Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὰ ὕδατα

Μέγας Βασίλειος

Τα ύδατα της Καινής Διαθήκης και η Βάπτιση του Κυρίου

Αναφορά στα πνευματικά νάματα της χριστιανικής διδασκαλίας και στο γεγονός της βαπτίσεως του Χριστού, όπου φανερώνεται το μυστήριο της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

καὶ πάλιν ἐπὶ τὴν καινὴν σπεύσω μὲν διαθήκην—καὶ γὰρ πολλὰ ὁμιλήσας περὶ ὑδάτων οὐκ οἶδα πόθεν ἐδίψησα καὶ ὕδασιν τοῦ παρόντος διανηχόμενος πάλιν διψῶ—ἀλλὰ μνημονεύσω τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύσσοντος ἐν εὐαγγελίοις καὶ λέγοντος· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. οὐκοῦν δράμωμεν πρὸς αὐτὸν καὶ θεραπευθῶμεν ἡμῶν τὴν δίψαν, πνευματικοῖς νάμασι ποτιζόμενοι καὶ ἐπουρανίοις ὕδασιν ἀρδευόμενοι. μήπως ἆρα [καὶ ποταμὸν εὑρεθῶ περιφέρων ἐν ἐμαυτῷ] καὶ ποταμὸν μόνον ἐπιζητῶν ἅπασαν τὴν πηγὴν εὑρεθῶ κεκτημένος; τὸ γὰρ ἀθάνατον κτῆμα τῶν ψυχῶν ἡμῶν Ἰησοῦς Χριστός ἐστιν καὶ ἐπουράνιος πηγή. ἀλλὰ ποῦ δράμω; τίς ὁ χειραγωγῶν; τίς ὁ τὸ ποτήριον τοῦτο ἐπιδεικνύμενος τῆς ζωῆς; χειραγωγήσατέ με, τὸν ξένον, ἐπὶ τὰ ὕδατα, ὁδηγήσατέ με πρὸς τὴν πηγὴν καὶ ποταμὸν καὶ νάματα πρὸς οὐρανὸν [ἀναβαλλόμενα] ἄνω πηγάζοντα κἀκεῖθεν ἀναβρύοντα, καὶ τοὺς πίστει πίνοντας εἰς τὴν τῶν οὐρανῶν βασιλείαν παραπέμποντα· πάνυ γὰρ ἐπιποθοῦμεν τοιούτων ὑδάτων εὑρεῖν σωτηρίαν. ἐλθέ, μακάριε τῶν ἀποστόλων, Ἰωάννη· κάλεσον ἡμᾶς εἰς τὸν Ἰορδάνην.

πολλὰ γὰρ περιελθόντες ὕδατα παρὰ σοῦ τὸν θεϊκὸν ἐκδεχόμεθα στέφανον· καὶ γὰρ οἶδα μὲν προφήτας καὶ πατριάρχας δι᾽ ὑδάτων [συμβολικῶς] σωζομένους καὶ τὴν κτίσιν ἅπασαν ὕδασιν λουομένην, θεὸν δὲ τὸν ἀναμάρτητον ὕδατι βαπτιζόμενον. οὗτος παρὰ τὸν Ἰορδάνην παραγίνεται βαπτισθῆναι καὶ τὸ μέγα θαῦμα καὶ παράδοξον ἐκπλαγῆναι, ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὁ ἐν ἀρχῇ πρὸς θεόν, θεός, λόγος καὶ θεοῦ υἱός, ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος καὶ παρὰ τῶν ἀρχαγγέλων δοξαζόμενος, ὃν ὑμνεῖ τὰ Χερουβὶμ καὶ δοξάζει τὰ Σεραφίμ· μέγα καθάρσιον καὶ εὐαγγέλιον ἐκ τοῦ Ἰορδάνου τῷ κόσμῳ ἐφαπλώσας, διδάσκει τὸ γένος τῶν ἀνθρώπων μὴ καταφρονεῖν τῆς ἐπουρανίου ταύτης χάριτος. καὶ βαπτίζεται ὁ ἀναμάρτητος καὶ τὰ τῆς οἰκουμένης ὕδατα ἁγιάζει. Κύριος γὰρ ἐπὶ ὑδάτων πολλῶν, ἀλλὰ πληροφορεῖ τοὺς παρόντας τίς ὁ βαπτιζόμενος· καὶ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτὸν κατέβαινεν ἐν εἴδει περιστερᾶς, καὶ ὁ πατὴρ ἄνωθεν ἐξ οὐρανῶν ἐβόα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. ἀληθὴς ἡ προφητεία ἡ λέγουσα· Κύριος ἐπὶ ὑδάτων πολλῶν. ὁ θεὸς τῆς δόξης ἐβρόντησεν. τίς ἄρα μετὰ τοσαύτην δόξαν ἀπιστεῖ; τίς ἀμφιβάλλει περὶ τῆς ἐπουρανίου ταύτης χάριτος;