν πνευματικῶν, οὕτω πλουσίως σεαυτῷ ἐπαντλήσας ἐπάνιθι. Εἴρηται πρῶτος λόγος ἐν Παροιμίαις, κατὰ τὸ εἶδος τὸ παροιμιακὸν, πρὸς γυμνασίαν τοῦ νοῦ τοῦ ἡμετέρου τῆς ἀσαφείας ἐπιτεθείσης, ὅτι «Ὁ βλέπων λεῖα ἐλεηθήσεται.» Ἆρα αὐτόθεν ἥρπασας τὴν διάνοιαν τοῦ ῥήματος, ἢ ἐπιζητεῖς, ὅγε φιλόπονος ἀκροατὴς, πῶς ὁ λεῖα βλέπων ἐπαινεθήσεται; Ἐπαινετὰ γάρ ἐστι τὰ κατὰ προαίρεσιν. Ὁρῶμεν δὲ οἱ ἄνθρωποι οὐχ ὁποῖα βουλόμεθα, ἀλλ᾽ ὁποῖα ἡ φύσις τῶν ὁρωμένων ἐστίν. Ὥστε ἐὰν μέν τι τραχὺ ᾖ κατὰ τὴν ἐπιφάνειαν, οἷον ὑπάρχει τῇ φύσει, τοιοῦτόν ἐστιν ὁραθῆναι· ἐὰν δὲ τοῖς λείοις ἐπιβάλωμεν τὰς ὄψεις τῶν ὁρωμένων, πόθεν ὁ ἔπαινος τῷ ὁρῶντι τὰ λεῖα;

Λεῖά ἐστιν, ἃ τὴν ἐπιφάνειαν ὡμαλισμένην ἔχει· τραχὺ δέ ἐστιν, ὃ ἀνωμάλως σύγκειται κατὰ τὴν πρώτην ὄψιν. Ἐπεὶ τοίνυν ἀνώμαλός ἐστι τῶν ὁρωμένων ἡ φύσις, πῶς ἐπαινεῖ ἡ Γραφὴ τὸν βλέποντα λεῖα ὑπὲρ τὸν τὰ τραχέα; Καὶ κατακρίνει τὸν ὄρη, καὶ σκοπέλους, καὶ φάραγγας, καὶ ὕλης πυκνότητα, καὶ γεννήματος συνέχειαν τραχύνουσαν τὴν ἐπιφάνειαν, ἢ καὶ θάλασσαν πολλάκις ὑπὸ ἀνέμων τραχυνομένην, ἢ καὶ γῆν ὑπὸ ἀρότρου σχιζομένην, καὶ ἀντὶ τῆς λειότητος εἰς τραχέα διακοπτομένην.

Ἆρα ὁ ταῦτα βλέπων κατακριθήσεται; Καὶ ποῦ ἡ δικαιοκρισία τοῦ Θεοῦ, εἰ ἃ ἀκουσίως πάσχομεν, ἐπὶ τούτοις καταδικαζόμεθα; Ἐὰν ἴδω τὴν φύσιν τῆς γῆς ἀνωμάλως ἔχουσαν (ἐπειδὴ γὰρ οἵα ἐκτίσθη, τοιαύτη ὁρᾶται), ἐπὶ τούτοις ἐγὼ καταδικάζομαι;

Ἀλλὰ νόει μοι ὑψηλῶς, «Ὁ βλέπων λεῖα.» Παρεστήκασί σοι ἀδελφῶν διαφοραί· ὁ μὲν πένης, ὁ δὲ πλούσιος· ὁ μὲν ξένος, ὁ δὲ οἰκεῖος, ἢ δικάζοντί σοι κρινόμενοι, ἢ μεταδιδόντι σοι χρῄζοντες. Ἐὰν κάθῃ κρίνων, μὴ βλέπε ἀνώμαλα, μὴ τὸν πλούσιον ὑψηλὸν, τὸν δὲ πένητα ταπεινόν. Ἐὰν παραστῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μηδὲ οὕτως ἀνώμαλα ἴδῃς. Μὴ εἴπῃς· Οὗτος φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης· ἐκεῖνος ξένος, ἀλλότριος, ἄγνωστος. Ἀνώμαλα βλέπων, οὐκ ἐλεηθήσῃ· λεῖα βλέπε. Φύσις μία, ἄνθρωπος καὶ οὗτος κἀκεῖνος. Χρεία μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ αὐτή. Δὸς τῷ ἀδελφῷ καὶ τῷ ξένῳ. Μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι.

Λεῖα οὖν χρὴ βλέπειν. Μὴ πρόκρινε τὸν φίλον ἀπὸ τοῦ ἀλλοτρίου, τὴν χρείαν ἑαυτοῦ ἐπανορθούμενον. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεομένων, οὐ προσωπολήπτην, οὐ τῷ συγγενεῖ διδόντα, τὸν δὲ ξένον ἀπωθούμενον. Πάντες συγγενεῖς, πάντες ἀδελφοὶ, ἑνὸς πατρὸς ἔκγονοι πάντες. Ἐὰν τὸν πνευματικὸν ζητῇς πατέρα, ὁ οὐράνιος· ἐὰν τὰ γήινα ζητῇς, μήτηρ ἡ γῆ, καὶ ἀπὸ τοῦ αὐτοῦ πηλοῦ διηρτίσμεθα πάντες. Ὥστε ἀδελφὴ ἡ φύσις κατὰ σάρκα, ἀδελφὴ ἡ γένεσις ἡ κατὰ πνεῦμα. Τὸ αὐτό σοι αἷμα φορεῖ ἀπὸ τοῦ πρώτου ἀνθρώπου· τὴν αὐτήν σοι χάριν ἔλαβε παρὰ τοῦ Δεσπότου. Βλέπε οὖν λεῖα, ἵνα ἐλεηθῇς. Μὴ εἴπῃς· Οὗτος πλούσιος, καὶ τιμῆς ἄξιος· ἐκεῖνος πένης, καὶ φαυλίζω τὸν πένητα· μηδὲ ταῖς ὑπεροχαῖς ταύταις ἀνωμάλως διάνεμε τὰς τιμάς. Ἔστι γὰρ ὁ πλούσιος ψεύστης, ὁ πλούσιος ἅρπαξ, ὁ πλούσιος πόρνος, ὁ πένης δίκαιος.

Μὴ τοίνυν τῇ ἔξωθεν ἐπιφανείᾳ πρόσεχε, ἀλλ᾽ εἰς τὸ κρυπτὸν εἰσερχόμενος, ἐκεῖ τὰς διαφορὰς διάνεμε. Τίμα τὸν τὰ τίμια κεκτημένον. Τί τιμιώτερον, ἀρετὴ ἢ πλοῦτος; Τί ἐκ τῶν ἔξωθεν δοκιμάζεις, τὰ κρύφια μὴ διερευνώμενος; Ὁρᾷς, ὅτι ὁ Βὴλ ἔξωθεν μὲν εἶχε χαλκὸν, ἔνδοθεν δὲ πηλὸν τῷ περιαστράπτοντι χαλκῷ ὑποκρυπτόμενον. Ἐὰν ἴδῃς τοὺς ἐν τῷ βίῳ περιφανεῖς, γίνωσκε, ὅτι χαλκὸς αὐτοῖς περιλάμπει, ἔνδοθεν δὲ πηλός εἰσι, τοῦ χαλκοῦ τὸ σαθρὸν ὑπερείδοντος.

Πολλοὶ μὲν χρυσὸν ἔχουσιν ἔνδον, ὄστρακον δὲ ἔξωθεν περικείμενον. Οὗτος ὁ θησαυρὸς ὁ ἐν ὀστρακίνῳ σκεύει κεκαλυμμένος. Οὗτος σωφρονεῖ, κἀκεῖνος πορνεύει. Τίς πλουσιώτερος, ὁ τὴν σωφροσύνην ἔχων, ἢ ὁ τὰ χρήματα ἐξ ἀδικίας συνειλεγμένα; Τούτου τὸ μνημόσυνον ἀναφαίρετον· ἐκείνου ὁ πλοῦτος πρόσκαιρος.

Τοῦτο κλέπτης οὐ διορύσσει· ἐκεῖνο σήμερον ἀνθεῖ, αὔριον δὲ ἀπομαραίνεται. Ὥστε βλέπε λεῖα, ὁμοτίμως κατὰ τὸ αὐτό· τὴν μέντοι διάκρισιν τῶν τιμίων μὴ ἀφανίσῃς, ἵνα ᾖς ἠλεημένος. «Καὶ ἀνδρὶ θυμώδει μὴ συναυλίζου.» Εἰπὲ δὲ ὅτι Ἔστι τις ἐν ἡμῖν φιλόδοξος, καὶ οὐ θυμικός.