Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν

Μέγας Βασίλειος

Η αληθής δικαιοσύνη και η ορθή κρίση

Η διδασκαλία περί δικαιοσύνης και η ταύτισή της με τον Χριστό, η σημασία της αμεροληψίας των κριτών και η εφαρμογή του εσωτερικού κριτηρίου των λογισμών για την επιλογή της αρετής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 7

Χαρίζεται ἡ Παροιμία καὶ τὸ νοῆσαι δικαιοσύνην ἀληθῆ. Ἐπεὶ οὖν ἐστι δικαιοσύνη ἕξις ἀπονεμητικὴ τοῦ κατ᾽ ἀξίαν· δυσθήρατον δὲ τοῦτο, τῶν μὲν διὰ τὸ περὶ τὴν φρόνησιν ἐλλειπὲς, οὐκ ἐξευρισκόντων ἑκάστῳ διανεῖμαι τὸ ἴσον, τῶν δὲ, διὰ τὸ προκατέχεσθαι ὑπὸ παθῶν ἀνθρωπίνων, ἀφανιζόντων τὸ δίκαιον, ὅταν πενήτων μὲν καταφρονῶσι, δυνάστας δὲ ἀδικοῦντας μὴ διελέγχωσι, δώσειν ὑπισχνεῖται τοῖς ἑαυτῆς μαθηταῖς ἡ βίβλος τῶν Παροιμιῶν τῆς ἀληθοῦς δικαιοσύνης τὴν γνῶσιν. Καὶ ἐπειδὴ πολλοὶ, τὸν παρὰ τῶν πολλῶν ἔπαινον θηρώμενοι, ἔργῳ μὲν τὴν ἀδικίαν καὶ τὸ πλεονεκτικὸν ὡς ὠφέλιμον προτιμῶσι, σχήματι δὲ καὶ λόγῳ τὴν ἰσότητα καὶ τὴν δικαιοσύνην ὑπερθαυμάζουσιν· οὐδὲ τούτους ἀγνοήσει ὁ τὰς Παροιμίας πεπαιδευμένος, ἀλλὰ γνώσεται τίς ἡ κίβδηλος καὶ νενοθευμένη, καὶ τίς ἡ ἀληθινὴ καὶ ἄδολος δικαιοσύνη. Ἐπεὶ μέντοι πολλοὺς καὶ οἱ ἔξωθεν σοφοὶ κατεβάλοντο λόγους περὶ δικαιοσύνης, καὶ πιθανῶς παρακρούονται τοὺς μὴ δυναμένους τῷ ἀληθεῖ λόγῳ περὶ τοῦ σκέμματος τούτου ἐπακολουθῆσαι, ἐπαγγέλλεται γνωρίσειν ἡ βίβλος τὴν ἀληθῆ δικαιοσύνην, ὥστε τὸ ἐκ τῶν σοφισμάτων ἡμᾶς βλαβερὸν διαδρᾶναι. Ἤδη δὲ καὶ τὰ νόμιμα τῶν ἐθνῶν, πολλὴν πρὸς ἄλληλα ἔχοντα τὴν διαφορὰν, σύγχυσιν ἐμποιεῖ ταῖς διανοίαις τῶν μὴ τὸν ἀκριβῆ τῆς δικαιοσύνης λόγον κατειληφότων.

Ἔνια μὲν γὰρ τῶν ἐθνῶν τὴν πατροφονίαν δικαίαν τίθενται· ἄλλα δὲ τῶν ἐθνῶν πάντα φόνον ὡς ἀνόσιον ἀποτρέπεται.

Καὶ τὰ μὲν σωφροσύνην ὑπερτιμᾷ· τὰ δὲ μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς ἐπιμαίνεται. Καὶ ὅλως πολλοὶ, ἀρχαίῳ ἔθει κεκρατημένοι, τὸ μυσαρὸν τῶν γινομένων οὐ διακρίνουσιν. Ἡ δὲ βίβλος αὕτη, διδάσκουσα τὰ περὶ τῆς ἀληθοῦς δικαιοσύνης, ῥύεται τῶν ἐξ ἀλογίας παθῶν τοὺς ἀνθρώπους. Ἔστι δὲ δικαιοσύνη, ἡ μέν τις ἐν ἡμῖν στρεφομένη, ἡ τοῦ ἴσου διανομή.

Ἐὰν γὰρ καὶ μὴ τυγχάνωμεν αὐτοῦ κατὰ ἀκρίβειαν, ἀλλὰ γνώμῃ τῇ δικαιοτάτῃ ποιοῦντες, οὐκ ἀποπίπτομεν τοῦ σκοποῦ. Ἡ δέ τις οὐρανόθεν ἐπαγομένη παρὰ τοῦ δικαίου κριτοῦ, ἥ τε ἐπανορθωτικὴ καὶ ἡ ἀνταποδοτικὴ, ἧς πολὺ τὸ δυσθεώρητον διὰ τὸ ὕψος τῶν ἐναποκειμένων αὐτῇ δογμάτων. Τοῦτο γὰρ οἶμαι λέγειν τὸν Ψαλμῳδόν· Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Ἐπαγγέλλεται οὖν ταύτην τὴν ὄντως ἀληθῆ καὶ θείαν δικαιοσύνην φανερὰν καταστήσειν τοῖς ἐγγεγυμνασμένοις τῇ παροιμιώδει διδασκαλίᾳ.

Πάλιν ἐπειδὴ τῶν ἁμαρτανομένων τὰ μὲν ἀκούσιά ἐστι, τὰ δὲ ἀπὸ γνώμης πονηρᾶς ἁμαρτάνεται, καὶ ὁ τοῦ δικαίου ὅρος οὐχ ὁ αὐτὸς ἐπὶ τούτοις. Ὑποθώμεθα γὰρ πορνείαν εἶναι τὸ κρινόμενον, καὶ πόρνας δύο. Ἀλλ᾽ ἡ μὲν, πορνοβοσκῷ πραθεῖσα, πρὸς ἀνάγκην ἐστὶν ἐν τῷ κακῷ, τὴν ἐκ τοῦ σώματος ἐργασίαν τῷ πονηρῷ δεσπότῃ παρεχομένη· ἡ δὲ διὰ τὴν ἡδονὴν ἑκουσίως ἑαυτὴν ἐπιδοῦσα τῇ ἁμαρτία. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς προαιρέσεως κατακρίνεται. Πάλιν ὁ μέν τις ἥμαρτε, πονηρῶς τὸ ἐξ ἀρχῆς τεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀδίκων εἰς τὸν βίον παρήχθη, καὶ συνετράφη καὶ ῥήμασι καὶ πράξεσι παρανόμοις· ἄλλος δὲ πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν εἰς ἀρετήν· ἀνατροφὴν σεμνοτάτην, νουθέτησιν γονέων, διδασκάλων ἀκρίβειαν, ἀκρόασιν λόγων θειοτέρων, δίαιταν κατεσταλμένην, τὰ ἄλλα οἷς ψυχὴ παιδαγωγεῖται πρὸς ἀρετήν· εἶτα καὶ αὐτὸς εἰς τὴν ὁμοίαν ἁμαρτίαν ὑπώλισθε· πῶς οὐχὶ βαρυτέρας δικαίως ὁ τοιοῦτος τῆς τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐπὶ μόναις ταῖς κατεσπαρμέναις ἐν ταῖς ἐννοίαις ἡμῶν σωτηρίοις ἀφορμαῖς ἐγκληθήσεται, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ, καὶ ὡς προδεδωκὼς πᾶσαν τὴν δεδομένην αὐτῷ συνέργειαν, καὶ δι᾽ ἀπροσεξίαν εἰς τὸν πονηρὸν βίον κατασυρείς. Τὸ οὖν νοῆσαι τὴν ἀληθῆ δικαιοσύνην μεγάλης ὄντως διανοίας καὶ φρενὸς τελειοτάτης.

Μήποτε δὲ καὶ ἐπαγγελίαν ἔχει, τὸν τὰ παροιμιακὰ παιδευθέντα δυνήσεσθαι λοιπὸν ἐπιβαλεῖν τῇ ἀκριβείᾳ τῆς θεολογίας.

Ἡ γὰρ ἀληθὴς δικαιοσύνη ἐστὶν ὁ Χριστὸς, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Συνέζευκται τῷ γνῶναι δικαιοσύνην ἀληθῆ τὸ κρῖμα κατευθῦναι. Ἀμήχανον γὰρ τὸν μὴ προπαιδευθέντα περὶ τοῦ δικαίου δύνασθαι τὰς ἀμφισβητήσεις ὀρθῶς διακρῖναι.

Οὐδὲ γὰρ αὐτὸς Σολομὼν, εἰ μὴ εἶχε τοὺς περὶ τοῦ δικαίου λόγους ἀκριβεῖς ἐν ἑαυτῷ, ἠδύνατο τὴν πολυθρύλλητον ἐκείνην κρίσιν οὕτως ὀρθῶς καὶ εὐθυβόλως ἐξενεγκεῖν, ἣν ἔκρινε ταῖς πόρναις περὶ τοῦ παιδίου. Ἐπειδὴ γὰρ ἀμάρτυρα ἦν τὰ παρ᾽ ἑκατέρας λεγόμενα, ἐπὶ τὴν φύσιν ἐχώρησε, καὶ δι᾽ αὐτῆς εὗρε τὰ ἀγνοούμενα· τῆς μὲν ἀλλοτρίας ἀπαθῶς καταδεξαμένης τοῦ παιδίου τὴν ἀναίρεσιν, τῆς δὲ ἀληθοῦς μητρὸς διὰ τὴν φυσικὴν φιλοστοργίαν οὐδὲ τὴν ἀκοὴν ἀνασχομένης τοῦ πάθους. Ὁ οὖν εἰδὼς τὴν ἀληθῆ δικαιοσύνην, καὶ δι᾽ αὐτῆς διδαχθεὶς τὸ οἰκεῖον ἀπονέμειν ἑκάστῳ, οὗτος δύναται κατευθύνειν τὸ κρῖμα. Ὥσπερ γὰρ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἀπευθύνει τὸ βέλος, οὔτε ὑπερβολαῖς, οὔτε ἐλλείψεσιν, οὔτε ταῖς ἐφ᾽ ἑκάτερα παρατροπαῖς ἀποπλανῶν τὴν τοξείαν· οὕτως ὁ κριτὴς τοῦ δικαίου καταστοχάζεται, οὔτε πρόσωπα λαμβάνων (γνωρίζειν γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν), οὔτε ποιῶν κατὰ πρόσκλισιν, ἀλλ᾽ εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ᾽ αὐτῷ, τοῦ τε πλεονεκτοῦντος καὶ τοῦ τὸ ἔλαττον ἔχοντος, ἕστηκεν ὁ κριτὴς ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον.

Ὁ δὲ τὴν ἀληθῆ δικαιοσύνην μὴ ἔχων προεναποκειμένην αὐτοῦ τῇ ψυχῇ, ἀλλ᾽ ἢ χρήμασι διεφθαρμένος, ἢ φιλίᾳ χαριζόμενος, ἢ ἔχθραν ἀμυνόμενος, ἢ δυναστείαν δυσωπούμενος, τὸ κρῖμα κατευθύνειν οὐ δύναται.

Πρὸς ὃν ἐρεῖ ὁ ψαλμὸς τό· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων. Ἔλεγχος γὰρ τῆς τοῦ δικαίου διαθέσεως ἡ περὶ τὸ κρίνειν ὀρθότης. Ὅθεν καὶ αὐτὸς προϊὼν ἀπαγορεύει λέγων· Στάθμιον μέγα καὶ μικρὸν, βδελυκτὰ παρὰ Κυρίῳ, τὸ περὶ τὴν κρίσιν ἄνισον τῇ τῶν σταθμίων προσηγορίᾳ παροιμιακῶς αἰνισσόμενος.

Οὐ μόνον δὲ τοῖς δικάζουσι τοῦτο χρήσιμον, ἀλλὰ καὶ ταῖς περὶ ἑκάστου τῶν κατὰ τὸν βίον ἐκλογαῖς. Ἐπειδή τι ἔχομεν παρ᾽ ἑαυτοῖς κριτήριον φυσικὸν, δι᾽ οὗ τὰ καλὰ τῶν πονηρῶν διακρίνομεν, ἀναγκαῖον ἡμῖν ἐν τῇ ἐκλογῇ τῶν πρακτέων ὀρθὰς ποιεῖσθαι τῶν πραγμάτων τὰς διακρίσεις· καὶ, οἷόν τινα δικαστὴν ἴσῃ καὶ δικαιοτάτῃ γνώμῃ τοῖς ἐναντίοις βραβεύοντα, πείθεσθαι μὲν τῇ ἀρετῇ, καταδικάζειν δὲ τὴν κακίαν. Οἷον πορνεία καὶ σωφροσύνη παρὰ σοὶ κρίνεται, καὶ ὑψηλὸς προκαθέζεταί σου ὁ νοῦς πεπιστευμένος τὸ δικαστήριον· καὶ ἡ μὲν ἡδονὴ συνηγορεῖ τῇ πορνείᾳ, ὁ δὲ φόβος τοῦ Θεοῦ τῇ σωφροσύνῃ συνίσταται. Ἐὰν μὲν οὖν καταδικάσῃς τὴν ἁμαρτίαν, δῷς δὲ νικῆσαι τὴν σωφροσύνην, εὐθεῖαν ἐποιήσω τὴν κρίσιν τοῦ πράγματος· ἐὰν δὲ, τῇ ἡδονῇ δοὺς τὴν ῥοπὴν, προτιμοτέραν ἀποφήνῃς τὴν ἁμαρτίαν, σκολιὸν ἐποιήσω τὸ κρῖμα, ὑπόδικος γενόμενος τῇ ἀρᾷ τοῦ εἰπόντος· Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ λέγοντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς.

Ἐπεὶ οὖν, κατ᾽ αὐτὸν τὸν Σολομῶντα, Λογισμοὶ δικαίων κρίματα, ἔνδον ἐν τῷ κεκρυμμένῳ τῶν λογισμῶν κριτηρίῳ σπουδάζειν χρὴ τὰς περὶ τοῦ πράγματος κρίσεις ἀπαρατρέπτους ποιεῖσθαι, καὶ τὸν νοῦν τρυτάνῃ ἔχειν προσεοικότα, ἀκλινῶς ἕκαστον τῶν πρακτέων ζυγοστατοῦντα. Ὅταν ἑκάστη ἐντολὴ παρὰ σοὶ πρὸς τὴν ἀντικειμένην αὐτῇ κακίαν διαδικάζηται, δὸς τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τῆς ἁμαρτίας τὰ νικητήρια. Πλεονασμὸς καὶ ἰσότης κρίνονται; ἀπόφηνε κατὰ τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας, δὸς τὴν βελτίονα ψῆφον τῇ ἀρετῇ. Λοιδορία καὶ μακροθυμία ἀλλήλαις ἀντικαθίστανται; καταίσχυνον τὴν λοιδορίαν, καὶ προτίμησον τὸ μακρόθυμον.

Ἔχθρα καὶ ἀγάπη; τὴν μὲν ἄτιμον ποιήσας, ὑπερόρισον ὡς ποῤῥωτάτω· τὴν δὲ ἀγάπην σεμνύνας, οἰκείαν ποίησον σεαυτῷ. Ὑπόκρισις καὶ ἁπλότης, ἀνδρία καὶ δειλία, φρόνησις καὶ ἀφροσύνη, δικαιοσύνη καὶ ἀδικία, σωφροσύνη καὶ ἀκολασία, καὶ συνελόντι φῆσαι, πᾶσα ἀρετὴ πρὸς πᾶσαν κακίαν διαδικάζεται; Τότε δὴ οὖν ἐπίδειξαι τὴν εὐθύτητα τῶν κριμάτων, ἐν τῷ κρυπτῷ σου τῆς ψυχῆς κριτηρίῳ, καὶ οἱονεὶ πάρεδρον σεαυτῷ τὴν ἐντολὴν ποιησάμενος, δεῖξον τὸ μισοπόνηρον· ἀποστρεφόμενος μὲν τὰς ἁμαρτίας, ὑπερτιμῶν δὲ τὰς ἀρετάς.

Ἐὰν γὰρ ἐφ᾽ ἑκάστης πράξεως νικᾷν ποιήσῃς παρὰ σοὶ τὰ βελτίονα, μακάριος ἔσῃ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιον ἡμῶν, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, οὐκ ἀπέρχῃ καταδεδικασμένος διὰ τὴν πρὸς τὰ φαῦλα ῥοπὴν, ἀλλὰ τοῖς τῆς δικαιοσύνης τιμηθήσῃ στεφάνοις, οἷς παρὰ πάντα σου τὸν βίον τὴν ἀρετὴν ἐστεφάνωσας. Πηλίκων σοι πρόξενος ἀγαθῶν γενήσεται ἡ βίβλος τῶν Παροιμιῶν, διδάσκουσα τήν τε ἀληθῆ δικαιοσύνην καὶ κρῖμα κατευθύνειν;