Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ γέννησιν

Μέγας Βασίλειος

Το μυστήριο της αχρόνου γεννήσεως και της θείας ενανθρωπήσεως

Θεολογική ανάλυση της προαιώνιας γέννησης του Υιού, της άτρεπτης ένωσης θείας και ανθρώπινης φύσης και του σωτηριολογικού σκοπού της σαρκώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ. Χριστοῦ γέννησις ἡ μὲν οἰκεία καὶ πρώτη καὶ ἰδία αὐτοῦ τῆς θεότητος σιωπῇ τιμάσθω· μᾶλλον δὲ καὶ ταῖς ἐννοίαις ἡμῶν μὴ ζητεῖν ἐκεῖνα μηδὲ πολυπραγμονεῖν ἐπιτάξωμεν. Ὅπου γὰρ οὐ χρόνος, οὐκ αἰὼν ἐμεσίτευσεν, οὐ τρόπος ἐπινενόηται, οὐ θεατὴς παρῆν, οὐχ ὁ διηγούμενός ἐστι, πῶς φαντασθῇ ὁ νοῦς; πῶς δὲ ὑπηρετήσει ταῖς διανοίαις ἡ γλῶσσα; Ἀλλὰ Πατὴρ ἦν, καὶ Υἱὸς ἐγεννήθη.

Μὴ εἴπῃς, Πότε; ἀλλὰ παράδραμε τὸ ἐπερώτημα. Μὴ ἐπιζητήσῃς, Πῶς; ἀδύνατος γὰρ ἡ ἀπόκρισις. Τὸ μὲν γὰρ, πότε, χρονικόν· τὸ δὲ, πῶς, ὄλισθον ἐμποιεῖ πρὸς τοὺς σωματικοὺς τῆς γεννήσεως τρόπους. Ἔχω εἰπεῖν ἀπὸ τῆς Γραφῆς, ὅτι ὡς ἀπαύγασμα ἀπὸ τῆς δόξης, καὶ ὡς εἰκὼν ἀπὸ τοῦ πρωτοτύπου. Ἀλλ᾽ ὅμως ἐπειδὴ οὐχ ἵστησί σου τὴν πολυπραγμοσύνην τῶν λογισμῶν ὁ τοιοῦτος λόγος τῆς ἀποκρίσεως, ἐπὶ τὸ ἄῤῥητον καταφεύγω τῆς δόξης, καὶ ὁμολογῶ ἀνεπινόητον εἶναι λογισμοῖς καὶ ἄφατον ῥήμασιν ἀνθρωπίνοις τὸν τρόπον τῆς θείας γεννήσεως. Μὴ λέγε· Εἰ ἐγεννήθη, οὐκ ἦν· μηδὲ συνάρπαζε κακουργίᾳ ῥημάτων διανοίας ἀπειροκάλους, ἐκ τῶν ὧδε παραδειγμάτων διαλυμαινόμενος τὴν ἀλήθειαν, καὶ τὴν θεολογίαν καταῤῥυπαίνων.

Ἐγεννήθη, εἶπον, ἵνα τὴν ἀρχὴν αὐτοῦ καὶ τὸν αἴτιον ἀποδείξω, οὐχ ἵνα χρόνου ὕστερον τὸν Μονογενῆ ἀπελέγξω. Σοῦ δὲ μὴ κενεμβατείτω ὁ νοῦς, εἰς αἰῶνας ὑπερβαίνων πρεσβυτέρους τοῦ Υἱοῦ, τοὺς οὔτε ὄντας, οὔτε γενομένους. Πῶς γὰρ πρεσβύτερα δύναται εἶναι τὰ ποιήματα τοῦ πεποιηκότος αὐτά; Ἀλλὰ γὰρ ἔλαθον, ὃ ἀπέφυγον, εἰς τοῦτο αὐτομάτως ἐκ τῆς τοῦ λόγου ἀκολουθίας συνενεχθείς.

Καταλείπωμεν οὖν τοὺς λόγους τοὺς περὶ τῆς ἀϊδίου ἐκείνης καὶ ἀῤῥήτου γεννήσεως, ἐκεῖνο ἐνθυμηθέντες, ὅτι ὁ μὲν νοῦς τῶν πραγμάτων ἐλάττων, ὁ δὲ λόγος τῶν νοουμένων πάλιν καταδεέστερος. Σκοπεῖν οὖν χρὴ ὁπόσον τί ἐστι τὸ ἀπὸ τῆς ἀληθείας ἐπὶ τὸν λόγον ἀπόπτωμα· εἴπερ ὁ μὲν νοῦς προσβῆναι τῇ φύσει τῶν ἀκαταλήπτων ἀδυνατεῖ, λόγου δὲ φύσιν τοῖς ὁπωσοῦν νοηθεῖσιν εὑρεῖν παρισουμένην ἀμήχανον. Θεὸς ἐπὶ γῆς, Θεὸς ἐν ἀνθρώποις, οὐ διὰ πυρὸς καὶ σάλπιγγος καὶ ὄρους καπνιζομένου, ἢ γνόφου, καὶ θυέλλης ἐκδειματούσης τὰς ψυχὰς τῶν ἀκροωμένων νομοθετῶν, ἀλλὰ διὰ σώματος ἡμέρως καὶ προσηνῶς τοῖς ὁμογενέσι διαλεγόμενος.

Θεὸς ἐν σαρκί· οὐκ ἐκ διαλειμμάτων ἐνεργῶν ὡς ἐν τοῖς προφήταις, ἀλλὰ συμφυῆ ἑαυτῷ τὴν ἀνθρωπότητα καὶ ἡνωμένην κατακτησάμενος, καὶ διὰ τῆς συγγενοῦς ἡμῶν σαρκὸς αὐτοῦ πρὸς ἑαυτὸν ἐπανάγων πᾶσαν τὴν ἀνθρωπότητα.

Πῶς οὖν δι᾽ ἑνὸς, φησὶν, εἰς πάντας ἦλθε τὸ λαμπτήριον; Τίνα τρόπον ἐν σαρκὶ ἡ θεότης; Ὡς τὸ πῦρ ἐν σιδήρῳ· οὐ μεταβατικῶς, ἀλλὰ μεταδοτικῶς. Οὐ γὰρ ἐκτρέχει τὸ πῦρ πρὸς τὸν σίδηρον, μένον δὲ κατὰ χώραν, μεταδίδωσιν αὐτῷ τῆς οἰκείας δυνάμεως, ὅπερ οὔτε ἐλαττοῦται τῇ μεταδόσει, καὶ ὅλον πληροῖ ἑαυτοῦ τὸ μετέχον. Κατὰ τοῦτο δὴ καὶ ὁ Θεὸς Λόγος οὔτε ἐκινήθη ἐξ ἑαυτοῦ, «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν·» οὔτε τροπὴν ὑπέμεινε, «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο·» οὔτε ὁ οὐρανὸς ἔρημος ἦν τοῦ συνέχοντος, καὶ ἡ γῆ ἐν τοῖς ἰδίοις κόλποις τὸν οὐράνιον ὑπεδέχετο. Μὴ κατάπτωσιν τῆς θεότητος ἐννοήσῃς· οὐ γὰρ μεταβαίνει ἐκ τόπου εἰς τόπον ὡς τὰ σώματα· μηδὲ φαντασθῇς ἠλλοιῶσθαι τὴν θεότητα μεταβληθεῖσαν εἰς σάρκα· ἄτρεπτον γὰρ τὸ ἀθάνατον.

Πῶς οὖν, φησὶ, τῆς σωματικῆς ἀσθενείας ὁ Θεὸς Λόγος οὐκ ἀνεπλήσθη; Φαμὲν, ὡς οὐδὲ τὸ πῦρ τῶν τοῦ σιδήρου ἰδιωμάτων μεταλαμβάνει. Μέλας ὁ σίδηρος καὶ ψυχρός· ἀλλ᾽ ὅμως πυρακτωθεὶς τὴν τοῦ πυρὸς μορφὴν ὑποδύεται, αὐτὸς λαμπρυνόμενος, οὐχὶ μελαίνων τὸ πῦρ, καὶ αὐτὸς ἐκφλογούμενος, οὐ καταψύχων τὴν φλόγα. Οὕτω καὶ ἡ ἀνθρωπίνη τοῦ Κυρίου σὰρξ, αὐτὴ μετέσχε τῆς θεότητος, οὐ τῇ θεότητι μετέδωκε τῆς οἰκείας ἀσθενείας. Ἢ οὐδὲ τῷ αἰσθητῷ τούτῳ πυρὶ ἴσον δίδως ἐνεργεῖν τὴν θεότητα, ἀλλὰ πάθος περὶ τὸν ἀπαθῆ ἐκ τῆς ἀνθρωπίνης ἀσθενείας φαντάζῃ, καὶ ἀπορεῖς πῶς ἡ φθαρτὴ φύσις τῇ πρὸς Θεὸν κοινωνίᾳ ἔσχε τὸ ἀκήρατον;

Μάθε δὴ τὸ μυστήριον. Διὰ τοῦτο Θεὸς ἐν σαρκὶ, ἵν᾽ ἐναποκτείνῃ τὸν ἐμφωλεύοντα θάνατον. Ὡς γὰρ τῶν φαρμάκων τὰ ἀλεξητήρια κατακρατεῖ τῶν φθαρτικῶν, οἰκειωθέντα τῷ σώματι, καὶ ὡς τὸ ἐνυπάρχον τῷ οἴκῳ σκότος τῇ ἐπεισαγωγῇ τοῦ φωτὸς λύεται οὕτως ὁ ἐνδυναστεύων τῇ ἀνθρωπίνῃ φύσει θάνατος τῇ παρουσίᾳ τῆς θεότητος ἠφανίσθη. Καὶ ὡς ἐν ὕδατι πάγος, ὅσον μὲν χρόνον νύξ ἐστι καὶ σκιὰ, κατακρατεῖ τῶν ὑγρῶν, ἡλίου δὲ θάλποντος ὑποτήκεται τῇ ἀκτῖνι· οὕτως ἐβασίλευσε μὲν ὁ θάνατος μέχρι παρουσίας Χριστοῦ· ἐπειδὴ δὲ ἐφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, καὶ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, κατεπόθη ὁ θάνατος εἰς νῖκος, τῆς ἀληθινῆς ζωῆς τὴν ἐπιδημίαν οὐκ ἐνεγκών. Ὢ βάθος ἀγαθότητος καὶ φιλανθρωπίας Θεοῦ! Δι᾽ ὑπερβολὴν φιλανθρωπίας πρὸς τὴν δουλείαν ἀφηνιάζομεν. Διὰ τί Θεὸς ἐν ἀνθρώποις, τὸν λόγον ἐπιζητοῦσιν ἄνθρωποι, δέον προσκυνεῖν τὴν χρηστότητα.

Τί σοι ποιήσομεν, ἄνθρωπε; Μένοντα ἐν τῷ ὕψει τὸν Θεὸν οὐκ ἐπεζήτησας, συγκαταβαίνοντά σοι καὶ διὰ σαρκὸς ὁμιλοῦντα οὐχ ὑποδέχῃ· ἀλλὰ πῶς οἰκειωθῇς τῷ Θεῷ, ἐπιζητεῖς τὴν αἰτίαν. Μάνθανε, ὅτι διὰ τοῦτο Θεὸς ἐν σαρκὶ, ἐπειδὴ ἔδει τὴν καταραθεῖσαν σάρκα ταύτην ἁγιασθῆναι, τὴν ἀσθενήσασαν ἐνδυναμωθῆναι, τὴν ἀλλοτριωθεῖσαν Θεοῦ, ταύτην οἰκειωθῆναι αὐτῷ, τὴν ἐκπεσοῦσαν τοῦ παραδείσου, ταύτην εἰς οὐρανοὺς ἀναχθῆναι. Καὶ τί τὸ ἐργαστήριον τῆς οἰκονομίας ταύτης; Παρθένου ἁγίας σῶμα. Τίνες δὲ ἀρχαὶ τῆς γεννήσεως; Πνεῦμα ἅγιον, καὶ δύναμις Ὑψίστου ἐπισκιάζουσα. Μᾶλλον δὲ αὐτῶν ἄκουε τῶν τοῦ Εὐαγγελίου ῥημάτων. «Μνηστευθείσης γὰρ, φησὶ, τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Καὶ παρθένος, καὶ μεμνηστευμένη ἀνδρὶ, ἐπιτηδεία πρὸς τὴν τῆς οἰκονομίας διακονίαν ἐκρίθη, ἵνα καὶ ἡ παρθενία τιμηθῇ, καὶ ὁ γάμος μὴ φαυλισθῇ. Ἡ παρθενία μὲν γὰρ ὡς ἐπιτηδεία πρὸς ἁγιασμὸν ἐξελέγη· διὰ δὲ τῆς μνηστείας αἱ ἀρχαὶ τοῦ γάμου συμπαρελήφθησαν. Ὁμοῦ δὲ, ἵνα καὶ μάρτυς οἰκεῖος ᾖ τῆς καθαρότητος Μαρίας ὁ Ἰωσὴφ, καὶ μὴ ἔκδοτος εἴη τοῖς συκοφάνταις ὡς τὴν παρθενίαν βεβηλώσασα, μνηστῆρα εἶχε τοῦ βίου φύλακα.