Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ γέννησιν

Μέγας Βασίλειος

Ο ρόλος της Παρθένου Μαρίας και η εκπλήρωση των προφητειών

Ερμηνεία του σχεδίου της μνηστείας με τον Ιωσήφ, ανάλυση των προφητειών της Παλαιάς Διαθήκης και υπεράσπιση του δόγματος της αειπαρθενίας της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Ἔχω τινὰ καὶ ἄλλον λόγον εἰπεῖν οὐδὲν ἀτιμότερον τῶν εἰρημένων, ὅτι ὁ ἐπιτήδειος πρὸς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καιρὸς, πάλαι προωρισμένος καὶ προδιατεταγμένος πρὸ καταβολῆς κόσμου, τότε ἐνειστήκει, καθ᾽ ὃν ἔδει τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὴν δύναμιν τοῦ Ὑψίστου τὴν θεοφόρον ἐκείνην συστήσασθαι σάρκα.

Ἐπειδὴ δὲ ὁμότιμον τῆς καθαρότητος Μαρίας οὐκ εἶχεν ἡ κατ᾽ ἐκείνην γενεὰ τῶν ἀνθρώπων, ὥστε ἐνέργειαν τοῦ Πνεύματος ὑποδέξασθαι, προκατείληπτο δὲ διὰ τῆς μνηστείας, ἐξελέγη ἡ μακαρία Παρθένος, οὐδὲν τῆς παρθενίας ἐκ τῆς μνηστείας παραβλαβείσης. Εἴρηται δὲ τῶν παλαιῶν τινι καὶ ἕτερος λόγος, ὅτι ὑπὲρ τοῦ λαθεῖν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου τὴν παρθενίαν τῆς Μαρίας ἡ τοῦ Ἰωσὴφ ἐπενοήθη μνηστεία. Οἱονεὶ γὰρ μετεωρισμὸς τῷ πονηρῷ τὸ σχῆμα τῆς μνηστείας περὶ τὴν Παρθένον ἐπενοήθη πάλαι ἐπιτηροῦντι τὰς παρθένους, ἀφ᾽ οὗ ἤκουσε τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν.» Ἀπεβουκολήθη οὖν διὰ τῆς μνηστείας ὁ ἐπίβουλος τῆς παρθενίας. ᾜδει γὰρ κατάλυσιν τῆς ἰδίας ἀρχῆς τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ Κυρίου γενησομένην. «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Ἀμφότερα εὗρεν ὁ Ἰωσὴφ, καὶ τὴν κύησιν, καὶ τὴν αἰτίαν, ὅτι ἐκ Πνεύματος ἁγίου. Διὸ, φοβηθεὶς τοιαύτης γυναικὸς ἀνὴρ ὀνομάζεσθαι, «Ἠβουλήθη λάθρα ἀπολῦσαι αὑτὴν,» μὴ τολμήσας δημοσιεῦσαι τὰ κατ᾽ αὐτήν.

Δίκαιος δὲ ὢν, ἔτυχε τῆς ἀποκαλύψεως τῶν μυστηρίων. «Ταῦτα γὰρ αὐτοῦ ἐνθυμηθέντος, ἄγγελος Κυρίου ἐφάνη αὐτῷ κατ᾽ ὄναρ, λέγων· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου.» Μηδ᾽ ἐκεῖνο ἐνθυμηθῇς, ὅτι ὑπονοίαις ἀτόποις συσκιάσεις τὸ ἁμάρτημα. Δίκαιος γὰρ προσηγορεύθης· οὐ πρὸς δικαίου δὲ ἀνδρὸς σιωπῇ τὰς παρανομίας ἐπικαλύπτειν. «Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου.» Ἔδειξεν, ὅτι οὐκ ἠγανάκτει, οὐδὲ ἐβδελύσσετο, ἀλλ᾽ ἐφοβεῖτο αὐτὴν ὡς Πνεύματος ἁγίου πεπληρωμένην. «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐ κατὰ τὴν κοινὴν φύσιν τῆς σαρκὸς ἡ σύστασις ἐγένετο τῷ Κυρίῳ. Εὐθὺς γὰρ τέλειον ἦν τῇ σαρκὶ τὸ κυοφορούμενον, οὐ ταῖς κατὰ μικρὸν διαπλάσεσι μορφωθὲν, ὡς δηλοῖ τὰ ῥήματα. Οὐ γὰρ εἴρηται, Τὸ κυηθὲν, ἀλλὰ, «Τὸ γεννηθέν.» Ἐξ ἁγιωσύνης οὖν ἡ σὰρξ συμπαγεῖσα, ἀξία ἦν τῇ θεότητι τοῦ Μονογενοῦς ἑνωθῆναι. «Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» Τετηρήκαμεν, ὅτι οἷς ἐξεπίτηδες τίθενται τὰ ὀνόματα, ἔνδειξιν ἔχει τῆς ὑποκειμένης φύσεως, ὡς τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰσραήλ. Τούτων γὰρ ἑκάστου ἡ προσηγορία οὐ μᾶλλον τὸν τοῦ σώματος χαρακτῆρα ἢ τὸ ἰδίωμα τῆς κατορθουμένης ὑπ᾽ αὐτῶν ἀρετῆς παρεδήλου. Διὰ τοῦτο καὶ νῦν Ἰησοῦς προσαγορεύεται, τουτέστι «Σωτηρία λαοῦ.»

Ἤδη δὲ καὶ τὸ πρὸ αἰώνων διατεταγμένον μυστήριον, καὶ πάλαι διὰ τῶν προφητῶν κηρυχθὲν, τὴν ἔκβασιν εἶχεν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός.» Πάλαι κἀκείνη ἡ προσηγορία τοῦ παντὸς μυστηρίου τὴν δήλωσιν ἔχει, ὅτι Θεὸς ἐν ἀνθρώποις, ἐπειδὴ ἑρμηνεύεται, φησὶ, τὸ Ἐμμανουὴλ «Μεθ᾽ ἡμῶν ὁ Θεός.» Καὶ μηδεὶς περιτρεπέσθω ταῖς Ἰουδαϊκαῖς ἐπηρείαις, οἵ φασιν οὐχὶ παρθένον, ἀλλὰ νεᾶνιν εἰρῆσθαι παρὰ τοῦ προφήτου. «Ἰδοὺ γὰρ, φησὶν, ἡ νεᾶνις ἐν γαστρὶ λήψεται.» Πρῶτον μὲν γὰρ πάντων ἐστὶν ἀλογώτατον τὸ παρὰ τοῦ Κυρίου ἀντὶ σημείου δοθὲν, τοῦτο κοινὸν ὂν καὶ ὑπὸ πάσης τῆς φύσεως ὁμολογούμενον εἶναι δοκεῖν.

Τί γάρ φησιν ὁ προφήτης; «Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδ᾽ οὐ μὴ πειράσω Κύριον.» Εἶτα μετ᾽ ὀλίγα φησίν· «Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται.» Ἐπειδὴ γὰρ οὐκ ᾔτησε τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον ὁ Ἄχαζ, ἵνα μάθῃς, ὅτι ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, αὐτὸς ὁ Κύριος ἔδωκε σημεῖον· σημεῖον δὲ παράδοξόν τι καὶ τεραστικὸν, καὶ παρὰ πολὺ τῆς κοινῆς παρηλλαγμένον φύσεως. Ἡ αὐτὴ γυνὴ καὶ παρθένος καὶ μήτηρ, καὶ ἐν τῷ ἁγιασμῷ τῆς παρθενίας μένουσα, καὶ τὴν τῆς τεκνογονίας εὐλογίαν κληρονομοῦσα. Εἰ δέ τινες τῶν ἑρμηνευσάντων τὴν Ἑβραΐδα φωνὴν ἀντὶ τῆς παρθένου τὴν νεᾶνιν ἐκδεδώκασιν, οὐδὲν τῷ λόγῳ διαλυμαίνεται. Εὑρήκαμεν γὰρ ἐν τῇ συνηθείᾳ τῆς Γραφῆς ἀντὶ τῆς παρθένου τὴν νεᾶνιν παραλαμβανομένην πολλάκις, ὡς ἐν τῷ Δευτερονομίῳ φησίν· «Ἐάν τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηθῇ μετ᾽ αὐτῆς, καὶ εὑρεθῇ, δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ᾽ αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα.» «Καὶ ἐγερθεὶς παρέλαβε τὴν γυναῖκα αὑτοῦ.»

Καὶ διαθέσει, καὶ στοργῇ, καὶ πάσῃ τῇ ἐπιβαλλούσῃ τοῖς συνοικοῦσιν ἐπιμελείᾳ γυναῖκα ἡγούμενος, τῶν γαμικῶν ἔργων ἀπείχετο. «Οὐκ ἐγίνωσκε γὰρ αὐτὴν, φησὶν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον.» Τοῦτο δὲ ἤδη ὑπόνοιαν παρέχει, ὅτι μετὰ τὸ καθαρῶς ὑπηρετήσασθαι τῇ γεννήσει τοῦ Κυρίου τῇ ἐπιτελεσθείσῃ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, τὰ νενομισμένα τοῦ γάμου ἔργα μὴ ἀπαρνησαμένης τῆς Μαρίας. Ἡμεῖς δὲ, εἰ καὶ μηδὲν τῷ τῆς εὐσεβείας παραλυμαίνεται λόγῳ (μέχρι γὰρ τῆς κατὰ τὴν οἰκονομίαν ὑπηρεσίας ἀναγκαία ἡ παρθενία, τὸ δ᾽ ἐφεξῆς ἀπολυπραγμόνητον τῷ λόγῳ τοῦ μυστηρίου), ὅμως διὰ τὸ μὴ καταδέχεσθαι τῶν φιλοχρίστων τὴν ἀκοὴν, ὅτι ποτὲ ἐπαύσατο εἶναι παρθένος ἡ Θεοτόκος, ἐκείνας ἡγούμεθα τὰς μαρτυρίας αὐτάρκεις.

Πρὸς μὲν τὸ, ὅτι «Οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς,» ὅτι τὸ, «ἕως,» πολλαχοῦ χρόνου μέν τινα δοκεῖ περιορισμὸν ὑποφαίνειν, κατὰ δὲ τὴν ἀλήθειαν τὸ ἀόριστον δείκνυσιν. Ὁποῖόν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου λεχθὲν τὸ, «Καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Οὐ γὰρ δήπου μετὰ τὸν αἰῶνα τοῦτον οὐκ ἔμελλε συνέσεσθαι τοῖς ἁγίοις ὁ Κύριος· ἀλλ᾽ ἡ ἐπαγγελία τοῦ παρόντος τὸ διηνεκὲς σημαίνει, οὐκ ἔστιν ἀποκοπὴ τοῦ μέλλοντος.

Τὸν αὐτὸν δὴ τρόπον φαμὲν κἀνταῦθα παρειλῆφθαι τὸ, «ἕως.» Ἐπειδὴ δὲ εἴρηται, «Πρωτότοκον,» οὐ πάντως ὁ πρωτότοκος πρὸς τοὺς ἐπιγινομένους ἔχει τὴν σύγκρισιν, ἀλλ᾽ ὁ πρῶτον διανοίγων μήτραν πρωτότοκος ὀνομάζεται. Δηλοῖ δὲ καὶ ἡ κατὰ τὸν Ζαχαρίαν ἱστορία, ὅτι μέχρι παντὸς παρθένος ἡ Μαρία. Λόγος γάρ τίς ἐστι, καὶ οὗτος ἐκ παραδόσεως εἰς ἡμᾶς ἀφιγμένος, ὅτι ὁ Ζαχαρίας, ἐν τῇ τῶν παρθένων χώρᾳ τὴν Μαριὰμ κατατάξας μετὰ τὴν τοῦ Κυρίου κύησιν, ὑπὸ τῶν Ἰουδαίων κατεφονεύθη μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐγκληθεὶς ὑπὸ τοῦ λαοῦ ὡς διὰ τούτου κατασκευάζων τὸ παράδοξον ἐκεῖνο καὶ πολυύμνητον σημεῖον, παρθένον γεννήσασαν καὶ τὴν παρθενίαν μὴ διαφθείρασαν. «Τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησὶν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» Ἔθνος Περσικὸν οἱ μάγοι, μαντείαις καὶ ἐπαοιδίαις καὶ φυσικαῖς τισιν ἀντιπαθείαις προσέχοντες, καὶ περὶ τὴν τήρησιν τῶν μεταρσίων ἐσχολακότες.