Ταύτην τοίνυν τὴν παιδείαν γνῶναι οὐ τῆς τυχούσης ἐστὶ διανοίας· διότι πολλοὶ, πρὸς τὸ τῶν γινομένων ἐπίπονον ἀπαγορεύοντες, τὸ τῆς ἐκβάσεως ὠφέλιμον ὑπὸ ἀμαθίας οὐκ ἀναμένουσιν, ἀλλὰ δυσανασχετοῦντες πρὸς τὸ τῆς ἐπιμελείας αὐστηρὸν, τοῖς τῆς ἀμαθίας ἀῤῥωστήμασιν ἐναπέμειναν. Διὰ τοῦτο θαύματος ἄξιαι τῶν δικαίων αἱ φωναὶ, τῶν λεγόντων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Οὐ γὰρ τὴν παιδείαν παραιτοῦνται, ἀλλὰ τὴν ὀργήν. Τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ, Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ· καὶ τό· Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ὥσπερ γὰρ τῶν παίδων οἱ νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς μάστιγας ἃς οἱ διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσάγουσι, προσεχέστεροι γενόμενοι, δέχονται τὰ διδάγματα, καὶ ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο, μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας, ὡς ἄρτι τῶν ὤτων διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ, καὶ διεφυλάχθη τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν γὰρ ἐπαχθῇ αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μάλιστα τὰ ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς ἀκοαῖς, παρεδέχθη. Διὰ τοῦτο, Ἡ παιδεία Κυρίου, φησὶν, ἀνοίγει μου τὰ ὦτα.