Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν

Μέγας Βασίλειος

Εισαγωγή στις Παροιμίες του Σολομώντος

Εισαγωγικές παρατηρήσεις για τον παιδαγωγικό σκοπό των έργων του Σολομώντος, η ερμηνεία του όρου της παροιμίας και η σημασία της βασιλικής ιδιότητας του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 7

ΟΜΙΛΙΑ ΙΒʹ. Εἰς τὴν ἀρχὴν τῶν Παροιμιῶν. Ἀγαθὸς ὁ τῆς εὐπειθείας μισθός. Ὑπακούσωμεν τοίνυν χρηστῷ Πατρὶ, προβάλλοντι ἡμῖν ἀγωνίσματα ἐκ τῶν λογίων τοῦ Πνεύματος· ὃς κατὰ τοὺς ἐμπείρους τῶν θηρευτῶν ἐν δυσβάτοις χωρίοις, οἷον σκύλακός τινος, τὴν πεῖραν τοῦ δρόμου λαμβάνειν βούλεται. Προέβαλε δὲ ἡμῖν εἰς ἐξήγησιν τὸ προοίμιον τῶν Παροιμιῶν. Ὅπως δὲ δυσθήρατος τῆς λέξεως ταύτης ὁ νοῦς, παντὶ γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι. Πλὴν οὐκ ἀποκνητέον πρὸς τὴν ἐγχείρησιν, τὴν ἐλπίδα θεμένους ἐπὶ τὸν Κύριον, ὅς, διὰ τῶν προσευχῶν τοῦ ποιμένος, δώσει λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Τρεῖς τὰς πάσας ἔγνωμεν πραγματείας τοῦ σοφωτάτου Σολομῶντος· τήν τε τῶν Παροιμιῶν τούτων, καὶ τὴν τοῦ Ἐκκλησιαστοῦ, καὶ τὴν τοῦ ᾌσματος τῶν ᾀσμάτων· ἑκάστην πρὸς ἴδιον σκοπὸν συντεταγμένην· πᾶσαι μέντοι ἐπ᾽ ὠφελείᾳ τῶν ἀνθρώπων ἐγράφησαν. Ἡ μὲν γὰρ Παροιμία παίδευσίς ἐστιν ἠθῶν, καὶ παθῶν ἐπανόρθωσις, καὶ ὅλως διδασκαλία βίου, πυκνὰς τὰς ὑποθήκας περιέχουσα τῶν πρακτέων· ὁ δὲ Ἐκκλησιαστὴς φυσιολογίας ἅπτεται, καὶ ἀποκαλύπτει ἡμῖν τῶν ἐν τῷ κόσμῳ τούτῳ τὴν ματαιότητα· ὥστε μὴ ἡγεῖσθαι περισπούδαστα εἶναι τὰ παρερχόμενα, μηδὲ τοῖς ματαίοις προσαναλίσκειν τῆς ψυχῆς τὰς φροντίδας. Τὸ δὲ ᾎσμα τῶν ᾀσμάτων τὸν τρόπον ὑποδείκνυσι τῆς τελειώσεως τῶν ψυχῶν.

Περιέχει γὰρ συμφωνίαν νύμφης καὶ νυμφίου· τουτέστι, ψυχῆς οἰκείωσιν πρὸς τὸν Θεὸν Λόγον. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Παροιμίαι Σολομῶντος υἱοῦ Δαβὶδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ. Τὸ τῶν παροιμιῶν ὄνομα ἐπὶ τῶν δημωδεστέρων λόγων παρὰ τοῖς ἔξωθεν τέτακται, καὶ ἐπὶ τῶν ἐν ταῖς ὁδοῖς λαλουμένων, ὡς τὰ πολλά· οἶμος γὰρ παρ᾽ αὐτοῖς ἡ ὁδὸς ὀνομάζεται, ὅθεν καὶ τὴν παροιμίαν ὡρίζοντο, ῥῆμα παρόδιον τετριμμένον ἐν τῇ χρήσει τῶν πολλῶν, καὶ ἀπὸ ὀλίγων ἐπὶ πλείονα ὅμοια μεταληφθῆναι δυνάμενον. Παρὰ δὲ ἡμῖν παροιμία ἐστὶ λόγος ὠφέλιμος, μετ᾽ ἐπικρύψεως μετρίας ἐκδεδομένος, πολὺ μὲν τὸ αὐτόθεν χρήσιμον περιέχων, πολλὴν δὲ καὶ ἐν τῷ βάθει τὴν διάνοιαν συγκαλύπτων. Ὅθεν καὶ ὁ Κύριος, Ταῦτα, φησὶν, ἐν παροιμίαις ὑμῖν λελάληκα. Ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις, ἀλλὰ παῤῥησίᾳ λαλήσω ὑμῖν· ὡς τοῦ παροιμιακοῦ λόγου τὸ πεπαῤῥησιασμένον καὶ δεδημοσιευμένον τῆς διανοίας μὴ ἔχοντος, ἀλλὰ πλαγίως ἐαυτοῦ τὸ βούλημα τοῖς ἐντρεχεστέροις παραδηλοῦντος. Παροιμίαι τοίνυν Σολομῶντος· τουτέστι, λόγοι προτρεπτικοὶ, παρὰ πᾶσαν τοῦ βίου τὴν ὁδὸν χρησιμεύοντες. Προσέθηκε δὲ τὸ ὄνομα τοῦ συγγραφέως, ἵνα τῇ τοῦ προσώπου περιφανείᾳ τὸν ἀκροατὴν ἐφελκύσηται. Ἀξιοπιστία γὰρ τοῦ διδάσκοντος εὐπαράδεκτον μὲν τὸν λόγον καθίστησι, προσεχεστέρους δὲ τοὺς διδασκομένους παρασκευάζει.

Παροιμίαι οὖν Σολομῶντος, Σολομῶντος ἐκείνου πρὸς ὃν εἶπεν ὁ Κύριος· Ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σὺ, οὐ γέγονεν ἔμπροσθέν σου· καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι· καὶ πάλιν· Ἔδωκεν ὁ Κύριος σοφίαν καὶ φρόνησιν τῷ Σαλωμὼν πολλὴν σφόδρα, καὶ χύμα καρδίας ὡς ἡ ἅμμος ἡ παρὰ τὴν θάλασσαν. Καὶ ἐπληθύνθη ἡ σοφία Σαλωμὼν ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. Οὕτως ἀναγκαία ἡ τοῦ ὀνόματος προσθήκη· Παροιμίαι Σολομῶντος υἱοῦ Δαβίδ.

Πρόσκειται καὶ ὁ πατὴρ, ὥστε σε γνῶναι, ὅτι σοφὸς ἦν ὁ Σολομὼν ἐκ σοφοῦ καὶ προφήτου πατρὸς, ἐκ βρέφους τὰ ἱερὰ γράμματα πεπαιδευμένος, καὶ οὐχὶ κλήρῳ τὴν ἀρχὴν λαχὼν, οὐδ᾽ εἰς οὐδὲν αὐτῷ προσήκουσαν τὴν βασιλείαν εἰσβιασάμενος, ἀλλὰ κρίσει δικαίᾳ πατρὸς, καὶ ψήφῳ Θεοῦ τὰ πατρῷα σκῆπτρα παραλαβών. Οὗτος βασιλεὺς ἐγένετο τῆς Ἱερουσαλήμ. Οὐδὲ τοῦτο ἀργόν· μάλιστα μὲν πρὸς τὴν τῶν ὁμωνυμιῶν διάκρισιν, ἔπειτα δὲ καὶ διὰ τὴν κατασκευὴν τοῦ πολυθρυλλήτου ναοῦ· ἵνα γνωρίσῃς αὐτοῦ τὸν δημιουργὸν, καὶ πάσης τῆς κατὰ τὴν πόλιν οἰκονομίας καὶ τῶν θεσμῶν καὶ τῆς εὐταξίας τὸν αἴτιον. Μέγα δὲ συμβάλλεται πρὸς τὴν τῶν παραινέσεων παραδοχὴν καὶ τὸ βασιλέα εἶναι τὸν συγγραφέα τοῦ λόγου. Εἰ γὰρ βασιλεία ἐστὶν ἔννομος ἐπιστασία, δῆλον, ὅτι αἱ παρὰ βασιλέως διδόμεναι ὑποθῆκαι, τοῦ γε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίου, πολὺ τὸ νόμιμον ἔχουσι, τὸ κοινῇ πᾶσι λυσιτελὲς σκοποῦσαι, καὶ οὐχὶ πρὸς τὸν σκοπὸν τῆς ἰδίας ὠφελείας συντεταγμέναι. Τοῦτο γὰρ διαφέρει τύραννος βασιλέως, ὅτι ὁ μὲν τὸ ἑαυτοῦ πανταχόθεν σκοπεῖ, ὁ δὲ τὸ τοῖς ἀρχομένοις ὠφέλιμον ἐκπορίζει. Ἀπαριθμεῖται δὲ καὶ τὰ ἐκ τῆς βίβλου χρήσιμα, τίνα καὶ πόσα τοῖς διδασκομένοις προσγίνεται.